Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Usepigr
TheocritusUsepigr 1 · textus-receptusMore by Theocritus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus"> —
⋯
More
Original / primary: Textus receptus
1.6.336
τὰ ῥόδα τὰ δροσόεντα, καὶ ἁ κατάπυκνος ἐκείναἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσινταὶ δὲ μελάμφυλλοι δάφναι τίν, Πύθιε Παιάν, δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάϊσεν. βωμὸν δ᾽ αἱμάξει κεραὸς τράγος οὗτος ὁ μᾶλος, τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.
1.6.337
ἦλθε καὶ ἐς Μίλατον ὁ τῶ Παιήονος υἱός, ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος, Νικίᾳ, ὅς μιν ἐπ᾽ ἆμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται, καὶ τόδ᾽ ἀπ᾽ εὐώδους γλύψατ᾽ ἄγαλμα κέδρου, Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰςμισθὸν ὁ δ᾽ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχναν.
1.6.338
ὑμῖν τοῦτο, θεαί, κεχαρισμένον ἄνθετο πάσαιςτὤγαλμα Ξενοκλῆς τοῦτο τὸ μαρμάρινον, μουσικός: οὐχ ἑτέρως τις ἐρεῖ: σοφίᾳ δ᾽ ἐπὶ τᾷδεαἶνον ἔχων, Μουσέων οὐκ ἐπιλανθάνεται.
1.6.339
Δαμομένης ὁ χοραγός, ὁ τὸν τρίποδ᾽ ὦ Διόνυσε, καὶ σὲ τὸν ἅδιστον θεῶν μακάρων ἀναθείς, μέτριος ἦν ἐν πᾶσι, χορῷ δ᾽ ἐκτήσατο νίκανἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.
1.6.34
ἁ Κύπρις οὐ πάνδαμος: ἱλάσκεο τὰν θεόν, εἰπὼνΟὐρανίαν, ἁγνᾶς ἄνθεμα Χρυσογόναςοἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα, καὶ βίον ἔσχεξυνόν, ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦνἐκ σέθεν ἀρχομένοις, ὦ πότνια: κηδόμενοι γὰρἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.
1.9.433
Λῆς, ποτὶ τᾶν Μοισᾶν, διδύμοις αὐλοῖσιν ἀεῖσαιἁδὺ τί μοι; κἠγὼ πακτίδ᾽ ἀειράμενοςἀρξεῦμαί τι κρέκειν: ὁ δὲ βωκόλος ἐγγύθεν ᾀσεῖΔάφνις, κηροδέτῳ πνεύματι μελπόμενος. ἐγγὺς δὲ στάντες λασιαύχενος ἔνδοθεν ἄντρουΠᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.
1.9.434
ἄλλος ὁ Χῖος: ἐγὼ δὲ Θεόκριτος, ὃς τάδ᾽ ἔγραψα, εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων, υἱὸς Πραξαγόραο περικλειτῆς τε Φιλίννης: μοῦσαν δ᾽ ὀθνείαν οὔ τιν᾽ ἐφελκυσάμαν.
1.9.599
θᾶσαι τὸν ἀνδριάντα τοῦτον, ὦ ξένε, σπουδᾷ, καὶ λέγ᾽, ἐπὰν ἐς οἶκον ἔνθῃς, Ἀνακρέοντος εἰκόν᾽ εἶδον ἐν Τέῳ, τῶν πρόσθ᾽ εἴ τι περισσὸν ᾠδοποιοῦ. προσθεὶς δὲ χὤτι τοῖς νέοισιν ἅδετο, ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.
1.9.6
ἅ τε φωνὰ Δώριος, χὠνὴρ ὁ τὰν κωμῳδίανεὑρὼν Ἐπίχαρμος. ὦ Βάκχε, χάλκεόν νιν ἀντ᾽ ἀλαθινοῦτὶν ὧδ᾽ ἀνέθηκαντοὶ Συρακόσσαις ἐνίδρυνται, πελωρίστᾳ πόλει, οἷ᾽ ἀνδρὶ πολίτᾳ: σοφῶν ἔοικε ῥημάτων μεμναμένουςτελεῖν ἐπίχειρα: πολλὰ γὰρ ποττὰν ζόαν τοῖς παισὶν εἶπε χρήσιμα: μεγάλα χάρις αὐτῷ.
1.15.21
οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ, μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα, οὐχὶ Κεράσταν, ὅν ποτ᾽ ἐθρέψατο ταυροπάτωρ, ἀλλ᾽ οὗ πιλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους, οὔνομ᾽ ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθονκούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος: ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰσαυδέαἕλκος, ἄγαλμα πόθοιοπυρισμαράγω: ὃς σβέσεν ἀνορέαν ἰσαυδέαπαπποφίνου Τυρίαν τ᾽, ᾧ τόδε τυφλοφόρων ἐρατὸνπᾶμα Πάρις θέτο Σιμιχίδας. ψυχάν, ᾇ βοτοβάμων, στήτας οἶστρε Σαέττας, κλωποπάτωρ, ἀπάτωρ, λαρνακόγυιε, χαρεὶςἁδὺ μελίσδοιςἔλλοπι κούρᾳ, Καλλιόπᾳ, νηλεύστῳ.

Intertext edge

Open linked passage

Note