Usidylls
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus">
—
⋯
Original / primary: Textus receptus
10.1
ἐργατίναι ἢ ΘερισταίΜίλωνἘργατίνα βουκαῖε, τί νῦν ᾦζυρὲ πεπόνθεις; οὔθʼ ἑὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες, οὔθʼ ἅμα λᾳοτομεῖς τῷ πλατίον, ἀλλʼ ἀπολείπῃὥσπερ ὄις ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψε. ποῖός τις δείλαν τυ καὶ ἐκ μέσω ἄματος ἐσσῇ, ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις; ΒάττοςΜίλων ὀψαμάτα, πέτρας ἀπόκομμʼ ἀτεράμνω, οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων; Μίλωνοὐδαμά. τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί; Βάττοςοὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι διʼ ἔρωτα; Μίλωνμηδέ γε συμβαίη· χαλεπὸν χορίω κύνα γεῦσαι. Βάττοςἀλλʼ ἐγὼ ὦ Μίλων ἔραμαι σχεδὸν ἑνδεκαταῖος. Μίλωνἐκ πίθω ἀντλεῖς δῆλον· ἐγὼ δʼ ἔχω οὐδʼ ἅλις ὄξος. Βάττοςτοιγάρτοι πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα. Μίλωντίς δέ τυ τᾶν παίδων λυμαίνεται; Βάττοςἁ Πολυβώτα, ἃ πρᾶν ἀμάντεσσι παρʼ ἹΙπποκίωνι ποταύλει. Μίλωνεὗρε θεὸς τὸν ἀλιτρόν· ἔχεις πάλαι ὧν ἐπεθύμεις. μάντίς τοι τὰν νύκτα χροϊξεῖθʼ ἁ καλαμαία. Βάττοςμωμᾶσθαί μʼ ἄρχῃ τύ· τυφλὸς δʼ οὐκ αὐτὸς ὁ Πλοῦτος, ἀλλὰ καὶ ὡφρόντιστος Ἔρως. μὴ δὴ μέγα μυθεῦ. Μίλωνοὐ μέγα μυθεῦμαι· τὺ μόνον κατάβαλλε τὸ λᾷον, καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. ἅδιον οὑτῶςἐργαξῇ· καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα. ΒάττοςΜοῖσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοιπαῖδʼ· ὧν γάρ χʼ ἅψησθε θεαί, καλὰ πάντα ποεῖτε. Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες, ἰσχνὰν ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον. καὶ τὸ ἴον μέλαν ἐστὶ καὶ ἁ γραπτὰ ὑάκινθος, ἀλλʼ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται. ἁ αἲξ τὰν κύτισον, ὁ λύκος τὰν αἶγα διώκει, ἁ γέρανος τὤροτρον, ἐγὼ δʼ ἐπὶ τὶν μεμάνημαι. αἴθέ μοι ἦς, ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι, χρύσεοι ἀμφότεροί κʼ ἀνεκείμεθα τᾷ Ἀφροδίτᾳ, τὼς αὐλὼς μὲν ἔχοισα καὶ ἢ ῥόδον ἢ μᾶλον τύ, σχῆμα δʼ ἐγὼ καὶ καινὰς ἐπʼ ἀμφοτέροισιν ἀμύκλας. Βομβύκα χαρίεσσʼ, οἱ μὲν πόδες ἀστράγαλοί τευς, ἁ φωνὰ δὲ τρύχνος· τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν. Μίλων͂̓ Η καλὰς ἄμμι ποέων ἐλελήθει βοῦκος ἀοιδάς. ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν. ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα. θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα. Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷονεὔεργόν τʼ εἴη καὶ κάρπιμον ὅττι μάλιστα. Σφίγγετʼ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τιςεἴποι· σύκινοι ἄνδρες, ἀπώλετο χοὗτος ὁ μισθός. Ἐς βορέην ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμινἢ ζέφυρον βλεπέτω· πιαίνεται ὁ στάχυς οὑτῶς. σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον· ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα. ἄρχεσθαι δʼ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ, καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα. εὐκτὸς ὁ τῶ βατράχω παῖδες βίος· οὐ μελεδαίνειτὸν προπιεῖν ἐγχεῦντα· πάρεστι γὰρ ἄφθονον αὐτῷ. κάλλιον ὦπιμελητὰ φιλάργυρε τὸν φακὸν ἕψειν· μή τι τάμῃς τὰν χεῖρα καταπρίων τὸ κύμινον. ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν, τὸν δὲ τεὸν βουκαῖε πρέπει λιμηρὸν ἔρωταμυθίσδεν τᾷ ματρὶ κατʼ εὐνὰν ὀρθρευοίσᾳ.