Usidylls
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus">
—
⋯
Original / primary: Textus receptus
11.1
Κύκλωψοὐδὲν πὸτ τὸν ἔρωτα πεφύκει φάρμακον ἄλλοΝικία οὔτʼ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτʼ ἐπίπαστον, ἢ ταὶ Πιερίδες· κοῦφον δέ τι τοῦτο καὶ ἁδὺγίνετʼ ἐπʼ ἀνθρώποις, εὑρεῖν δʼ οὐ ῥᾴδιόν ἐστι. γινώσκειν δʼ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντακαὶ ταῖς ἐννέα δὴ πεφιλάμενον ἔξοχα Μοίσαις. οὕτω γοῦν ῥάιστα διᾶγʼ ὁ Κύκλωψ ὁ παρʼ ἁμῖν, ὡρχαῖος Πολύφαμος, ὅκʼ ἤρατο τᾶς Γαλατείας, ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε. ἤρατο δʼ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις, ἀλλʼ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα. πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθονχλωρᾶς ἐκ βοτάνας· ὁ δὲ τὰν Γαλάτειαν ἀείδωναὐτόθʼ ἐπʼ ἀιόνος κατετάκετο φυκιοέσσαςἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκοςΚύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον. ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δʼ ἐπὶ πέτραςὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα. Ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντʼ ἀποβάλλῃ; λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός, μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς. φοιτῇς δʼ αὖθʼ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με, οἴχῃ δʼ εὐθὺς ἰοῖσʼ, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με, φεύγεις δʼ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα. ἠράσθην μὲν ἔγωγα τεοῦς κόρα, ἁνίκα πρᾶτονἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισʼ ὑακίνθινα φύλλαἐξ ὄρεος δρέψασθαι, ἐγὼ δʼ ὁδὸν ἁγεμόνευον. παύσασθαι δʼ ἐσιδών τυ καὶ ὕστερον οὐδέ τί πᾳ νῦνἐκ τήνω δύναμαι· τὶν δʼ οὐ μέλει, οὐ μὰ Δίʼ οὐδέν. γινώσκω χαρίεσσα κόρα, τίνος ὥνεκα φεύγεις· ὥνεκά μοι λασία μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳἐξ ὠτὸς τέταται ποτὶ θὥτερον ὦς μία μακρά, εἷς δʼ ὀφθαλμὸς ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει. ἀλλʼ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω, κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω· τυρὸς δʼ οὐ λείπει μʼ οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρᾳ, οὐ χειμῶνος ἄκρω· ταρσοὶ δʼ ὑπεραχθέες αἰεί. συρίσδεν δʼ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων, τὶν τὸ φίλον γλυκύμαλον ἁμᾷ κἠμαυτὸν ἀείδωνπολλάκι νυκτὸς ἀωρί. τρέφω δέ τοι ἕνδεκα νεβρὼςπάσας μηνοφόρως καὶ σκύμνως τέσσαρας ἄρκτων. ἀλλʼ ἀφίκευσο ποθʼ ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον, τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν. ἅδιον ἐν τὤντρῳ παρʼ ἐμὶν τὰν νύκτα διαξεῖς. ἐντὶ δάφναι τηνεῖ, ἐντὶ ῥαδιναὶ κυπάρισσοι, ἔστι μέλας κισσός, ἔστʼ ἄμπελος ἁ γλυκύκαρπος, ἔστι ψυχρὸν ὕδωρ, τό μοι ἁ πολυδένδρεος Αἴτναλευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προΐητι. τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθʼ ἕλοιτο; αἰ δέ τοι αὐτὸς ἐγὼ δοκέω λασιώτερος ἦμεν, ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ. καιόμενος δʼ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμανκαὶ τὸν ἕνʼ ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν. ὤμοι, ὅ τʼ οὐκ ἔτεκέν μʼ ἁ μάτηρ βραγχίʼ ἔχοντα, ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τευς ἐφίλασα, αἰ μὴ τὸ στόμα λῇς, ἔφερον δέ τοι ἢ κρίνα λευκὰἢ μάκωνʼ ἁπαλὰν ἐρυθρὰ πλαταγώνιʼ ἔχοισαν. ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι, ὥστʼ οὐκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντʼ ἐδυνάθην. νῦν μὰν ὦ κόριον, νῦν αὐτόγα νεῖν κε μάθοιμι, αἴκά τις σὺν ναῒ πλέων ξένος ὧδʼ ἀφίκηται, ὡς εἰδῶ, τί ποθʼ ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν. ἐξένθοις Γαλάτεια καὶ ἐξενθοῖσα λάθοιοὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος οἴκαδʼ ἀπενθεῖν. ποιμαίνειν δʼ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλʼ ἀμέλγεινκαὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα. ἁ μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτᾷ· οὐδὲν πήποχʼ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ, καὶ ταῦτʼ ἆμαρ ἐπʼ ἆμαρ ὁρεῦσά με λεπτὸν ἐόντα. φασῶ τὰν κεφαλὰν καὶ τὼς πόδας ἀμφοτέρως μευσφύζειν, ὡς ἀνιαθῇ, ἐπεὶ κἠγὼν ἀνιῶμαι. ὦ Κύκλωψ Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι; αἴκʼ ἐνθὼν θαλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσαςταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν. τὰν παρεοῖσαν ἄμελγε. τί τὸν φεύγοντα διώκεις; εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίονʼ ἄλλαν. πολλαὶ συμπαίσδέν με κόραι τὰν νύκτα κέλονται, κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κʼ αὐταῖς ὑπακούσωδῆλον ὅ τʼ ἐν τᾷ γᾷ κἠγώ τις φαίνομαι ἦμεν. οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωταμουσίσδων, ῥᾷον δὲ διᾶγʼ ἢ εἰ χρυσὸν ἔδωκεν.