Usidylls
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus">
—
⋯
Original / primary: Textus receptus
15.1
Συρακούσιαι ἢ ΑδωνιάζουσαιΓοργώἔνδοι Πραξινόα; ΠραχινόαΓοργοῖ φίλα, ὡς χρόνῳ. ἔνδοι. θαῦμʼ ὅτι καὶ νῦν ἦνθες. ὅρη δίφρον Εὐνόα αὐτῇ. ἔμβαλε καὶ ποτίκρανον. Γοργώἔχει κάλλιστα. Πραχινόακαθίζευ. Γοργώὢ τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθηνΠραξινόα πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων. παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες· ἁ δʼ ὁδὸς ἄτρυτος· τὺ δʼ ἑκαστάτω ὅσσον ἀποικεῖς. Πραχινόαταῦθʼ ὁ πάραρος τῆνος ἐπʼ ἔσχατα γᾶς ἔλαβʼ ἐνθὼνἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμεςἀλλάλαις, ποτʼ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος. Γοργώμὴ λέγε τὸν τεὸν ἄνδρα φίλα Δίκωνα τοιαῦτα, τῶ μικκῶ παρεόντος· ὅρη γύναι, ὡς ποθορῇ τυ. θάρσει Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν. Πραχινόααἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν. Γοργώκαλὸς ἀπφῦς. Πραχινόαἀπφῦς μὰν τῆνος τὰ πρόαν( λέγομες δὲ πρόαν θηνπάντα) νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδωνἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς. Γοργώχὡμὸς ταὐτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας· ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν, πέντε πόκως ἔλαβʼ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπʼ ἔργῳ. ἀλλʼ ἴθι τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ. βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίωθασόμεναι τὸν Ἄδωνιν· ἀκούω χρῆμα καλόν τικοσμεῖν τὰν βασίλισσαν. Πραχινόαἐν ὀλβίω ὄλβια πάντα. Γοργώὧν ἴδες, ὧν εἶπες καὶ ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι. ἕρπειν ὥρα κʼ εἴη. Πραχινόαἀεργοῖς αἰὲν ἑορτά. Εὐνόα, αἶρε τὸ νῆμα καὶ ἐς μέσον αἰνόθρυπτεθὲς πάλιν. αἱ γαλέαι μαλακῶς χρῄζοντι καθεύδειν· κινεῦ δή, φέρε θᾶσσον ὕδωρ. ὕδατος πρότερον δεῖ. ἁ δὲ σμᾶμα φέρει. δὸς ὅμως. μὴ δὴ πολὺ ἄπληστε. ἔγχει ὕδωρ. δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις; παῦε. ὁκοῖα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι. ἁ κλᾲξ τᾶς μεγάλας πᾷ λάρνακος; ὧδε φέρʼ αὐτάν. ΓοργώΠραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναματοῦτο πρέπει· λέγε μοι, πόσσω κατέβα τοι ἀφʼ ἱστῶ; Πραχινόαμὴ μνάσῃς Γοργοῖ· πλέον ἀργυρίω καθαρῶ μνᾶνἢ δύο· τοῖς δʼ ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα. Γοργώἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι. Πραχινόατοῦτο κάλʼ εἶπες. τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμονἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον. μορμώ, δάκνει ἵππος. δάκρυʼ, ὅσσα θέλεις, χωλὸν δʼ οὐ δεῖ τυ γενέσθαι. ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα, τὰν κύνʼ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον.— ὦ θεοί, ὅσσος ὄχλος. πῶς καὶ πόκα τοῦτο περᾶσαιχρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι. πολλά τοι ὦ Πτολεμαῖε πεποίηται καλὰ ἔργα, ἐξ ὧ ἐν ἀθανάτοις ὁ τεκ̣̣ ν· οὐδεὶς κακοεργὸςδαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί, οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον, ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί. ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταὶἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς. ὀρθὸς ἀνέστα ὁ πυρρός· ἴδʼ ὡς ἄγριος. κυνοθαρσὴςΕὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα. ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον. Γοργώθάρσει Πραξινόα· καὶ δὴ γεγενήμεθʼ ὄπισθεν, τοὶ δʼ ἔβαν ἐς χώραν. Πραχινόακαὐτὰ συναγείρομαι ἤδη. ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκωἐκ παιδός. σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ. Γοργώἐξ αὐλᾶς ὦ μᾶτερ; Γραῦςἐγὼν ὦ τέκνα. Γοργώπαρενθεῖνεὐμαρές; Γραῦςἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί, καλλίστα παίδων· πείρᾳ θην πάντα τελεῖται. Γοργώχρησμὼς ἁ πρεσβῦτις ἀπῴχετο θεσπίξασα. Πραχινόαπάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἠγάγεθʼ Ἡρην. Γοργώθᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος. Πραχινόαθεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τὺΕὐνόα Εὐτυχίδος· πότεχʼ αὐτᾷ, μή τι πλαναθῇς. πᾶσαι ἅμʼ εἰσένθωμες· ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν. οἴμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδηἔσχισται Γοργοῖ. πὸτ τῶ Διός, εἴτι γένοιοεὐδαίμων ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ. Ξένοςοὐκ ἐπʼ ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι· Πραχινόαὄχλος ἄθρως. ὠθεῦνθʼ ὥσπερ ὕες. Ξένοςθάρσει γύναι· ἐν καλῷ εἰμές. Πραχινόακεἰς ὥρας κἤπειτα φίλʼ ἀνδρῶν ἐν καλῷ εἴηςἄμμε περιστέλλων. χρηστῶ κᾠκτίρμονος ἀνδρός. φλίβεται Εὐνόα ἇμιν· ἄγʼ ὦ δειλὰ τὺ βιάζευ. κάλλιστʼ· ἔνδοι πᾶσαι, ὁ τὰν νυὸν εἶπʼ ἀποκλᾴξας. ΓοργώΠραξινόα, πόταγʼ ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον, λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς. Πραχινόαπότνιʼ Ἀθαναία, ποῖαί σφʼ ἐπόνασαν ἔριθοι, ποῖοι ζῳογράφοι τἀκριβέα γράμματʼ ἔγραψαν. ὡς ἔτυμʼ ἑστάκαντι, καὶ ὡς ἔτυμʼ ἐνδινεῦντι, ἔμψυχʼ, οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμʼ ὥνθρωπος. αὐτὸς δʼ ὡς θαητὸς ἐπʼ ἀργυρέας κατάκειταικλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων, ὁ τριφίλητος Ἄδωνις, ὃ κἠν Ἀχέροντι φιλεῖται. Ἕτερος Ξένοςπαύσασθʼ ὦ δύστανοι, ἀνάνυτα κωτίλλοισαιτρυγόνες. ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα. Γοργώμᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές; πασάμενος ἐπίτασσε. Συρακοσίαις ἐπιτάσσεις; ὡς δʼ εἰδῇς καὶ τοῦτο· Κορίνθιαι εἰμὲς ἄνωθεν, ὡς καὶ ὁ Βελλεροφῶν· Πελοποννασιστὶ λαλεῦμες· δωρίσδεν δʼ ἔξεστι δοκῶ τοῖς Δωριέεσσι. Πραχινόαμὴ φύη Μελιτῶδες ὃς ἁμῶν καρτερὸς εἴη, πλὰν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς. Γοργώσιγᾷ Πραξινόα· μέλλει τὸν Ἄδωνιν ἀείδεινἁ τᾶς Ἀργείας θυγάτηρ πολύιδρις ἀοιδός, ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε. φθεγξεῖταί τι σάφʼ οἶδα καλόν· διαθρύπτεται ἤδη. Γυνή Ἀοιδόςδέσποινʼ, ἃ Γολγώς τε καὶἸδάλιον ἐφίλασαςαἰπεινάν τʼ Ἐρύκαν, χρυσῷ παίζοισʼ Ἀφροδίτα· οἷόν τοι τὸν Ἄδωνιν ἀπʼ ἀενάω Ἀχέροντοςμηνὶ δυωδεκάτῳ μαλακαὶ πόδας ἄγαγον Ὧραι. βάρδισται μακάρων Ὧραι φίλαι, ἀλλὰ ποθειναὶἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φορεῦσαι. Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς, ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν, ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός· τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε, ἁ Βερενικεία θυγάτηρ Ἑλένᾳ εἰκυῖαἈρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν. πὰρ μέν οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέρονται, πὰρ δʼ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοιςἀργυρέοις, Συρίω δὲ μύρω χρύσειʼ ἀλάβαστρα. εἴδατα δʼ ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται, ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ, ὅσσά τʼ ἀπὸ γλυκερῶ μέλιτος τά τʼ ἐν ὑγρῷ ἐλαίῳ, πάντʼ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι. χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοντι ἀνήθῳδέδμανθʼ· οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες, οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρωνπωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπʼ ὄζω. ὢ ἔβενος, ὢ χρυσός, ὢ ἐκ λευκῶ ἐλέφαντοςαἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες. πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω, ἁ Μίλατος ἐρεῖ χὡ τὰν Σαμίαν κάτα βόσκων· ἔστρωται κλίνα τῷ Ἀδώνιδι τῷ καλῷ ἄλλα. τὰν μὲν Κύπρις ἔχει, τὰν δʼ ὁ ῥοδόπαχυς Ἄδωνιςὀκτωκαιδεκέτης ἢ ἐννεακαίδεχʼ ὁ γαμβρός. οὐ κεντεῖ τὸ φίλαμʼ, ἔτι οἱ περὶ χείλεα πυρρά. νῦν μὰν Κύπρις ἔχοισα τὸν αὐτᾶς χαιρέτω ἄνδρα· ἀῶθεν δʼ ἁμές νιν ἅμα δρόσῳ ἀθρόαι ἔξωοἰσεῦμες ποτὶ κύματʼ ἐπʼ ἀιόνι πτύοντα, λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαιστήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθʼ ἀοιδᾶς· Ἕρπεις ὦ φίλʼ Ἄδωνι καὶ ἐνθάδε κεἰς Ἀχέρονταἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτʼ Ἀγαμέμνωντοῦτʼ ἔπαθʼ, οὔτʼ Αἴας ὁ μέγας βαρυμάνιος ἥρως, οὔθʼ Ἕκτωρ Ἑκάβας ὁ γεραίτερος εἴκατι παίδων, οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανελθών, οὔθʼ οἱ ἔτι πρότερον Λαπίθαι καὶ Δευκαλίωνες, οὐ Πελοπηιάδαι τε καὶ Ἄργεος ἄκρα Πελασγοί· ἵλαθι νῦν φίλʼ Ἄδωνι, καὶ ἐς νέωτʼ εὐθυμήσαις. καὶ νῦν ἦνθες Ἄδωνι, καὶ ὅκκʼ ἀφίκῃ, φίλος ἡξεῖς. ΓοργώΠραξινόα, τὸ χρῆμα σοφώτερον ἁ θήλεια. ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ. ὥρα ὅμως κεἰς οἶκον. ἀνάριστος Διοκλείδας. χὡνὴρ ὄξος ἅπαν, πεινᾶντι δὲ μηδὲ ποτένθῃς. χαῖρε Ἄδων ἀγαπητέ· καὶ ἐς χαίροντας ἀφίκευ.