Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Usidylls
TheocritusUsidylls 16 · textus-receptusMore by Theocritus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus"> —
⋯
More
Original / primary: Textus receptus
16.1
Χάριτες ἢ Ἱέρωναἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς, ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν. Μοῦσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι· ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν. τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπʼ ἀῶἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳἀσπασίως, οὐδʼ αὖθις ἀδωρήτους ἀποπέμψει; αἱ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδʼ ἴασι, πολλά με τωθάζοισαι, ὅ τʼ ἀλιθίαν ὁδὸν ἦνθον, ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι, ἔνθʼ αἰεί σφισιν ἕδρα, ἐπὴν ἄπρηκτοι ἵκωνται. τίς τῶν νῦν τοιόσδε; τίς εὖ εἰπόντα φιλήσει; οὐκ οἶδʼ· οὐ γὰρ ἔτʼ ἄνδρες ἐπʼ ἔργμασιν ὡς πάρος ἐσθλοῖςαἰνεῖσθαι σπεύδοντι, νενίκηνται δʼ ὑπὸ κερδέων. πᾶς δʼ ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη, ἀλλʼ εὐθὺς μυθεῖται· ἀπωτέρω ἢ γόνυ κνάμα· αὐτῷ μοί τι γένοιτο· θεοὶ τιμῶσιν ἀοιδούς. τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν Ὁμηρος. οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν. δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσὸςκείμενος; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις, ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δὲ καί τινι δοῦναι ἀοιδῶν· πολλοὺς δʼ εὖ ἔρξαι παῶν, πολλοὺς δὲ καὶ ἄλλωνἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν, μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζῃμειλίξαντʼ ἀποπέμψαι, ἐπὴν ἐθέλωντι νέεσθαι, Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας, ὄφρα καὶ εἰν Ἀίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς, μηδʼ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος, ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖραςἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων. πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύαἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται· πολλοὶ δὲ Σκοπάδῃσιν ἐλαυνόμενοι ποτὶ σακοὺςμόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι, μυρία δʼ ἀμπεδίον Κραννώνιον ἐνδιάασκονποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις· ἀλλʼ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσανθυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῦ Ἀχέροντος, ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντεςδειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο, εἰ μὴ κεῖνος ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέωνβάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκʼ ὀνομαστοὺςὁπλοτέροις, τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι, οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων. τίς δʼ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωνταςΠριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω, εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί; οὐδʼ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθεὶςπάντας ἐπʼ ἀνθρώπους, Ἀίδαν τʼ εἰς ἔσχατον ἐλθὼνζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος, δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δʼ ἂν ὑφορβὸςΕὔμαιος, καὶ βουσὶ Φιλοίτιος ἀμφʼ ἀγελαίαιςἔργον ἔχων, αὐτός τε περίσπλαγχνος Λαέρτης, εἰ μή σφεας ὤνασανἸάονος ἀνδρὸς ἀοιδαί. Ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι, χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων. ἀλλʼ ἶσος γὰρ ὁ μόχθος ἐπʼ ᾀόνι κύματα μετρεῖν, ὅσσʼ ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ, ἢ ὕδατι νίζειν θολερὰν διαειδέι πλίνθον, καὶ φιλοκερδείᾳ βεβλαμμένον ἄνδρα παρελθεῖν. χαιρέτω ὃς τοιοῦτος, ἀνάριθμος δέ οἱ εἰηἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν. αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότηταπολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν. δίζημαι δʼ, ὅτινι θνατῶν κεχαρισμένος ἔνθωσὺν Μοίσαις· χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖςκουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος. οὔπω μῆνας ἄγων ἔκαμʼ οὐρανὸς οὐδʼ ἐνιαυτούς· πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅρματος ἵπποι· ἔσσεται οὗτος ἀνήρ, ὃς ἐμεῦ κεχρήσετʼ ἀοιδοῦ, ῥέξας ἢ Ἀχιλεὺς ὅσσον μέγας ἢ βαρὺς Αἴαςἐν πεδίῳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον Ἴλου. ἤδη νῦν Φοίνικες ὑπʼ ἠελίῳ δύνοντιοἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν. ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦραἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν· ἐν δʼ αὐτοῖς Ἱέρων προτέροις ἴσος ἡρώεσσιζώννυται, ἵππειαι δὲ κόρυν σκεπάουσιν ἔθειραι. αἰ γὰρ Ζεῦ κύδιστε πάτερ καὶ πότνιʼ Ἀθάνακούρη θʼ, ἣ σὺν ματρὶ πολυκλήρων Ἐφυραίωνεἴληχας μέγα ἄστυ παρʼ ὕδασι Λυσιμελείας, ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκαΣαρδόνιον κατὰ κῦμα, φίλων μόρον ἀγγέλλονταςτέκνοις ἠδʼ ἀλόχοισιν, ἀριθμητοὺς ἀπὸ πολλῶν· ἄστεά τε προτέροισι πάλιν ναίοιτο πολίταις, δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατάκρας· ἀγροὺς δʼ ἐργάζοιντο τεθαλότας· αἱ δʼ ἀνάριθμοιμήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαιἀμπεδίον βληχοῖντο, βόες δʼ ἀγελαδὸν ἐς αὖλινἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν· νειοὶ δʼ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξποιμένας ἐνδίους πεφυλαγμένος ἔνδοθι δένδρωνἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δʼ εἰς ὅπλʼ ἀράχναιλεπτὰ διαστήσαιντο, βοᾶς δʼ ἔτι μηδʼ ὄνομʼ εἴη. ὑψηλὸν δʼ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοὶκαὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχοςἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν. εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλουςθυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὰν Ἀρέθοισανὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὰν Ἱέρωνα. ὦ Ἐτεόκλειοι θύγατρες θεαί, ὦ ΜινύειονὈρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις, ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντωνθαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἱκοίμαν. καλλείψω δʼ οὐδʼ ὔμμε· τί γὰρ Χαρίτων ἀγαπητὸνἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμʼ εἴην.

Intertext edge

Open linked passage

Note