Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Usidylls
TheocritusUsidylls 17 · textus-receptusMore by Theocritus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus"> —
⋯
More
Original / primary: Textus receptus
17.1
ἐγκώμιον εἰς ΠτολεμαῖονἘκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε Μοῖσαι, ἀθανάτων τὸν ἄριστον ἐπὴν αὐδῶμεν ἀοιδαῖς· ἀνδρῶν δʼ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθωκαὶ πύματος καὶ μέσσος· ὁ γὰρ προφερέστατος ἄλλων. ἥρωες, τοὶ πρόσθεν ἀφʼ ἡμιθέων ἐγένοντο, ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν· αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖνὑμνήσαιμʼ· ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν. Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθὼνπαπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου. τί πρῶτον καταλέξω; ἐπεὶ πάρα μυρία εἰπεῖν, οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων. Ἐκ πατέρων οἷος μὲν ἔην τελέσαι μέγα ἔργονΛαγείδας Πτολεμαῖος, ὅτε φρεσὶν ἐγκατάθοιτοβουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι. τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκενἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳδέδμηται· παρὰ δʼ αὐτὸν Ἀλέξανδρος φίλα εἰδὼςἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας. ἀντία δʼ Ἡρακλῆος ἕδρα κενταυροφόνοιοἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος· ἔνθα σὐν ἄλλοισιν θαλίας ἔχει οὐρανίδαισι, χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν, ὅττί σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας, ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες. ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς Ἡρακλείδας, ἀμφότεροι δʼ ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα. τῷ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδηνέκταρος εὐόδμοιο φίλας ἐς δῶμʼ ἀλόχοιο, τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτραν, τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις. οἱ δʼ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβηςὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν. οἵα δʼ ἐν πινυταῖσι περικλειτὰ Βερενίκαἔπρεπε θηλυτέραις, ὄφελος μέγα γειναμένοισι. τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρακόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας. τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν, ὅσσόν περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν. ἦ μὰν ἀντεφιλεῖτο πολὺ πλέον· ὧδέ κε παισὶθαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα, ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης. ἀστόργου δὲ γυναικὸς ἐπʼ ἀλλοτρίῳ νόος αἰεί, ῥηίδιοι δὲ γοναί, τέκνα δʼ οὐ ποτεοικότα πατρί. κάλλει ἀριστεύουσα θεάων πότνʼ Ἀφροδίτα, σοὶ τήνα μεμέλητο· σέθεν δʼ ἕνεκεν Βερενίκαεὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν, ἀλλά μιν ἁρπάξασα, πάροιθʼ ἐπὶ νῆα κατελθεῖνκυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων, ἐς ναὸν κατέθηκας, ἑᾶς δʼ ἀπεδάσσαο τιμᾶς. πᾶσιν δʼ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωταςπροσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.— Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεαμισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα, ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν ἈχιλῆαΑἰακίδᾳ Πηλῆι, σὲ δʼ αἰχμητὰ Πτολεμαῖεαἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα. καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα, δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ. ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνονἈντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν· ἡ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δʼ ἄρα πάντωννωδυνίαν κατέχευε μελῶν· ὁ δὲ πατρὶ ἐοικὼςπαῖς ἀγαπητὸς ἔγεντο. Κόως δʼ ὀλόλυξεν ἰδοῖσα, φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν·̓́ Ολβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περΔᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος Ἀπόλλων· ἐν δὲ μιᾷ τιμᾷ Τρίοπον καταθεῖο κολώναν, ἶσον Δωριέεεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν. ἶσον καὶ Ῥήναιαν ἄναξ ἐφίλησεν Ἀπόλλων. Ὣς ἄρα νᾶσος ἔειπεν· ὁ δʼ ὑψόθεν ἔκλαγε φωνᾷἐς τρὶς ἀπὸ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις. Ζηνός που τόδε σᾶμα. Διὶ Κρονίωνι μέλοντιαἰδοῖοι βασιλῆες· ὁ δʼ ἔξοχος, ὅν κε φιλήσῃγεινόμενον τὰ πρῶτα· πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ, πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας. μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶνλήιον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ· ἀλλʼ οὔτις τόσα φύει, ὅσα χθαμαλὰ Αἴγυπτος, Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει. οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων. τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται, τρεῖς δʼ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι, δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς· τῶν πάντων Πτολεμαῖος ἀλήνωρ ἐμβασιλεύει. καὶ μὴν Φοινίκας ἀποτέμνεται Ἀρραβίας τεκαὶ Συρίας Λιβύας τε κελαινῶν τʼ Αἰθιοπήων. Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσισαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί, καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισταιπόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶακαὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ. πολλοὶ δʼ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται. χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται. ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας· τόσσον ἐπʼ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκονπάντοθε. λαοὶ δʼ ἔργα περιστέλλουσιν ἕκηλοι. οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰςπεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις, οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸςθωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι· τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισιξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν, ᾧ ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσεινοἷʼ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός. οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸςμυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων· ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι, αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι, πολλὸν δʼ ἰφθίμοισι δεδώρηται βασιλεῦσι, πολλὸν δὲ πτολίεσσι, πολὺν δʼ ἀγαθοῖσιν ἑταίροις. οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατʼ ἀγῶναςἵκετʼ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν, ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας. Μουσάων δʼ ὑποφῆται ἀείδοντι Πτολεμαῖονἀντʼ εὐεργεσίας. τί δὲ κάλλιον ἀνδρί κεν εἴηὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι; τοῦτο καὶ Ἀτρείδαισι μένει· τὰ δὲ μυρία τῆνα, ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες, ἀέρι πᾳ κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος· μοῦνος δὲ προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονίαστειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη, ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναούς· ἐν δʼ αὐτοὺς χρυσῷ περικαλλέας ἠδʼ ἐλέφαντιἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς. πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίειμησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν, αὐτός τʼ ἰφθίμα τʼ ἄλοχος, τᾶς οὔτις ἀρείωννυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετʼ ἀγοστῷ, ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε. ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη, οὓς τέκετο κρείουσα Ῥέα βασιλῆας Ὀλύμπου· ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἥρῃχεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις. χαῖρε ἄναξ Πτολεμαῖε· σέθεν δʼ ἐγὼ ἶσα καὶ ἄλλωνμνάσομαι ἡμιθέων, δοκέω δʼ ἔπος οὐκ ἀπόβλητονφθέγξομαι ἐσσομένοις· ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ.

Intertext edge

Open linked passage

Note