Usidylls
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus">
—
⋯
Original / primary: Textus receptus
18.1
Ἑλένης Ἐπιθάλαμιοςἔν ποκʼ ἄρα Σπάρτᾳ ξανθότριχι πὰρ Μενελάῳπαρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαιπρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο, δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν, ἁνίκα Τυνδαριδᾶν κατεδέξατο τὰν ἀγαπητὰνμναστεύσας Ἑλέναν ὁ νεώτερος Ἀτρέος υἱός. ἄειδον δʼ ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαιποσσὶ περιπλέκτοις, ὑπὸ δʼ ἴαχε δῶμʼ ὑμεναίῳ. οὕτω δὴ πρωιζὲ κατέδραθες ὦ φίλε γαμβρέ; ἦ ῥά τις ἐσσὶ λίαν βαρυγούνατος; ἦ ῥα φίλυπνος; ἦ ῥα πολύν τινʼ ἔπινες, ὅτʼ εἰς εὐνὰν κατεβάλλευ; εὕδειν μὰν σπεύδοντα καθʼ ὥραν αὐτὸν ἐχρῆν τυ, παῖδα δʼ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρὶπαίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶκεἰς ἔτος ἐξ ἔτεος Μενέλαε τεὰ νυὸς ἅδε. ὄλβιε γάμβρʼ, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοιἐς Σπάρταν, ἅπερ ὥλλοι ἀριστέες, ὡς ἀνύσαιο. μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς. Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν, οἵα Ἀχαιιάδων γαῖαν πατεῖ οὐδὲ μίʼ ἄλλα. ἦ μέγα κέν τι τέκοιτʼ, εἰ ματέρι τίκτοι ὁμοῖον. ἄμμες δʼ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτόςχρισαμέναις ἀνδριστὶ παρʼ Εὐρώταο λοετροῖς, τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία, τᾶν οὐδέν τις ἄμωμος, ἐπεί χʼ Ἑλένᾳ παρισωθῇ. Ἀὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον, πότνια νὺξ τό τε λευκὸν ἔαρ χειμῶνος ἀνέντος· ὧδε καὶ ἁ χρυσέα Ἑλένα διαφαίνετʼ ἐν ἁμῖν. πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳἢ κάπῳ κυπάρισσος ἢ ἅρματι Θεσσαλὸς ἵππος· ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος. οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα, οὔτʼ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷκερκίδι συμπλέξασα μακρῶν ἔταμʼ ἐκ κελεόντων. οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαιἌρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν, ὡς Ἑλένα, τᾶς πάντες ἐπʼ ὄμμασιν ἵμεροι ἐντί. ὦ καλὰ ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη, ἄμμες δʼ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλαἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας, πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναὶἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι. πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιοπλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον, πρᾶται δʼ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρλαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον· γράμματα δʼ ἐν φλοιῷ γεγράψεται,( ὡς παριών τιςἀννείμῃ,) δωριστί· σέβου μʼ· Ἑλένας φυτὸν εἰμί. χαίροις ὦ νύμφα, χαίροις εὐπένθερε γαμβρέ. Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμινεὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαιἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον, ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ. εὕδετʼ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντεςκαὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε. νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸςἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.̔ Υμὴν ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.