Usidylls
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus">
—
⋯
Original / primary: Textus receptus
19.1
Κηριοκλέπτηςτὸν κλέπταν πότʼ Ἔρωτα κακὰ κέντασε μέλισσακηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶνδάκτυλα πάνθʼ ὑπένυξεν. ὁ δʼ ἄλγεε καὶ χέρʼ ἐφύσηκαὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δʼ Ἀφροδίτᾳδεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, ὅττί γε τυτθὸνθηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ. χἁ μάτηρ γελάσασα· τί δʼ; οὐκ ἴσος ἐσσὶ μελίσσαις; ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς.