Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Usidylls
TheocritusUsidylls 20 · textus-receptusMore by Theocritus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus"> —
⋯
More
Original / primary: Textus receptus
20.1
ΒουκολίσκοςΕὐνείκα μʼ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι, καί μʼ ἐπικερτομέοισα τάδʼ ἔννεπεν· ἔρρʼ ἀπʼ ἐμεῖο. βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκαἀγροίκως φιλέειν, ἀλλʼ ἀστικὰ χείλεα θλίβειν. μή τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα μηδʼ ἐν ὀνείροις. οἷα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις, ὡς τρυφέρʼ αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις· ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν. χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι, καὶ κακὸν ἐξόσδεις. ἀπʼ ἐμεῦ φύγε, μή με μολύνῃς. τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον, καί μʼ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδεχείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα, καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸςκαὶ σοβαρόν μʼ ἐγέλαξεν. ἐμοὶ δʼ ἄφαρ ἔζεσεν αἷμα, καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ. χἁ μὲν ἔβα με λιποῖσα· φέρω δʼ ὑποκάρδιον ὀργάν, ὅττί με τὸν χαρίεντα κακὰ μωμήσαθʼ ἑταίρα. ποιμένες, εἴπατέ μοι τὸ κρήγυον· οὐ καλὸς ἐμμί; ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε; καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλοςὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δʼ ἐπύκαζεν ὑπήναν, χαῖται δʼ οἷα σέλινα περὶ κροτάφοισι κέχυντο, καὶ λευκὸν τὸ μέτωπον ἐπʼ ὀφρύσι λάμπε μελαίναις· ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν Ἀθάνας, καὶ στόμα δʼ αὖ πακτᾶς γλυκερώτερον, ἐκ στομάτων δὲἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλι κηρῶ. ἁδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω, κἢν αὐλῷ δονέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ. καὶ πᾶσαι καλόν με κατʼ ὤρεα φαντὶ γυναῖκες, καὶ πᾶσαί με φιλεῦντι· τὰ δʼ ἀστικά μʼ οὐκ ἐφίλασεν, ἀλλʼ ὅτι βουκόλος ἐμμὶ παρέδραμε κοὔποτʼ ἀκούει, ὡς ὁ καλὸς Διόνυσος ἐν ἄγκεσι πόρτιν ἔλαυνεν· οὐκ ἔγνω δʼ, ὅτι Κύπρις ἐπʼ ἀνέρι μήνατο βούτᾳκαὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι καὶ τὸν Ἄδωνινἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν. Ἐνδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάναβουκολέοντα φίλασεν, ἀπʼ Οὐλύμπω δὲ μολοῖσαλάθριον ἀν νάπος ἦλθε καὶ εἰς ἕνα παιδὶ κάθευδε. καὶ τὺ Ῥέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τὺὦ Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης; Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν, ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας. μηκέτι μηδὲ σὺ Κύπρι τὸν ἁδέα μήτε κατʼ ἄστυμήτʼ ἐν ὄρει φιλέοις, μούνη δʼ ἀνὰ νύκτα καθεύδοις.

Intertext edge

Open linked passage

Note