Usidylls
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus">
—
⋯
Original / primary: Textus receptus
21.1
ἁλιεῖςἉ πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει, αὐτὰ τῶ μόχθοιο διδάσκαλος· οὐδὲ γὰρ εὕδεινἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι. κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνοναἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι. Ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες, στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι, κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ· ἐγγύθι δʼ αὐτοῖνκεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι, τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέληταὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι, μήρινθοι κώπα τε γέρων τʼ ἐπʼ ἐρείσμασι λέμβος· νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τʼ ἐπί σφιοὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος. οὐδεὶς δʼ οὐ σισύραν εἶχʼ οὐ λίνα· πάντα περισσά, πάντʼ ἐδόκει τήνοις· ἁ γὰρ πενία σφας ἔτειρεοὐδεὶς δʼ ἐν μέσσῳ γείτων· πενίᾳ δὲ παρʼ αὐτὰνθλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα. κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας, τοὺς δʼ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν. Ἀσφαλίωνψεύδοντʼ ὦ φίλε πάντες, ὅσοι τὰς νύκτας ἔφασκοντῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρει Ζεύς. ἤδη μυρίʼ ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς. μὴ λαθόμην; τί τὸ χρῆμα; χρόνον δʼ αἱ νύκτες ἔχοντι. ἙταῖροςἈσφαλίων, μέμφῃ τὸ καλὸν θέρος; οὐ γὰρ ὁ καιρὸςαὐτομάτως παρέβα τὸν ἑὸν δρόμον· ἀλλὰ τὸν ὕπνονἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι. Ἀσφαλίωνἆρʼ ἔμαθες κρίνειν πόκʼ ἐνύπνια; χρηστὰ γὰρ εἶδον. οὔ δε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον. ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ. ὃς γὰρ ἂν εἰκάξῃ κατὰ τὸν νόον οὗτος ἄριστοςἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρʼ ᾧ νοῦς. ἄλλως καὶ σχολά ἐστι· τί γὰρ ποιεῖν ἂν ἔχοι τιςκείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων, ἀλλʼ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ· φαντὶ γὰρ ἀγρυπνίαν τόδʼ ἔχειν. Ἑταῖροςλέγε μοί ποτε νυκτὸςὄψιν, ἐπεὶ τά τις οἶδε λέγει μανύεν ἑταίρῳ. Ἀσφαλίωνδειλινὸν ὡς κατέδαρθον ἐν εἰναλίοισι πόνοισιν( οὐ μὰν ἦν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ, εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθʼ), εἶδον ἐμαυτὸνἐν πέτρᾳ μεμαῶτα, καθεζόμενος δʼ ἐδόκευονἰχθύας, ἐκ καλάμων δὲ πλάνον κατέσειον ἐδωδάν. καί τις τῶν τραφερῶν ὠρέξατο· καὶ γὰρ ἐν ὕπνοιςπᾶσα κύων ἄρκτον μαντεύεται, ἰχθύα κἠγών. χὡ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα, τὸν κάλαμον δʼ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχοντὼ χέρε τεινόμενον περικλώμενον, εὐρὺν ἀγῶνα, πῶς νιν ἕλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις. εἶθʼ ὑπομιμνάσκων τῶ τρώματος ἠρέμʼ ἔνυξα, καὶ νύξας ἐχάλαξα, καὶ οὐ φεύγοντος ἔτεινα. ἤνυσα δʼ ὦν τὸν ἄεθλον, ἀνείλκυσα χρύσεον ἰχθύν, παντᾷ τοι χρυσῷ πεπυκασμένον· εἶχε δὲ δεῖμα, μήτι Ποσειδάωνι πέλοι πεφιλημένος ἰχθὺςἢ τάχα τᾶς γλαυκᾶς κειμήλιον Ἀμφιτρίτης. ἠρέμα δʼ αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα, μή ποτε τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν. καὶ τὸν μὲν πίστευσα καλεῖν τὸν ἐπήρατον ἰχθύν, ὤμοσα δʼ οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι, ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῷ χρυσῷ βασιλεύσειν. ταῦτά με κἀξήγειρε, τὺ δʼ ὦ ξένε λοιπὸν ἔρειδετὰν γνώμαν· ὅρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ. Ἑταῖροςκαὶ σύγε τί τρέσσεις; οὐκ ὤμοσας· οὐδὲ γὰρ ἰχθὺνχρύσεον ὡς ἴδες εὗρες, ἴσα δʼ ἦν ψεύδεσιν ὄψις, ἐλπὶς τῶν ὕπνων. ζάτει τὸν σάρκινον ἰχθύν, εἰ γάρ πᾳ κνώσσων ἔτʼ ἐτώσια ταῦτα ματεύσεις, μὴ σὺ θάνῃς λιμῷ καίτοι χρυσοῖσιν ὀνείροις.