Usidylls
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus">
—
⋯
Original / primary: Textus receptus
22.1
ΔιόσκουροιὙμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ, Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζεινχεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν. ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνακούρης Θεστιάδος, Λακεδαιμονίους δύʼ ἀδελφούς, ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων, ἵππων θʼ αἱματόεντα ταρασσομένων καθʼ ὅμιλον, νηῶν θʼ, αἳ δύνοντα καὶ οὐρανὸν ἐξανύονταἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις. οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα, ἠὲ καὶ ἐκ πρῴρηθεν, ἢ ὅππῃ θυμὸς ἑκάστου, ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δʼ ἄρα τοίχουςἀμφοτέρους· κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάνταεἰκῇ ἀποκλασθέντα· πολὺς δʼ ἐξ οὐρανοῦ ὄμβροςνυκτὸς ἐφερπούσης· παταγεῖ δʼ εὐρεῖα θάλασσα, κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις. ἀλλʼ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆαςαὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι· αἶψα δʼ ἀπολήγοντʼ ἄνεμοι, λιπαρὴ δὲ γαλάνηἀμπέλαγος· νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι· ἐκ δʼ ἄρκτοι τʼ ἐφάνησαν, ὄνων τʼ ἀνὰ μέσσον ἀμαυρὴφάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα. ὦ ἄμφω θνητοῖσι βοηθόοι, ὦ φίλοι ἄμφω, ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί· Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομʼ ἀείδειν; ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω. Ἡμὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσαςἈργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα ΠόντουΒέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα. ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξτοίχων ἄνδρες ἔβαινονἸησονίης ἀπὸ νηός. ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴνεὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων. Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκηςἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων, παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην. εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃὕδατι πεπληθυῖαν ἀκηράτῳ· αἱ δʼ ὑπένερθενλάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντοἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαιλεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι, ἄνθεά τʼ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις, ὅσσʼ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας. ἔνθα δʼ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε, δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς· στήθεα δʼ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτονσαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός. ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπʼ ὦμονἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδωνχειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις· αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτοἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων. τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης. Πολυδεύκηςχαῖρε ξεῖνʼ, ὅτις ἐσσί. τίνες βροτοί, ὧν ὅδε χῶρος; Ἄμυκοςχαίρω πῶς, ὅτε τʼ ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα; Πολυδεύκηςθάρσει. μήτʼ ἀδίκους μήτʼ ἐξ ἀδίκων φάθι λεύσσειν. Ἄμυκοςθαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδʼ ἔοικεν. Πολυδεύκηςἄγριος εἶ, πρὸς πάντα παλίγκοτος, ἢ ὑπερόπτης; Ἄμυκοςτοιόσδʼ οἷον ὁρᾷς· τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω. Πολυδεύκηςἔλθοις, καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδʼ ἱκάνοις. Ἄμυκοςμήτε σύ με ξείνιζε, τά τʼ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ. Πολυδεύκηςδαιμόνιʼ, οὐδʼ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης; Ἄμυκοςγνώσεαι, εἴ σευ δῖψος ἀνειμένα χείλεα τέρσει. Πολυδεύκηςἄργυρος ἢ τίς ὁ μισθός, ἐρεῖς, ᾧ κέν σε πίθοιμεν; Ἄμυκοςεἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς. Πολυδεύκηςπυγμάχος, ἢ καὶ ποσσὶ θενὼν σκέλος; Ἄμυκος……… ὄμματά γʼ ὀρθὸςπὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης. Πολυδεύκηςτίς γάρ, ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας; Ἄμυκοςἐγγὺς ὁρᾷς· οὐ γύννις ἐὼν κεκλήσεθʼ ὁ πύκτης. Πολυδεύκηςἦ καὶ ἄεθλον ἑτοῖμον, ἐφʼ ᾧ δηρισόμεθʼ ἄμφωἌμυκοςσὸς μὲν ἐγώ, σὺ δʼ ἐμὸς κεκλήσεαι, αἴκε κρατήσω. Πολυδεύκηςὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί. Ἄμυκοςεἴτʼ οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσιγινόμεθʼ, οὐκ ἄλλῳ γε μαχεσσαίμεσθʼ ἐπʼ ἀέθλῳ. Ἦ ῥʼ Ἄμυκος, καὶ κόχλον ἑλὼν μυκήσατοκοίλην. οἱ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστουςκόχλου φυσηθέντος ἀεὶ Βέβρυκες κομόωντες. ὣς δʼ αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάνταςΜαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ. οἱ δʼ ἐπεὶ οὖν σπείρῃσιν ἐκαρτύναντο βοείαιςχεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας, ἐς μέσσον σύναγον φόνον ἀλλήλοισι πνέοντες. ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη, ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο· ἰδρείῃ μέγαν ἄνδρα παρήλυθες ὦ Πολύδευκες, βάλλετο δʼ ἀκτίνεσσιν ἅπαν Ἀμύκοιο πρόσωπον. αὐτὰρ ὅγʼ ἐν θυμῷ κεχολωμένος ἵετο πρόσσω, χερσὶ τιτυσκόμενος. τοῦ δʼ ἄκρον τύψε γένειονΤυνδαρίδης ἐπιόντος· ὀρίνθη δὲ πλέον ἢ πρίν, σὺν δὲ μάχην ἐτάραξε, πολὺς δʼ ἐπέκειτο νενευκὼςἐς γαῖαν. Βέβρυκες δʼ ἐπαΰτεον, οἱ δʼ ἑτέρωθενἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον, δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειεχώρῳ ἐνὶ στεινῷ Τιτυῷ ἐναλίγκιος ἀνήρ. ἤτοι ὅγʼ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸςἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δʼ ὁρμῆςπαῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα. ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δʼ ἔπτυσεν αἷμαφοίνιον· οἱ δʼ ἅμα πάντες ἀριστῆες κελάδησαν, ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόμα τε γναθμούς τε· ὄμματα δʼ οἰδήσαντος ἀπεστείνωτο προσώπου. τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνὺςπάντοθεν· ἀλλʼ ὅτε δή μιν ἀμηχανέοντʼ ἐνόησε, μέσσης ῥινὸς ὕπερθε κατʼ ὀφρύος ἤλασε πυγμῇ, πᾶν δʼ ἀπέσυρε μέτωπον ἐς ὀστέον. αὐτὰρ ὁ πληγεὶςὕπτιος ἐν φύλλοισι τεθηλόσιν ἐξετανύσθη. ἔνθα μάχη δριμεῖα πάλιν γένετʼ ὀρθωθέντος· ἀλλήλους δʼ ὄλεκον στερεοῖς θείνοντες ἱμᾶσιν. ἀλλʼ ὁ μὲν ἐς στῆθός τε καὶ ἔξω χεῖρας ἐνώμααὐχένος ἀρχηγὸς Βεβρύκων· ὁ δʼ ἀεικέσι πληγαῖςπᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης. σάρκες δʼ αἱ μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δὲαἶψʼ ὀλίγος γένετʼ ἀνδρός· ὁ δʼ αἰεὶ πάσσονα γυῖαἁπτομένου φορέεσκε πόνου καὶ χροιῇ ἀμείνων. πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν; εἰπὲ θεά, σὺ γὰρ οἶσθα· ἐγὼ δʼ ἑτέρων ὑποφήτηςφθέγξομαι, ὡς ἐθέλεις σύ, καὶ ὅππως τοι φίλον αὐτῇ. Ἤτοι ὅγε ῥέξαί τι λιλαιόμενος μέγα ἔργονσκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα, δοχμὸς ἀπὸ προβολῆς κλινθείς, ἑτέρῃ δʼ ἐπιβαίνωνδεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον. καί κε τυχὼν ἔβλαψεν Ἀμυκλαίων βασιλῆα. ἀλλʼ ὅγʼ ὑπεξανέδυ κεφαλῇ, στιβαρῇ δʼ ἅμα χειρὶπλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ· ἐκ δʼ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος· λαιῇ δὲ στόμα κόψε, πυκνοὶ δʼ ἀράβησαν ὀδόντες· αἰεὶ δʼ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον, μέχρι συνηλοίησε παρήια. πᾶς δʼ ἐπὶ γαίῃκεῖτʼ ἀλλοφρονέων, καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶνἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν. τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας, ὦ πύκτη Πολύδευκες· ὄμοσσε δέ τοι μέγαν ὅρκον, ὃν πατέρʼ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων, μήποτʼ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι. καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ. σὲ δὲ Κάστορ ἀείσω, Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ. τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼδοιὰς Λευκίπποιο κόρας· δοιὼ δʼ ἄρα τώγεἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷʼ Ἀφαρῆος, γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ ὁ καρτερὸς Ἴδας. ἀλλʼ ὅτε τύμβον ἵκανον ἀποφθιμένου Ἀφαρῆος, ἐκ δίφρων ἅμα πάντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν, ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι. Λυγκεὺς δʼ αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγʼ ἀύσας· δαιμόνιοι, τί μάχης ἱμείρετε; πῶς δʼ ἐπὶ νύμφαιςἀλλοτρίαις χαλεποί, γυμναὶ δʼ ἐν χερσὶ μάχαιραι; ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατραςτάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ· ὑμεῖς δʼ οὐ κατὰ κόσμον ἐπʼ ἀλλοτρίοις λεχέεσσινβουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσινἄνδρα παρετρέψασθε, γάμον δʼ ἐκλέπτετε δώροις. ἦ μὰν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιναὐτὸς ἐγὼ τάδʼ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ· οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικεμνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι. πολλή τοι Σπάρτη, πολλὴ δʼ ἱππήλατος Ἦλις, Ἀρκαδίη τʼ εὔμηλος Ἀχαιῶν τε πτολίεθρα, Μεσσήνη τε καὶ Ἄργος ἅπασά τε Σισυφὶς ἀκτή· ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονταιμυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο. τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κʼ ἐθέλητε· ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι· ὑμεῖς δʼ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι, καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα. ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖνἄμμι γάμον· σφῷν δʼ ἄλλον ἐπιφραζώμεθα πάντες. ἴσκον τοιάδε πολλά, τὰ δʼ εἰς ὑγρὸν ᾤχετο κῦμαπνοιὴ ἔχουσʼ ἀνέμοιο, χάρις δʼ οὐχ ἕσπετο μύθοις. σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες. ἀλλʼ ἔτι καὶ νῦνπείθεσθʼ· ἄμφω δʼ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν. εἰ δʼ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴνεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι, Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης, χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης, νῶι δʼ, ἐγὼ Κάστωρ τε, διακρινώμεθʼ ἄρηιὁπλοτέρω γεγαῶτε. γονεῦσι δὲ μὴ πολὺ πένθοςἡμετέροισι λίπωμεν. ἅλις νέκυς ἐξ ἑνὸς οἴκουεἶς· ἀτὰρ ὥλλοι πάντες ἐυφρανέουσιν ἑταίρουςνυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούραςτάσδʼ· ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν. εἶπε, τὰ δʼ οὐκ ἄρʼ ἔμελλε θεὸς μεταμώνια θήσειν. τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπʼ ὤμων τεύχεʼ ἔθεντο, ὣ γενεῇ προφέρεσκον· ὁ δʼ ἐς μέσον ἤλυθε Λυγκεύς, σείων καρτερὸν ἔγχος ὑπʼ ἀσπίδος ἄντυγα πρώτην· ὣς δʼ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμὰςΚάστωρ· ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι. ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχονἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν. ἀλλʼ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαιδοῦρʼ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα. τὼ δʼ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτιςτεῦχον ἐπʼ ἀλλήλοισι· μάχης δʼ οὐ γίνετʼ ἐρωή. πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειανΚάστωρ, πολλὰ δʼ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺςτοῖο σάκος, φοίνικα δʼ ὅσον λόφον ἵκετʼ ἀκωκή. τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖραφάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρσκαιῷ· ὁ δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγεινὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς Ἴδαςκεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν. ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸΤυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ· ἔγκατα δʼ εἴσωχαλκὸς ἄφαρ διέχευεν· ὁ δʼ ἐς στόμα κεῖτο νενευκὼςΛυγκεύς, κὰδ δʼ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος. οὐ μὰν οὐδὲ τὸν ἄλλον ἐφʼ ἑστίῃ εἶδε πατρῴῃπαίδων Λαοκόωσσα φίλον γάμον ἐκτελέσαντα. ἦ γὰρ ὅγε στήλην Ἀφαρηίου ἐξανέχουσαντύμβου ἀναρρήξας ταχέως Μεσσήνιος Ἴδαςμέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα· ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτὴνμάρμαρον, αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ. οὕτως Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ. αὐτοί τε κρατέοντε καὶ ἐκ κρατέοντος ἔφυσαν. χαίρετε Λήδας τέκνα, καὶ ἡμετέροις κλέος ὕμνοιςἐσθλὸν ἀεὶ πέμποιτε· φίλοι δέ τε πάντες ἀοιδοὶΤυνδαρίδαις Ἑλένῃ τε καὶ ἄλλοις ἡρώεσσιν, Ἴλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάῳ. ὑμῖν κῦδος ἄνακτες ἐμήσατο Χῖος ἀοιδός, ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας ἈχαιῶνἸλιάδας τε μάχας Ἀχιλῆά τε πύργον ἀυτῆς· ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων, οἷʼ αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει, τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί.