Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Usidylls
TheocritusUsidylls 24 · textus-receptusMore by Theocritus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus"> —
⋯
More
Original / primary: Textus receptus
24.1
ἩρακλίσκοςἩρακλέα δεκάμηνον ἐόντα πόχʼ ἁ ΜιδεᾶτιςἈλκμήνα καὶ νυκτὶ νεώτερονἸφικλῆα, ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος, χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν ΠτερελάουἈμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος. ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων· εὕδετʼ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον, εὕδετʼ ἐμὰ ψυχά, δύʼ ἀδελφεώ, εὔσοα τέκνα· ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε. Ὣς φαμένα δίνασε σάκος μέγα· τοὺς δʼ ἔλαβʼ ὕπνος. ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτοςὨρίωνα κατʼ αὐτόν, ὁ δʼ ἀμφαίνει μέγαν ὦμον, τᾶμος ἄρʼ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρηκυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκονταςὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράωνεἶκεν, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα. τὼ δʼ ἐξειληθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφωαἱμοβόρους ἐκύλιον· ἀπʼ ὀφθαλμῶν δὲ κακὸν πῦρἐρχομένοις λάμπεσκε, βαρὺν δʼ ἐξέπτυον ἰόν. ἀλλʼ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον, καὶ τότʼ ἄρʼ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα, Ἀλκμήνας φίλα τέκνα, φάος δʼ ἀνὰ οἶκον ἐτύχθη. ἤτοι ὅγʼ εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρίʼ ἀνέγνωκοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας, Ἰφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν, φευγέμεν ὁρμαίνων· ὁ δʼ ἐναντίος εἴχετο χερσὶνἩρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ, δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ κέκρυπταιοὐλομένοις ὀφίεσσιν, ἃ καὶ θεοὶ ἐχθαίροντι. τὼ δʼ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδαὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν· ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας, δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν. Ἀλκμήνα δʼ ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα·̓́ Ανσταθʼ Ἀμφιτρύων· ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν· ἄνστα, μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείῃς. οὐκ ἀίεις, παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ; ἢ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοιπάντες ἀριφραδέες, καθαρᾶς ἅπερ ἠριγενείας; ἔστί τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλʼ ἀνδρῶν. Ὣς φάθʼ. ὁ δʼ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας· δαιδάλεον δʼ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθενκλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο. ἤτοι ὅγʼ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος, κουφίζων ἑτέρᾳ κολεὸν μέγα, λώτινον ἔργον. ἀμφιλαφὴς δʼ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας· δμῶας δὴ τότʼ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας· οἴσετε πῦρ ὅτι θᾶσσον ἀπʼ ἐσχαρεῶνος ἑλόντες, δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατʼ ὀχῆας. ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀυτεῖ. Ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα. οἱ δʼ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισιδμῶες· ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου. ἤτοι ἄρʼ ὡς εἴδοντʼ ἐπιτίτθιον Ἡρακλῆαθῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα, συμπλήγδην ἰάχησαν· ὁ δʼ ἐς πατέρʼ Ἀμφιτρύωναἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δʼ ὑψόθι χαίρωνκουροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖινπατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα. Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπονξηρὸν ὑπαὶ δείους ἀκρόχλοονἸφικλῆα· Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπʼ ἀμνείαν θέτο χλαῖνανπαῖδα, πάλιν δʼ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου. ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον· Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγονταἈλκμήνα καλέσασα τέρας κατέλεξε νεοχμόν, καί νιν ὑποκρίνεσθαι, ὅπως τελέεσθαι ἔμελλεν, ἠνώγει. μηδʼ εἴ τι θεοὶ νοέοντι πονηρόν, αἰδόμενος σύ με κρύπτε· καὶ ὣς οὐκ ἔστιν ἀλύξαιἀνθρώποις ὅ τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει. ἀλλʼ Εὐηρείδα μάλα σε φρονέοντα διδάσκω. τόσσʼ ἔλεγεν βασίλεια· ὁ δʼ ἀνταμείβετο τοίως· θάρσει ἀριστοτόκεια γύναι, Περσήιον αἷμα. θάρσει· μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ θέσθαι. ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων, πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμαχειρὶ κατατρίψοντι ἀκρέσπερον ἀείδοισαιἈλκμήναν ὀνομαστί, σέβας δʼ ἔσῃ Ἀργείαισι. τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέρονταἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως, οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι. δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖνμόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἑξεῖ. γαμβρὸς δʼ ἀθανάτων κεκλήσεται, οἳ τάδʼ ἐπῶρσανκνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι. ἔσται δὴ τοῦτʼ ἆμαρ, ὁπηνίκα νεβρὸν ἐν εὐνᾷκαρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει. ἀλλὰ γύναι πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω, κάγκανα δʼ ἀσπαλάθου ξύλʼ ἑτοιμάσατʼ ἢ παλιούρουἢ βάτου ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον· καῖε δὲ τώδʼ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντενυκτὶ μέσᾳ, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί. ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τιςῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσαῥωγάδας ἐς πέτρας ὑπερούριον, ἂψ δὲ νέεσθαιἄστρεπτος· καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳπρᾶτον, ἔπειτα δʼ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται, θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ· Ζηνὶ δʼ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον, δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε. φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρονΤειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς. Ἡρακλέης δʼ ὑπὸ ματρὶ νέον φυτὸν ὣς ἐν ἀλωᾷἐτρέφετʼ Ἀργείου κεκλημένος Ἀμφιτρύωνος. γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν, υἱὸς Ἀπόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως, τόξον δʼ ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστῶνΕὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις. αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσεπυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας εὔμολπος. ὅσσα δʼ ἀπὸ σκελέων ἑδροστρόφοι Ἀργόθεν ἄνδρεςἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσά τε πύκταιδεινοὶ ἐν ἱμάντεσσιν, ἅ τʼ ἐς γαῖαν προπεσόντεςπάμμαχοι ἐξεύροντο σοφίσματα σύμφορα τέχνᾳ, πάντʼ ἔμαθʼ Ἑρμείαο διδασκόμενος παρὰ παιδὶἉρπαλύκῳ Φανοτῆι, τὸν οὐδʼ ἂν τηλόθι λεύσσωνθαρσαλέως τις ἔμεινεν ἀεθλεύοντʼ ἐν ἀγῶνι· τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ. ἵππους δʼ ἐξελάσασθαι ὑφʼ ἅρματι, καὶ περὶ νύσσανἀσφαλέως κάμπτοντα τροχῷ σύριγγα φυλάξαι, Ἀμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεναὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξήρατʼ ἀγώνωνἌργει ἐν ἱπποβότῳ κειμήλια, καί οἱ ἀαγεῖςδίφροι, ἐφʼ ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας. δούρατι δὲ προβολαίῳ ὑπʼ ἀσπίδι ὦμον ἔχονταἀνδρὸς ὀρέξασθαι ξιφέων τʼ ἀνέχεσθαι ἀμυχμόν, κοσμῆσαί τε φάλαγγα λόχον τʼ ἀναμετρήσασθαιδυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαιΚάστωρ Ἱππαλίδας δέδαεν, φυγὰς Ἄργεος ἐνθών, ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺςναῖε παρʼ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος. Κάστορι δʼ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστὴςἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα. Ὧδε μὲν Ἡρακλῆα φίλα παιδεύσατο μάτηρ. εὐνὰ δʼ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸςδέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ, δεῖπνον δὲ κρέα τʼ ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτοςΔωρικός· ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι. αὐτὰρ ἐπʼ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον. εἵματα δʼ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας.

Intertext edge

Open linked passage

Note