Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Usidylls
TheocritusUsidylls 26 · textus-receptusMore by Theocritus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus"> —
⋯
More
Original / primary: Textus receptus
26.1
Λῆναι ἢ ΒάκχαιἸνὼ καὐτονόα χἁ μαλοπάραυος Ἀγαύατρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι. χαἱ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλακισσόν τε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶςἐν καθαρῷ λειμῶνι κάμον δυοκαίδεκα βωμούς, τὼς τρεῖς τᾷ Σεμέλᾳ, τὼς ἐννέα τῷ Διονύσῳ. ἱερὰ δʼ ἐκ κίστας ποπανεύματα χερσὶν ἑλοῖσαιεὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν, ὡς ἐδίδασχʼ, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος. Πενθεὺς δʼ ἀλιβάτου πέτρας ἄπο πάντʼ ἐθεώρει, σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος. Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα, σὺν δʼ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχου, ἐξαπίνας ἐπιοῖσα, τὰ δʼ οὐχ ὁρέοντι βέβηλοι. μαίνετο μέν θʼ αὕτα, μαίνοντο δʼ ἄρʼ εὐθὺ καὶ ἄλλαι. Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἱ δʼ ἐδίωκον, πέπλως ἐκ ζωστῆρος ἐπʼ ἰγνύαν ἐρύσαισαι. Πενθεὺς μὲν τόδʼ ἔειπε· τίνος κέχρησθε γυναῖκες; Αὐτονόα τόδʼ ἔειπε τάχα γνώσῃ πρὶν ἀκοῦσαι. μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα, ὅσσόν περ τοκάδος τελέθει μύκημα λεαίνας· Ἰνὼ δʼ ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμονλὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός· αἱ δʼ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες. ἐς Θήβας δʼ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι, ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι. οὐκ ἀλέγω· μηδʼ ἄλλος ἀπεχθομένω Διονύσῳφροντίζοι, μηδʼ εἰ χαλεπώτερα τῶνδʼ ἐμόγησεν, εἴη δʼ ἐνναέτης ἢ καὶ δεκάτω ἐπιβαίνοι· αὐτὸς δʼ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι. ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος. εὐσεβέων παίδεσσι τὰ λώια, δυσσεβέων δʼ οὔ. χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντιΖεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας· χαίροι δʼ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶςΚαδμεῖαι πολλαῖς μεμελημέναι ἡρωίναις, αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσουοὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο.

Intertext edge

Open linked passage

Note