Usidylls
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus">
—
⋯
Original / primary: Textus receptus
27.1
ΟαριστύςΚόρητὰν πινυτὰν Ἑλέναν Πάρις ἥρπασε βουκόλος ἄλλος. Δάφνιςμᾶλλον ἑκοῖσʼ Ἑλένα τὸν βουκόλον ἔσχε φιλεῦσα. Κόρημὴ καυχῶ σατυρίσκε· κενὸν τὸ φίλαμα λέγουσιν. Δάφνιςἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις. Κόρητὸ στόμα μευ πλύνω καὶ ἀποπτύω τὸ φίλαμα. Δάφνιςπλύνεις χείλεα σεῖο; δίδου πάλιν ὄφρα φιλάσω. Κόρηκαλόν σοι δαμάλας φιλέειν, οὐκ ἄζυγα κώραν. Δάφνιςμὴ καυχῶ· τάχα γάρ σε παρέρχεται ὡς ὄναρ ἥβη. Κόρηἢν δέ τι γηράσκω, τόδε που μέλι καὶ γάλα πίνω. gtΔάφνις⋯ Κόρηἁ σταφυλὶς σταφίς ἐστι καὶ οὐ ῥόδον αὖον ὀλεῖται. Δάφνιςδεῦρʼ ὑπὸ τὰς κοτίνους, ἵνα σοί τινα μῦθον ἐνίψω. Κόρηοὐκ ἐθέλω· καὶ πρίν με παρήπαφες ἁδέι μύθῳ. Δάφνιςδεῦρʼ ὑπὸ τὰς πτελέας, ἵνʼ ἐμᾶς σύριγγος ἀκούσῃς. Κόρητὴν σαυτοῦ φρένα τέρψον· ὀιζύον οὐδὲν ἀρέσκει. Δάφνιςφεῦ φεῦ τᾶς Παφίας χόλον ἅζεο καὶ σύγε κώρα. Κόρηχαιρέτω ἁ Παφία· μόνον ἵλαος Ἄρτεμις εἴη. Δάφνιςμὴ λέγε, μὴ βάλλῃ σε καὶ ἐς λίνον ἄκριτον ἔνθῃς. Κόρηβαλλέτω ὡς ἐθέλει· πάλιν Ἄρτεμις ἄμμιν ἀρήγει. μἠπιβάλῃς τὰν χεῖρα, καὶ εἰσέτι χεῖλος ἀμύξω. Δάφνιςοὐ φεύγεις τὸν Ἔρωτα, τὸν οὐ φύγε παρθένος ἄλλη. gtΚόρηφεύγω ναὶ τὸν Πᾶνα· σὺ δὲ ζυγὸν αἰὲν ἀείρεις. Δάφνιςδειμαίνω, μὴ δή σε κακωτέρῳ ἀνέρι δώσει. Κόρηπολλοί μʼ ἐμνώοντο, νόμον δʼ ἐμὸν οὔτις ἀείδει. Δάφνιςεἶς καὶ ἐγὼ πολλῶν μνηστὴρ τεὸς ἐνθάδʼ ἱκάνω. Κόρηκαὶ τί φίλος ῥέξαιμι; γάμοι πλήθουσιν ἀνίας. Δάφνιςοὐκ ὀδύνην, οὐκ ἄλγος ἔχει γάμος, ἀλλὰ χορείην. Κόρηναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας. Δάφνιςμᾶλλον ἀεὶ κρατέουσι· τίνα τρομέουσι γυναῖκες; Κόρηὠδίνειν τρομέω· χαλεπὸν βέλος Εἰλειθυίης. Δάφνιςἀλλὰ τεὴ βασίλεια μογοστόκος Ἄρτεμίς ἐστιν. Κόρηἀλλὰ τεκεῖν τρομέω, μὴ καὶ χρόα καλὸν ὀλέσσω. Δάφνιςἢν δὲ τέκῃς φίλα τέκνα, νέον φάος ὄψεαι υἷας. Κόρηκαὶ τί μοι ἕδνον ἄγεις γάμου ἄξιον, ἢν ἐπινεύσω; Δάφνιςπᾶσαν τὰν ἀγέλαν, πάντʼ ἄλσεα καὶ νομὸν ἕξεις. Κόρηὄμνυε μὴ μετὰ λέκτρα λιπὼν ἀέκουσαν ἀπενθεῖν. Δάφνιςοὐκ αὐτὸν τὸν Πᾶνα, καὶ ἢν ἐθέλῃς με διῶξαι. Κόρητεύχεις μοι θαλάμους, τεύχεις καὶ δῶμα καὶ αὐλάς; Δάφνιςτεύχω σοι θαλάμους· τὰ δὲ πώεα καλὰ νομεύω. Κόρηπατρὶ δὲ γηραλέῳ τίνα μάν, τίνα μῦθον ἐνίψω; Δάφνιςαἰνήσει σέο λέκτρον, ἐπὴν ἐμὸν οὔνομʼ ἀκούσῃ. Κόρηοὔνομα σὸν λέγε τῆνο· καὶ οὔνομα πολλάκι τέρπει. ΔάφνιςΔάφνις ἐγώ, Λυκίδας τε πατήρ, μήτηρ δὲ Νομαία. Κόρηἐξ εὐηγενέων· ἀλλʼ οὐ σέθεν εἰμὶ χερείων. Δάφνιςοἶδʼ, ἄκρα τιμίη ἐσσί· πατὴρ δέ τοί ἐστι Μενάλκας.⋯