Usidylls
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus">
—
⋯
Original / primary: Textus receptus
28.1
ἨλακάτηΓλαύκας ὦ φιλέριθʼ ἀλακάτα δῶρον Ἀθανάαςγύναιξιν, νόος οἰκωφελίας αἷσιν ἐπάβολος, θέρσεισʼ ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεος ἀγλάαν, ὅπᾳ Κύπριδος ἶρον καλάμω χλῶρον ὑπαπάλω. τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Δίος, ὅπως ξέννον ἔμον τέρψομʼ ἴδων κἀντιφιλήσομεν, Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον, καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημένανδῶρον Νικιάας εἰς ὀλόχω χέρρας ὀπάσσομεν, σὺν τᾷ πόλλα μὲν ἔργʼ ἐκτελέσεις ἀνδρεΐοις πέπλοις, πόλλα δʼ οἷα γύναικες φορέοισʼ ὐδάτινα βράκη. δὶς γὰρ μάτερες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοιςπέξαιντʼ αὐτοένει, Θευγένιδός γʼ ἔνεκʼ ἐυσφύρω· οὕτως ἀνυσίεργος, φιλέει δʼ ὅσσα σαόφρονες. οὐ γὰρ εἰς ἀκίρας οὐδʼ ἐς ἀέργω κεν ἐβολλόμανὀπάσσαι σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθόνος. καὶ γάρ τοι πάτρις, ἃν ὡξ Ἐφύρας κτίσσέ ποτʼ Ἀρχίαςνάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν. νῦν μὰν οἶκον ἔχοισʼ ἄνερος, ὃς πόλλʼ ἐδάη σόφαἀθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλαλκέμεν, οἰκήσεις κατὰ Μίλλατον ἐράνναν πεδʼἸαόνων, ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλῃ, καί οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχῃς ξένω. κῆνο γάρ τις ἔρει τὤπος ἴδων σʼ· ἦ μεγάλα χάριςδώρῳ σὺν ὀλίγῳ· πάντα δὲ τίματα τὰ πὰρ φίλων.