Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Usidylls
TheocritusUsidylls 29 · textus-receptusMore by Theocritus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus"> —
⋯
More
Original / primary: Textus receptus
29.1
Εἰδύλλιον Ἐρῶντοςοἶνος ὦ φίλε παῖ λέγεται καὶ ἀλάθεα· κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι. κἤγω μὲν τὰ φρενῶν ἐρέω κέατʼ ἐν μυχῷ. οὐκ ὄλας φιλέειν μʼ ἐθέλησθʼ ἀπὸ καρδίας. γινώσκω· τὸ γὰρ ἅμισυ τᾶς ζοΐας ἔχωζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοιπὸν ἀπώλετο. χὥτα μὲν σὺ θέλῃς, μακάρεσσιν ἴσαν ἄγωἁμέραν· ὅτα δʼ οὐκ ἐθέλῃς τύ, μάλʼ ἐν σκότῳ. πῶς ταῦτʼ ἄρμενα, τὸν φιλέοντʼ ἀνίαις δίδων; ἀλλʼ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ, τῷ κε λώιον αὔτος ἔχων ἔμʼ ἐπαινέσαις, ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ, ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον. νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχης κλάδον, ἄλλον δʼ αὔριον, ἐξ ἑτέρω δʼ ἕτερον μάτης· καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι, τῷ δʼ εὔθυς πλέον ἢ τριέτης ἐγένευ φίλος, τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο. ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν. φίλη δʼ, ἇς κʼ ἔτʼ ἔῃς, τὸν ὕμοιον ἔχην ἄει. αἰ γὰρ ὧδε πόῃς, ἄγαθος μὲν ἀκούσεαιἐξ ἄστων· ὁ δέ τοί κʼ Ἔρος οὐ χαλέπως ἔχοι, ὃς ἄνδρων φρένας εὐμαρέως ὑποδάμναται, κἤμε μάλθακον ἐξ ἐπόησε σιδαρίω. ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαιὀμνάσθην, ὅτι πέρυσιν ἦσθα νεώτερος, χὥτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαικαὶ ῥύσοι, νεότατα δʼ ἔχην παλινάγρετονοὐκ ἔστι· πτέρυγας γὰρ ἐπομμαδίαις φόρη, κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην. ταῦτα χρὴ νοέοντα πέλην ποτιμώτερον, καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν, ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεΐαν ἔχῃς, ἀλλάλοισι πελώμεθʼ Ἀχιλλέϊοι φίλοι. αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρόπῃς, ἐν θύμῳ δὲ λέγῃς τί με δαιμόνιʼ ἐνόχλης; νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλʼ ἔνεκεν σέθενβαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον, τότα δʼ οὐδὲ καλεῦντος ἐπʼ αὐλεΐαις θύραιςπρομόλοιμί κε παυσάμενος χαλέπω πόθω.

Intertext edge

Open linked passage

Note