Usidylls
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus">
—
⋯
Original / primary: Textus receptus
30.1
ΠαιδικάὬιαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος· τετορταῖος ἔχει, παιδὸς ἔρως, μῆνά με δεύτερον, μᾶκος μὲν μετρίω γʼ, ἀλλʼ ὁπόσον τῶ πέδα περρέχετᾶς γᾶς τοῦτο χάρις· ταῖς δὲ παραύαις γλυκὺ μειδίαι. καὶ νῦν μὲν τὸ κακὸν ταῖς μὲν ἔχει, ταῖσι δέ μʼ οὐκέτι, τάχα δʼ οὐδʼ ὅσον ὕπνω’ πιτύχην ἔσσετʼ ἐρωία· ἐχθὲς γὰρ παριὼν ἔδρακε λέπτʼ ἄμμε διʼ ὀφρύγωναἰδεσθεὶς ποτίδην ἀντίος, ἠρεύθετο δὲ χρόα. ἔμεθεν δὲ πλέον τᾶς κραδίας ὥʼ ρος ἐδράξατο, εἰς οἶκον δʼ ἀπέβαν ἕλκος ἔχων καὶ τὸ κέαρ δακών. πολλὰ δʼ εἰσκαλέσας θυμὸν ἐμαυτοῦ διελεξάμαν· τί δὴ ταῦτα ποίης; ἀλοσύνας τί ἔσχατον ἔσσεται; λεύκας οὐκετʼ ἴσησθʼ ὅττι φορῇς ἐν κροτάφοις τρίχας; ὧρά τοι φρονέειν μὴ οὔτι νέος τὰν ἰδέαν πέλῃ. πάντʼ ἔρδης ἅπερ οἱ τῶν ἐτέων ἄρτι γεγευμένοι. καὶ μὰν ἄλλο δε λάθει· τόδʼ ἄρʼ ἦς λώιον, ἔμμεναιξέννον τῶν χαλεπῶν παιδὸς ἐράννω παράπαν πόθωντῷ μὲν γὰρ βίος ἕρπει προγόνοις ἶσʼ ἐλάφω θοᾶς, χαλάσει δʼ ἑτέρᾳ ποντοπόρην αὔριον ἄρμενα. οὐδʼ αὐτῷ γλυκερᾶς ἄνθεμον ἅβας πεδʼ ὐμαλίκωνμένει· τῷ δʼ ὁ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίειὀμμιμνασκομένῳ· πολλὰ δʼ ὄρη νυκτὸς ἐνύπνια, παύσασθαι δʼ ἐνιαυτὸς χαλεπᾶς οὐκ ἰκανὸς νόσω. ταῦτα χἅτερα πολλὰ προτʼ ἐμὸν θυμὸν ἐμεμψάμαν. ὁ δὲ τοῦτʼ ἔφατʼ· ὄττις δοκίμοι τὸν δολομάχανοννικάσειν Ἔρον, οὗτος δοκίμοι τοὶς ὑπὲρ ἄμμεωνεὑρεῖν βραϊδίως ἀστέρας ὁπποσσάκιν ἐννέα. καὶ νῦν, εἴτʼ ἐθέλω, χρή με μακρὸν σχόντα τὸν ἄμφεναἕλκειν τὸν ζυγόν, εἴτʼ οὐκ ἐθέλω· ταῦτα γὰρ ὦγαθὲβούλεται θέος, ὃς καὶ Διὸς ἔσφαλε μέγαν νόονκαὔτας Κυπρογενήας· ἔμε μάν, φύλλον ἐπάμερον, σμίκρας δεύμενον αὔρας ὀνέμων ᾇ κε θέλῃ φόρη.