Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Usidylls
TheocritusUsidylls 3 · textus-receptusMore by Theocritus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus"> —
⋯
More
Original / primary: Textus receptus
3.1
ΚῶμοςΚωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγεςβόσκονται κατʼ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει. Τίτυρʼ ἐμὶν τὸ καλὸν πεφιλαμένε, βόσκε τὰς αἶγας, καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαντὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τι κορύψῃ.͂̓ Ω χαρίεσσʼ Ἀμαρυλλί, τί μʼ οὐκέτι τοῦτο κατʼ ἄντρονπαρκύπτοισα καλεῖς τὸν ἐρωτύλον; ἦ ῥά με μισεῖς; ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν, νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς. ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλον, ὧ μʼ ἐκέλευ καθελεῖν τύ· καὶ αὔριον ἄλλά τοι οἰσῶ. θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος· αἴθε γενοίμανἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαντὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν, ᾇ τὺ πυκάσδῃ. νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός· ἦ ῥα λεαίναςμαζὸν ἐθήλαζε, δρυμῷ τέ νιν ἔτρεφε μάτηρ, ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει. ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος· ὦ κυάνοφρυνύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλάσω. ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις. τὸν στέφανον τῖλαί με κατʼ αὐτίκα λεπτὰ ποησεῖς, τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσωἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.— Ὤμοι ἐγώ, τί πάθω; τί ὁ δύσσοος; οὐχ ὑπακούεις;— τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι, ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς· καἴκα δἠποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται. ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω, εἰ φιλέεις με, οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα, ἀλλʼ αὔτως ἁπαλῷ ποτὶ πάχεος ἐξεμαράνθη. εἶπε καὶ ἀγροιῶτις ἀλαθέα κοσκινόμαντις, ἁ πρᾶν ποιολογεῦσα Παραιβάτις, οὕνεκʼ ἐγὼ μὲντὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ. ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω, τάν με καὶ ἁ Μέρμνωνος ἐριθακὶς ἁ μελανόχρωςαἰτεῖ, καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ. Ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἦ ῥά γʼ ἰδησῶαὐτάν; ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδʼ ἀποκλινθείς, καί κέ μʼ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.̔ Ιππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι, μᾶλʼ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δʼ Ἀταλάνταὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατʼ ἔρωτα. τὰν ἀγέλαν χὡ μάντις ἀπʼ Ὄθρυος ἆγε Μελάμπουςἐς Πύλον· ἁ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη, μάτηρ ἁ χαρίεσσα περίφρονος Ἀλφεσιβοίης. τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μᾶλα νομεύωνοὐχ οὑτῶς ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας, ὥστʼ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι; ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύωνἘνδυμίων, ζαλῶ δὲ φίλα γύναιἸασίωνα, ὃς τοσσῆνʼ ἐκύρησεν, ὅσʼ οὐ πευσεῖσθε βέβαλοι. Ἀλγέω τὰν κεφαλάν, τὶν δʼ οὐ μέλει. οὐκέτʼ ἀείδω, κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὧδέ μʼ ἔδονται. ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.

Intertext edge

Open linked passage

Note