Usidylls
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus">
—
⋯
Original / primary: Textus receptus
4.1
νομεῖς Βάττος καὶ ΚορύδωνΒάττοςεἰπέ μοι ὦ Κορύδων, τίνος αἱ βόες; ἦ ῥα Φιλώνδα; Κορύδωνοὔκ, ἀλλʼ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν. Βάττοςἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις; Κορύδωνἀλλʼ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει. Βάττοςαὐτὸς δʼ ἐς τίνʼ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν; Κορύδωνοὐκ ἄκουσας; ἄγων νιν ἐπʼ Ἀλφεὸν ᾤχετο Μίλων. Βάττοςκαὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει; Κορύδωνφαντί νιν Ἡρακλῆι βίην καὶ κάρτος ἐρίσδειν. Βάττοςκἤμʼ ἔφαθʼ ἁ μάτηρ Πολυδεύκεος εἶμεν ἀμείνω. Κορύδωνκᾤχετʼ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μᾶλα. Βάττοςπείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν. Κορύδωνταὶ δαμάλαι δʼ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι. Βάττοςδειλαῖαί γʼ αὗται· τὸν βουκόλον ὡς κακὸν εὗρον. Κορύδωνἦ μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι. Βάττοςτήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπταιτὠστία. μὴ πρῶκας σιτίζεται ὥσπερ ὁ τέττιξ; Κορύδωνοὐ Δᾶν, ἀλλʼ ὁκὰ μέν νιν ἐπʼ Αἰσάροιο νομεύωκαὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι, ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον. Βάττοςλεπτὸς μὰν χὡ ταῦρος ὁ πυρρίχος. εἴθε λάχοιεντοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται, ὅκκα θύωντιτᾷ Ἡρᾳ, τοιόνδε· κακοχράσμων γὰρ ὁ δᾶμος. Κορύδωνκαὶ μὰν ἐς Στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω, καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι, αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια. Βάττοςφεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες ὦ τάλαν Αἴγωνεἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας, χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκʼ ἐπάξα. Κορύδωνοὐ τήνα γʼ, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπωνδῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς, κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω. αἰνέω τάν τε Κρότωνα— καλὰ πόλις, ἅ τε Ζάκυνθος— καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ ὁ πύκταςΑἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας. τηνεῖ καὶ τὸν ταῦρον ἀπʼ ὤρεος ἆγε πιάξαςτᾶς ὁπλᾶς κἤδωκʼ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκεςμακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν. Βάττοςὦ χαρίεσσʼ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσαςλασεύμεσθʼ· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης. αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει. Κορύδωνθαρσεῖν χρὴ φίλε Βάττε· τάχʼ αὔριον ἔσσετʼ ἄμεινον. ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες. χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δʼ ὕει. Βάττοςθαρσέω. βάλλε κάτωθε τὰ μοσχία· τᾶς γὰρ ἐλαίαςτὸν θαλλὸν τρώγοντι τὰ δύσσοα. σίτθʼ ὁ λέπαργος. Κορύδωνσίτθʼ ἁ Κυμαίθα ποτὶ τὸν λόφον. οὐκ ἐσακούεις; ἡξῶ ναὶ τὸν Πᾶνα κακὸν τέλος αὐτίκα δωσῶν, εἰ μὴ ἄπει τουτῶθεν. ἴδʼ αὖ πάλιν ἅδε ποθέρπει. εἴθʼ ἦν μοι ῥοικὸν τὸ λαγωβόλον, ὥς τυ πάταξα. Βάττοςθᾶσαί μʼ ὦ Κορύδων πὸτ τῶ Διός· ἁ γὰρ ἄκανθαἀρμοῖ μʼ ὧδʼ ἐπάταξʼ ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαιτἀτρακτυλλίδες ἐντί. κακῶς ἁ πόρτις ὄλοιτο· ἐς ταύταν ἐτύπην χασμεύμενος. ἦ ῥά γε λεύσσεις; Κορύδωνναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν· ἅδε καὶ αὐτά. Βάττοςὁσσίχον ἐστὶ τὸ τύμμα καὶ ἁλίκον ἄνδρα δαμάζει. Κορύδωνεἰς ὄρος ὅκχʼ ἕρπῃς, μὴ νήλιπος ἔρχεο Βάττε. ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομέονται. Βάττοςεἴπʼ ἄγε μʼ ὦ Κορύδων, τὸ γερόντιον ἦ ῥα διώκει, τήναν τὰν κυάνοφρυν ἐρωτίδα, τᾶς ποκʼ ἐκνίσθη; Κορύδωνἀκμάν γʼ ὦ δειλαῖε· πρόαν γε μὲν αὐτὸς ἐπενθὼνκαὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει. Βάττοςεὖ γʼ ὤνθρωπε φιλοῖφα. τό τοι γένος ἢ Σατυρίσκοιςἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδεις.