Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Usidylls
TheocritusUsidylls 5 · textus-receptusMore by Theocritus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus"> —
⋯
More
Original / primary: Textus receptus
5.1
Βουκολιασταὶ Κομάτας καὶ ΛάκωνΚομάταςαἶγες ἐμαί, τῆνον τὸν ποιμένα τόνδε Σιβύρταφεύγετε τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν. Λάκωνοὐκ ἀπὸ τᾶς κράνας; σίττʼ ἀμνίδες. οὐκ ἐσορῆτετόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν; Κομάταςτὰν ποίαν σύριγγα; τὺ γάρ ποκα δῶλε Σιβύρταἐκτάσα σύριγγα; τί δʼ οὐκέτι σὺν Κορύδωνιἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι; Λάκωντάν μοι ἔδωκε Λύκων ὦλεύθερε. τὶν δὲ τὸ ποῖονΛάκων ἀγκλέψας πόκʼ ἔβα νάκος; εἰπὲ Κομάτα· οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν. Κομάταςτὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκʼ ἔθυσεταῖς Νύμφαις τὰν αἶγα· τὺ δʼ ὦ κακὲ καὶ τόκʼ ἐτάκευβασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας. Λάκωνοὐκ αὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκωντὰν βαίταν ἀπέδυσʼ ὁ Καλαιθίδος, ἢ κατὰ τήναςτᾶς πέτρας ὤνθρωπε μανεὶς ἐς Κρᾶθιν ἁλοίμαν. Κομάταςοὐ μὰν οὐκ αὐτὰς τὰς λιμνάδας ὦγαθὲ Νύμφας, αἵτέ μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν, οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας. Λάκωναἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγεʼ ἀροίμαν. ἀλλʼ ὦν αἴκα λῇς ἔριφον θέμεν— ἔστι μὲν οὐδὲνἱερόν— ἀλλά γε τοι διαείσομαι, ἕστέ κʼ ἀπείπῃς. Κομάταςὗς ποτʼ Ἀθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖταιὥριφος· ἀλλά γε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν ἔρισδε. Λάκωνκαὶ πῶς ὦ κίναδος τὺ τάδʼ ἔσσεται ἐξ ἴσω ἁμίν; τίς τρίχας ἀντʼ ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσαςαἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετʼ ἀμέλγειν; Κομάταςὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις, σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔ τοιὥριφος ἰσοπαλής, τυῖδʼ ὁ τράγος οὗτος. ἔρισδε. Λάκωνμὴ σπεῦδʼ· οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ᾀσῇτεῖδʼ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας. ψυχρὸν ὕδωρ τουτεῖ καταλείβεται· ὧδε πεφύκειποία χἁ στιβὰς ἅδε, καὶ ἀκρίδες ὧδε λαλεῦντι. Κομάταςἀλλʼ οὔ τι σπεύδω· μέγα δʼ ἄχθομαι, εἰ τύ με τολμῇςὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκʼ ἐόνταπαῖδʼ ἔτʼ ἐγὼν ἐδίδασκον. ἴδʼ ἁ χάρις ἐς τί ποθʼ ἕρπει. θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι. Λάκωνκαὶ πόκʼ ἐγὼ παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσαςμέμναμʼ; ὦ φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως.…… ἀλλὰ γὰρ ἕρφʼ ὦδʼ, ἕρπε, καὶ ὕστατα βουκολιαξῇ. Κομάταςοὐχ ἑρψῶ τηνεῖ· τουτεῖ δρύες, ὧδε κύπειρος, ὧδε καλὸν βομβεῦντι ποτὶ σμήνεσσι μέλισσαι· ἔνθʼ ὕδατος ψυχρῶ κρᾶναι δύο· ταὶ δʼ ἐπὶ δένδρειὄρνιχες λαλαγεῦντι· καὶ ἁ σκιὰ οὐδὲν ὁμοίατᾷ παρὰ τίν· βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις. Λάκωνἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς, αἴκʼ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαιταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύ περ ὄσδεις. στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτοςταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω. Κομάταςαἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖςκαὶ γλάχωνʼ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶνδέρματα τῶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν. στασῶ δʼ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος, ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρίʼ ἐχοίσας. Λάκωναὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ· τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμετίς κρινεῖ; αἴθʼ ἔνθοι πόθʼ ὁ βουκόλος ὧδʼ ὁ Λυκώπας. Κομάταςοὐδὲν ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα, αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρείκαςτήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων. Λάκωνβωστρέωμες. Κομάταςτὺ κάλει νιν. Λάκωνἴθʼ ὦ ξένε μικκὸν ἄκουσοντεῖδʼ ἐνθών· ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείωνβουκολιαστάς ἐστι. τὺ δʼ ὦ φίλε μήτʼ ἐμὲ Μόρσωνἐν χάριτι κρίνῃς, μήτʼ ὦν τύγα τοῦτον ὀνάσῃς. Κομάταςναὶ ποτὶ τᾶν Νυμφᾶν Μόρσων φίλε μήτε Κομάτᾳτὸ πλέον ἰθύνῃς, μήτʼ ὦν τύγα τῷδε χαρίξῃ. ἅδέ τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα, Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς φίλε τῶ Συβαρίτα. Λάκωνμή τύ τις ἠρώτη πὸτ τῶ Διός, αἴτε Σιβύρτααἴτʼ ἐμόν ἐστι κάκιστε τὸ ποίμνιον; ὡς λάλος ἐσσί. Κομάταςβέντισθʼ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντʼ ἀγορεύωκοὐδὲν καυχέομαι· τὺ δʼ ἄγαν φιλοκέρτομος ἐσσί. Λάκωνεἶα λέγʼ εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθιςζῶντʼ ἄφες· ὦ Παιάν, ἦ στωμύλος ἦσθα Κομάτα. Κομάταςταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδὸνΔάφνιν· ἐγὼ δʼ αὐταῖς χιμάρως δύο πρᾶν ποκʼ ἔθυσα. Λάκωνκαὶ γὰρ ἔμʼ ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷκριὸν ἐγὼ βόσκω. τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει. Κομάταςπλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω, καί μʼ ἁ παῖς ποθορεῦσα τάλαν λέγει αὐτὸς ἀμέλγεις; Λάκωνφεῦ φεῦ Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖτυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει. Κομάταςβάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστατὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει. Λάκωνκἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶνἐκμαίνει· λιπαρὰ δὲ παρʼ αὐχένα σείετʼ ἔθειρα. Κομάταςἀλλʼ οὐ σύμβλητʼ ἐστὶ κυνόσβατος οὐδʼ ἀνεμώναπρὸς ῥόδα, τῶν ἄνδηρα παρʼ αἱμασιαῖσι πεφύκει. Λάκωνοὐδὲ γὰρ οὐδʼ ἀκύλοις ὁμομαλίδες· αἱ μὲν ἔχοντιλυπρὸν ἀπὸ πρίνοιο λεπύριον, αἱ δὲ μελιχραί. Κομάταςκἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσανἐκ τᾶς ἀρκεύθω καθελών· τηνεῖ γὰρ ἐφίσδει. Λάκωνἀλλʼ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξωτὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός. Κομάταςσίττʼ ἀπὸ τᾶς κοτίνω ταὶ μηκάδες· ὧδε νέμεσθε, ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι. Λάκωνοὐκ ἀπὸ τᾶς δρυὸς οὗτος ὁ Κώναρος ἅ τε Κιναίθα; τουτεῖ βοσκησεῖσθε ποτʼ ἀντολάς, ὡς ὁ Φάλαρος. Κομάταςἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ, ἔργον Πραξιτέλευς· τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω. Λάκωνχἁμῖν ἐστι κύων φιλοποίμνιος, ὃς λύκος ἄγχει, ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν. Κομάταςἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν, μή μευ λωβασεῖσθε τὰς ἀμπέλος· ἐντὶ γὰρ ἇβαι. Λάκωντοὶ τέττιγες, ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω· οὑτῶς χὑμές θην ἐρεθίζετε τὼς καλαμευτάς. Κομάταςμισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνοςαἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι. Λάκωνκαὶ γὰρ ἐγὼ μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδασῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται. Κομάταςἦ οὐ μέμνᾳ, ὅκʼ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρὼςεὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας; Λάκωντοῦτο μὲν οὐ μέμναμʼ· ὅκα μάν ποκα τεῖδέ τυ δήσαςΕὐμάρας ἐκάθηρε καλῶς μάλα, τοῦτό γʼ ἴσαμι. Κομάταςἦ δή τις Μόρσων πικραίνεται· ἢ οὐχὶ παρῄσθευ; σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν. Λάκωνκἠγὼ μὰν κνίζω Μόρσων τινά· καὶ τὺ δὲ λεύσσεις. ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἄλεντα. Κομάτας̔ Ιμέρα ἀνθʼ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ Κράθιοἴνῳ πορφύροις, τὰ δέ τʼ οἴσυα καρπὸν ἐνείκαι. Λάκωνῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρονἁ παῖς ἀνθʼ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι. Κομάταςταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι, καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέχυνται. Λάκωνταῖσι δʼ ἐμαῖς ὀίεσσι πάρεστι μὲν ἁ μελίτειαφέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ. Κομάταςοὐκ ἔραμʼ Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλασετῶν ὤτων καθελοῖσʼ, ὅκά οἱ τὰν φάσσαν ἔδωκα. Λάκωνἀλλʼ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκʼ αὐτῷτὰν σύριγγʼ ὤρεξα, καλόν τί με κάρτʼ ἐφίλασεν. Κομάταςοὐ θεμιτὸν Λάκων ποτʼ ἀηδόνα κίσσας ἐρίσδειν, οὐδʼ ἔποπας κύκνοισι· τὺ δʼ ὦ τάλαν ἐσσὶ φιλεχθής. Μόρσωνπαύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομάταδωρεῖται Μόρσων τὰν ἀμνίδα· καὶ τὺ δὲ θύσαςταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον. Κομάταςπεμψῶ ναὶ τὸν Πᾶνα. φριμάσσεο πᾶσα τραγίσκωννῦν ἀγέλα· κἠγὼ γὰρ ἴδʼ ὡς μέγα τοῦτο καχαξῶκὰτ τῶ Λάκωνος τῶ ποιμένος, ὅττι πόκʼ ἤδηἀνυσάμαν τὰν ἀμνόν· ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι. αἶγες ἐμαὶ θαρσεῖτε κερούτιδες· αὔριον ὔμμεπάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας. οὗτος ὁ Λευκίτας ὁ κορυπτίλος, εἴ τινʼ ὀχευσεῖςτᾶν αἰγῶν, φλασσῶ τυ πρὶν ἤ γʼ ἐμὲ καλλιερῆσαιταῖς Νύμφαις τὰν ἀμνόν. ὁ δʼ αὖ πάλιν. ἀλλὰ γενοίμαν, αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα.

Intertext edge

Open linked passage

Note