Usidylls
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus">
—
⋯
Original / primary: Textus receptus
6.1
Βουκολιασταὶ Δάφνις καὶ ΔαμοίταςΔαμοίτας χὡ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶροντὰν ἀγέλαν πόκʼ Ἄρατε συνάγαγον· ἦς δʼ ὁ μὲν αὐτῶνπυρρός, ὁ δʼ ἡμιγένειος· ἐπὶ κράναν δέ τινʼ ἄμφωἑζόμενοι θέρεος μέσῳ ἄματι τοιάδʼ ἄειδον. πρᾶτος δʼ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδε. βάλλει τοι Πολύφαμε τὸ ποίμνιον ἁ Γαλάτειαμάλοισιν, δυσέρωτα τὸν αἰπόλον ἄνδρα καλεῦσα· καὶ τύ νιν οὐ ποθόρησθα τάλαν τάλαν, ἀλλὰ κάθησαιἁδέα συρίσδων. πάλιν ἅδʼ ἴδε τὰν κύνα βάλλει, ἅ τοι τᾶν ὀίων ἕπεται σκοπός· ἁ δὲ βαΰσδειεἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνειἅσυχα καχλάζοντα ἐπʼ αἰγιαλοῖο θέοισαν. φράζεο μὴ τᾶς παιδὸς ἐπὶ κνάμαισιν ὀρούσῃἐξ ἁλὸς ἐρχομένας, κατὰ δὲ χρόα καλὸν ἀμύξῃ. ἁ δὲ καὶ αὐτόθε τοι διαθρύπτεται, ὡς ἀπʼ ἀκάνθαςταὶ καπυραὶ χαῖται, τὸ καλὸν θέρος ἁνίκα φρύγει· καὶ φεύγει φιλέοντα καὶ οὐ φιλέοντα διώκει, καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον· ἦ γὰρ ἔρωτιπολλάκις ὦ Πολύφαμε τὰ μὴ καλὰ καλὰ πέφανται. τῷ δʼ ἐπὶ Δαμοίτας ἀνεβάλλετο καὶ τάδʼ ἄειδεν. εἶδον ναὶ τὸν Πᾶνα, τὸ ποίμνιον ἁνίκʼ ἔβαλλε, κοὔ μʼ ἔλαθʼ, οὔ, τὸν ἐμὸν ἕνα τὸν γλυκύν, ᾧπερ ὅρημιἐς τέλος· αὐτὰρ ὁ μάντις ὁ Τήλεμος ἔχθρʼ ἀγορεύωνἐχθρὰ φέροι ποτὶ οἶκον, ὅπως τεκέεσσι φυλάσσοι. ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζων πάλιν οὐ ποθόρημι, ἀλλʼ ἄλλαν τινὰ φαμὶ γυναῖκʼ ἔχεν· ἁ δʼ ἀίοισαζαλοῖ μʼ ὦ Παιὰν καὶ τάκεται, ἐκ δὲ θαλάσσαςοἰστρεῖ παπταίνοισα ποτʼ ἄντρά τε καὶ ποτὶ ποίμνας. σίξα δʼ ὑλακτεῖν νιν καὶ τᾷ κυνί· καὶ γὰρ ὅκʼ ἤρωναὐτᾶς, ἐκνυζεῖτο ποτʼ ἰσχία ῥύγχος ἔχοισα. ταῦτα δʼ ἴσως ἐσορεῦσα ποεῦντά με πολλάκι πεμψεῖἄγγελον. αὐτὰρ ἐγὼ κλᾳξῶ θύρας, ἕστέ κʼ ὀμόσσῃαὐτά μοι στορεσεῖν καλὰ δέμνια τᾶσδʼ ἐπὶ νάσω. καὶ γάρ θην οὐδʼ εἶδος ἔχω κακόν, ὥς με λέγοντι. ἦ γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα, καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ ἁ μία κώρα, ὡς παρʼ ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέ τʼ ὀδόντωνλευκοτέραν αὐγὰν Παρίας ὑπέφαινε λίθοιο. ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον· ταῦτα γὰρ ἁ γραία με Κοτυταρὶς ἐξεδίδαξε. ἃ πρᾶν ἀμάντεσσι παρʼ Ἱπποκίωνι ποταύλει. τόσσʼ εἰπὼν τὸν Δάφνιν ὁ Δαμοίτας ἐφίλησε, χὡ μὲν τῷ σύριγγʼ, ὁ δὲ τῷ καλὸν αὐλὸν ἔδωκεν. αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις ὁ βούτας, ὠρχεῦντʼ ἐν μαλακᾷ ταὶ πόρτιες αὐτίκα ποίᾳ. νίκη μὰν οὐδάλλος, ἀνήσσατοι δʼ ἐγένοντο.