Usidylls
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus">
—
⋯
Original / primary: Textus receptus
7.1
θαλύσιαἮς χρόνος ἁνίκʼ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἅλενταεἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας· τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμοςκἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸνχᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίας τε καὶ αὐτῶΧάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράνανεὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρʼ αὐτὰναἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον, χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι. κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμαἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καὶ τὸν ὁδίτανἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα, οὔνομα μὲν Λυκίδαν, ἦς δʼ αἰπόλος, οὐδέ κέ τίς νινἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχʼ ἐῴκει. ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιοκνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον, ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλοςζωστῆρι πλακερῷ, ῥοικὰν δʼ ἔχεν ἀγριελαίωδεξιτερᾷ κορύναν. καί μʼ ἀτρέμας εἶπε σεσαρὼςὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς· Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις, ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει, οὐδʼ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι; ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι; ἤ τινος ἀστῶνλανὸν ἔπι θρώσκεις; ὥς τοι ποσὶ νισσομένοιοπᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει. τὸν δʼ ἐγὼ ἀμείφθην· Λυκίδα φίλε, φαντί τυ πάντεςσυριγκτὰν ἔμεναι μέγʼ ὑπείροχον ἔν τε νομεῦσινἔν τʼ ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνειἁμέτερον· καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζεινἔλπομαι. ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς· ἦ γὰρ ἑταῖροιἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντιὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν. ἀλλʼ ἄγε δή— ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς— βουκολιασδώμεσθα· τάχʼ ὥτερος ἄλλον ὀνασεῖ. καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντιπάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής, οὐ Δᾶν· οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸνΣικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶνἀείδων, βάτραχος δὲ ποτʼ ἀκρίδας ὥς τις ἐρίσδω. ὣς ἐφάμαν ἐπίταδες· ὁ δʼ αἰπόλος ἁδὺ γελάσσας, τάν τοι ἔφα κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶπᾶν ἐπʼ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος. ὥς μοι καὶ τέκτων μέγʼ ἀπέχθεται, ὅστις ἐρευνῇἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος, καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸνἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι. ἀλλʼ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθʼ ἀοιδᾶς, Σιμιχίδα· κἠγὼ μέν— ὅρη φίλος, εἴ τοι ἀρέσκειτοῦθʼ ὅ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα. Λυκίδαςἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν, χὥταν ἐφʼ ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃκύματα, χὡρίων ὅτʼ ἐπʼ ὠκεανῷ πόδας ἴσχῃ, αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίταςῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει. χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαντόν τε νότον τόν τʼ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ· ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταί τε μάλισταὀρνίχων ἐφίλαθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα. Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήνανὥρια πάντα γένοιτο, καὶ εὔπλοξν ὅρμον ἵκοιτο. κἠγὼ τῆνο κατʼ ἆμαρ ἀνήτινον ἢ ῥοδόενταἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσωντὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶπὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ. χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστʼ ἐπὶ πᾶχυνκνύζᾳ τʼ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ. καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτοςαὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων. αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς, εἷς δὲ Λυκωπίτας· ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ, ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας, χὡς ὄρος ἀμφʼ ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν,̔ Ιμέρα αἵτε φύοντι παρʼ ὄχθῃσιν ποταμοῖο, εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφʼ Αἷμονἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα. ᾀσεῖ δʼ ὥς ποκʼ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος, ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαικέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι, οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ. ὦ μακαριστὲ Κομάτα, τύ θην τάδε τερπνὰ πεπόνθεις, καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶνκηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας. αἴθʼ ἐπʼ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν, ὥς τοι ἐγὼν ἐνόμευον ἀνʼ ὤρεα τὰς καλὰς αἶγαςφωνᾶς εἰσαΐων, τὺ δʼ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαιςἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα. χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μετʼ αὖθιςκἠγὼ τοῖʼ ἐφάμαν· Λυκίδα φίλε, πολλὰ μὲν ἄλλανύμφαι κἠμὲ δίδαξαν ἀνʼ ὤρεα βουκολέονταἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα· ἀλλὰ τόγʼ ἐκ πάντων μέγʼ ὑπείροχον, ᾧ τυ γεραίρεινἀρξεῦμʼ· ἀλλʼ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις. ΣιμιχίδαςΣιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλὸςτόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἐρᾶντι. ὥρατος δʼ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳπαιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν Ἄριστις, ἐσθλὸς ἀνήρ, μέγʼ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδεινΦοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι, ὡς ἐκ παιδὸς Ἄρατος ὑπʼ ὀστέον αἴθετʼ ἔρωτι. τόν μοι Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας, ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις, εἴτʼ ἐστʼ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτέ τις ἄλλος. κἢν μὲν ταῦτʼ ἔρδῃς ὦ Πὰν φίλε, μή τί τυ παῖδεςἈρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμουςτανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη· εἰ δʼ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντʼ ὀνύχεσσιδακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις, εἴης δʼ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳἝβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω, ἐν δὲ θέρει πυμάτοισι παρʼ Αἰθιόπεσσι νομεύοιςπέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός. ὔμμες δʼ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντεςνᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας, ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι, βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον, βάλλετʼ, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ. καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκεςαἰαῖ φαντὶ Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ. μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν Ἄρατε, μηδὲ πόδας τρίβωμες· ὁ δʼ ὄρθριος ἄλλον ἀλέκτωρκοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη, εἷς δʼ ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας, ἄμμιν δʼ ἁσυχία τε μέλοι γραία τε παρείη, ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι. τόσσʼ ἐφάμαν· ὁ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσαςὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν. χὡ μὲν ἀποκλίνας ἐπʼ ἀριστερὰ τὰν ἐπὶ Πύξαςεἷρφʼ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάυωστραφθέντες χὡ καλὸς Ἀμύντιχος ἔν τε βαθείαιςἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημεςἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι. πολλαὶ δʼ ἁμὶν ὕπερθε κατὰ κρατὸς δονέοντοαἴγειροι πτελέαι τε· τὸ δʼ ἐγγύθεν ἱερὸν ὕδωρΝυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε. τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνεςτέττιγες λαλαγεῦντες ἔχον πόνον· ἁ δʼ ὀλολυγὼντηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις. ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών, πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι. πάντʼ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δʼ ὀπώρας. ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλαδαψιλέως ἁμῖν ἐκυλίνδετο· τοὶ δʼ ἐκέχυντοὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε· τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ. νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι, ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάινον ἄντρονκρατῆρʼ Ἡρακλῆι γέρων ἐστήσατο Χείρων; ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτʼ Ἀνάπῳ, τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε, τοῖον νέκταρ ἔπεισε κατʼ αὐλία ποσσὶ χορεῦσαι, οἷον δὴ τόκα πῶμα διεκρανάσατε Νύμφαιβωμῷ πὰρ Δάματρος ἀλῳάδος; ἇς ἐπὶ σωρῷαὖθις ἐγὼ πάξαιμι μέγα πτύον, ἁ δὲ γελάσσαιδράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα.