Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Usidylls
TheocritusUsidylls 8 · textus-receptusMore by Theocritus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus"> —
⋯
More
Original / primary: Textus receptus
8.1
Βουκολιασταὶ Δάφνις καὶ ΜενάλκαςΔάφνιδι τῷ χαρίεντι συνήντετο βουκολέοντιμᾶλα νέμων, ὡς φαντί, κατʼ ὤρεα μακρὰ Μενάλκας. ἄμφω τώγʼ ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω, ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν. πρᾶτος δʼ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας· μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι; φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων. τὸν δʼ ἄρα χὡ Δάφνις τοιῷδʼ ἀπαμείβετο μύθῳ· ποιμὴν εἰροπόκων ὀίων συριγκτὰ Μενάλκα, οὔποτε νικασεῖς μʼ, οὐδʼ εἴ τι πάθοις τύγʼ ἀείδων. Μενάλκαςχρῄσδεις ὧν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον; Δάφνιςχρῄσδω τοῦτʼ ἐσιδεῖν, χρῄσδω καταθεῖναι ἄεθλον. Μενάλκαςκαὶ τίνα θησεύμεσθʼ, ὅτις ἁμῖν ἄρκιος εἴη; Δάφνιςμόσχον ἐγὼ θησῶ· τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν. Μενάλκαςοὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευχἁ μάτηρ, τὰ δὲ μᾶλα ποθέσπερα πάντʼ ἀριθμεῦντι. Δάφνιςἀλλὰ τί μὰν θησεῖς; τί δὲ τὸ πλέον ἑξεῖ ὁ νικῶν; Μενάλκαςσύριγγʼ ἃν ἐπόησα καλὰν ἐγὼ ἐννεάφωνον, λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν, ταύταν κατθείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ. Δάφνιςἦ μάν τοι κἠγὼ σύριγγʼ ἔχω ἐννεάφωνον. λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν. πρώαν νιν συνέπαξʼ· ἔτι καὶ τὸν δάκτυλον ἀλγέωτοῦτον, ἐπεὶ κάλαμός με διασχισθεὶς διέτμαξεν. Μενάλκαςἀλλὰ τίς ἄμμε κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων; Δάφνιςτῆνον πῶς ἐνταῦθα τὸν αἰπόλον ἢν καλέσωμες; ᾧ ποτὶ ταῖς ἐρίφοις ὁ κύων ὁ φάλαρος ὑλακτεῖ. χοἱ μὲν παῖδες ἄυσαν, ὁ δʼ αἰπόλος ἦνθʼ ἐπακοῦσαι. χοἱ μὲν παῖδες ἄειδον, ὁ δʼ αἰπόλος ἤθελε κρίνειν. πρᾶτος δʼ ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας, εἶτα δʼ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν. βουκολικάν· οὕτω δὲ Μενάλκας ἄρξατο πρᾶτος. ΜενάλκαςἌγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκαςπήποχʼ ὁ συριγκτὰς προσφιλὲς ᾆσε μέλος, βόσκοιτʼ ἐκ ψυχᾶς τὰς ἀμνάδας· ἢν δέ ποκʼ ἔνθῃΔάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι. Δάφνιςκρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖονμουσίσδει Δάφνις ταῖσιν ἀηδονίσι, τοῦτο τὸ βουκόλιον πιαίνετε· κἤν τι Μενάλκαςτεῖδʼ ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι. Μενάλκαςἔνθʼ ὄις, ἔνθʼ αἶγες διδυματόκοι, ἔνθα μέλισσαισμήνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι, ἔνθʼ ὁ καλὸς Μίλων βαίνει ποσίν· αἰ δʼ ἂν ἀφέρπῃ, χὡ ποιμὴν ξηρὸς τηνόθι χαἱ βοτάναι. Δάφνιςπαντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτοςοὔθατα πλήθουσιν, καὶ τὰ νέα τρέφεται, ἐνθʼ ἁ καλὰ παῖς ἐπινίσσεται· αἰ δʼ ἂν ἀφέρπῃ, χὡ τὰς βῶς βόσκὡν χαἱ βόες αὐότεραι. Μενάλκαςὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ὧ βάθος ὕλαςμυρίον,( ὦ σιμαὶ δεῦτʼ ἐφʼ ὕδωρ ἔριφοι·) ἐν τήνῳ γὰρ τῆνος· ἴθʼ ὦ κόλε καὶ λέγε· Μίλων, ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε. Δάφνιςμή μοι γᾶν Πέλοπος, μή μοι χρύσεια τάλανταεἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων· ἀλλʼ ὑπὸ τᾷ πέτρᾳ τᾷδʼ ᾁσομαι, ἀγκὰς ἔχων τυ, σύννομα μᾶλʼ ἐσορῶν, τὰν Σικελὰν ἐς ἅλα. Δάφνιςδένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δʼ αὐχμός, ὄρνισιν δʼ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα, ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ ὦ Ζεῦ, οὐ μόνος ἠράσθην· καὶ τὺ γυναικοφίλας. ταῦτα μὲν ὦν διʼ ἀμοιβαίων οἱ παῖδες ἄεισαν· τὰν πυμάταν δʼ ᾠδὰν οὑτῶς ἐξᾶρχε Μενάλκας. Φεἰδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ, μηδʼ ἀδίκει μʼ, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω. ὦ Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ; οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα. ταὶ δʼ ὄιες, μηδʼ ὔμμες ὀκνεῖθʼ ἁπαλᾶς κορέσασθαιποίας· οὔτι καμεῖσθʼ, ὅκκʼ αὖ πάλιν ἅδε φύηται. σίττα νέμεσθε νέμεσθε, τὰ δʼ οὔθατα πλήσατε πᾶσαι, ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δʼ ἐς ταλάρως ἀποθῶμαι. δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετʼ ἀείδειν· κἠμὲ γὰρ ἐκ τὤντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσατὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν· οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο, τὤμπικρον αὐτᾷ, ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον. ἁδεῖʼ ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα· ἁδὺ δὲ χὡ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βῶς· ἁδὺ δὲ τῶ θέρεος παρʼ ὕδωρ ῥέον αἰθριοκοιτεῖν. τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα, τᾷ βοῒ δʼ ἁ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί. Ὣ οἱ παῖδες ἄεισαν, ὁ δʼ αἰπόλος ὧδʼ ἀγόρευεν· ἁδύ τι τὸ στόμα τευ καὶ ἐφίμερος ὦ Δάφνι φωνά. κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν. λάζεο τὰς σύριγγας· ἐνίκασας γὰρ ἀείδων. αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμʼ αἰπολέοντα διδάξαι, τήναν τὰν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αἶγα, ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ. Ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησενικάσας, οὑτῶς ἐπὶ ματέρι νεβρὸς ἅλοιτο. ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳὥτερος, οὕτω καὶ νύμφα γαμεθεῖσʼ ἀκάχοιτο. κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο, καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν.

Intertext edge

Open linked passage

Note