Usidylls
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus">
—
⋯
Original / primary: Textus receptus
9.1
Βουκολιασταὶ Δάφνις καὶ ΜενάλκαςΒουκολιάζεο Δάφνι, τὺ δʼ ᾠδᾶς ἄρχεο πρᾶτος, ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας, μόσχως βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως. χοἱ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλλοισι πλανῷντομηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευἐκτόθεν, ἄλλωθεν δὲ ποτικρίνοιτο Μενάλκας. Δάφνις̔ Αδὺ μὲν ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βοῦς, ἁδὺ δὲ χἁ σῦριγξ χὡ βουκόλος, ἁδὺ δὲ κἠγών. ἔστι δέ μοι παρʼ ὕδωρ ψυχρὸν στιβάς, ἐν δὲ νένασταιλευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσαςλὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε. τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω, ὅσσον ἐρῶντε πατρὸς μύθων καὶ ματρὸς ἀκούειν. οὑτῶς Δάφνις ἄεισεν ἐμίν, οὑτῶς δὲ Μενάλκας. ΜενάλκαςΑἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέωκοίλαις ἐν πέτραισιν· ἔχω δέ τοι ὅσσʼ ἐν ὀνείρῳφαίνονται, πολλὰς μὲν ὄις, πολλὰς δὲ χιμαίρας, ὧν μοι πρὸς κεφαλᾷ καὶ πρὸς ποσὶ κώεα κεῖται. ἐν πυρὶ δὲ δρυίνῳ χόρια ζεῖ, ἐν πυρὶ δʼ αὖαιφαγοὶ χειμαίνοντος· ἔχω δέ τοι οὐδʼ ὅσον ὤρανχείματος ἢ νωδὸς καρύων ἀμύλοιο παρόντος. τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα, Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτρεφεν ἀγρός, αὐτοφυῆ, τὰν οὐδʼ ἂν ἴσως μωμάσατο τέκτων, τήνῳ δὲ στρόμβω καλὸν ὄστρακον, ὧ κρέας αὐτὸςσιτήθην πέτραισιν ἐνἸκαρίαισι δοκεύσας, πέντε ταμὼν πέντʼ οὖσιν· ὁ δʼ ἐγκαναχήσατο κόχλῳ. Βουκολικαὶ Μοῖσαι μάλα χαίρετε, φαίνετε δʼ ᾠδάς, τάς ποκʼ ἐγὼ τήνοισι παρὼν ἄεισα νομεῦσι, μηκέτʼ ἐπὶ γλώσσας ἄκρας ὀλοφυγγόνα φύσω. τέττιξ μὲν τέττιγι φίλος, μύρμακι δὲ μύρμαξ, ἴρηκες δʼ ἴρηξιν, ἐμὶν δέ τε μοῖσα καὶ ᾠδά. τᾶς μοι πᾶς εἴη πλεῖος δόμος. οὔτε γὰρ ὕπνοςοὔτʼ ἔαρ ἐξαπίνας γλυκερώτερον, οὔτε μελίσσαιςἄνθεα· τόσσον ἐμὶν Μοῖσαι φίλαι. οὓς μὲν ὁρεῦντιγαθεῦσαι, τοὺς δʼ οὔτι ποτῷ δαλήσατο Κίρκη.