Ἐπιγράμματα
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theocritus" aria-label="More works by Theocritus">
—
⋯
Original / primary: Perseus Grc2
24.1
μῆτερ ἐμή, τίφθʼ ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις
24.2
ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτʼ ἔρευθος
24.3
σώζετʼ ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;
24.4
ἦ ῥʼ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς
24.5
ἀνδρὸς ὑπʼ οὐτιδανοῖο, λέων ὡσείθʼ ὑπὸ νεβροῦ;
24.6
ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν
24.7
ἀθάνατοι; τί νύ μʼ ὧδε κακῇ γονέες τέκον αἴσῃ;
24.8
δύσμορος, ἥτʼ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,
24.9
τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν
24.10
ἠδʼ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν·
24.11
τοῦ δʼ οὔτις γένετʼ ἄλλος ἀποτμότερος ζωόντων,
24.12
οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.
24.13
σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλων
24.14
ἠέ τινος Κηρῶν ἢ Ἐριννύος αἰνὰ βέλεμνα,
24.15
παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸν
24.16
μαινόμενος κατὰ οἶκον, ὁ δʼ ἔμπλεος ἔσκε φόνοιο.
24.17
τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι
24.18
βαλλομένους ὑπὸ πατρί· τὸ δʼ οὐδʼ ὄναρ ἤλυθεν ἄλλῳ·
24.19
οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι
24.20
μητέρʼ ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.
24.21
ὡς δʼ ὄρνις ὀδύρηται ἐπὶ σφετέροισι νεοσσοῖς
24.22
ὀλλυμένοις, οὕστʼ αἰνὸς ὄφις ἔτι νηπιάχοντας
24.23
θάμνοις ἐν πυκινοῖσι κατεσθίει· ἡ δὲ κατʼ αὐτοὺς
24.24
πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,
24.25
οὐδʼ ἄρʼ ἔχει τέκνοισιν ἐπαρκέσαι· ἦ ῥά οἱ αὐτῇ
24.26
ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου·
24.27
ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα
24.28
μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
24.29
ὥς γʼ ὄφελον μετὰ παισὶν ἅμα θνήσκουσα καὶ αὐτὴ
24.30
κεῖσθαι φαρμακόεντα διʼ ἥπατος ἰὸν ἔχουσα,
24.30a
ἢ καὶ σοῖς ἀγανοῖσιν ὑπαὶ βελέεσσι δαμῆναι
24.31
Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.
24.32
τῷ χʼ ἡμᾶς κλαύσαντε φίλῃς ἐπὶ χερσὶ τοκῆες
24.33
πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,
24.34
καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων
24.35
λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.
24.36
νῦν δʼ οἱ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν
24.37
Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες·
24.38
αὐτὰρ ἐγὼ Τίρυνθα κατὰ κραναὴν πόλιν Ἥρης
24.39
πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ
24.40
αἰεὶ ὁμῶς· δακρύων δὲ πάρεστί μοι οὐδʼ ἴʼ ἐρωή.
24.41
ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσιν
24.42
οἴκῳ ἐν ἡμετέρῳ· πολέων δὲ οἱ ἔργον ἑτοῖμον
24.43
μόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσαν
24.44
μοχθίζει πέτρης ὅγʼ ἔχων νόον ἠὲ σιδήρου
24.45
καρτερὸν ἐν στήθεσσι· σὺ δʼ ἠύτε λείβεται ὕδωρ,
24.46
νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθʼ ὁπόσσα.
24.47
ἄλλος μὰν οὐκ ἄν τις ἐυφρήναι με παραστὰς
24.48
κηδεμόνων· οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει.
24.49
καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦ
24.50
ναίουσʼ, οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα
24.51
οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ,
24.52
νόσφι γε δὴ Πύρρης συνομαίμονος· ἡ δὲ καὶ αὐτὴ
24.53
ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι,
24.54
σῷ υἱεῖ· πάντων γὰρ ὀϊζυρώτατα τέκνα
24.55
γείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα.
24.56
ὣς ἄρʼ ἔφη· τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλων
24.57
κόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο,
24.58
μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων.
24.59
ὡς δʼ αὔτως δακρύοισι παρήια λεύκʼ ἐδίαινεν
24.60
Ἀλκμήνη· βαρὺ δʼ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα
24.61
μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·
24.62
δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτο
24.63
πευκαλίμῃς; πῶς ἄμμʼ ἐθέλεις ὀροθυνέμεν ἄμφω
24.64
κήδεʼ ἄλαστα λέγουσα; τὰ δʼ οὐ νῦν πρῶτα κέκλαυται.
24.65
ἢ οὐχ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰεὶ ἐπʼ ἦμαρ
24.66
γινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,
24.67
ὅστις ἀριθμήσειεν………
24.67a
……ἐφʼ ἡμετέροις ἀχέεσσι
24.68
θάρσει. οὐ τοιῆσδʼ ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.
24.69
καὶ δʼ αὐτὴν ὁρόω δε, φίλον τέκος, ἀτρύτοισιν
24.70
ἄλγεσι μοχθίζουσαν. ἐπιγνώμων δέ τοί εἰμι
24.71
ἀσχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί.
24.72
καί σε μάλʼ ἐκπάγλως ὀλοφύρομαι ἠδʼ ἐλεαίρω,
24.73
οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,
24.74
ὅσθʼ ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.
24.75
ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ,
24.76
ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσῃ
24.77
δυσμενέων, μηδέν δε χερειότερον φρεσὶν ᾗσι
24.78
στέργειν ἢ εἴ πέρ μοι ὑπὲκ νηδυίοφιν ἦλθες
24.79
καί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα.
24.80
οὐδʼ αὐτήν γέ νυ πάμπαν ἔολπά δε τοῦτό γε λήθειν.
24.81
τῷ μηδʼ ἐξείπῃς πότʼ, ἐμὸν θάλος, ὥς σευ ἀκηδέω,
24.82
μηδʼ εἴ κʼ ἠυκόμου Νιόβης πυκινώτερα κλαίω.
24.83
οὐδὲν γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαι
24.84
μητέρι δυσπαθέοντος· ἐπεὶ δέκα μῆνας ἔκαμνον
24.85
πρὶν ἤπερ τʼ ἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατʼ ἔχουσα,
24.86
καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος·
24.87
ὧδέ ἑ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην.
24.88
νῦν δέ μοι οἴχεται υἱὸς ἐπʼ ἀλλοτρίης νέον ἆθλον
24.89
ἐκτελέων· οὐδʼ οἶδα δυσάμμορος, εἴτε μιν αὐτὸν
24.90
ἐνθάδε νοστήσανθʼ ὑποδέξομαι, εἴτε καὶ οὐκί.
24.91
πρὸς δʼ ἔτι μʼ ἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειρος
24.92
ὕπνον· δειμαίνω δὲ παλίγκοτον ὄψιν ἰδοῦσα
24.93
ἐκπάγλως, μή μοί τι τέκνοις ἀποθύμιον ἔρδοι.
24.94
εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσὶ
24.95
παῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη·
24.96
τῇ μεγάλην ἐλάχαινε δεδεγμένος ὡς ἐπὶ μισθῷ
24.97
τάφρον τηλεθάοντος ἐπʼ ἐσχατιῇ τινος ἀγροῦ,
24.98
γυμνὸς ἄτερ χλαίνης τε καὶ εὐμίτροιο χιτῶνος.
24.99
αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργου
24.100
καρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς,
24.101
ἤτοι ὁ λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσας
24.102
ἀνδήρου καταδῦναι ἃ καὶ πάρος εἵματα ἕστο·
24.103
ἐξαπίνης δʼ ἀνέλαμψεν ὑπὲρ καπέτοιο βαθείης
24.104
πῦρ ἄμοτον, περὶ δʼ αὐτὸν ἀθέσφατος εἱλεῖτο φλόξ.
24.105
αὐτὰρ ὅγʼ αἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν,
24.106
ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο·
24.107
αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠύτε γέρρον
24.108
νώμασκεν μακέλην· περὶ δʼ ὄμμασιν ἔνθα καὶ ἔνθα
24.109
πάπταινεν, μὴ δή μιν ἐπιφλέξῃ δήιον πῦρ.
24.110
τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔικτο,
24.111
Ἰφικλέης μεγάθυμος ἐπʼ οὔδεϊ κάππεσʼ ὀλισθὼν
24.112
πρὶν ἐλθεῖν, οὐδʼ ὀρθὸς ἀναστῆναι δύνατʼ αὖτις,
24.113
ἀλλʼ ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτʼ ἀμενηνός,
24.114
ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲς
24.115
καππεσέειν, κεῖται δʼ ὅγʼ ἐπὶ χθονὸς ἔμπεδον αὐτοῦ
24.116
εἰς ὅ κε τις χειρός μιν ἀνειρύσσῃ παριόντων
24.117
αἰδεσθεὶς ὄπιδα τρομερὴν πολιοῖο γενείου.
24.118
ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης.
24.119
αὐτὰρ ἐγὼ κλαίεσκον ἀμηχανέοντας ὁρῶσα
24.120
παῖδας ἐμούς, μέχρι δή μοι ἀπέσσυτο νήδυμος ὕπνος
24.121
ὀφθαλμῶν, ἠὼς δὲ παραυτίκα φαινόλις ἦλθε.
24.122
τοῖα, φίλη, μοι ὄνειρα διὰ φρένας ἐπτοίησαν
24.123
παννυχίῃ· τὰ δὲ πάντα πρὸς Εὐρυσθῆα τρέποιτο
24.124
οἴκου ἀφʼ ἡμετέροιο, γένοιτο δὲ μάντις ἐκείνῳ
24.125
θυμὸς ἐμός, μηδʼ ἄλλο παρὲκ τελέσειέ τι δαίμων.