Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theocritus
Εἰδύλλια
1439
Choose a text More by Theocritus
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
1382
χαῖρε Ἄδων ἀγαπητέ· καὶ ἐς χαίροντας ἀφίκευ.
1383
αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς,
1384
ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν.
1385
Μοῦσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι·
1386
ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν.
1387
τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπʼ ἀῶ
1388
ἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳ
1389
ἀσπασίως, οὐδʼ αὖθις ἀδωρήτους ἀποπέμψει;
1390
αἱ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδʼ ἴασι,
1391
πολλά με τωθάζοισαι, ὅ τʼ ἀλιθίαν ὁδὸν ἦνθον,
1392
ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦ
1393
ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι,
1394
ἔνθʼ αἰεί σφισιν ἕδρα, ἐπὴν ἄπρηκτοι ἵκωνται.
1395
τίς τῶν νῦν τοιόσδε; τίς εὖ εἰπόντα φιλήσει;
1396
οὐκ οἶδʼ· οὐ γὰρ ἔτʼ ἄνδρες ἐπʼ ἔργμασιν ὡς πάρος ἐσθλοῖς
1397
αἰνεῖσθαι σπεύδοντι, νενίκηνται δʼ ὑπὸ κερδέων.
1398
πᾶς δʼ ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ
1399
ἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη,
1400
ἀλλʼ εὐθὺς μυθεῖται· ἀπωτέρω ἢ γόνυ κνάμα·
1401
αὐτῷ μοί τι γένοιτο· θεοὶ τιμῶσιν ἀοιδούς.
1402
τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν Ὅμηρος.
1403
οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν.
1404
δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσὸς
1405
κείμενος; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις,
1406
ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δὲ καί τινι δοῦναι ἀοιδῶν·
1407
πολλοὺς δʼ εὖ ἔρξαι παῶν, πολλοὺς δὲ καὶ ἄλλων
1408
ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν,
1409
μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζῃ
1410
μειλίξαντʼ ἀποπέμψαι, ἐπὴν ἐθέλωντι νέεσθαι,
1411
Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας,
1412
ὄφρα καὶ εἰν Ἀίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς,
1413
μηδʼ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος,
1414
ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας
1415
ἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων.
1416
πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύα
1417
ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται·
1418
πολλοὶ δὲ Σκοπάδῃσιν ἐλαυνόμενοι ποτὶ σακοὺς
1419
μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι,
1420
μυρία δʼ ἀμπεδίον Κραννώνιον ἐνδιάασκον
1421
ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις·
1422
ἀλλʼ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν
1423
θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῦ Ἀχέροντος,
1424
ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες
1425
δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,
1426
εἰ μὴ κεῖνος ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων
1427
βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκʼ ὀνομαστοὺς
1428
ὁπλοτέροις, τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,
1429
οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων.
1430
τίς δʼ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας
1431
Πριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω,
1432
εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί;
1433
οὐδʼ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθεὶς
1434
πάντας ἐπʼ ἀνθρώπους, Ἀίδαν τʼ εἰς ἔσχατον ἐλθὼν
1435
ζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος,
1436
δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δʼ ἂν ὑφορβὸς
1437
Εὔμαιος, καὶ βουσὶ Φιλοίτιος ἀμφʼ ἀγελαίαις
1438
ἔργον ἔχων, αὐτός τε περίσπλαγχνος Λαέρτης,
1439
εἰ μή σφεας ὤνασαν Ἰάονος ἀνδρὸς ἀοιδαί.
1440
Ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι,
1441
χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων.
1442
ἀλλʼ ἶσος γὰρ ὁ μόχθος ἐπʼ ᾀόνι κύματα μετρεῖν,
1443
ὅσσʼ ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ,
1444
ἢ ὕδατι νίζειν θολερὰν διαειδέι πλίνθον,
1445
καὶ φιλοκερδείᾳ βεβλαμμένον ἄνδρα παρελθεῖν.
1446
χαιρέτω ὃς τοιοῦτος, ἀνάριθμος δέ οἱ εἰη
1447
ἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν.
1448
αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότητα
1449
πολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν.
1450
δίζημαι δʼ, ὅτινι θνατῶν κεχαρισμένος ἔνθω
1451
σὺν Μοίσαις· χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς
1452
κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος.
1453
οὔπω μῆνας ἄγων ἔκαμʼ οὐρανὸς οὐδʼ ἐνιαυτούς·
1454
πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅρματος ἵπποι·
1455
ἔσσεται οὗτος ἀνήρ, ὃς ἐμεῦ κεχρήσετʼ ἀοιδοῦ,
1456
ῥέξας ἢ Ἀχιλεὺς ὅσσον μέγας ἢ βαρὺς Αἴας
1457
ἐν πεδίῳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον Ἴλου.
1458
ἤδη νῦν Φοίνικες ὑπʼ ἠελίῳ δύνοντι
1459
οἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν.
1460
ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦρα
1461
ἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν·
1462
ἐν δʼ αὐτοῖς Ἱέρων προτέροις ἴσος ἡρώεσσι
1463
ζώννυται, ἵππειαι δὲ κόρυν σκεπάουσιν ἔθειραι.
1464
αἰ γὰρ Ζεῦ κύδιστε πάτερ καὶ πότνιʼ Ἀθάνα
1465
κούρη θʼ, ἣ σὺν ματρὶ πολυκλήρων Ἐφυραίων
1466
εἴληχας μέγα ἄστυ παρʼ ὕδασι Λυσιμελείας,
1467
ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκα
1468
Σαρδόνιον κατὰ κῦμα, φίλων μόρον ἀγγέλλοντας
1469
τέκνοις ἠδʼ ἀλόχοισιν, ἀριθμητοὺς ἀπὸ πολλῶν·
1470
ἄστεά τε προτέροισι πάλιν ναίοιτο πολίταις,
1471
δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατάκρας·
1472
ἀγροὺς δʼ ἐργάζοιντο τεθαλότας· αἱ δʼ ἀνάριθμοι
1473
μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι
1474
ἀμπεδίον βληχοῖντο, βόες δʼ ἀγελαδὸν ἐς αὖλιν
1475
ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν·
1476
νειοὶ δʼ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ
1477
ποιμένας ἐνδίους πεφυλαγμένος ἔνδοθι δένδρων
1478
ἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δʼ εἰς ὅπλʼ ἀράχναι
1479
λεπτὰ διαστήσαιντο, βοᾶς δʼ ἔτι μηδʼ ὄνομʼ εἴη.
1480
ὑψηλὸν δʼ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοὶ
1481
καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος

Intertext edge

Open linked passage

Note