Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theocritus
Εἰδύλλια
953
Choose a text More by Theocritus
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
898
τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα,
899
Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτρεφεν ἀγρός,
900
αὐτοφυῆ, τὰν οὐδʼ ἂν ἴσως μωμάσατο τέκτων,
901
τήνῳ δὲ στρόμβω καλὸν ὄστρακον, ὧ κρέας αὐτὸς
902
σιτήθην πέτραισιν ἐν Ἰκαρίαισι δοκεύσας,
903
πέντε ταμὼν πέντʼ οὖσιν· ὁ δʼ ἐγκαναχήσατο κόχλῳ.
904
Βουκολικαὶ Μοῖσαι μάλα χαίρετε, φαίνετε δʼ ᾠδάς,
905
τάς ποκʼ ἐγὼ τήνοισι παρὼν ἄεισα νομεῦσι,
906
μηκέτʼ ἐπὶ γλώσσας ἄκρας ὀλοφυγγόνα φύσω.
907
τέττιξ μὲν τέττιγι φίλος, μύρμακι δὲ μύρμαξ,
908
ἴρηκες δʼ ἴρηξιν, ἐμὶν δέ τε μοῖσα καὶ ᾠδά.
909
τᾶς μοι πᾶς εἴη πλεῖος δόμος. οὔτε γὰρ ὕπνος
910
οὔτʼ ἔαρ ἐξαπίνας γλυκερώτερον, οὔτε μελίσσαις
911
ἄνθεα· τόσσον ἐμὶν Μοῖσαι φίλαι. οὓς μὲν ὁρεῦντι
912
γαθεῦσαι, τοὺς δʼ οὔτι ποτῷ δαλήσατο Κίρκη.
913
913
Μίλων
913
Ἐργατίνα βουκαῖε, τί νῦν ᾦζυρὲ πεπόνθεις;
914
οὔθʼ ἑὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες,
915
οὔθʼ ἅμα λᾳοτομεῖς τῷ πλατίον, ἀλλʼ ἀπολείπῃ
916
ὥσπερ ὄις ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψε.
917
ποῖός τις δείλαν τυ καὶ ἐκ μέσω ἄματος ἐσσῇ,
918
ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις;
919
919
Βάττος
919
Μίλων ὀψαμάτα, πέτρας ἀπόκομμʼ ἀτεράμνω,
920
οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων;
921
921
Μίλων
921
οὐδαμά. τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί;
922
922
Βάττος
922
οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι διʼ ἔρωτα;
923
923
Μίλων
923
μηδέ γε συμβαίη· χαλεπὸν χορίω κύνα γεῦσαι.
924
924
Βάττος
924
ἀλλʼ ἐγὼ ὦ Μίλων ἔραμαι σχεδὸν ἑνδεκαταῖος.
925
925
Μίλων
925
ἐκ πίθω ἀντλεῖς δῆλον· ἐγὼ δʼ ἔχω οὐδʼ ἅλις ὄξος.
926
926
Βάττος
926
τοιγάρτοι πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα.
927
927
Μίλων
927
τίς δέ τυ τᾶν παίδων λυμαίνεται;
15b
15b
Βάττος
15b
ἁ Πολυβώτα,
928
ἃ πρᾶν ἀμάντεσσι παρʼ Ἱπποκίωνι ποταύλει.
929
929
Μίλων
929
εὗρε θεὸς τὸν ἀλιτρόν· ἔχεις πάλαι ὧν ἐπεθύμεις.
930
μάντίς τοι τὰν νύκτα χροϊξεῖθʼ ἁ καλαμαία.
931
931
Βάττος
931
μωμᾶσθαί μʼ ἄρχῃ τύ· τυφλὸς δʼ οὐκ αὐτὸς ὁ Πλοῦτος,
932
ἀλλὰ καὶ ὡφρόντιστος Ἔρως. μὴ δὴ μέγα μυθεῦ.
933
933
Μίλων
933
οὐ μέγα μυθεῦμαι· τὺ μόνον κατάβαλλε τὸ λᾷον,
934
καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. ἅδιον οὑτῶς
935
ἐργαξῇ· καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα.
936
936
Βάττος
936
Μοῖσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοι
937
παῖδʼ· ὧν γάρ χʼ ἅψησθε θεαί, καλὰ πάντα ποεῖτε.
938
Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες,
939
ἰσχνὰν ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον.
940
καὶ τὸ ἴον μέλαν ἐστὶ καὶ ἁ γραπτὰ ὑάκινθος,
941
ἀλλʼ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται.
942
ἁ αἲξ τὰν κύτισον, ὁ λύκος τὰν αἶγα διώκει,
943
ἁ γέρανος τὤροτρον, ἐγὼ δʼ ἐπὶ τὶν μεμάνημαι.
944
αἴθέ μοι ἦς, ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι,
945
χρύσεοι ἀμφότεροί κʼ ἀνεκείμεθα τᾷ Ἀφροδίτᾳ,
946
τὼς αὐλὼς μὲν ἔχοισα καὶ ἢ ῥόδον ἢ μᾶλον τύ,
947
σχῆμα δʼ ἐγὼ καὶ καινὰς ἐπʼ ἀμφοτέροισιν ἀμύκλας.
948
Βομβύκα χαρίεσσʼ, οἱ μὲν πόδες ἀστράγαλοί τευς,
949
ἁ φωνὰ δὲ τρύχνος· τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν.
950
950
Μίλων
950
Ἦ καλὰς ἄμμι ποέων ἐλελήθει βοῦκος ἀοιδάς.
951
ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν.
952
ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα.
953
θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα.
954
Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷον
955
εὔεργόν τʼ εἴη καὶ κάρπιμον ὅττι μάλιστα.
956
Σφίγγετʼ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τις
957
εἴποι· σύκινοι ἄνδρες, ἀπώλετο χοὗτος ὁ μισθός.
958
Ἐς βορέην ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμιν
959
ἢ ζέφυρον βλεπέτω· πιαίνεται ὁ στάχυς οὑτῶς.
960
σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον·
961
ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα.
962
ἄρχεσθαι δʼ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ,
963
καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα.
964
εὐκτὸς ὁ τῶ βατράχω παῖδες βίος· οὐ μελεδαίνει
965
τὸν προπιεῖν ἐγχεῦντα· πάρεστι γὰρ ἄφθονον αὐτῷ.
966
κάλλιον ὦπιμελητὰ φιλάργυρε τὸν φακὸν ἕψειν·
967
μή τι τάμῃς τὰν χεῖρα καταπρίων τὸ κύμινον.
968
ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν,
969
τὸν δὲ τεὸν βουκαῖε πρέπει λιμηρὸν ἔρωτα
970
μυθίσδεν τᾷ ματρὶ κατʼ εὐνὰν ὀρθρευοίσᾳ.
971
οὐδὲν πὸτ τὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο
972
Νικία οὔτʼ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτʼ ἐπίπαστον,
973
ἢ ταὶ Πιερίδες· κοῦφον δέ τι τοῦτο καὶ ἁδὺ
974
γίνετʼ ἐπʼ ἀνθρώποις, εὑρεῖν δʼ οὐ ῥᾴδιόν ἐστι.
975
γινώσκειν δʼ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα
976
καὶ ταῖς ἐννέα δὴ πεφιλάμενον ἔξοχα Μοίσαις.
977
οὕτω γοῦν ῥάιστα διᾶγʼ ὁ Κύκλωψ ὁ παρʼ ἁμῖν,
978
ὡρχαῖος Πολύφαμος, ὅκʼ ἤρατο τᾶς Γαλατείας,
979
ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε.
980
ἤρατο δʼ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις,
981
ἀλλʼ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα.
982
πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον
983
χλωρᾶς ἐκ βοτάνας· ὁ δὲ τὰν Γαλάτειαν ἀείδων
984
αὐτόθʼ ἐπʼ ἀιόνος κατετάκετο φυκιοέσσας
985
ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος
986
Κύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον.
987
ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δʼ ἐπὶ πέτρας
988
ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα.
989
Ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντʼ ἀποβάλλῃ;
990
λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός,
991
μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς.
992
φοιτῇς δʼ αὖθʼ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με,
993
οἴχῃ δʼ εὐθὺς ἰοῖσʼ, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με,
994
φεύγεις δʼ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα.
995
ἠράσθην μὲν ἔγωγα τεοῦς κόρα, ἁνίκα πρᾶτον
996
ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισʼ ὑακίνθινα φύλλα

Intertext edge

Open linked passage

Note