Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentaria in Isaiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
2Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Προθεσπίσας ὁ προφήτης καὶ τῶν Ἀσσυρίων τὴν ἔφοδον καὶ τὸν ὄλεθρον καὶ τὴν μετὰ ταῦτα τῶν Ἰουδαίων αἰχμαλωσίαν καὶ τὴν τῆς Ἱερουσαλὴμ ἐρημίαν, εἶτα τὴν ἐπάνοδον καὶ τὰ μετὰ τὴν ἐπάνοδον γεγενημένα καὶ τὴν τῶν ἐθνῶν ἐκλογὴν καὶ τὴν τῶν Ἰουδαίων ἀποβολὴν καὶ τὰ τῶν ἀποστόλων κηρύγματα, τὴν ὑπὲρ τῶν Ἰουδαίων ἱκετείαν προσφέρει ὀλοφυρόμενος αὐτῶν τὴν ἀπιστίαν καὶ τὴν ἐντεῦθεν προσγε νομένην αὐτοῖς ἀπώλειαν· τοῦτο γὰρ καὶ διὰ τῶν ἑξῆς δεδήλωκεν. Ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώ λειαν, ἡ δὲ σωτηρία ἡμῶν παρὰ σοῦ ἐν καιρῷ θλίψεως. Κέκληκε δὲ αὐτοὺς οὐ μόνον ἀπειθοῦντας ἀλλὰ καὶ σπέρμα ἀπειθούντων, ἐπειδὴ καὶ αὐτοὺ καὶ οἱ πατέρες τὴν αὐτὴν ἐσχήκασι γνώμην. 3Διὰ τὴν φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοί, καὶ ἀπὸ τῆς ὑψώσεώς σου διεσπάρη τὰ ἔθνη. Τότε μὲν ἐν τῷ κατὰ τοὺς Ἀσσυρίους θαύματι τοῦτο ἐγένετο, χρόνῳ δὲ ὕστερον τὰ ἀποστολικὰ θαύματα καὶ εἰς θαῦμα το ύτους διήγειρε καὶ τὴν κακὴν διεῖλεν ὁμόνοιαν· δίκην γὰρ μαχαίρας ὁ θεῖος λόγος διεῖλεν υἱὸν ἀπὸ πατρὸς καὶ θυγατέρα ἀπὸ μητρός. 4Νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν ἀπὸ μικροῦ ἕως μεγάλου, ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδα· ὡς ἀπὸ βοθύνων οὕτως ἐμπαίξουσιν ὑμῖν. Τὴν πολλὴν εὐκολίαν τοῦ ἀποστολικοῦ κηρύγματος ἔδειξεν. Καθάπερ γάρ φησιν εὐπετές ἐστιν ἀκρίδας συναγαγεῖν, οὕτως ἐκεῖνοι τοὺς γενομένους σκῦλα τοῦ διαβόλου καὶ συλλέξουσι καὶ τῷ σωτῆρι προσοίσουσιν. Τὸ δὲ ἐμπαίξουσι παρ' οὐδενὶ τῶν Ἄλλων εὕρομεν Ἑρμηνευτῶν. Αἰνίττεται δὲ ὁ λόγος ὡς οἶμαι τὴν ἀποστολικὴν μεγαλοφ ροσύν ην, δι' ἣν παντὸς τοῦ δήμου τῶν Ἰουδαίων κατ αὐτὸν κατεφρόνουν. Οὕτως ὁ μακάριος Στέφανος ἐβόα· «Σκληροτράχηλοι καὶ ἀπε ρίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς», οὕτω τὸ ἱερὸν ζεῦγος τῶν ἀποστόλων Πέτρος καὶ Ἰωάννης ἔλεγον· «Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.» 5Ἅγιος ὁ θεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς. Ὑψηλοὺς τοὺς μεταρσίους λέγει τὴν διάνοιαν· τούτους γὰρ οἰκητήριον ἀπειργάσατο θεῖον. Διὸ καὶ ὁ θεῖος ἔλεγε Παῦλος· «Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Ἔχεται τοίνυν τῆς ἀκολουθίας ὁ προφητικὸς λόγος· ὑποδείξας γὰρ τοὺς ἱεροὺς ἀποστόλους, οἰκητήριον αὐτοὺς καλεῖ τοῦ τῶν ὅλων θεοῦ. Ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης. Τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας Σιὼν καλεῖ, ὡς πολλάκις προαπε δείξαμεν. Εἰ δὲ καὶ τὴν Ἱερουσαλήμ τις ἐνταῦθα σημαίνεσθαι βούλεται, ἔχει καὶ οὕτως ἡ προφητεία τὸ ἀληθές· πολλαὶ γὰρ ἐν αὐτῇ μυ ριά δες ἐπίστευσαν· καὶ μάρτυς ὁ μέγας Ἰάκωβος ταύτας ὑποδεικνὺς καὶ λέγων· «Θεωρεῖς ἀδελφέ, πόσαι μυριάδες εἰσὶ τῶν πεπιστευκότων Ἰουδαίων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν.» Οὗ δὴ χάριν καὶ ὁ προφητικὸς ἐπήγαγε λόγος· 6Ἐν νόμῳ παραδοθήσονται. Τουτέστι τῇ καινῇ διαθήκῃ· τοῦτο γὰρ οἱ Τρεῖς Ἑρμηνευταὶ δεδηλώκασιν. Ὁ μὲν γὰρ Θεοδοτίων ἔφη· «Καὶ ἔσται πίστις τοῦ καιροῦ σου», ὁ δὲ Ἀκύλας. «Καὶ ἔσται πίστις οἱ καιροί σου.» Τὰς δὲ τρεῖς ἑρμηνείας παρέθηκα, ἵνα τῆς διανοίας δείξω τὴν συμφωνίαν· καὶ οἱ Ἑβδομήκοντα τοιγαροῦν νόμον τὴν καινὴν ἐκάλεσαν διαθήκην, ἣν οἱ Λοιποὶ «πίστιν» ὠνόμασαν. Ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν. Ἐν ἐλπίσι γὰρ τοῖς ἁγίοις ἀπόκειται τὰ ἀγαθά. Διά τοι τοῦτο καὶ ὁ θεῖος ἀπόστολος βοᾷ· «Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχό μεθα», καὶ πάλιν· «Ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ». Ἐκεῖ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς κύριον· οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης. Οἱ γὰρ ταῦτα μεμαθηκό τες τῶν μελλόντων ἀπολαύσουσιν ἀγαθῶν. Σοφίαν δὲ καὶ ἐπιστήμην καὶ εὐσέβειαν καλεῖ τὴν τοῦ δεσπότου διδ ασκαλίαν· καὶ γὰρ ὁ θεῖος ἀπόστολός φησιν· «Ἐδόθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ| 141 a| ἁγιασμὸς καὶ ἀπολύτρωσις.» 7Ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται· οὓς ἐφοβεῖσθε, φοβηθήσονται ἀφ' ὑμῶν. Καὶ τῆσδε τῆς προφη τείας θεωροῦμεν τὸ τέλος· καὶ γὰρ Ἰουδαίων καὶ Ἑλλήνων οἱ πάλαι τὰς ἐκκλησίας διώκοντες ταύτας δεδίασι καὶ πεφρίκασιν· καὶ οἱ πάλαι δὲ τοῖς ἀνθρώποις φοβεροὶ δαίμονες νῦν τῆς εὐσεβείας τοὺς τροφίμους δειμαίνουσιν. Ἄγγελοι ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην, πικρῶς κλαίον τες· 8ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί. Διέφθειρεν ὁ δεσπότης Χριστὸς διὰ τῶν τῆς εὐσεβείας κηρύκων καὶ αὐτὰς τῆς τῶν εἰδώλων πλάνης τὰς ἀτραπούς· ἐκ βάθρων γὰρ ἀνέσπασε τὰ τῶν δαιμόνων τεμένη. Καὶ αὐτοὶ δὲ οἱ πάλαι θεοποιούμενοι δαίμονες παρὰ τὰς τῶν ἁγίων μαρτύρων μαστιγούμενοι θήκας πικρῶς ὀλοφύρονται. Οὕτω καὶ αὐτὸν ἐνανθρωπήσ αντα τὸν θεὸν λόγον ἱκέτευον λέγοντες· «Τί ἡμῖν καὶ σοὶ Ἰησοῦ υἱὲ τοῦ θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων.» Πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους. Τοῦτο πάλιν οἱ Τρεῖς οὕτως ἡρμήνευσαν· «Ἐπαύσατο διοδεύων τρίβον, διεσκέδασε διαθήκην, ἀπώσατο πόλεις, οὐκ ἐλογίσατο ἀνθρώπους.» Ἐπειδὴ γὰρ εἶπεν ἀνατετράφθαι τὰς ἐπιβλαβεῖς ἀτραπούς, ἐπέμεινε διδάσκων ὡς ἀπέστησαν τῶν τρίβων ἐκείνων οἱ πάλαι διοδεύοντες καὶ τὴν πρὸς τὰ εἴδωλα διαθήκην ἐσκέδασαν. Καὶ οἱ Ἑβδομήκοντα δὲ ταὐτὸ τοῦτο σημαίνουσιν, ὅτι ἐπαύσατο ὁ μάταιος τῶν ἐθνῶν φόβος, τοὺς δὲ τῇ πλάνῃ προστετηκότας οὐδὲ τοῖς ἀνθρώποις συναριθμοῦσιν. 9Ἐπένθησεν ἡ γῆ, οἱ τὰ γήινα φρονοῦντες. Ἠσχύνθη ὁ Λίβανος, τῶν εἰδώλων ἡ τυραννίς. Ἕλη ἐγένετο ὁ Ἀσηρών. Τ ῶν ὑπὸ νόμον τὴν ἀκαρπίαν διὰ τούτων ᾐνίξατο· τῆς γὰρ αὐτῶν χώρας ὁ Ἀσηρών. Φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος. Κάρμηλον πολλάκις τὴν ἔρημον προσηγό ρευσε, τοῦτο αὐτῇ τὸ ὄνομα τεθεικὼς μετὰ τὴν πραγμάτων μεταβολήν. Τῇ δὲ Γαλιλαίᾳ καὶ ἤδη προείρηκε τὰ ἀγαθά· «Γαλιλαία» γὰρ «τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθή μενος ἐν σκότει, εἶδε φῶς μέγα.» Τί δὲ οὕτω περιφανὲς ἐγένετο καὶ περίβλεπτον; οἱ ἐκ τῆς Γαλιλαίας ἀπόστολοι. 10Νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι, 11νῦν ὄψεσθε, νῦν αἰσθήσεσθε. Πάλαι γὰρ ὑπὸ τῶν πλείστων ἀγνοούμενος διὰ τῶν εὐαγγελικῶν θαυμάτων γνωσθήσομαι, καὶ τῆς πλάνης ἀπαλλαγέντες οἱ ἄνθρωποι ἐπιγνώσονταί με τῶν ὅλων τὸν ποιητήν. Ματαία ἔσται ἡ ὕβρις τοῦ πνεύματος ὑμῶν. Πρὸς Ἰουδαίους λέγει τοὺς καὶ σταυρώσαντας καὶ τῇ ἀπιστίᾳ προσμείναντας. Πῦρ ὑμᾶς κατέδεται, τὸ αἰώνιόν τε καὶ ἄσβεστον. 12Καὶ ἔσται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη, οἱ τὸ σωτήριον μὴ δεξάμενοι κήρυγμα. 13Ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Ἀκριβεστέραν γὰρ ἔχουσι τὴν γνῶσιν οἱ «ἐν νόμῳ κυρίου μελετῶντες ἡμέρας καὶ νυκτός», καὶ οἱ πόρρωθεν δὲ θαυμάσουσιν ἀκούοντες τὸ τῆς οἰκο νομίας μυστήριον. 14Ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι, τρόμος λήψεται τοὺς ἀσεβεῖς. Οὐ πάντας ἔφη ἀποστήσεσθαι τοὺς ἐν Σιὼν ἀλλὰ τοὺς ἀνόμους· οὐδὲ πάντας ἔφη δέξεσθαι τὴν τοῦ δέους ὑπερ βολὴν ἀλλὰ τοὺς ἀσεβείᾳ συζῶντας. Εἶτα προαγορεύει τῆς γεέννης τὴν φλόγα· Τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; Διδάσκει καὶ τῶν ταῦτα κηρυττόντων τὴν ἀρετήν· 15Πορευόμενος ἐν δικαιοσύνῃ, τουτέστι τὴν θείαν ὁδεύων ὁδόν. Λαλῶν εὐθέα ἐν ὁδῷ, ἐκεῖνα κηρύττων ἃ παρὰ τῆς ἀληθείας μεμάθηκεν. Οὕτως αὐτῶν δείξας τὴν περὶ τὰ κρείττω τῆς διανοίας σπουδήν, δεί κνυσι καὶ τὸ περὶ τἀναντία μῖσος· Μισῶν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα τοῦ μὴ ἀκούειν κρίσιν αἵματος ἀδίκου καὶ καμμύων τοὺς ὀφθαλμοὺς αὐτοῦ ἵνα μὴ ἴδῃ ἀδικίαν. Πάντων τῶν αἰσθητηρίων τοῦ σώματος τὸν κόσμον ὑπέδειξεν· τὸ στόμα λαλοῦν τὴν τῶν δογμάτων εὐθύτητα, τὰς χεῖρας δωροδοκίας ἀπεχομένας, τὰ ὦτα τοῖς ἀδίκοις λόγ οις τὰς εἰσό δους ἀποτειχίζοντα, τοὺς ὀφθαλμοὺς τοῖς ἐκ φύσεως κεχρημένους καλύμμασι καὶ περιορᾶν οὐ κ ἀνεχομένους τὰ παρανόμως γινόμενα. Εἶτα τούτων.........................·| 141 b| 16Οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. Ἔχει γὰρ τὸ ἀσάλευτον ἐπὶ τῆς πέτρας ἐρηρεισμένος. Περιττὸς δὲ αὐτῷ καὶ ὁ πλοῦτος· μόνων γὰρ τῶν ἀναγκαίων μεταλαγχάνει· «Ἀρχὴ» γὰρ «ζωῆς ἀνθρώποις» κατὰ τὸν σοφὸν «ἄρτος καὶ ὕδωρ.» Τὸ δὲ τούτων ὕδωρ καὶ πιστὸν ὀνομάζει, καὶ οἶμαι τὸ μυστικὸν διὰ τούτου σημαίνεσθαι. Εἶτα δείκνυσι τῆς ἀρετῆς τοὺς καρπούς· 17Βασιλέα μετὰ δόξης ὄψεσθε. Τὸν ἐπουράνιον λέγει ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἐπὶ τοῦ θρόνου τῆς δόξης καθήμενον κατὰ τὴν αὐτὴν τοῦ κυρίου φωνήν. Καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόρρωθεν. Οὐ σκοποῦσι γὰρ κατὰ τὸν θεῖον ἀπόστολον «τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια». 18Καὶ ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον. Ὁ γὰρ τοῦ θεοῦ φόβος τῆς ἀρετῆς συνεργὸς καὶ τῶν ἀγαθῶν χορηγός. Ποῦ εἰσιν οἱ γραμματικοί; Ποῦ εἰσιν οἱ σύμβουλοι; Ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς ἀναστρεφομένους, 19μικρὸν καὶ μέγαν λαόν; Οὕτω καὶ ὁ θεῖος ἀπόστολος δείξας τὴν σωματικὴν τῶν κηρύκων ἀσθένειαν ἐπήγαγεν· «Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;» Διελή λε κται γὰρ καὶ τῆς Ἑλληνικῆς φιλοσοφίας τὸ ψεῦδος καὶ τῆς Φαρισαϊκῆς διδασκαλίας ὁ φθόνος. Τούτοις ἐπήγαγεν ὁ προφήτης· Ὡς οὐ συνεβουλεύσαντο οὐδὲ ᾔδει βαθύφωνον ὥστε μὴ ἀκοῦσαι. Τοῦτο δὲ οἱ Τρεῖς οὕτως ἡρμήνευσαν· «Οὐκ ὄψει λαὸν βαθὺν χείλεσιν ὥστε μὴ ἀκοῦσαι διάλεκτον γλώσσης.» Ἀντὶ τοῦ· ὁμόγλωττοί σού εἰσιν οἱ κήρυκες τῆς ἀληθείας, Ἑβραῖοι τὸ γένος, ἐν τῇ Γαλιλαίᾳ τραφέντες, τὴν αὐτήν σοι γλῶτταν ἔχοντες, ἀλλ' ἑκὼν οὐκ ἐπαΐεις τῶν λεγομένων. Τοῦτο γὰρ δεδήλωκε διὰ τῶν ἑξῆς· Λαὸς ὁ πεφαυλισμένος, καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις. Τῆς θείας γὰρ γνώσεως ἑκόντες σφᾶς αὐτοὺς ἀπεστέρησαν, οὗ δὴ χάριν καὶ ἀπερρίφησαν καὶ εὐκαταφρόνητοι πᾶσιν ἀνθρώποις ἐγένοντο. Οὕτω δείξας ὁ προφητικὸς λόγος καὶ τῆς ἀ ληθ είας τοὺς κήρυκας διαλάμποντας καὶ τοὺς ἀντιτείνοντας ἐν αἰσχύνῃ, τῶν εὐσεβῶν πάλιν ὀνο μάζει τὸ σύστημα καὶ τὴν Σιὼν αὐτοῖς καὶ τὴν Ἱερουσαλὴμ ἀπεικάζει· Ἰδοὺ Σιὼν ἡ πόλις τὸ σωτήριον ἡμῶν· οἱ ὀφθαλμοί σου ὄψονται, Ἱερουσαλὴμ πόλις πλουσία. Ὥσπερ τοὺς Ἰουδαίους ἐξἈβραὰμ τὸ γένος κατάγοντας, τὴν ἐ κείνου δὲ ζηλῶσαι πίστιν οὐκ ἐθελήσαντας ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας ὠνόμασεν, οὕτω τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τὰ πνευματικὰ δεξαμένην χαρίσματα Ἱερουσαλὴμ καὶ Σιὼν προσαγορεύει. Καὶ γὰρ ἐν τοῖς πρόσθεν ἡρμηνευμένοις καὶ τὴν ἔρημον καὶ τὸν Λίβανον ὠνόμασε Κάρμηλον, αὐτὸν δὲ τὸν Κάρ μηλ ον δρυμὸν προσηγόρευσεν. Πλουσίαν δὲ ὀνομάζει τοῦ θεοῦ τὴν ἐκκλησίαν τὸν πνευματικὸν αὐτῆς πλοῦτον ἐπιδεικνύς. Μαρτυρεῖ δὲ τῇ προφητείᾳ ὁ ἀπόστολος οὕτω λέγων· «Ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.» Σκηναὶ αἳ οὐ μὴ σαλευθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάτταλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῇ. Καὶ ἐντεῦθεν δῆλον ὡς οὐδαμῶς ἁρμόττει τῇ παλαιᾷ Ἱερουσαλὴμ τὰ τῆσδε τῆς προφητείας ῥητά· ἐκείνη γὰρ ἐσαλεύθη καὶ κατελύθη καὶ ἐρημίαν ἐδέξατο παντελῆ, ἡ δὲ νέα– τουτέστιν αἱ κα τὰ τὴν οἰκουμένην τοῦ θεοῦ σκηναὶ– τὸ ἀσάλευτον ἔχουσι κατὰ τὴν τοῦ κυρίου φωνήν· «Ἐπὶ ταύτῃ γὰρ τῇ πέτρᾳ» φησὶν «οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Πασσάλους δὲ τῆς σκηνῆς ἡγοῦμαι καλεῖσθαι τοὺς θείους ἀποστόλους, τοὺς νικηφόρους μάρτυρας. Καθάπερ γὰρ τῶν σκηνῶν οἱ πάσσαλοι ἐν τῇ γῇ κεκρυμμένοι τὴν στάσιν ταῖς σκηναῖς πραγματεύονται, οὕτως ἐκεῖνοι δεξάμενοι τοῦ βίου τὸ πέρας καὶ ἐν τῇ γῇ κεκρυμμένα τὰ σώματα ἔχοντες τὰς θείας ὑπερείδουσιν ἐκκλησίας· σχοινίοις δὲ ἔοικεν ἐκ τῶν πασσάλων μέχρι τῶν σκηνῶν διήκουσι τὰ σωτήρια ἐκείνων παιδεύματα, δι' ὧν ἀκίνητος μένει τῶν εὐσεβεῖν προαιρουμένων ἡ πίστις. 21Διότι τὸ ὄνομα κυρίου μέγα ὑμῖν, τόπος ὑμῖν ἔσται. Ἐν τῷ ὀνόματι κυρίου καὶ τὰ θαύματα ἐγένετο καὶ τὸ σωτήριον ἐπιτελεῖται βάπτισμα καὶ ἡ μυστικὴ τροφὴ μετα βάλλεται· διὰ τούτου τοῦ ὀνόματος τοὺς οἰκοδομουμένους τῷ θεῷ ναοὺς ἁγιάζομεν. Ἐν ᾧ ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι. Ποταμοὶ μὲν οἱ πρῶτοι τῆς ἀληθείας κήρυκες, διώρυγες δὲ οἱ ἐκείνων μαθηταὶ καὶ διάδοχοι ἐξ αὐτῶν μὲν ἕλκοντες τὰ σωτήρια δογμάτων ῥεῖθρα, ἄρδοντες δὲ τὸν θεῖον παράδεισον. Οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον. Ὁ γὰρ θεός μου μέγας ἐστίν· οὐ παρελεύσεταί με. Τοῦτο Ἀκύλας οὕτως ἡρμήνευ σεν· «Οὐ μὴ πορευθῇ ἐν αὐτῷ ναῦς κώπης, καὶ τριήρης ὑπερμεγέθης οὐ διαβήσεται αὐτό.»| 142 a| Ἀντὶ τοῦ· κρείττων ἐστὶ τῶν πολεμίων, οὐδεμίαν ἔχει πάροδον διὰ τόνδε τὸν ποταμὸν τριήρης πολεμική· μέγας γάρ ἐστι τῶν ἐκκλησιῶν ὁ θεὸς καὶ παρορᾶν αὐτὰς οὐκ ἀνέχεται. Τοῦτο γὰρ καὶ διὰ τῶν ἐπιφερομένων δεδήλωκεν· 22Κύριος κριτὴς ἡμῶν, κύριος ἄρχων ἡμῶν, κύριος βασιλεὺς ἡμῶν, κύριος σωτὴρ ἡμῶν αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Πάντα πόρον ἀγαθὸν δι' αὐτοῦ κεκομίσμεθα. Τούτου δὴ χάριν καὶ τὴν ἡγεμονίαν αὐτοῦ καὶ τὴν βασιλείαν μεθ' ἡδονῆς ἀσπαζόμεθα. Αὐτὸς γὰρ ἡμῖν χορηγὸς σωτηρίας. Οὕτω τῆς ἐκκλησίας τὸ βέβαιον δείξας τῆς Ἰουδαίων πληθύος τὴν ἀπιστίαν ἐλέγχει· 23Ἐρράγη τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσαν. Περὶ τῆς ἐκκλησίας ἔφη ὅτι «εἰς τὸν αἰῶνα οὐ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῇ»· ἐνταῦθα δὲ λέγει ταῦτα διαρραγῆναι. Καὶ τὴν αἰτίαν διδάσκει· ὅτι οὐκ ἐνίσχυσεν· οὐ γὰρ ἔσχε τῆς πίστεως τὴν ἰσχύν. Ἐναντία τοίνυν ταῦτα ἐκείνοις, καὶ δῆλον ὡς περὶ ἄλλων μὲν ἐκεῖνα προείρηται, περὶ ἑτέρων δὲ ταῦτα προλέγει οὕτως. Ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία σου, οὐκ ἀρεῖ σημεῖον, ἕως ἂν παραδοθῇς εἰς προνομήν. Διὰ τὴν αὐτήν φησιν ἀπιστίαν καὶ ὁ ἱστός σου ἔκλινεν. Πλὴν τέως ἀνέχομαι καὶ παρ' αὐτὴν τοῦ σταυροῦ τὴν μανίαν οὐκ ἐπάγω τὴν τιμωρίαν· ἀλλ' ὅμως οὐδὲ αὕτη σε ἡ μακροθυμία πείσει δέξασθαι τὸ σημεῖον τῆς σωτηρίας, ἕως ἂν τῇ Ῥωμαίων δουλείᾳ παραδοθῇς. Τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι 24καὶ οὐ μὴ εἴπωσιν· Κοπιᾷ ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτῇ. Ἀφέθη γὰρ αὐτοῖς ἡ ἁμαρτία. Χωλοὺς τοὺς Ῥωμαίους ἐκάλεσε διὰ τὴν ἀσέβειαν ἣν εἶχον, ἡνίκα ταύτην ἐπολιόρκουν· τούτοις δὲ λέγει καὶ τὴν ἁμαρτίαν ἀφεθῆναι τὸν θεῖον ἐμπρήσασι νεών, ἐπειδὴ τῆς θείας οὗτος ἐγυμνοῦτο χάριτος. Ἐντεῦθεν εἰς ἑτέραν ὑπόθεσιν ὁ προφητικὸς με ταβέβηκε λόγος καὶ προλέγει τά τε τῇ Ἰουδαίᾳ ἐσόμενα λυπηρά, ἁρμόττει δὲ ἡ προφητεία καὶ τοῖς κατὰ τὸν τῆς συντελείας ἐσομένοις καιρόν. 341Προσαγάγετε ἔθνη καὶ ἀκούσατε, ἄρ χοντες προσέχετε· ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ, ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. 2Διότι ὁ θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ἡ ὀργὴ αὐτοῦ ἐπὶ πάντα τὸν ἀριθμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν. Ταῦτα καὶ περὶ τῆς συντελείας ἐν τοῖς ἱεροῖς εὐα γγελίοις ὁ δεσπότης προείρηκεν· «Ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν καὶ ἔσονται σεισμοὶ καὶ λοιμοί.» Ταῦτα καὶ ὁ προφητικὸς ἐδίδαξε λόγος. Καὶ προστέθεικεν ὅτι καὶ τραυματιῶν ἡ γῆ καὶ νεκρῶν πληρωθή σεται καὶ ἡ δυσοσμία αὐτῶν τὸν ἀέρα κεράσει καὶ τὸ αἷμα τὴν γῆν καταβρέξει. Ἐπήγαγε δὲ ὅτι 4καὶ τακήσονται αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ εἰλιχθήσεται ὡς βιβλίον ὁ οὐρανός, καὶ πάντα τὰ ἄστρα τοῦ οὐρανοῦ πεσεῖται ὡς πίπτει φύλλα ἀπὸ ἀμπέλου καὶ ὡς ἐκρεῖ φύλλα ἀπὸ συκῆς. Καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησὶν ὅτι «αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθή σονται», καὶ ὁ μακάριος Δαυὶδ περὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς· «Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Καὶ περὶ τοῦ ἡλίου καὶ τῆς σελήνης ἔφη· «Τότε σκοτισθήςεται ὁ ἥλιος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.» 5Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ· ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως. Οὐρανὸν οἶμαι τροπικῶς ἐνταῦθα τὴν Ἱερουσαλὴμ ὀνομάζεσθαι. Ὥσπερ γὰρ ὁ οὐρανὸς οἰκητήριον ὑπείληπται τοῦ θεοῦ, οὕτω καὶ ὁ ἐν Ἱεροσολύμοις νεώς. Ἐπειδὴ τοίνυν Ἰδουμαῖοι ἐφήσθησαν τῇ τῶν Ἰουδαίωνπληγῇ καὶ τῇ τῶν Βαβυλωνίων νίκῃ, προλέγει τὰ ἐσόμενα αὐτοῖς ἀλγεινά. Ὅτι δὲ ταῖς Ἰουδαίων ἐνετρύφων συμφοραῖς, καὶ ὁ μακάριος ἡμᾶς δι δάσκει Δαυίδ· «Μνήσθητι κύριε τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ τῶν λεγόντων· Ἐκκενοῦτε ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς»· ἀντὶ τοῦ· καταλύσατε καὶ κατασπάσατε καὶ πρόρριζον ἀνασπά σατε. Διὰ τοῦτό φησιν ὁ θεὸς ὅτι σείων μετὰ κρίσεως τὴν μάχαιραν αὐτοῦ ἐπὶ τῆς Ἰδουμαίας χωρήσει ὡς δικαίαν αὐτοὺς κα........ ποινήν. 6Ἡ μάχαιρα κυρίου ἐνεπλήσθη αἵματος, ἐπαχύνθη ἀπὸ στέατος, ἀπὸ αἵματος ταύρων καὶ ἀμνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν. Ταύρους καὶ τράγους καὶ κριοὺς τοὺς ἄρχοντας καλεῖ, ἀμνοὺς δὲ τοὺς ὑπηκόους· μάχαιραν δὲ θεοῦ τοὺς πολεμίους. Τὸ δέ· ἐνεπλήσθη ἀπὸ αἵματος καὶ ἐπαχύνθη ἀπὸ στέατος, τῶν ἀνῃρημένων τὸ πλῆθος δηλοῖ. Εἶτα θυσίαν κυρίου καλεῖ τὴν ἐκείνων σφαγὴν ὡς δικαίαν οὖσαν καὶ κατὰ θείαν ψῆφον γεγενημένην. Ἁδροὺς δὲ πάλιν τοὺς εὐπόρους προσαγορεύει, καὶ ἐκ τοῦ αἵματος καὶ ἐκ τοῦ| 142 b| στέα τος τούτων λέγει τὴν γῆν ἐμπλησθή σεσθαι· οὐδενὸς γὰρ τὰ σώματα κατακρύπτοντος τοῦ δυσώδους ἰχῶρος ἐνεπίπλατο πᾶσα τῆς γῆς ἐκείνη ἡ ἐπιφάνεια. 8Ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀντα ποδόσεως τῇ κρίσει Σιών. Διὰ γὰρ τὴν εἰς τὴν Σιὼν ἀδικίαν ταῦτα ὑπέμειναν Ἰδουμαῖοι. 9Καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον, καὶ ἔσται ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη 10νυκτὸς καὶ ἡμέρας καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον. Θεῖον πάλιν καὶ πῦρ τὴν τιμωρίαν ἐκάλεσε καὶ τὴν ἐκ ταύτης ἐσομένην ἐρημίαν· καὶ γὰρ «ἐπὶ τὰ Σόδομα ἔβρεξέ» φησι «κύριος πῦρ καὶ θεῖον.» Τὸ δέ· οὐ σβεσθή σεται εἰς τὸν αἰῶνα χρόνον, τὴν ἐρημίαν δηλοῖ· καὶ γὰρ μέχρι καὶ τήμερον τὰ πλεῖστα τῆς Ἰδουμαίας μεμένηκεν ἔρημα. Ἰδουμαία δέ ἐστιν ἡ τοῦ σαῦ χώρα· φασὶ δὲ τὴν Πέτραν ταύτης εἶναι μητρόπολιν. Καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω, καὶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἐρημωθήσεται καὶ εἰς χρόνον πολύν, καὶ οὐκ ἔσται ὁ παραπορευόμενος δι' αὐτῆς. Ἔδειξε τὰ μὲν αὐτοῖς παντε λῶς καὶ εἰς τὸν αἰῶνα ἠρημωμένα, τὰ δὲ ἐπὶ πλεῖστον ἀοίκητα μένοντα. Καὶ μαρτυρεῖ τὰ ὁρώμενα τῇ προφητείᾳ· ἐνίων μὲν γὰρ κωμῶν καὶ πόλεων οὐδὲ τὰ ἴχνη ὁρᾶται, τὰ δέ γε οἰκούμενα ὀλιγοστοὺς οἰκήτορας ἔχει. 11Καὶ κατοικήσει ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι, καὶ ἴβεις καὶ κόρακες κατοικήσουσιν ἐν αὐτῇ. Τοῖς ἐρημοτέροις ἐμφιλοχωρεῖ ταῦτα χωρίοις. Καὶ ἐπιβληθήσεται ἐπ' αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου. Οἱ δὲ Ἄλλοι Ἑρμηνευταὶ οὕτω τοῦτο τεθείκασιν· «Καὶ ἐκταθήσεται ἐπ' αὐτὴν μέτρον γεωμέτρου καὶ λίθοι συγχύσεως.» Τὸ μέτρον σημαίνει τῆς τιμωρίας τὸ δίκαιον· «Ὧ μέτρῳ» γάρ φησι «μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.» Ἡ δὲ σύγχυσις τῶν λίθων δηλοῖ τῶν οἰκοδομῶν τὴν κατάλυσιν. Καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ. Καὶ ἤδη προειρήκαμεν ὡς τῇ συνηθείᾳ τῶν ἀνθρώπων ὁ προφητικὸς λόγος κέχρηται καὶ ἀπὸ τῶν παρὰ ἀνθρώποις πολιτευομένων ὀνομάτων προσαγορεύει τοὺς δαίμονας· καλεῖ τοίνυν ὀνοκενταύρους τὰς παρά τινων ὀνοσκελίδας καλουμένας. Τοῦτο εὑρίσκομεν καὶ ἐπὶ τῶν ἀστέρων ποιοῦσαν τὴν θείαν γραφήν· καὶ κα λεῖ τὸν μὲν Ὠρίωνα, τὴν δὲ Πλειάδα καὶ τὸν μὲν Ἀρκτοῦρον, τὸν δὲ Ἕσπερον, οὐκαὐτὴ τὰς προσηγορίας ἐπ ιθεῖσα ἀλλὰ ταῖς τῶν ἀνθρώπων ὀνομασίαις ἀκολουθοῦσα εἰς δήλωσιν τῶν λεγομένων. Εἶτα διδάσκει καὶ τῶν β ασιλέων καὶ τῶν ἀρχόντων τὸν ὄλεθρον καὶ ὅτι ἀκάνθινα ξύλα αἱ πόλεις βλαστήσουσι διὰ τὴν πολλὴν τῶν οἰκητόρων. 13Καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουθῶν, 14καὶ συναντήσεται δαιμόνια ὀνοκένταυροι, εὗρον γὰρ ἑαυτοῖς ἀνά παυσιν· 15ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀςφαλείας. Διὰ πάντων τῶν εἰρημένων τὴν πολλὴν ἐρημίαν δεδήλωκεν. Οὕτω γάρ φησι στερηθήσεται τῶν ἐνοικούντων, ὡς ἀδεῶς τοὺς ἐχίνους τεκεῖν καὶ τὰ γεννώμενα ἀσφαλείας τυχεῖν καὶ τοὺς εἰς πολλὰς ἰδέας μετασχηματιζομένους δαίμονας σχολῆς ἀπολαύοντας ἀλλή λοις προσδιαλέγεσθαι. Ἐκεῖ συνήντησαν ἔλαφοι καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων· 16ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησεν, ὅτι κύριος ἐνετείλατο αὐτοῖς καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς. 17Καὶ αὐτὸς ἐπιβαλεῖ αὐταῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισεν αὐτοὺς βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον κληρονομῆσαι αὐτὴν γενεαῖς γενεῶν, καὶ ἀναπαύσονται ἐπ' αὐτῆς. Καὶ ταῦτα ὁμοίως τὴν ἐρημίαν τῶν οἰκητόρων δηλοῖ· ἀδεῶς γὰρ τὰ ἄγρια νέμεται ζῷα τῶν θηρευόντων οὐκ ὄντων. Τοῦτο δὲ καὶ ὁ προφητικὸς δεδήλωκε λόγος· καὶ μία αὐτῶν οὐκ ἀπώλετο καὶ ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησεν· δέδωκε γὰρ αὐταῖς φησιν ὁ κύριος τὴν ἄδειαν τῆς νο μῆς καταψηφισάμενος τῆς χώρας ἐκείνης ἐρημίαν ἀνθρώπων. Ταῦτα ἐκείνοις προαγορεύσας με ταφέρει τὸν λόγον εἰς τὴν πάλαι ἔρημον, εἶτα Κάρμηλον καὶ Σιὼν καὶ Ἱερουσαλὴμ ὀνομασθεῖσαν, καί φησιν· 351Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἡ ἔρημος καὶ ἀνθείτω ὡς κρίνον. Διψῶσαν αὐτὴν καλεῖ ὡς μὴ δεξαμένην ἀρδείαν προφητικήν, ἔρημον δὲ ὡς γεωργίαν θείαν μὴ δεξαμένην. Ταύτῃ εὐφραίνεσθαι παρεγγυᾷ καὶ τοῦ κρίνου μιμεῖσθαι τὸ ἄνθος. Αἰνίττεται δὲ τοῦ κρίνου τὸ ἄνθος τὴν ὑπὸ τοῦ παναγίου πνεύματος προςγινομένην διὰ τοῦ βαπτίσματος καθαρότητα. Εἶτα προαγορευτικῶς· 2Καὶ ἐξανθήσει καὶ ὑλοχαρήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου, καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου. Ἀνθοῦσαν δείκνυσι τὴν ἔρημον καὶ τοῖς Ἰορδανείοις ἀρδομένην ῥείθροις· ἐκεῖνα| 143 a| γὰρ τὰ ῥεῖθρα πρῶτα ἐδέξαντο τὴν τοῦ ἁγίου πνεύματος χάριν, καὶ δι' ἐκείνων τὸ πανάγιον μηνύεται βάπτισμα. Λέγει δὲ μεταβεβηκέναι εἰς τὴν ἔρημον τὴν τοῦ Λιβάνου τιμὴν καὶ τοῦ Καρμήλου τὴν δόξαν. Κάρμηλον δὲ ὡς πολλάκις εἰρήκαμεν τὴν Ἰουδαίαν καλεῖ· αὕτη γὰρ ἐπεπλήρωτο τῶν προφητικῶν πάλαι καρπ ῶν. Λίβανον δὲ τὴν Ἱερουσαλὴμ πολλάκις ἡ θεία προσαγορεύει γραφή· «Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ πολὺς τοῖς ὄνυξιν, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἁπαλὰ τῆς κέδρου καὶ τῆς κυπαρίσσου.» Εἶτα ἑρμηνεύων διδάσκει Λίβανον μὲν εἶναι τὴν Ἱερουσαλήμ, ἀετὸν δὲ τὸν Βαβυλώνιον, ἁπαλὰ δὲ τῆς κέδρου τὸ σπέρμα τῆς βασιλείας. Καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ. Καὶ κατὰ τὸν παρόντα βίον ὁρῶσιν οἱ πεπιστευκότες τοῦ κυρίου τὴν δόξαν καὶ φανερωτέραν ταύτην ἐν τῇ δευτέρᾳ θεάσονται παρουσίᾳ. 3Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, 4εἴπατε τοῖς ὀλιγοψύχοις τῇ διανοίᾳ· Ἰσχύσατε μὴ φοβεῖσθε. Τοὺς ἡττηθέντας πάλαι καὶ τῷ διαβόλῳ δεδουλευκότας ὁ θεῖος ἀναρρώννυσι λόγος καὶ παρεγγυᾷ τὴν ἐκείνου τυραννίδα μὴ δεδιέναι. Ἰδοὺ ὁ θεὸς ἡμῶν κρίςιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει. Καὶ ἐπειδὴ φοβερὰ ἦν ἡ τῆς κρίσεως ἀπειλή, ὑποδείκνυσι τὸν ταύτης καρπόν. Αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Ἡ γὰρ προτέρα τοῦ σωτῆρος ἡμῶν ἐπιφάνεια τὴν σωτηρίαν τοῖς ἀνθρώποις προσήνεγκεν. Οὕτω γὰρ καὶ αὐτὸς ἔφη· «Οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ.» Τῇ κρίσει τοίνυν κατὰ τῶν πολεμούντων ἡμῖν δαιμόνων ἐχρήσατο, ἡμᾶς δὲ οἴκτου καὶ φιλανθρωπίας ἠξίωσεν. Εἶτα ἐπιδείκνυσι τὰ τῆς θείας παρουσίας σημεῖα· 5Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσεται· 6Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων. Ταύτην καὶ τοῖς σώμασιν ὁ σωτὴρ τὴν θεραπείαν προσήνεγκε καὶ ταῖς ψυχαῖς προσφέρει διηνεκῶς καὶ τὴν οἰκουμένην τυφλώττουσαν ἀναβλέψαι πεποίηκε καὶ χωλεύ ουσαν δραμεῖν πρὸς αὐτὸν παρεσκεύασε καὶ τῶν θείων λογίων ἀκούειν οὐκ ἀνεχομένην τοῖς θείοις λογίοις προστρέ χειν ἀνέπεισε καὶ ψελλιζομέ νην καὶ εἰς πολλὰ τὴν θείαν προσηγορίαν μερίζουσαν ἀρτιλαλεῖν ἐξεπαίδευσε καὶ τρανὰ καὶ ἀντίθ ροα θεὸν ὑμνεῖν παρεσκεύασεν. Ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ. Τῆς γὰρ διδασκα λίας τὸ κήρυγμα τὴν οἰκουμένην ἐπλήρωσεν. 7Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται. Τὸ πλῆθος τῆς ἀρδείας ὁ λόγος δεδή λωκεν. Καὶ ὁ κύριος δὲ ἐν τοῖς θείοις εὐαγγελίοις ἔφη· «Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, οὐ κοράκων καὶ τῶν ἄλλων σαρκοβόρων ἀλλὰ τῶν ὑπόπτερον ἐχόντων διάνοιαν καὶ μετάρσιον φρόνημα κεκτημένων. Ἐπαύλεις σειρήνων. Τοὺς διδασκάλους διὰ τούτων δεδήλωκε τὰς τῶν μαθητευομένων καταθέλγοντας ἀκοάς. Καὶ κάλαμοι καὶ ἕλη. Ξένον τοῦτο καὶ παρά δοξον ἐν ἀνύδρῳ γῇ φαινόμενον· ταῦτα δὲ εἰς ἀπόδειξιν τοῦ πλήθους τῶν ὑδάτων τέθεικεν. Καλάμ ους δὲ καὶ ἕλη καλεῖ τοὺς τὴν πίστιν μὲν ἔχοντας καὶ ταύτην τεθηλότας, τοῖς δὲ τῆς ἀρετῆς οὐ κομῶντας καρποῖς. Ἔχει δὲ καὶ τούτους τῆς ἐκκλησίας ὁ σύλλογος. 8Καὶ ἐκεῖ ἔσται ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται· καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος. Ἀκαθάρτους καλεῖ τοὺς τῶν εἰδώλων θερα πευτάς· τούτων φησὶν ὁ θεῖος ἀπήλλακται σύλλογος. Οἱ δὲ διεσπαρμένοι πορεύσονται δι' αὐτῆς, οὐ μὴ πλανη θῶσιν. Ἡγοῦμαι διεσπαρμένους τοὺς ἱεροὺς ἀποστόλους ἐπὶ τοῦ παρόντος κληθῆναι· τούτους γὰρ κατὰ πᾶσαν τὴν οἰκουμένην διέσπειρεν ὥστε τὰ σωτήρια διαπορθμεῦσαι κηρύγματα, ἀλλ' ὅμως καὶ διασπ αρέντες ἀπλα νῶς ὥδευ σαν· εἶχον γὰρ ποδηγὸν τὴν χάριν τοῦ πνεύματος. 9Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ εἰς αὐτὴν οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ. Λέοντα γὰρ τὸν διάβολον ὡς οἶμαι καλεῖ· «Ὁ» γὰρ «ἀντίδικος ὑμῶν» φησι «διάβολος ὡς λέων ἕστηκε προσδεχόμενος τίνα ὑμῶν καταπίῃ.» Θηρία δὲ τοὺς ὑπ' ἐκείνῳ τελοῦντας δαίμονας, ὧν ἀπηλλάχθαι τῆς ἐκκλησίας τὸν σύλλογον ἡ θεία πρόρρησις ἔφη. Ἀλλὰ πορεύσονται ἐν αὐτῇ| 143 b| λελυτρωμένοι 10καὶ συνηγμένοι ὑπὸ κυρίου· καὶ ἀποστρα φήσονται καὶ ἥξουσιν εἰς Σιὼν μετ' εὐφροσύνης καὶ ἀγαλ λιάματος. Σιὼν τὴν ἐπουράνιον λέγει· «Προσεληλύθατε» γάρ φησι «Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» Εἰς ταύτην ἥξειν τοὺς λελυτρωμένους ἔφη εὐφραινομένους καὶ χαίροντας. Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Τέλος γὰρ οὐκ ἔχει τὰ προσδοκώμενα ἀγαθά. Ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίασις, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Ἄλυπος γὰρ ὁ βίος ἐκεῖνος, φροντίδων ἀπηλ λαγμένος, ζάλην οὐδεμίαν δεχόμενος, ἀλλ' ἑορτὴν ἔχων διηνεκῆ καὶ πανήγυριν. Ἐγὼ δὲ εἰς δύο βίβλους τῆσδε τῆς προφητείας τὴν ἑρμηνείαν διελεῖν δοκιμάσας τοῦτο τῇ προτέρᾳ δίδωμι πέρας καὶ παρακαλῶ τοὺς ἐντευξομένους καὶ συντόνως καὶ ἐννόμως δραμεῖν καὶ τὴν νύσσαν καταλαβεῖν καὶ τὸ βραβεῖον λαβεῖν καὶ τῶν στεφάνων τυχεῖν καὶ τῆς μακαρίας ἐκείνης ἀπολαῦσαι ζωῆς ὡς καὶ ἡμᾶς μεγαλαυχεῖν γένοιτο χάριτι καὶ φιλαν θρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ πρέπει δόξα σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note