Commentaria in Isaiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
361Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασι λεύοντος Ἐζεκίου ἀνέβη Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς. Μέμνηται μὲν τῆς ἱστορίας καὶ ἡ τετάρτη τῶν Βασιλειῶν. Ὁ δὲ προφήτης οὐ παρέλκον τι δρῶν ταύτην συνῆψε τῇ προφητείᾳ ἀλλὰ δεικνὺς τῶν προηγορευμένων τὸ ἀληθές. Ἐπειδὴ γὰρ πλεῖστα ἐν τοῖς ἔμπροσθεν ἐθέ σπισε περί τε Βαβυλωνίων καὶ Τυρίων καὶ Αἰγυπτίων καὶ πολλῶν ἄλλων ἐθνῶν, διαφερόντως δὲ περὶ τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ τῆς Ἰουδαίων ἀπιστίας καὶ τιμωρίας καὶ τῆς τῶν ἐθνῶν κλήσεώς τε καὶ σωτηρίας, προηγόρευσε δὲ καὶ τῶν Ἀσσυρίων τὴν ἔφοδον καὶ τὸν ἐπενεχθέντα αὐτοῖς θεήλατον ὄλεθρον, ἐνταῦθ α εἰκότως μέμνηται τῆς ἱστορίας, ἵνα δείξῃ τῆς προφητείας τὸ ἀψευδὲς καὶ ὅτι, καθάπερ τὰ κατὰ τὸν Σενναχηρὶμ τετύ χηκε πέρατος, οὕτω δὴ καὶ τὰ ἄλλα πάντα ὅσα προείρηκεν εἰς ἔργον ἀχθήσεται. Ὁ δὲ Σενναχηρὶμ οὗτος, ἐπει δὴ τῶν δέκα φυλῶν ἐνίας πόλεις ἐξηνδραπόδισε καί τινας τῆς Ἰουδαίας ἐπολιόρκησεν, ἤλπισε νῦν καὶ τῆς Ἱερουσαλὴμ περιέσεσθαι. Ἀπέστειλε δὲ μετὰ στρατιᾶς ὅτι πλείστης καὶ Ῥαψάκην τινὰ στρατηγὸν ὥστε τ αύτην πολιορκῆσαι. Οὗτος ἐπιτήδειόν τινα ἐκλεξά μενος τόπον καὶ ἐν τούτῳ στρατοπεδευσάμενος– λέγει δὲ καὶ τὸν τόπον ὁ προφήτης– διεπόρθμευσε τὰ ὑπὸ τοῦ βασιλέως δεδηλωμένα· καὶ γὰρ ἐξεληλύθεισαν πρ ὸς αὐτὸν Ἐλιακὶμ ὁ τοῦ Χελκίου καὶ Σομνᾶς καὶ Ἰωάχαζ. Τούτου δὲ τοῦ Ἐλιακὶμ καὶ ἐν τοῖς πρό σθεν ἐμνήσθη καὶ πολλαῖς αὐτὸν ἐταινίωσεν εὐφημίαις. Καὶ τὸν Σομνᾶν δέ τινες αὐτὸν ἔφασαν εἶναι τὸν ἄνω κατηγορούμενον, ἐγὼ δὲ οὐκ οἶμαι· ὁ μὲν γὰρ πολλὰς εἰς βλακείαν καὶ τρυφὴν λοιδορίας ἐδέξ ατο, οὗτος δὲ οὐδὲ τὴν παρ' ἄλλων τολμη θεῖσαν ἀπαθῶς ἤνεγκε βλασφημίαν ἀλλὰ τὴν ἐσθῆτα διέ ρρηξεν. Τούτοις ὁ Ῥαψάκης παρεγγυᾷ τῷ Ἐζεκίᾳ εἰπεῖν ὅτιὁ βασιλεὺς Ἀσσυρίων τάδε φησίν· 4Τίνι πεποιθὼς εἶ; 5Μὴ ἐν βουλῇ λόγοις χειλέων παράταξις γίνεται; Δήλην ἡμῖν ποίησον τὴν αἰτίαν τοῦ θράσους. Οὐ χρεία νῦν βουλῆς ἀλλὰ συμπλοκῆς· οὐκ ἔστιν ὁ καιρὸς λόγων ἀλλ' ἔργων, οὐ πρεσβείας ἀλλὰ παρατάξεως. Ἀλλ' ἴσως τῇ Αἰγυπτίων ἐπικουρίᾳ θαρρεῖς· καίτοι καλάμῳ ἐοίκασι καὶ τούτῳ τεθλασμένῳ καὶ τοὺς σκηριπτομένους οὐ μόνον οὐκ ἐρείδοντι ἀλλὰ καὶ τὴν τούτων χεῖρα τιτρώσκοντι. Ταύτην δὲ προσήνεγκε τὴν παραβολήν, καὶ τῆς ἀσθενείας καὶ τῆς πο νηρίας τ ῶν Αἰγυπτίων κατηγορῶν. Ἐπαρκέσαι μὲν γάρ φησιν οὐ δύνανται δι' ἀσθένειαν, λυμαίνονται δὲ καὶ τοῖς φεύγουσι διὰ πολλὴν πονηρίαν. Καὶ ταῦτα μὲν οὖν τὰ ῥήματα πολλῆς ἀλαζονείας καὶ κακίας μεστ ά· οὐδεμίαν δὲ κακοηθείας ὑπερβολὴν κατα λείπει τὰ μετὰ ταῦτα, ἐστὶ δὲ ταῦτα· 7Εἰ δὲ λέγετε πρός με· Ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν, καὶ μὴν οὗτός ἐστιν οὗ περιεῖλεν Ἐζεκίας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπε τῷ Ἰούδᾳ καὶ τῇ Ἱερουσαλήμ· Κατὰ πρόσωπον| 144 a| τοῦ θυσιαστηρίου τούτου προσκυ νεῖτε. Κακοτεχνίᾳ καὶ πανουργίᾳ χρώμενος οὐκ εὐθὺς ἐπὶ τὴν βλασφημίαν ἐχώρησεν, ἀλλὰ κατὰ τοῦ εὐσεβοῦς βασιλέως τέως ὑφαίνει κατηγορίαν τοῖς πολλοῖς τῶν ὑπηκόων οὐκ ἀπαρέσκουσαν. Καὶ γὰρ οἱ πλείους ἀδεῶς θύειν ἐβούλοντο καὶ τὴν γνώμην ἐγύμνωσαν ἐπί τε τοῦ Ἄχαζ καὶ τοῦ Μανασσῆ καὶ τῶν ἄλλων τῶν κατ' ἐκείνους προελομένων τὴν πλάνην. Δεῖ μέντοι ἐπισημήνασθαι ὡς οὐ τῆς τῶν εἰδώλων κατα λύσεως ὁ Ῥαψάκης μέμνηται ἀλλὰ τῶν ἐν τοῖς ὑψηλοῖς τόποις ἀνακειμένων τῷ θεῷ θυσιαστηρίων. Ἡγοῦμαι γὰρ ταῦτα τὰ καλούμενα ὑψηλὰ τῷ θεῷ μὲν ἀνατεθῆναι, παρὰ δὲ τὸν νόμον ἀνατεθῆναι· πρὸ γὰρ τῆς οἰκοδομίας τοῦ ναοῦ καὶ ἐν τῇ Χεβρὼν καὶ ἐν τῇ Γαβαὼν καὶ ἐν τῇ Μασσηφὰ καὶ ἐν πολλοῖς ἑτέροις τόποις θυσίας προσέφερον τῷ θεῷ, μετὰ δέ γε τὴν οἰκοδομίαν οἱ κατὰ νόμον πολιτευόμενοι οὐκ ἠνείχοντο θύειν ἔξω τοῦ θείου νεώ, οἱ δὲ κτηνώδεις καὶ τῆς ὁδοῦ τῆς θείας ἔξω βαίνοντες ἐν τοῖς ὑψηλοῖς τόποις προσέφερον τὰς θυσίας οὐκ εἰδώλοις ὡς οἶμαι ἀλλὰ τῷ θεῷ. Καὶ τοῦτο δῆλον ἡμῖν ἡ τῶν Βασιλειῶν καὶ ἡ τῶν Παραλειπομένων ἱστορία ποιεῖ· καὶ τὸν Ἀσὰ γὰρ καὶ τὸν Ἰωσαφὰτ ἐπαινέσαντες οἱ ἐκεῖνα συγγράψαντες καὶ ταῦτα ἔφασαν· «Καὶ ἐποίησεν Ἀσὰ τὸ εὐθὲς ἐνώπιον κυρίου τοῦ θεοῦ αὐτοῦ καὶ ἀπέστησε τὰ θυσιαστήρια τὰ ἀλλότρια καὶ τὰ ὑψηλὰ καὶ συνέτριψε τὰς στήλας καὶ ἐξέκοψε τὰ ἄλση.» «Πλὴν ἔτι ἐθυμία ὁ λαὸς ἐν τοῖς ὑψηλοῖς.» Τοὺς μὲν γὰρ τῶν εἰδώλων κατέλυον τόπους, τοὺς δὲ τῷ θεῷ ἀνακειμένους κατελίμπανον ἐπὶ σχήματος. Μόνοι δέ γε Ἐζεκίας καὶ Ἰωσίας καὶ ταύτην τὴν παρανομίανἐκώλυσαν. Ταύτην τὴν ἀξιάγαστον τοῦ Ἐζεκίου σπουδὴν κατηγορίας ἀξίαν ὁ Ῥαψάκης ἐνόμισε καὶ παρεγγυᾷ μὴ θαρρεῖν τῷ θεῷ, ἀγανακτεῖν αὐτὸν λέγων ὡς τῶν ἀνακει μένων αὐτῷ θυσιαστηρίων ἐκ βάθρων ἀνεσπασμένων καὶ περιορισθείσης αὐτῷ τῆς θεραπείας μόνῳ τῷ ἀφιερωμένῳ ναῷ. Εἶτά φησιν· Ἐπὶ τῇ ῥώμῃ θαρρήσαντες δότε τῆς δυνάμεως πεῖραν· ἐγὼ τοὺς ἵππους παρέξω, καὶ ὑ μεῖς δισχιλίους ἐπιβάτας παράσχετε. Εἰ δὲ καὶ τοῦτο ὑμῖν ἀδύνατον, 9πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τῶν τοπαρχῶν ἑνὸς τῶν δούλων τοῦ κυρίου τῶν μικρῶν; Οὐ δύνασθέ φησιν ἑνὸς αὐτοῦ εὐτελοῦς τοπάρχου δέξασθαι προσβολήν. Οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ' Αἴγυπτον, ἐφ' ἵππον καὶ ἀναβάτην. Οἱ δὲ Τρεῖς Ἑρμηνευταὶ οὕτως τοῦτο τεθείκασιν· «Καὶ ἐθάρρησεν ἑαυτῷ εἰς Αἴγυπτον καὶ εἰς ἅρματα καὶ ἵππους.» Κατὰ δὲ τοὺς Ἑβδομήκοντα οὕτω νοητέον, ὅτι δοῦλοι καὶ φυγάδες εἰσὶν οἱ πεποιθότες ἐπ' Αἰγυπτίοις· ἐπειδὴ γὰρ ὁ Ἄχαζ δασμόν τινα παρεῖχε τοῖς Ἀσσυρίοις διὰ τὸ δέος τῶν Σύρων, ὁ δὲ Ἐζεκίας τῇ εὐσεβείᾳ θ αρρήσας κατεφρόνησε καὶ τὸν φόρον οὐκ ἔδωκεν, οἰκέτας αὐτοὺς ἐκάλεσεν Αἰγυπτίοις προσπεφευγότας. Εἶτα προσ τίθησι τοῖς εἰρημένοις καὶ ἕτερον ψεῦδος τοὺς ἐπὶ τοῦ τείχους ἑστῶτας ἀποβουκολῆσαι βουλόμενος· 10Καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; Κύριος εἶπε πρός με· Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν. Δῆλός ἐστιν ὁ τρισάθλιος οὗτος ὡς Ἑβραῖος ὢν καὶ εἰδὼς ὅτι πολλάκις αὐτοὺς ὁ θεὸς δίκας τῆς ἀσεβείας πραττόμενος ἀλλοφύλοις παρέδωκεν ἔθνεσι τούτοις τοῖς λόγοις ἐχρήσατο. Καὶ δυοῖν θάτερον· ἢ αὐτομολήσας προσεχώρησεν ἐκείνοις ἢ αἰχμάλωτος ἀπαχθείς, ἡνίκα τὰς δέκα φυλὰς ἠνδραπόδισαν, ἠσπάσατο τὴν ἐκείνων ἀσέβειαν. Πρὸς ταῦτα μέντοι ἀπεκρίναντο οἱ περὶ τὸν Ἐλιακ ὶμ παρακαλοῦντες μὴ τῇ Ἑβραίων ἀλλὰ τῇ Σύρων κεχρῆσθαι φωνῇ· Ἐπαΐομεν γὰρ καὶ τῆς τούτων γλώττης· οὐ γὰρ προσήκει πᾶσι τὰ λαλούμενα δῆλα γενέσθαι. Ὁ δέ φησιν· Οὐ πρὸς ὑμᾶς οὐδὲ πρὸς τὸν ὑμέτερον ἀπεστάλην δεσπότην ἀλλὰ πρὸς τὸν λαὸν τοῦτον τὸν πάσης ἄξιον ἀτιμίας. Εἶτα τούτους κατα λιπὼν καὶ βοῇ μεγίστῃ χρησάμενος ἐξαπατᾶν πειρᾶται τὸ πλῆθος τὸν μέγιστον βασι λέα λέγων δεδηλωκέναι· 14Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις οἷς οὐ μὴ δύνηται ῥύσασθαι ὑμᾶς· 15καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας ὅτι ῥύσεται ὑμᾶς ὁ θεὸς καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Ἀσσυρίων· 16μὴ ἀκούετε Ἐζεκίου. Οὔτε οὗτος λύττης οὔτε ὁ δεσπότης θεὸς μακροθυμίας ὑπερβολὴν κατέλιπεν·| 144 b| οὗτος μὲν γὰρ πλήττειν οὐ δυνάμενος ἔβαλλεν, ὁ δὲ παντοδύναμος ἔφερεν. Προστίθησι δὲ πάλιν τοῖς εἰρημένοις ὅτι, εἰ τοῦ εὐπαθεῖν ἐφίεσθε, τὰς πύλας ἀναπετάσατε, ἀδεῶς πρὸς ἡμᾶς ἐξέλθετε καὶ τ εύ ξεσθε εἰρήνης, ἀπολαύσεσθε καὶ τῶν τῆς χώρας καρπῶν, 17ἕως ἂν ἔλθω φησὶ καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς τὴν γῆν ὑμῶν, ὁμοίως γόνιμόν τε καὶ πίονα καὶ παντοδαποὺς φέρουσαν τοῖς γεωργοῦσι καρπούς. Δῆλος δὲ ἦν οὗτος ἄλλοις ἐπι στρατεῦσαι βουλόμενος, διὸ δὴ ἔφη· ἕως ἂν ἔλθω. Πρὸς τούτοις ἀπ αριθμεῖται τὰ ἔθνη καὶ τὰς πόλεις, ἃς ὑπακούειν ἠνάγκασεν· πρὸς ταῖς ἄλλαις καὶ τῆς Σαμαρείας φέρει τὴν μνήμην βρενθυόμενος καὶ λέγων ὡς οὐδεὶς αὐτῶν ἀμείνων ἐφάνη, οὐ βασιλεύς, οὐ στρατηγός, οὐχ ὁ τούτων προστατεύων θεός· πάντων γάρ φησιν ὁμοῦ καὶ τῶν ἀνθρώπων καὶ τῶν θεῶν ἐκρατήσαμεν, οὐ τοίνυν οὐδὲ ὁ ὑμέτερος περιέσται μου θεός. Ταύτην ἀκούσαντες τὴν ἄρρητον βλασφημίαν οἱ περὶ τὸν Ἐλιακὶμ λόγου μὲν οὐδενὸς μετέδοσαν τῷ δυσσεβεῖ, τὴν ἐσθῆτα δὲ διαρρήξαντες ἔδραμον πρὸς τὸν εὐσεβῆ βασιλέα καὶ ἐδίδαξαν τοῖς τε λόγοις τῷ τε σχήματι τὴν τῆς βλασφη μίας ὑπερβολήν. Ταὐτὸ δὲ τοῦτο καὶ ὁ πάντα ἄριστος δέδρακε βασιλεύς· τὴν γὰρ βασιλικὴν διαρρήξας στολὴν καὶ σάκκον ἀντὶ ταύ της περιβαλόμενος ἔδραμε πρὸς τὸν σὺν αὐτῷ πολεμούμενον, τὸν τῶν ἁπάντων δημιουργόν. Μέτρα δὲ τῆς ἀρετῆς διακρίνειν εἰδὼς οὐ μόνος ἱκετεύει τὸν τῶν ὅλων θεόν, ἀλλὰ τὸν προφήτην Ἡσαΐαν εἰς ἐπι κουρίαν καλεῖ καὶ πρεσβευτὴν γενέσθαι παρακαλεῖ, τούς τε προειρημένους καὶ τῶν ἱερέων τοὺς αἰδοῦς ἀ ξιωτέρους τὸ πένθιμον σχῆμα περικειμένους πρὸς αὐτὸν ἀποστείλας. Οἱ δὲ παραγενόμενοι ἔφασαν ταῦτα· 373 Τάδε λέγει Ἐζεκίας. Καὶ ἐντεῦθεν ἔστι καταμαθεῖν τὴν διαφορὰν τοῦ φρονήματος. Ὁ μὲν γὰρ Ῥαψάκης ἔλεγεν· «Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας Ἀσσυρίων», οὗτοι δὲ τὸ μέτριον τοῦ πεπομφότος δεικνύντες οὐδὲ βασιλέα αὐτὸν ὀνομάζουσιν ἀλλὰ μόνου τοῦ ὀνόματος μέμνηνται. Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. Ὀνειδισμὸν καλεῖ τὴν ἐκείνου βλαςφημίαν, ἐλεγμὸν δὲ τὴν τοῦ λαοῦ παρανομίαν. Ἡμεῖς γὰρ αἴτιοι τῆς βλασφημίας παρανόμως βιοῦντες καὶ ἀξίους ἡμᾶς αὐτοὺς ἀποφαίνοντες τῆς τιμωρίας· ἀλλ' ὅμως ὀργιζόμεθα μὲν διὰ τὴν τῆς βλαςφημίας ὑπερβολὴν καὶ κολάσαι τὸν ἀλιτήριον ἐφιέμεθα, ἐπιθεῖναι δὲ τῇ προθυμίᾳ τὸ πέρας οὐκέτι δυνάμεθα καὶ ἐοίκαμεν γυναικὶ κυούσῃ μὲν καὶ δεδεγμένῃ τῶν ὠδίνων τὴν προσβολήν, τεκεῖν δὲ δι' ἀτονίαν οὐ δυναμένῃ. 4Εἴ πως εἰσακούσεται κύριος ὁ θεός σου τοὺς λόγους Ῥαψάκου ὃν ἀπέστειλε βασιλεὺς Ἀσσυρίων ὁ κύριος αὐτοῦ ὀνειδίζειν θεὸν ζῶντα καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσε κύριος ὁ θεός σου; Δηλοῖ καὶ ταῦτα τοῦ βασιλέως τὴν ἀρετήν· ἐπαμῦναι γὰρ αὐτῷ τὸν θεὸν ἱκετεύει οὐ διὰ τὴν εὐσέβειαν, ἧς πολλὴν ἐποιεῖτο φροντίδα, ἀλλὰ διὰ τὴν τοῦ ἀλάστορος ἐκείνου μανικὴν βλασφημίαν. Τοῖς γὰρ οὐκ οὖσί φησι θεοῖς παραπλησίως ὠνείδισε τὸν ὄντα. Καὶ δεηθήσῃ πρὸς κύριον τὸν θεόν σου περὶ τῶν καταλελειμ μένων τούτων. Ἐπειδὴ γὰρ τὰς δέκα φυλὰς ἠνδραπόδισαν καὶ πλείστας τῆς Ἰουδαίας ἐπολιόρκησαν πόλεις, εἰκότως τοὺς εἰς τὴν Ἱερουσαλὴμ καταπεφευγότας λείψανον ὀνομάζει. Ταῦτα ὁ μὲν Ἐζεκίας ἐδήλωσεν, οἱ δέ γε ἀποσταλέντες τὸν προφήτην ἐδίδαξαν. Ὁ δὲ τοῦ προφήτου θεὸς προλαμβάνει τοῦ προφήτου τὴν ἱκετείαν καὶ διὰ τοῦ προφήτου φησίν· 6Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας δι' ὧν ὠνείδισάν με οἱ πρές βεις βασιλέως Ἀσσυρίων. Ἐγώ σοι ἐκοινώνησα τῆς λοιδορίας, ἐγώ σοι κοινωνήσω τῆς μάχης· ἐγὼ τὴν βλασφημίαν ἐδεξάμην, ἐγὼ τὴν τιμωρίαν ἐποίσω. 7Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ. Πνεῦμα τὴν δειλίαν ἐκάλεσεν· οὕτω γὰρ καὶ ὁ θεῖος ἀπόστολος λέγει· «Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας.» Δηλοῖ δὲ καὶ τὰ ἐπαγόμενα· φήμην γάρ τινα δεξάμενος πονηρὰν ἀναστρέψει μὲν εἰς τὴν πατρίδα, δέξεται δὲ τὴν τιμωρίαν ἐκεῖ. Οὕτω τούτων συμπληρωθέντων ἀπέστρεψεν ἐκεῖνο ς ὁ Ῥαψάκης καὶ τὴν πολιορκίαν καταλιπὼν τὸν πεπομφότα κατέλαβε| 145 a| βασιλέα τὴν Λόβναν πολιορκοῦντα– πόλις δὲ αὕτη τῆς Ἰουδαίας–, καταλιπὼν γάρ φησι τὴν Λαχὶς κατ' ἐκείνης ἐχώρησεν. Εἶτα ὁ προφητικὸς ἡμᾶς διδάσκει λόγος, ὡς μαθὼν ὁ μεμηνὼς βασιλεὺς τῶν Αἰθιόπων τὸν βασιλέα κατ' αὐτοῦ κεχωρηκέναι κατὰ τὴν θείαν ἀνεχώρησε πρόρρησιν, οὐ μὴν τῆς λύττης ἐπαύσατο ἀλλὰ ταῦτα διά τινων τῷ Ἐζεκίᾳ δεδήλωκεν· 10Μή σε ἀπατάτω ὁ θεός σου, ἐφ' ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ λέγων· Οὐ μὴ παραδοθῇ ἡ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Εἶτα πάλιν ἀπαριθμεῖται τὰ ἔθνη καὶ τὰς πόλεις καὶ τοὺς τούτων θεοὺς καὶ λέγει ταύτας ἁπάσας ὑπ' αὐτοῦ καὶ τῶν πατέρων καταλυθῆναι. Ταύτην αὐτοῦ τὴν μανίαν προδιαγράφων ὁ προφήτης, μᾶλλον δὲ ὁ τοῦ προφήτου θεός, ἔφη· «Ἐπισκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶπε γάρ· Τῇ ἰσχύι τῆς χειρός μου ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεώς μου, ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοι κουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι ὡς νοσσιάν» καὶ τὰ ἄλλα, ἵνα μὴ πάντα διεξέρχωμαι. Ὁ μέντοι θαυμάσιος βασιλεὺς τὰ δυσσεβῆ ταῦτα δεξάμενος γράμματα καὶ τὴν ἐγκειμένην αὐτοῖς βλασφημίαν ἰδὼν πάλιν ἔδραμεν εἰς τὸν θεῖον νεὼν καὶ ἀναπτύξας ὑπέδειξε τῷ ὀνειδισθέντι θεῷ καὶ τήνδε τὴν ἱκετείαν προσφέρει· 16Κύριε Σαβαὼθ ὁ θεὸς τοῦ Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ, σὺ εἶ ὁ θεὸς μόνος πάσης τῆς οἰκουμένης. Ὁ Ἀσσύριός φησιν ἕνα σε τῶν ψευδωνύμων νομίζει θεῶν, ἐγὼ δέ σε οἶδα τῶν δυνάμεων κύριον καὶ τοῦ Ἰσραὴλ δεσπότην, θρόνον ἔχοντα οὐ κάτω που καὶ ἐπὶ γῆς κείμενον ἀλλὰ τοῖς χερουβὶμ ἐπικείμενον. Πάσης τῆς οἰκουμένης καὶ τῶν ἐν αὐτῇ βασιλέων οἶδά σε καὶ θεὸν καὶ δεσπότην καὶ πρὸς τούτοις τῶν ὅλων δημιουργόν. Τοῦτο γὰρ ἐπήγαγεν· Σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. 17Κλῖνον κύριε τὸ οὖς σου καὶ εἰςάκουσον κύριε, ἄνοιξον κύριε τοὺς ὀφθαλμοὺς καὶ ἴδε κύριε καὶ ἄκουσον τοὺς λόγους Σενναχηρίμ, οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζῶντα. Ἐπειδὴ τοίνυν τὴν τοῦ θεοῦ μακροθυμίαν ὕπνον ἡ θεία προσαγορεύει γραφή, εἰκότως ὁ θαυμάσιος βασιλεὺς ἀντιβολεῖ λέγων. Ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ κλῖνον τὸ οὖς σου καὶ τῆς βλασφημίας ἐπάκουσον καὶ τὰ ὀνείδη βλέπε τε καὶ δίδαξον αὐτόν, ὡς οὐχ εἷς εἶ τῶν καλουμένων θεῶν. Εἰς ταύτην γὰρ αὐτὸν τὴν μανίαν ἤγαγεν ἡ ἐκείνων ἀσθένεια· ἐπειδὴ γὰρ ἐκείνων κεκράτηκε, καὶ τῆς σῆς δυνάμεως κρατήσειν νεανιεύεται. Τοῦτο δὲ δηλοῖ καὶ τὰ ἑξῆς· 18Ἐπ' ἀληθείας γὰρ κύριε ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν 19καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ. Καὶ ταῦτα τοῦ βασιλέως τὴν σοφίαν δηλοῖ· εἴδωλα γὰρ ἐκάλεσε τὰ γενόμενα τροφὴν τοῦ πυρός. Καὶ δεικνὺς τὴν αἰτίαν τῆς ἥττης ἐπήγαγεν· Οὐ γὰρ ἧσαν θεοὶ ἀλλ' ἔργα χειρῶν ἀνθρώπων, καὶ ἀπώλεσαν αὐτούς. Εἰκότως φησὶν ἐκεῖνα φροῦδα γεγένηται καὶ ὑπὸ τοῦ πυρὸς δεδα πάνηται· τέχνῃ γὰρ αὐτοῖς ἀνθρωπίνῃ τὸ εἶναι δεδώρηται. Νῦν δὲ κύριε ὁ θεὸς ἡμῶν σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, ἵνα γνῷ πᾶσα ἡ βασιλεία τῆς οἰκουμένης ὅτι σὺ εἶ θεὸς μόνος. Πρόφασίς φησι θεογνωσίας ἡ ἡμετέρα σωτηρία γενήσεται· ὅταν γὰρ τοὺς μὲν ἄλλους ἴδωσιν ἡττηθέντας, ἡμᾶς δὲ μόνους κεκρατηκότας, εἴσονται τὸ διάφορον καὶ μαθήσονται ὅτι σὺ μόνος ὑπάρχεις θεός. Ταύτην τοῦ Ἐζεκίου προσενηνοχότος τὴν ἱκετείαν διὰ τῆς πρ οφητικῆς γλώττ ης πρὸς αὐτὸν ὁ θεὸς διαλέγεται καί φησιν· 21Ἤκουσα ἃ προσηύξω πρός με περὶ Σενναχηρὶμ βασιλέως Ἀσσυρίων, Ἐδεξάμην τὴν ἱκετείαν, θάρρησον ὡς τῆς αἰτήσεως τεύξῃ. 22Οὗτος ὁ λόγος ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ θεός· Ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε, παρθένος θύγατερ Σιών, κεφαλὴν ἐπὶ σοὶ ἐκίνησε, θύγατερ Ἱερουσαλήμ. Θυγατέρα δὲ αὐτὴν ὀνομάζει τὴν οἰκειότητα δεικνύς. Τὴν αὐτὴν δὲ καλεῖ καὶ Σιὼν καὶ Ἱερουσαλήμ. Εὐτελῆ σέ φησιν ἐνόμισε καὶ εὐχείρωτον ὡς οὐδὲ δισχιλίων εὐποροῦσαν ἱππέων ἀλλὰ τῆς Αἰγυπτίων δεομένην ἐπικουρίας, καὶ ἀπειλῶν σοι τὸν ὄλεθρον ἐκίνει τὴν κεφαλήν. Εἶτα μεταφέρει πρὸς ἐκεῖνον τὸν λόγον· 23Τίνα ὠνείδι σας καὶ παρώξυνας ἢ πρὸς τὸν τίνα ὕψωσας τὴν φωνήν σου; Καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ἰσραήλ. 24Ὅτι δι' ἀγγέλων σου ὠνείδισας τὸν κύριον. Ἐνόμισάς μέ φησιν ἕνα τῶν ἄλλων εἶναι ψευδωνύμων θεῶν, δέον εἰς οὐρανὸν ἀναβλέψαι καὶ τὴν ἐμὴν δεσποτείαν μαθεῖν· ἱκανὰ δὲ ἦν καὶ τὰ περὶ τὸν Ἰσραὴλ γεγενημένα τὴν ἐμὴν δύναμιν διδάξαι, ἀλλὰ τῇ ῥώμῃ καὶ τῇ δυναστείᾳ θαρρῶν συνιδεῖν οὐκ ἠθέλησας τὸ διάφορον. Εἶτα αὐτοῦ εἰς μέσον ἤγαγε τοὺς ἀλαζονικοὺς| 145 b| λογισμούς· Σὺ γὰρ εἶπας· Τῷ πλήθει τῶν ἁρμάτων μου ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου αὐτοῦ καὶ εἰσῆλθον εἰς τὸ ὕψος μέρους τοῦ δρυμοῦ τοῦ Καρμήλου 25καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος. Τροπικῶς ἅπαντα εἴρηκε, κέδρους καὶ κυπαρίσσους τοὺς βασιλέας καὶ τοὺς τοπάρχας καλῶν, Λίβανον δὲ τὰ ἔθνη, Κάρμηλον δὲ τὸν Ἰσραήλ· ὅθεν ἐπὶ μὲν τοῦ Λιβάνου καὶ τὰ ἔσχατα τούτου τέθεικεν, ἐπὶ δὲ τοῦ Καρμήλου μέρος ἔφη δεικνὺς ὅτι τῶν μὲν ἐθνῶν ἐκείνων ἁπάντων ἐκράτησαν τοῦ δὲ Ἰσραὴλ οὐ παντός· ἀχείρωτος γὰρ ἔμεινεν ἡ μητρόπολις. Ὕδατα δὲ τὰ πλήθη καλεῖ, γέφυραν δὲ τήν τε ῥώμην καὶ τὰς ἐπινοίας καὶ τὰς τῆς νίκης μεθόδους καὶ ὅτι οἷόν τινι γεφύρᾳ τοῖς προκατειλημμένοις κατὰ τῶν ὑπολοίπων ἐκέχρ η το. Οὕτω τοὺς ἐκείνου λογισμοὺς γυμνώσας τὴν οἰκείαν δείκνυσι δύναμιν· 26Οὐ ταῦτα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα; Ἐξ ἡμερῶν ἀρχαίων συνέταξα, νῦν δὲ ἀπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς. Ὁ δὲ Σύμμαχος οὕτω τοῦτο τέθεικεν· «Μὴ ἤκουσας; Πάλαι αὐτὸ ἐποίησα ἀφ' ἡμερῶν ἀρχαίων καὶ ἔπλασα αὐτό, νῦν ἤγαγον αὐτό, καὶ ἐγένετο εἰς ἐκρίζωσιν.» Ἔδει σέ φησι συνιδεῖν ὡς τῶν ἁπάντων ὁ ποιητὴς οὐκ εἴασεν ἀκυβέρνητα ἃ ἐποίησε, προμηθεῖται γὰρ ὧν ἐποίησεν, καὶ ὅτι οὐ δὲν ἂν ἔδρασας παρὰ γνώμην ἐμήν, ἐγὼ γὰρ ταῦτα, ἃ σὺ νῦν ποιεῖς, ἐξ ἡμερῶν ἀρχαίων συνέταξα καὶ πόρρω θεν προορῶν οὕτως ὥρισα ταῦτα γενέσθαι καὶ τοὺς οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς καὶ τῶν ἀγαθῶν τὸν χορηγὸν ἀγνοοῦντας μαθεῖν τὴν τῶν εἰδώλων ἀσθένειαν. 27Ἀνῆκά μου τὰς χεῖρας, καὶ ἐξηράνθησαν καὶ ἐγένοντο ὡσεὶ χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις ἀφανιζομένη πρὸ τοῦ τελεσφορηθῆναι. Ἤνθησάν φησιν ὅσον ἠθέλησα χρόνον, εἶτα τῆς ἐμῆς αὐτοὺς κηδεμονίας ἐγύμνωσα καὶ τὸ πρότερον ἀπέβαλον ἄνθος. Ἄγρωστιν δὲ αὐτοὺς ὀνομάζει καὶ χόρτον διὰ τὴν ἀκαρπίαν. 28Νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι· 29ὁ δὲ θυμός σου ὃν ἐθυμώθης πρός με καὶ ἡ πικρία σου ἀνέβη πρός με, καὶ ἐμβαλῶ κημὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ. Ὡς ἀλόγῳ κέχρηται τῷ τὸ λογικὸν διαφθεί ραντι· «Ἐν χαλινῷ» γάρ φησι «καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις τῶν μὴ ἐγγιζόντων πρός σε.» Ἔδειξεν αὐτὸν καὶ δουλικὴν ἔχοντα φύσιν· ἐπειδὴ γὰρ αὐτοὶ τοῖς οἰκέταις περιτιθέασι τοὺς ἐκ δερμάτων κημούς, εἰκότως ὡς οἰκέτῃ πονηρῷ ἠπείλησεν αὐτῷ τὸν κημὸν περιθήσειν. Εἶτα δίδωσι τῷ Ἐζεκίᾳ τῆς σωτηρίας σημεῖο ν· 30Τοῦτο δέ σοι τὸ σημεῖον· φάγῃ τὸν ἐνιαυτὸν τοῦτον ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ ἔτει σπείραντες ἀμήσετε καὶ φυτεύσετε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. Τοῦτο δὲ οἱ Τρεῖς οὕτως ἡρμήνευσαν· «Φάγετε ἐπ' ἔτος αὐτόματα καὶ τῷ δευτέρῳ αὐτοφυῆ, ἐν δὲ τῷ ἔτει τῷ τρίτῳ σπείρατε καὶ θερίσατε.» Ἐπειδὴ γὰρ πολιορκούμενοι γεωργεῖν οὐκ ἠδύναντο, αὐτο φυεῖς αὐτοῖς δέδωκε καρποὺς ὁ θεός, καὶ τῷ δευτέρῳ δὲ ἔτει ὡσαύτως διὰ τὴν σπάνιν ὡς ἔοικε τῶν σπερμάτων καὶ τῶν βοῶν, εἶτα τῷ τρίτῳ ἔτει παντοδαπῶν αὐτοῖς καρπῶν ἀφθονίαν ὑπέσχετο. 31Καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ εἰς διάφευξιν. Διαφεύξονται γὰρ τῶν πολεμίων τὰς χεῖρας. Καὶ φυήσουσι ῥίζαν κάτω καὶ ποιήσουσι σπέρμα ἄνω. Τουτέστιν· ἐπὶ πλεῖστον αὐτῶν φυλάξω τὸ γένος. 32Ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ καταλελειμμένοι καὶ οἱ σῳζόμενοι ἐξ ὄρους Σιών. Ὁ δὲ Θεοδοτίων οὕτω τοῦτο ἡρμήνευσεν· «Ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται ὑπόλειμμα καὶ σωτηρία ἐξ ὄρους Σιών.» Ἐκεῖ γὰρ ἡ τῆς οἰκουμένης ἤνθησε σωτηρία καὶ τὸ ἐκείνων κατάλειμμα, τουτέστιν· οἱ θεῖοι ἀπόστολοι τὴν οἰκουμένην εἰς θεογνωσίαν ἐπέστρεψαν. Τούτων δὲ ἁπάντων αἴτιος ὁ τῶν ὅλων θεός· Ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Ζηλώσας γὰρ διά τε τὸ ὄνειδος τῆς Ἱερουσαλὴμ καὶ διὰ τὴν κατ' αὐτοῦ βλασφημίαν, παρέξει τὴν σωτηρίαν. Εἶτα ὑπισχνεῖται τῷ Ἐζεκίᾳ ὅτι οὐκ εἰ σελεύσεται ὁ πολέμιος εἴσω τῶν περιβόλων ἀλλὰ οὐδὲ χαρακώματα ἐπιστήσει οὐδὲ θυρεοὺς προσείσει ἀλλ' ἀναστρέψει κατῃ σχυμμένος. 35Ὑπερασπιῶ γάρ φησιν ὑπὲρ τῆς πόλεως ταύτης| 146 a| τοῦ σῶσαι αὐτὴν δι' ἐμὲ καὶ διὰ Δαυὶδ τὸν παῖδά μου. Ἔλεγχος ταῦτα τῶν τὴν πόλιν οἰκούντων· Δι' ἐμὲ γὰρ ἔφη καὶ διὰ Δαυὶδ τὸν παῖδά μου τῆς πόλεως φροντιῶ, διὰ τὴν ἐμὴν ἀγαθότητα καὶ διὰ τὴν ἐκείνου μνήμην· οἰκιστὴς γὰρ ἐκεῖνος τῆς πόλεως καὶ γνήσιος θεράπων ἐμός. Ζητητέον δὲ τί δήποτε οὐ τοῦ Ἐζεκίου ἀλλὰ τοῦ Δαυὶδ ἐμνημόνευσεν· ἐγὼ δὲ οἶμαι ὅτι τὸ φρόνημα κωλύων οὐκ αὐτῷ τὴν αἰτίαν τῆς σωτηρίας ἀλλὰ τῷ Δαυὶδ ἀνατέθεικεν. Εἰ γὰρ καὶ τούτων οὕτως εἰρημένων ἡ τῶν Παραλειπομένων ἱστορία φησὶν ὅτι μετὰ ταῦτα ὑψώθη ἡ καρδία βασιλέως Ἐζεκίου, τί οὐκ ἂν ἔπαθεν αὐτὸς αἴτιος τῆς σωτηρίας ὀνομασθείς; Τούτου χάριν οὐδὲ τὸν Ἡσαΐαν, καίτοι προφήτην ὄντα καὶ προφήτην ἐπισημότατον, ἀξιόχρεων ἐκάλεσε τῆς πόλεως σύμμαχον, ἀλλὰ τοὺς ζῶντας καταλιπὼν τοῦ τετελευτηκότος ἐμνήσθη, καὶ τὸ φρόνημα καταστέλλων καὶ προτρέπων εἰς ἀρετὴν τῇ μνήμῃ τῶν παρελθόντων καὶ διδάσκων ὡς ἀνθεῖ παρ' αὐτῷ διηνεκῶς τῶν δικαίων ἡ μνήμη. Πρὸς τούτοις ἐδίδαξεν ὁ προφητικὸς λόγος ὡς θεόθεν ἀποσταλεὶς ἄγγελος πέντε καὶ ὀγδοήκοντα καὶ ἑκα τὸν χιλιάδας τῶν Ἀσσυρίων ἀνεῖλεν· τινὲς δὲ ὅμως διέφυγον οὐ τῆς ἀγγελικῆς περιγενόμενοι δεξιᾶς, ἀλλ' ἵνα τῶν συμβεβηκότων κήρυκες ἀξιόχρεοι γένωνται καὶ τοῦ θεοῦ τῶν Ἑβραίων τὸ κράτος κηρύξωσιν. Τούτου δὴ χάριν καὶ αὐτὸς ὁ δυσσεβὴς διέφυγε βασιλεὺς καὶ τὴν Νινευὴ κατέλαβε– πόλις γὰρ ἦν αὕτη βασιλική–, ἀλλ' ἐκεῖ δέδωκεν ὧν ἐτόλμησε δίκας καί, ἐπειδὴ αὐτὸς κατὰ τοῦ ποιητοῦ τὴν γλῶτταν ἐξέτεινεν, ὑπὸ τῶν υἱέων αὐτοῦ δέχεται τὴν σφαγὴν εἰσπραχθεὶς ὧν ἐτόλμησε δικαιοτάτην ποινήν. Καὶ οὐδὲ ὁ προσκυνούμενος ὑπ' αὐτοῦ ψευδώνυμος θεὸς ἐπήρκεσεν αὐτῷ σφαττομένῳ, ἀλλὰ παρ' αὐτὴν τὴν λατρείαν ἐδέξατο τὴν σφαγήν. Εἰδέναι μέντοι δεῖ ὡς τὰ ἀκριβῆ τῶν ἀντιγράφων οὐ πάταρχον ἔχει ἀλλὰ πάτεχρον, τουτέστι τὸ εἴδωλον· οὕτω γὰρ καὶ οἱ Τρεῖς ἡρμήνευσαν· «προσκυνοῦντος ἐν οἴκῳ Νεσερὲχ θεοῦ αὐτοῦ.» Καὶ ἐκεῖνοι μὲν εἰς τὴν Ἀρμενίαν διέφυγον, διεδέξατο δὲ τὴν βασιλείαν Ναχορδὰν ὁ υἱὸς αὐτοῦ· ἀλλὰ καὶ τοῦτον οὐκ εἰς μακρὰν καταλύσας Μαρόδαχος εἰς τὴν Βαβυλῶνα μετέθηκε τὰ βασίλεια. Ὁ δὲ Ἐζεκίας κατὰ τοῦτον τὸν καιρὸν περιέπεσεν ἀρρωστίᾳ καὶ διδάσκεται διὰ τοῦ προφήτου τὰ κατὰ τὴν οἰκίαν διατεθῆναι ὡς τοῦ θανάτου πελάζοντος. Ἐπειδὴ γὰρ μέγα ἐφρόνησε παραδόξου τετυχηκὼς σωτηρίας– τοῦτο γὰρ καὶ τῶν Παραλειπομένων ἡ ἱστορία δηλοῖ· «Ὑψώθη» γάρ φησιν «ἡ καρδία αὐτοῦ, καὶ ὑπερήρθη Ἐζεκίας κατ' ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν, καὶ πολλοὶ ἔφερον δῶρα τῷ κυρίῳ ἐν Ἱερουσαλὴμ καὶ δόματα Ἐζεκίᾳ τῷ βασιλεῖ»–, ὁ ἄριστος τῶν ψυχῶν ἡμῶν ἰατρὸς τῇ νόσῳ τοῦ σώματος τὴν ψυχὴν θεραπεύει. Ταύτην δὲ αὐτοῦ τὴν ὑψηλο φροσύνην καὶ ὁ θεῖος Δαυὶδ προεθέσπισε τῷ κθʹ Ψαλμῷ, σχηματίζει δὲ τὸν λόγον ὡς ἐξ αὐτοῦ· «Ἐγὼ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.» Δεξάμενος δὲ ὅμως τοῦ θανάτου τὴν ἀγγελίαν ἀναστῆναι μὲν ὑπὸ τῆς νόσου διεκωλύετο, πρὸς δὲ τὸν τοῖχον στραφεὶς ἱκετείαν προσήνεγκε τῷ θεῷ, ὃν ἔσχε κατὰ τῆς τῶν εἰδώλων π λάνης ζῆλον διεξιὼν καὶ μετὰ δακρύων τὸν θεὸν ἱλεούμε νος. Ἀλλ' εὐθὺς ὁ φιλάνθρωπος θεὸς ἀνεκαλέσατο τοῦ θα νάτου τὴν ψῆ φον καὶ τὸν προφήτην ἐξαποστείλας ὑπέσχετο τὴν ζωήν· 385Τάδε γάρ φησι λέγει κύριος ὁ θεὸς Δαυὶδ τοῦ πατρός σου. Πάλιν αὐτὸν τοῦ προπάτορος ἀναμιμνῄσκει δεικνὺς τὴν τῶν τρόπων συγγένειαν. Εἶτα καὶ τῆς προ σευχῆς ἀκηκοέναι φησὶ καὶ τὰ δάκρυα τεθεᾶσθαι καὶ δεδέχθαι τὴν δέησιν· καὶ πέντε καὶ δέκα ἐτῶν ζωὴν ἐπαγγέλλεται καὶ εἰρήνην ἀκραιφνῆ καὶ διηνεκῆ πρόνοιαν. Δίδωσι δὲ αὐτῷ καὶ σημεῖον τῶν ἐπαγγελιῶν, ὃ πᾶσιν ἀνθρώποις ἔμελλε κατάδηλον ἔσεσθαι· 8Ἰδοὺ γὰρ ἐγώ φησι στρέψω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου Ἄχαζ τοῦ πατρός σου, ἀποστρέψω εἰς τὰ ὀπίσω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς. Τοῦτο καὶ εἴρηκε καὶ πεποίηκεν ὁ θεός. Ὁ μέντοι Σύμμ αχος ταῦτα οὕτω τέθεικεν· «Ἰδοὺ ἐγὼ παλινδρομῶ τὴν σκιὰν τῶν ἀναβαθμῶν ὧν κατέβη ἐν τῷ ὡρολογίῳ Ἄχαζ τὸν ἥλιον ὀπισθίως δέκα ἀναβάσεις.» Δηλοῖ τοίνυν ὁ λόγος μηχάνημά τι ὡροσκο ποῦν περὶ τοὺς βαθμοὺς ὑπὸ τοῦ Ἄχαζ κατεσκευάσθαι καὶ ἐν ἐκείνοις δοθῆναι τοῦ ἡλίου τὸ θαῦ μα. Εἶτα σωτηρίας ἀπολαύσας ὁ μακάριος Ἐζεκίας ὕμνοις ἀμείβεται τὸν τῶν ὅλων θεὸν καί φησιν· 10Ἐγὼ εἶπα· Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι. Ὅτε ὑψώθην καὶ περίβλεπτος ἐγενόμην, τότε δέχομαι τοῦ βίου τὸ πέρας. Τούτοις ἔοικε τὸ ὑπὸ τοῦ μακαρίου Δαυὶδ εἰρημένον· «Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ| 146 b| σαλευθῶ εἰς τὸν αἰῶνα.» Ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα. Τὴν τοῦ θανάτου φησὶ παρὰ τοῦ θεοῦ δεξάμενος ψῆφον ἀπέγνων τῆς σωτηρίας. 11Εἶπον· Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ γῆς ζώντων. Οὐκέτι φησὶν ὄψομαι κατὰ τόνδε τὸν βίον τὰς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ὑπὸ τοῦ θεοῦ γιγνομένας θαυματουργίας. Οὐ μὴ ἴδω ἄνθρωπον ἔτι μετὰ κατοικούντων. Ἐξέλιπον ἐκ τῆς συγγενείας μου, κατέλιπον τὸ λοιπὸν 12τῆς ζωῆς μου. Ἀλλότριος ἐγενόμην τῶν ζώντων, ξένος τῶν συγγενῶν μου. Ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ' ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας τὸ πνεῦμά μου παρ' ἐμοί. Σκηνὴν καλεῖ τὸ σῶμα, ἔνοικον δὲ τὴν ψυχήν, ἧς ἀναχωρούσης ἔοικε τὸ σῶμα καταλυομένῃ σκηνῇ. Εἶτα καὶ ἑτέραν εἰσάγει παραβολήν· Ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν. Ἐῴκειν φησὶν οὐ μόνον σκηνῇ καταλυομένῃ ἀλλὰ καὶ ὑφάσματι ἐν ἱστῷ μὲν ὄντι, οὐκ εἰς μακρὰν δὲ θεριζομένῳ. Πρὸς τούτοις διδάσκει τῆς νόσου τὴν χαλεπότητα· Παρεδόθην γάρ φησιν 13ἕως πρωὶ ὡς λέοντι· οὕτω συνέτριψε πάντα τὰ ὀστᾶ μου. Ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθη. Ἐπειδὴ δὲ παρ' ἐλπίδα τῆς σωτηρίας ἀπήλαυσα, χελιδόνος καὶ περιστερᾶς τὴν ἀδολεσχίαν μιμήσομαι ὕμνους ὑφαίνων σοὶ τῷ χορηγῷ τῆς ζωῆς. 14Ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ μὴ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, ὃς ἐξείλετό με καὶ ἀφείλετό μου 15τὴν ὀδύνην τῆς ψυχῆς. Πᾶσαν γὰρ ἀνθρωπίνην καταλιπὼν μηχανὴν πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ· σὺ δέ με οἰκτείρας τῆς ἐπικειμένης ὀδύνης ἀπήλλαξας. 16Κύριε περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοί. Περὶ τούτου γάρ φησι καὶ τὴν ἱκετείαν προσήνεγκά σοι. Καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα. Ἐπανήγαγες γὰρ ταύτην μέλλουσαν κατασβέννυσθαι. 17Ἰδοὺ εἰς εἰρήνην ἡ πικρία μου. Μετε βλήθη φησὶν εἰς θυμηδίαν ἡ λύπη. Εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου. 18Οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήςουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐγκαταβαίνοντες εἰς λάκκον τὴν ἀλήθειάν σου· 19οἱ ζῶντες εὐλογήσουσί σε ὃν τρόπον κἀγώ. Ἡνίκα ἠσθένει, τὴν οἰκείαν εὐσέβειαν ὑπέδειξε τῷ θεῷ, καὶ τῆς σωτηρίας τυχὼν τὴν τοῦ θεοῦ φιλανθρωπίαν ὑμνεῖ ὡς τοῦ θανάτου διὰ ταύτην ἀπαλλαγείς. Ἀπέρριψας γάρ μού φησι τὰς ἀνομίας καὶ ἔδωκάς μοι πάλιν πρόφασιν εἰς κτῆσιν δικαιοσύνης· τοῖς γὰρ ἔτι ζῶσι τοῦτο ποιεῖν ῥᾴδιον· οἱ γὰρ τεθνεῶτες ἔξω τῆς ἐμπορίας γεγένηνται. Τοῦτο καὶ ὁ μακάριος ἔφη Δαυίδ· «Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω ἃ ἀναγγελεῖ τὴν δικαιοσύνην σου, κύριε τῆς σωτηρίας μου· καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ. Διηνεκῆ ὑμνῳδίαν καὶ τὴν ἐν τῷ θείῳ ναῷ προσεδρείαν ὁ πάντα ἄριστος ἐπα γγέλλεται βασιλεύς· προλέγει δὲ ὅτι καὶ παιδίων ἔσται πατὴρ τῆς θείας αὐτῷ δηλονότι χάριτος ςυνεργούσης. Τινὲς δὲ ἐντεῦθεν πρόφασιν εἰληφότες ἔφασαν τὸν μακάριον Ἐζεκίαν τὰς πρὸς τὸν Δαυὶδ ὑπὸ τοῦ θεοῦ γεγενη μένας ἐπιστάμενον ὑποσχέσεις καὶ ὅτι «οὐκ ἐκλείψει» τῆς βασιλείας τὸ γένος, «ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται», ἀμελῆσαι τῆ ς παιδοποιίας διὰ τὴν τῆς ζωῆς ἐπιθυμίαν, ὑπελάμβανε γὰρ μὴ πρότερον αὐτὸν τελευτήσειν πρὶν ἢ π αί δων γενέσθαι πατέρα· καὶ τούτου χάριν ὁ θεὸς τήν τε νόσον ἐπήγαγε καὶ τῆς τελευτῆς τὴν ψῆφον δέδωκεν, μετὰ δὲ τ οῦτό φησι τῆς θείας φιλανθρωπίας ἐπέτυχε καὶ τῆς ζωῆς τὸ δῶρον δεξάμενος εἶπεν· Ἀπὸ τοῦ νῦν παιδία ποιήσω ἃ ἀναγγελεῖ τὴν δικαιοσύνην σου, κύριε τῆς σωτηρίας μου. Καὶ ὁ μὲν λόγος ἔχει τὸ εἰκός, ἐμοὶ δὲ δοκεῖ τολ μήματι ἀ πονοίας ἀκολουθεῖν, μάλιστα τῆς θείας γραφῆς ἄκρον δικαιοσύνης τῷ βασιλεῖ μαρτυρού σης· ἐγᾦμ αι τοίνυν ὅτι, μαθὼν ὅτι πέντε καὶ δέκα ἔτη μετὰ τὴν ἀρρωστίαν βιώσεται, τῆς παιδο ποιί ας ὑπέσχετο φρόντισιν, ἵνα καὶ ἐκθρέψας αὐτοὺς διαδόχους καταλίπῃ τῆς βασιλείας. Ὁ μέντοι προφήτης παρακελεύεται αὐτῷ παλάθην σύκων λεπτύνεσθαι καὶ χρᾶναι καὶ ἐπιθεῖναι τῷ ἕλκει καὶ τὴν ὑγε ίαν πορίσασθαι. Διδάσκει δὲ ἡμᾶς ὁ λόγος τὴν ἰατρικὴν μὴ ἀποσείεσθαι τέχνην· καὶ γὰρ καὶ αὐτὴ δῶρον θεοῦ. Προσήκει δὲ μὴ τῇ τέχνῃ θαρρεῖν ἀλλὰ τῷ ταύτης δοτῆρι· τοσαῦτα γὰρ αὕτη δύναται| 147 a| ὅσα ἂν ἐκεῖνος βούληται. Καὶ πολλάκις μὲν διὰ σμικρῶν φαρμάκων μεγάλα τραύματα θεραπεύει, πολλάκις δὲ διὰ μεγάλων ἐλέγχεται, ἵνα μὴ ταύτῃ τῷ δὲ ταύτην δεδωκότι θαρρῶμεν. 22Καὶ εἶπεν Ἐζεκίας· Τοῦτο τὸ σημεῖον ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ θεοῦ. Θαρρῶ φησιν ὅτι καὶ τῆς ὑγείας τεύ ξομαι καὶ ἐν τῷ θείῳ ναῷ προσκυνήσω τὸν τῶν ὅλων θεόν. Κατ' αὐτὸν δὲ τὸν καιρὸν τῶν Βαβυλωνίων ὁ βασιλεὺς Μαροδὲχ ὁ τοῦ Βαλαδὰν υἱὸς πρεσβευτὰς καὶ δῶρα καὶ γράμματα ἐξέπεμψε τῷ βασιλεῖ Ἐζεκίᾳ, καὶ τὴν ἀρρωστίαν καὶ τὴν ὑγείαν μαθών. Ζητητέον δὲ πόθεν οὗτος τὰ κατὰ τοῦτον μεμάθηκεν. Δῆλον δὲ τοῖς συνιδεῖν δυναμένοις, ὡς οἱ μὲν ἐκπεφευγότες τὸν ἐπενεχθέντα τοῖς Ἀσσυρίοις ὄλεθρον τὸ ξένον καὶ παράδοξον ἐκήρυξαν θαῦμα· ἀκολου θῆσαν δὲ τὸ πολλῷ μεῖζον ἐκείνου καὶ παραδοξότερον, τὸ κατὰ τὸν ἥλιόν φημι, μειζόνως τοὺς Βαβυλωνίους ἐξέπληξεν. Συ νῆ καν γὰρ ὁ τοσαύτας μυριάδας δίχα χειρὸς ἀνθρωπίνης διὰ τὸν εὐσεβῆ βασιλέα παραπέμψας θανάτῳ διὰ τοῦτον πάντως καὶ τοῦτο τὸ θαῦμα πεποίηκεν. Καὶ πολλοῦ ἀξίαν τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ συμμαχίαν ἐνόμισαν, ὃς οὐ δεῖται ὅπλων παραττόμενος ἀλλ' ἀοράτως καταλύει τοὺς ἐπιόντας. Ἔπειτα ἡμ ᾶς ὁ προφήτης διδάσκει ὡς ἥσθη μὲν 392 ἐπ' αὐτοῖς Ἐζεκίας, ἔδειξε δὲ αὐτοῖς τὸν οἶκον τοῦ νεχωθὰ καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ· καὶ οὐκ ἦν οὐθὲν ὃ οὐκ ἔδειξεν αὐτοῖς Ἐζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ. Τὸν δὲ οἶκον τοῦ νεχωθὰ «τὸν οἶκον τῶν ἀρωμάτων» ὁ Σύμμαχος εἴρηκε, τὴν δὲ στακτὴν «ἡδύσματα» προσηγόρευσεν· ἡγοῦμαι δὲ τὴν στακτὴν τὸ βάλσαμον εἶναι. Γάζαν δὲ καλεῖ τὸν θησαυρόν. Ὁ δὲ τῶν ὅλων θεὸς τούτων γεγενημένων ἠχ έσθη· οὐ γὰρ ἐπὶ τούτοις ἔδει μέγα φρονῆσαι τὸν εὐσεβῆ βασιλέα οὐδὲ ταῦτα τοῖς ἀφιγμένοις ἐπιδεῖξαι ἀλλὰ τοῦ θεοῦ διδάξαι τὴν δύναμιν καὶ κηρύξαι τὰ μέγιστα θαύματα καὶ πρὸς τὴν ἀλήθειαν ποδηγῆσαι καὶ πρόφασιν διδασ καλίας τὴν πρεσβείαν ποιήσασθαι. Διὰ τοῦτο πέμπει μὲν πρὸς αὐτὸν τὸν προφήτην, πυνθάνεται δὲ καὶ πόθεν οἱ ἀφιγμένοι καὶ τίς αὐτοὺς ἤγαγε πρόφασις μονονουχὶ λέγων ὡς· Ἐγὼ τούτων αἴτιος, ὁ γὰρ πρὸ βραχέος ὑπ' αὐτῶν πολεμούμενος καὶ φόρον αὐτοῖς ὑπισχνούμενος νῦν παρ' αὐτῶν δέχῃ δῶρα καὶ φόρον καὶ φίλος γενέσθαι παρακαλεῖ. Εἶτα τοῦ Ἐζεκίου εἰρηκότος ὅτι 3ἐκ γῆς πόρρωθεν ἥκασι πρός με, ἐκ Βαβυλῶνος, πάλιν ὁ προφήτης ἤρετο· 4Τί εἶδον ἐν τῷ οἴκῳ σου; Ἐκείνου δὲ εἰρηκότος πάντα αὐτοὺς καὶ τὰ δῆλα καὶ τὰ κεκρυμμένα ἰδεῖν, εἶπεν ὁ προφήτης· 5Ἄκουσον τὸν λόγον κυρίου Σαβαώθ· 6Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλειφθῇ· εἶπε δὲ ὁ θεὸς 7ὅτι καὶ ἀπὸ τῶν τέκνων σου τῶν ἐξερχομένων ἀπό σου ὧν γεννήσεις λήψονται καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων. Δηλοῖ δὲ διὰ τούτων ὡς εὐσέβειαν μὲν καὶ δικαιοσύνην καὶ παιδείαν οὐδεὶς ἀφελέσθαι δυνήσεται, ὁ δὲ πλοῦτος οὐκ ἔστι μόνιμον ἀγαθόν· μεταβατικὴν γὰρ ἔχει τὴν φύσιν καὶ νῦν μὲν τοῦτον νῦν δὲ ἐκεῖνον λαμπρύνει. Ἐπειδὴ τοίνυν ταῦτα ὑπέδειξας καὶ οὐ τὴν ἐμὴν προμήθειάν τε καὶ κηδεμονίαν, εὖ ἴσθι ὡς ταῦτα ὑπὸ τὴν ἐκείνων γενήσεται δεσποτείαν· πρὸς δὲ τούτοις καὶ ἐκ τῶν σῶν ἀπογόνων ἀπαχθήσονται δορυάλωτοι καὶ τῷ Βαβυλωνίων δουλεύσουσι βασιλεῖ. Σπάδοντας δὲ τοὺς εὐνούχους λέγει. 8Καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν· Ἀγαθὸς ὁ λόγοςκυρίου ὃν ἐλάληςεν· γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου. Πάντα φησὶ τὰ ὑπὸ τοῦ θεοῦ τῶν ὅλων εἰρη μένα ἀγαθά τε καὶ ὀνησιφόρα· ἔχω γὰρ θυμηδίαν ἀρκοῦσαν ὡς τα..............| 147 b|... ροὺ ς μὴ θεῶμ αι· διὸ αἰτῶ εἰρήνης τυχεῖν παρὰ πᾶσάν μου τὴν ζωήν, οὐ μόνον δὲ εἰρήνης ἀλ λὰ καὶ δικαιοσύνης· ἀνωφελὴς γὰρ εἰρήνη δικαιοσύνης κεχωρισμένη. Ἐπαινετὸς μὲν οὖν ὁ βασιλεὺς τὴν δικαιοσύνην μετὰ τῆς εἰρήνης αἰτήσας, οὐ βασιλικὴ δὲ ὅμως ἡ αἴτησις· τὸν γὰρ τῶν ὑπηκόων κηδεμόνα πᾶσαν ἐκείνων προσήκει ποιεῖσθαι κηδεμονίαν· ἔδει τοίνυν αὐτὸν καὶ ὑπὲρ τῶν ἐγγόνων, ἐ φ' ὧν ἔμελλεν ἔσεσθαι ἐκεῖνα τὰ σκυθρωπά, προσενεγκεῖν ἱκετείαν τῷ φιλανθρώπῳ δεσπότῃ. Ἡμᾶς προσήκει μήτε ἐπὶ πλούτῳ μήτε ἐπὶ ῥώμῃ μήτε ἐπ' ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων μέγα φρονεῖν ἀλλὰ καὶ πλοῦτον ἔχοντα καὶ σοφίαν καὶ δύναμιν τῷ θεῷ μόνῳ θαρρεῖν τῷ καὶ τούτων δοτῆρι καὶ τὴν παρ' αὐ τοῦ προσμέ νειν ῥοπήν· ᾧ πρέπει δόξα καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.