Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentaria in Isaiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
401Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ θεός. 2Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ. Προηγόρευσεν ἐν τοῖς ἔμπροσθεν ἡρμηνευμένοις τὴν ὑπὸ τῶν Βαβυλωνίων ἐσομένην αἰχμαλωσίαν. Ὁ δὲ βασιλεὺς Ἐζεκίας οὐ προσήνεγκεν ἱκετηρίαν τῷ δεσπότῃ θεῷ οὐδὲ ἠν τι βόλ ησ ε λυθῆναι τὴν ἀπειλὴν ἀλλὰ τῆς οἰκείας σωτηρίας ἐφρόντισε μόνης εἰρηκώς· «Γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.» Τούτου δὴ χάριν ὁ τῶν ὅλων θεὸς τὸν βασιλέα καταλιπὼν τοῖς ἱ ερεῦσι παρακελεύεται παραμυθεῖσθαι τὴν Ἱερουσαλὴμ ὡς ἤδη τῆς ἀπειληθείσης τιμωρίας καταλα β ούσης. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· Παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ ταπεί νωσις αὐτῆς. Πέρας καλὸ ν ἔλαβε τὰ τῆς ἀπειλῆς. Λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Ἄξιον ἐνταῦθα θαυμάσαι τὴν τοῦ δεσπότου φιλανθρωπίαν· ἀγαθὸς γὰρ ὢν καὶ ἀγαθότητος ἄβυσσος καὶ σφόδρα ἐλάττονα τῆς ἁμαρτίας τιμωρίαν ἐπάγων τὴν σμικρὰν τιμωρίαν διὰ πολλὴν φιλανθρωπίαν διπλασίονα τῆς ἁμαρτίας καλεῖ. Ὅτι δὲ τῆς ἁμαρτίας σφόδρα ἐλάττων ἦν ἡ τιμωρία, μάρτυς ὁ αὐτὸς προφήτης βοῶν· «Ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.» Ἀλλ' ὅμως ἐλέῳ πλείστῳ τὸ δίκαιον κεραννύς, ἣν οἱ τιμωρούμενοι σμικρὰν ἐκάλουν παιδείαν διπλασίονα ὠνόμασεν ὁ κριτής. Εἶτα διδάσκει τοὺς παρακαλοῦντας τῆς ψυχαγωγίας τὸν τρόπον· 3Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε διὰ τῆς ἀβάτου τὰς τρίβους τοῦ θεοῦ ἡμῶν. Ἡ ἀληθὴς παράκλησις καὶ παραψυχὴ τῶν ἀνθρωπίνων λύσις κακῶν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐνανθρώπησις. Ταύτης δὲ κῆρυξ ἐγένετο πρῶτος ὁ θεσπέσιος Ἰωάννης ὁ βαπτιστής. Τὰ κα τ' αὐτὸν τοίνυν ὁ προφητικὸς προαγορεύει λόγος· τοῦτο γὰρ ἡμᾶς καὶ οἱ τρεῖς μακάριοι ἐδίδαξαν εὐα γγελισταί, ὁ δὲ θειότατος Μᾶρκος καὶ προοίμιον τοῦτο τῆς συγγραφῆς ἐποιήσατο. Καὶ αὐτὸς δέ γε ὁ θεσπέσιος Ἰωάννης ἐρωτηθεὶς ὑπὸ τῶν Φαρισαίων, εἰ αὐτὸς εἴη ὁ Χριστός, ἔφη· «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης»· οὔκ εἰμι θεὸς λόγος ἀλλὰ φωνή, ἐγὼ γὰρ κηρύττω τὸν ἐνανθρωπήσαντα θεὸν λόγον. Ἄβατον δὲ καλεῖ τὰ ἔθνη τὸ προφητικὸν ἴχνος οὐδέπω δεξάμενα. 4Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ αἱ τραχεῖαι εἰς πεδία. Τὴν εὐκολίαν τοῦ κηρύγματος διὰ τούτων ἐδήλωσεν· διὰ ταύτην γὰρ ἐν ὀλίγῳ χρόνῳ πᾶσαν τοῦτο τὴν οἰκουμένην ἐπλήρωσεν. Φάραγγας δὲ πληρουμένας καὶ ὄρη καὶ βουνοὺς ταπεινουμένους κατὰ μὲν τὸ ῥητὸν νοητέον τὴν λείαν ὁδὸν καὶ δυσκολίας ἀπηλ λαγμένην, κατὰ δὲ διάνοιαν φάραγγες μέν εἰσιν αἱ τῶν ἀπίστων ψυχαὶ εἰς βάθος που κείμεναι καὶ μετάρσιον οὐκ ἔχουσαι φρόνημα, ὄρη δὲ καὶ βουνοὶ οἱ ἐν τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς θεραπευόμενοι δαίμονες ὧν τὴν πλάνην ἡ τοῦ σωτῆρος ἡμῶν ἔσβεσεν ἐνανθρώπησις. Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ περὶ Ἰουδαίων τοῦτο εἰρῆσθαι φήσας· περι φανεῖς γὰρ ὄντες καὶ περίβλεπτοι πάλαι διὰ τὴν θείαν| 148 a| κηδεμονίαν ἧς ἀπήλαυον, νῦν ἐταπεινώθησαν ἔρημοι ταύτης γενόμενοι. Δηλοῖ τοίνυν ὁ λόγος ὅτι τὰ μὲν ταπεινὰ ἔθνη ὑψωθήσεται, οἱ μέγα δὲ φρονοῦντες Ἰουδαῖοι ταπεινω θήσονται. Τοῦτο γὰρ δηλοῖ καὶ τὰ ἑξῆς· 5Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. Καὶ ἡ βεβαίωσις τῶν εἰρημ ένων· Ὅτι κύριος ἐλάλησεν. Ἀψευδὴς γάρ φησιν ὁ ταῦτα φθεγξάμενος. Ἐγὼ δὲ λίαν ἄγαμαι τοὺς οἰομένους ταῦτα περὶ τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τὸν προφήτην θεσπίσαι· ἔδει γὰρ αὐτοὺς συνιδεῖν ὅτι σ αφ ῶς ὁ προφητικὸς προηγόρευσε λόγος πᾶσιν ἀνθρώποις δῆλον ἔσεσθαι τοῦ θεοῦ τὸ σωτήριον, ἐκείνη δὲ ἡ ἀνάκλησις οὐ πᾶσιν ἐγένετο δήλη, ὁ δὲ σωτήριος σταυρὸς καὶ τὰ δεσποτικὰ πάθη καὶ αὐτὰς ἔφθασε τὰς τῆς οἰκουμένης ἐσχατιάς. 6Φωνὴ λέγοντος· Βόησον. Τοιαύτη τίς φησιν ἠνέχθη φωνή, βόησόν μοι παρεγγυῶςα. Καὶ εἶπον· Τί βοήσω; Εἶτα λέγει τὸ προσταχθέν· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· 7ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν, ὅτι πνεῦμα κυρίου ἔπνευσεν εἰς αὐτόν· ἀληθῶς ὅμοιος χόρτῳ ὁ λαός· 8ἐξηράνθη ὁ χόρτος, καὶ ἐξέπεσε τὸ ἄνθος. Τῶν ἐθνῶν ἁπάντων προθεσπίσας τὴν σωτηρίαν προμηνύει καὶ τῶν Ἰουδαίων τὴν ἀκαρπίαν. Φύσει μὲν γάρ φησι χόρτῳ ἔοικε τῶν ἀνθρώπων τὸ γένος, ἄνθει δὲ χόρτου ἡ ἐπιγινομένη δόξα καὶ δυναστεία. Καὶ καθάπερ τοῦ χόρτου ξηραινομένου τὸ ἄνθος ἐκρεῖ, οὕτω τοῦ θανάτου τοῖς ἀνθρώποις ἐπιόντος καὶ ἡ δυναστεία καὶ ἡ περιφάνεια σβέννυται. Γίνεται δὲ τοῦτο διὰ τοῦ θείου θελήματος καθάπερ τινὸς προσβαλόντος πνεύματος. Ἀληθέ στερον μέντοι ταῦτα ἁρμόττει τῷ χρηματίσαντι πάλαι λαῷ, ὃς ἐξηράνθη μὲν οὐκ ἔχων τὴν νοτίδα τῆς πίστεως, τὴν ἐπανθοῦσαν δὲ ἀπώλεσε χάριν. Καὶ ἵνα μή τις ὑπολάβῃ ἀγνοίᾳ τὸν τῶν ὅλων θεὸν τοῦτον ἐκλέξασθαι τὸν λαόν, ἐπήγαγεν· Τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. Ἄνωθέν φησι ταῦτα καὶ προέγνω καὶ προηγόρευσεν, ἀλλ' ὅμως καὶ ταύτην αὐτῶν τὴν ἀπείθειαν εἰδὼς ἐπιβαίνει προτ ρέπων εἰς σωτηρίαν· ᾔδει γὰρ τοὺς ἐν αὐτοῖς τὸ σωτήριον κήρυγμα δεξαμένους. 9Ἐπ' ὄρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος τὴν Σιών, ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ, ὑψώσατε μὴ φοβεῖσθε. Τὸν ἀποστολικὸν ἐνταῦθα χορὸν ὁ προφητικὸς διεγείρει λόγος. Οὗ δὴ χάριν ἑνικῶς σχηματίσας τὴν παρακέλευσιν εἰς τὸν πληθυντικὸν μεταβέβηκε καί φησιν· Ὑψώσατε μὴ φοβεῖσθε. Οὕτως αὐτοῖς ὁ δεσπότης ἔλεγε Χριστός· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυνα μένων ἀποκτεῖναι.» Καὶ πάλιν αὐτοὺς τῆς εἱρκτῆς ἀπαλλάξας παρ ηγγύησε μετὰ παρρησίας λαλεῖν τὰ ῥήματα τῆς ζωῆς. Ὅρος δὲ καλεῖ τῆς θεογνωσίας τὸ ὕψος. Εἶπον ταῖς πόλεσιν Ἰούδα· Ἰδοὺ ὁ θεὸς ὑμῶν, 10ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυρείας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὸ ἔργον ἑκάστου ἐναντίον αὐτοῦ. Ταῦτα τὴν δευτέραν τοῦ σωτῆρος ἡμῶν παρουσίαν μηνύει· τότε γὰρ καὶ τὸν μισθὸν τοῖς ἐργά ταις παρέξει καὶ «ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ»· τότε γὰρ «τὸ ἔργον ἑκάστου φανερὸν γενήσεται» κατὰ τὴν τοῦ ἀποστόλου φωνήν· «Ἡμέρα γάρ» φησι «δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.» Τοῦτο καὶ τοῖς ἱεροῖς ἀποστόλοις ὁ κύριος ποιεῖν παρηγγύησεν· «Πορεύεσθε» γὰρ ἔφη «πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακώβ. Πορευόμενοι δὲ λέγετε ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.» Ἔστι τοίνυν ἰδεῖν οὕτω συ μβαίνοντα τοῖς εὐαγγελικοῖς λόγοις τὰ κατὰ τὸν προφήτην θεσπίσματα. 11Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν τῷ κόλπῳ αὐτοῦ βαστάσει καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλεῖ. Καὶ τούτων τὸ πέρας ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἀκ ριβῶς ἀληθῶς τε μάθωμεν. Πρῶτον μὲν γὰρ αὐτὸς ὁ κύριος ἔφη· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.» Συνήγαγε| 148 b| δὲ καὶ τῷ βραχίονι ἄρνας· τῇ τῆς διδασκαλίας δυνάμει. Νῦν γὰρ τοῖς ἁλιεῦσιν ἔλεγεν· «Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιέας ἀνθρώπων», νῦν δὲ τοὺς τελώνας ἐκάλει καὶ τούτοις συνειστιᾶτο· ἄλλοτε δὴ καὶ πόρνης γυναικὸς παρὰ τοὺς πόδας ὀλοφυρομένης ἠνέσχετο· παρεκάλεσε δὲ καὶ τὰς κυούσας ὥσπερ σωτηρίᾳ τικτούσας· μανθάνουσαι γὰρ τὴν τοῦ θανάτου κατάλυσιν καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα, ἱκανὴν εἶχον τῶν ὠδίνων παραμυθίαν τῶν κηρυττομένων τὴν προσδοκίαν. Καὶ ἔτι δὲ κυοφορούμενος ὑπὸ τῆς ἁγίας παρθένου κυοφοροῦσαν τὴν Ἐλισάβετ εὐφροσύνης ἐνέπλησεν. Εἶτα διδάσκει τοῦ ἐνανθρωπήσαντος θεοῦ λόγου τὴν σοφίαν, τὴν ἐπιστήμην, τὴν δύναμιν καὶ διελέγχει τῶν εἰδώλων τὸ μάταιον· 12Τίς ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; Τὸ μὲν θεῖον ἀσώματόν τε καὶ ἀσχημάτιστον καὶ ἁπλοῦν καὶ ἀσύνθετον· ἐπειδὴ δὲ ἀνθρώπους ὄντας οὐ δυνατὸν ἄλλως ἢ ἀπὸ τῶν ἀνθρωπείων τὰ θεῖα καταμαθεῖν, διδάσκει ἡμᾶς ὁ προφητικὸς λόγος ὡς αὐτὸς μὲν ὁ τῶν ὅλων θεὸς ἀπερίληπτός τε καὶ ἀπερίγραφος, πᾶσαν δὲ τὴν κτίσιν ἐν χειρὶ περιέχει– τῆς χειρὸς δηλονότι ἐνεργείας τινὸς νοουμένης–, ὡς πᾶσαν μὲν τῶν ὑδάτων τὴν φύσιν μέτρον ἔχειν κοτύλης, τὰ δὲ τῶν οὐρανῶν κύτη τῇ σπιθαμῇ περιέχε σθαι, τὴν δὲ γῆν ἅπασαν μηδὲν διαφέρειν σμικροτάτης τινὸς ὕλης ὑπὸ τῶν πέντε τῆς χειρὸς συνεχομένης δακτύλων. Τί ἔστησε τὰ ὅρια σταθμῷ καὶ τὰς νάπας ζυγῷ; Ἀντὶ τοῦ· πάντα αὐτῷ δυνατά, πάντα αὐτῷ μετρητά, καὶ ἕκαστον τῆς δημιουργίας εἶδος πρός τι γεγένηται χρήσιμον, οὐδὲν γὰρ ἀργὸν οὐδὲ περιττὸν εἰς τὸ εἶναι παρήχθη. 13Τίς ἔγνω νοῦν κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο ὃς συμβιβάσει αὐτόν; 14Ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; Ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; Ἅπαντες ἄνθρωποι διδασκαλίας δεόμεθα. Κἂν γὰρ ἄγαν τις ᾖ σοφός, ἀνατίθεται τὸ πρακτέον ἑτέρῳ· ὁ δὲ τῶν ὅλων θεὸς σοφίας ἐστὶν ἄβυσσος καὶ συνέσεως πέλαγος. 15Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς ίαλος λογισθήσονται· 16ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, 17καὶ πάντα τὰ ἔθνη εἰς οὐθέν εἰσι καὶ εἰς οὐθὲν ἐλογίσθησαν αὐτῷ. 18Τίνι ὡμοιώσατε κύριον ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Καὶ νομο θετῶν ὁ τῶν ὅλων θεὸς παρεκελεύσατο λέγων· «Οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς, ὅτι ἐγὼ κύριος ὁ θεός σου», τουτέστιν· οὗ εἶδος οὐκ ἐθεάσω. Καὶ ἐν ταῦθα ὁ προφητικὸς λόγος τῶν τὰ εἴδωλα τεκταινομένων τε καὶ προσκυνούντων τὴν ἄνοιαν διε λέγχ ων φιλονεικεῖ μὲν τῆς θείας δυνάμεως τὸ ἄπειρον δεῖξαι, μὴ δυνάμενος δὲ ἄλλως τοὺς ἀνθρώπους διδά ξαι ἀπὸ τῆς κτίσεως δείκνυσι τὴν ὑπερβολήν· ὅπερ γάρ ἐστί φησι σταγὼν πρὸς κάδον καὶ ῥ οπὴ ζυγοῦ καὶ σίαλος, τοῦτο πᾶσα τῶν ἀνθρώπων ἡ φύσις πρὸς τὴν ἄρρητον ἐκείνην καὶ ἀπεριό ριστον δύναμιν. Εἶτα διδάσκει ὡς ἅπαντα τῶν τετραπόδων τὰ γένη σμικρά τινα καὶ οὐκ ἀρκοῦντα πρὸς θ υσίαν τῇ θείᾳ μεγαλειότητι, ἅπαντα δὲ τοῦ Λιβάνου τὰ ξύλα οὐχ ἱκανὰ πληρῶσαι τὸ ἐπι καιόμεν ον πῦρ. Ποίαν τοίνυν εἰκόνα τοῦ τοιούτου κατασκευάσαι δυνήσεσθε; 19Μὴ εἰκόνα ἐποίησε τέκτων; Ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτὸν ἢ ὁμοιώματι κατεσκεύασεν αὐτόν; Τὸν οὕτως ἄπειρον, τὸν οὕτως ἀπεριόριστον ποία τέχνη δύναται μιμήσασθαι; Ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοφῶς ζητεῖ, πῶς στήσει αὐτὸ εἰκόνα καὶ ἵνα μὴ σαλεύηται. Ἐπὶ μὲν τοῦ θεοῦ τῶν ὅλων ἔφη οὕτως· «Ὁ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν», ἐνταῦθα δὲ τῶν εἰδώλων κωμῳδῶν τὴν ἀσθένειαν ἀποφαίνει ξύλου τὸν τεχνίτην δεόμενον εἰς τὴν τοῦ καλουμένου θεοῦ διαμόρφωσιν. Οὐ μόνον δέ φησιν| 149 a| ἐξ ἐράνου λαμβάνει καὶ τὴν οὐσίαν καὶ τὸ εἶδος, ἀλλὰ καὶ πολλῆς δεῖται τ έχνης, ἵνα τύχῃ ὁμοιώ σεως καὶ ἀκίνητον μείνῃ. Εἶτα ἐντρεπτικῶς· 21Οὐ γνώσεσθε; Οὐκ ἀκούσεσθε; Οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; Οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Οὐκ ἄνωθέν φησιν ὑμᾶς ἐδίδαξα τῶν εἰδώλων τὸ ἀσθενές; Οὐκ ἔγνωτε τίς ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς; Τοῦτο γὰρ ἐπήγαγεν· 22Ὁ κατέχων τὸν γῦρον τῆς γῆς καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας. Αὐτός φησιν αὐτὴν παρήγαγεν, αὐτὸς κατέχει καὶ κυβερνᾷ. Καὶ ἀκρίδων οὐδὲν διενηνόχασιν οἱ ἄνθρωποι τῇ θείᾳ δυνάμει παραβαλλόμενοι. Εἶτα διδάσκει ὡς οὐ μόνον τῆς γῆς ἐστι ποιητὴς ἀλλὰ καὶ τῶν οὐρανῶν δημιουργός· Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν. Ἐπειδὴ γὰρ ἐδάφει μὲν ἔοικεν ἡ γῆ, μιμεῖται δὲ καμαροειδῆ καὶ θολοειδῆ ὄροφον ὁ οὐρανός, εἰκότως σκηνῇ αὐτὸν ἀπείκασεν. Καὶ οὕτως ἡμῖν ὑποδείξας δημιουργὸν τὸν τῶν ὅλων θεὸν ὁ προφητικὸς λόγος ὑποδείκνυσιν ἡμῖν αὐτοῦ καὶ τὴν ἄρρητον πρόνοιαν· 23Ὁ διδοὺς ἄρχοντα εἰς οὐδὲν ἄρχειν. Οὕτω γὰρ καὶ τὸν Σενναχηρὶμ καὶ τὸν Ναβουχοδονόσορ καὶ μυρίους ἑτέρους κατέλυσεν. Τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν. Οὐδὲ γὰρ τοῖς δημιουργήμασιν ἡ δύναμις μεμέτρη ται τοῦ ποιητοῦ ἀλλὰ τῇ βουλήσει μόνῃ· «Πάντα» γάρ φησιν «ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν», οὐχ ὅσα ἴσχυσεν ἀλλ' ὅσα ἠθέλησεν· ἠδύνατο μὲν γὰρ πολλαπλάσια, πεποίηκε δὲ ἃ καλῶς ἔχειν ἔκρινεν. 24Οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ φυτεύσωσιν, οὐδὲ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν· ἔπνευσεν ἐπ' αὐτοὺς ἄνεμος καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα λήψεται αὐτούς. Περὶ τῶν ἀρχόντων ταῦτα ἔφη τῶν δυσσεβῶν οὓς τῆς δυναστείας ἐγύμνωσεν. 25Νῦν οὖν τίνι με ὡμοιώσατε, καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος. Τὸν ταῦτα πεποιηκότα, τὸν ταῦτα διηνεκῶς ἐνεργοῦντα τίνι ἀπεικάζετε; Ποῖον ἄξιον προσφέρετε σέβας; 26Ἀνα βλέψατε εἰς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· Τίς κατέδειξε ταῦτα πάντα; Βλέπετε γάρ φησι τὸν ἥλιον, τὴν σελήνην, τὴν τῶν ἀστέρων χορείαν, τὰς τοῦ ἔτους τροπάς, τὰς τῶν ὡρῶν μεταβολάς, τὰς ἰσομέτρους νυκτὸς καὶ ἡμέρας διαδοχάς. Τοῦ το γὰρ ἐπήγαγεν· Ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ. Κόσμον δὲ καλεῖ τὴν τῆς κτίσεως διακόσμησιν. Πάντας ἐπ' ὀνόματι καλέσει. Οὐδέν φησιν ἀγνοεῖ ἀλλὰ πάντα σαφῶς ἐπίσταται· αὐτὸς γὰρ ἑκάστῳ καὶ τὰ ὀνόματα τέθεικεν. Ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Πάντα ἰσχύει, πάντα δύναται, οὐδὲν ἀγνοεῖ τῶν γιγνομένων καὶ αὐτοὺς ἐπί σταται τῶν ἀνθρώπων τοὺς λογισμούς. 27Μὴ γὰρ εἴπῃς Ἰακώβ, καὶ τί ἐλάλησας Ἱερουσαλήμ· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ μου, ἡ κρίσις μου παρῆλθεν; Μὴ νόμιζέ φησιν ἀγνοεῖν με τῶν ὑμετέρων ψυχῶν τὰ βουλεύματα μηδὲ οἴου λανθάνειν τὰ πονηρὰ λογιζόμενος. Ἐντεῦθεν δῆλον ὡς κ αὶ τούτων αὐτῶν ἐποιήσατο τῆς πολυθεΐας κατηγορίαν. 28Καὶ νῦν οὐκ ἔγνως; Εἰ μὴ ἤκουσας; Ταῦτα οἱ Τρεῖς σαφέστερον ἡρμήνευσαν· ὁ μὲν γὰρ Σύμμαχός φησιν· «Μὴ οὐκ ἔγνως ἢ οὐκ ἤκουσας;» Ὁ δὲ Ἀκύλας· «Μήτι οὐκ ἔγνως ἢ οὐκ ἤκουσας;» Ὁ δὲ Θεοδοτίων· «Οὐκ ἔγνως ἢ οὐκ ἤκου σας;» Οὐδεμίαν φησὶν ἀ πο λογίαν ἔχεις· διὰ πάντων γάρ σε τῶν προφητῶν καὶ μυρίων θαυμάτων τὴν ἐμὴν ἐδίδαξα δύν αμιν. Εἶτα ἀναμιμνῄσκει ὧν πολλάκις ἐδίδαξεν· Θεὸς αἰώνιος. Τοῦτο καὶ ὁ μακάριος ἔφη Μω υσῆς· «Ἐγώ εἰμι ὁ ὤν», καὶ ὁ μακάριος δὲ Δαυίδ φησι πρὸς αὐτόν· «Σὺ δὲ κύριε εἰς τὸν αἰῶνα μένεις καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν», καὶ πάλιν· «Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς. Καὶ τοῦτο ὁ μακάριος ἐδίδαξε Μωυσῆς· «Ἐν ἀρχῇ» γάρ φησιν «ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», καὶ ὁ μακάριος Δαυίδ· «Ὁ θεμελιῶν τὴν γῆν καὶ τὴν ἀσφάλειαν αὐτῆς.» Οὐ πεινάσει οὐδὲ κοπιάσει. Καὶ τοῦτο διὰ τοῦ μακαρίου ἔφ η Δαυίδ· «Μὴ| 149 b| φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι;» Οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Καὶ τοῦτο καὶ ὁ μακάριος Δαυὶδ προεκήρυξεν· «Μέγας ὁ κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.» 29Διδοὺς τοῖς πεινῶσιν ἰσχὺν καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην. Τοῦτο καὶ ἡ θαυμασία Ἄννα ἔφη· «Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ» καὶ τὰ ἑξῆς. 30Πεινάσουσι γὰρ νεώτεροι καὶ κοπιάσουσι νεανίσκοι καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται· 31οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσιν. Ταῦτα δὲ καὶ ἐπὶ τῶν Ἰουδαίων καὶ ἐπὶ τῶν θείων ἀποστόλων ἐγένετο. Ὅσοι μὲν γὰρ ἠπίστησαν, λιμῷ καὶ λοιμῷ καὶ πολέμῳ καὶ ἀνδραποδισμῷ παρεδόθησαν· οἱ δὲ πεπιστευ κότες τῷ παναγίῳ νεουργηθέντες πνεύματι τὴν ὀξυτάτην τῶν ἀετῶν μιμησάμενοι πτῆσιν εἰς ἅπασαν ἔδραμον τὴν οἰκουμένην ὡς ἐν ἀλλοτρίοις ἀγωνιζόμενοι σώμασιν. Οὕτω τῶν ἀποστόλων ὑποδείξας τὸν δρόμον ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις προαγορεύει τὴν σωτηρίαν· 411Ἐγκαινίζεσθε πρός με νῆσοι· οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν. Νήσους τὰς ἐκκλησίας καλεῖ ὡς τὰ τῶν διωκόντων κύματα δεχομένας καὶ ἐπὶ τῆς πέτρας ἐρηρεισμένας, ἄρχοντας δὲ προσαγορεύει τῆς ἀληθείας τοὺς κήρυκας ἑτέρους ἀνθ' ἑτέρων μετὰ τὴν κλῆσιν γεγενημένους· «Δεῦτε» γάρ φησιν «ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιέας ἀνθρώπων.» Ἤλλαξαν τοιγαροῦν τὴν ἰσχύν· οὐκέτι γὰρ ἰχθύας ἀπὸ λίμνης μιᾶς ἀλλ' ἀνθρώπους ἀπὸ πάσης τῆς οἰκουμένης ἐθήρευον. Ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν. Τοῖς αὐτοῖς παρακελεύεται σύμφωνον προσφέρειν διδασκαλίαν καὶ τὴν ἐσομένην κρίσιν ἅπασι προμηνύειν. 2Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; Ἐκάλεσαν αὐτὸν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσονται, καὶ δώσει ἐναντίον ἐθνῶν καὶ βασιλεῖς ἐκστήσει καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τέκνα αὐτῶν 3καὶ διώξεται αὐτούς, καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ, οὐχ ἥξει. Περὶ ταύτης τῆς δικαιοσύνης καὶ ὁ μακάριος ἔφη Παῦλος· «Ἐδόθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.» Ταύτης τῆς δικαιοσύνης ἀνατειλάσης καὶ τὴν οἰκουμένην περιδραμούσης ἐξέστησαν μὲν βασιλεῖς, ἡττήθησαν δὲ τύραννοι, πᾶν δὲ εἶδος τιμωρίας ἠλέγχθη, καὶ τοὺς διώκοντας οἱ διωκόμενοι νενικήκασι καὶ ὡς ἄκρας εἰρήνης ἀπολαύοντες τὸν προκείμενον ἐξήνυσαν δρόμον. Τὸ μέντοι· οὐχ ἥξει, παρὰ μὲν τοῖς Ἑβδομήκοντα οὐ κεῖται, ὡς δὲ παρὰ τοῖς Ἄλλοις κείμενον προσετέθη μετὰ ἀστερίσκου. Δηλοῖ δὲ ὡς δικαιοσύνη οὐ πᾶσιν ἥξει ἀλλὰ το ῖς πιστεύουσιν· οἱ γὰρ δυσσεβεῖς οὐδὲ προσέχειν ἐβούλοντο τοῖς θείοις κηρύγμασιν. 4Τίς ἐνήργησε καὶ ἐποίησε ταῦτα; Ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς, τουτέστι τὴν δικαιοσύ νην. Ἄνωθέν φησι τὰ περὶ αὐτῆς προηγόρευσεν. Ταύτας καὶ πρὸς τὸν Ἀβραὰμ ἐποιήσατο τὰς συνθήκας «Ἐν τῷ σπέρματί σου» λέγων «εὐλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς» καὶ πρὸς τὸν Ἰσαὰκ καὶ πρὸς τὸν Ἰ ακ ὼβ καὶ πρὸς τὸν Μω σέα καὶ πρὸς τὸν Δαυίδ· ταῦτα καὶ διὰ τῶν ἄλλων προφητῶν προηγό ρευσεν. Ἐγὼ θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Οὐκ ἄλλος φησὶ τὴν παλαιὰν ἔδωκε διαθήκην καὶ ἄλλος νομοθετεῖ τὴν καινήν· μία ἐστὶν ἡ θεία φύσις, ἀεὶ ὡσαύτως καὶ κατὰ ταὐτὰ ἔχουσα. 5Εἶδον ἔθνη καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἐξέστησαν. Καὶ μαρτυρεῖ τῶν πραγμάτων ἡ πεῖρα· καταλιπόντες γὰρ τὴν πλάνην οἱ ἄνθρωποι μετέμαθον τὴν ἀλήθειαν. Ἤγγισαν καὶ ἦλθον ἅμα, 6κρίνων ἕκαστος τῷ πλησίον βοηθῆσαι καὶ τῷ ἀδελφῷ. Οἱ γὰρ πάλαι πλανώμενοι τοῦ τῆς θεογνωσίας φωτὸς ἀπολαύσαντες οὐκ ἀνέχονται κρύπτειν τὴν αἴγλην ἀλλὰ πάντας εἰς κοινωνίαν καλοῦσιν. Καὶ ἐρεῖ, τουτέστιν ὁ τοῦ γνόφου τῆς ἀγνοίας ἀπαλλα γείς· 7Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων ςφῦραν ἅμα ἐλαύνων ποτὲ μὲν ἐρεῖ· Σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ| 150 a| ἐν ἥλοις, θήσουσιν αὐτό, καὶ οὐ κινηθήσεται. Ταῦτά φησιν ἐροῦσιν οἱ τῇ ἀληθείᾳ προσεληλυθότες τοῖς ἔτι κατεχομένοις τῇ πλάνῃ τῇ τῶν εἰδώλων τὴν τούτων δεικνύντες ἀσθένειαν· οὔτε γὰρ βαδίσαι δύνανται οὔτε στῆναι μὴ τοῖς ἥλοις δεσμούμενα. Τὸ δέ· σύμβλημα καλόν ἐστιν, οἱ Τρεῖς οὕτω τεθείκασιν· «Εἰς κόλλησιν καλόν ἐστιν», τουτέστι· καλῶς συμβέβληται, τεχνικῶς συνήρμο σται. 8Σὺ δὲ Ἰσραὴλ παῖς μου, Ἰακὼβ ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ ὃν ἠγάπησα, 9οὗ ἀντελαβόμην ἀπ' ἄκρου τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπόν σοι· Παῖς μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε· 10μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ μου τῇ δικαίᾳ. Τῷ Ἰσραὴλ ποτὲ μὲν εὐφημίας ὑφαίνει ποτὲ δὲ κατηγορίας προσάπτει οὐκ ἐναντία ποιῶν ἀλλὰ κατάλληλα δρῶν· ἐκ γὰρ τοῦ Ἰσραὴλ οἱ πεπιστευκότες καὶ ἐκ τοῦ Ἰσραὴλ οἱ ἐσταυρωκότες· εἰκότως τοίνυν τοὺς μὲν ἐπαινεῖ τῶν δὲ κατηγορεῖ. Ἐνταῦθα μέντοι καὶ τῶν παλαιῶν ἀνέμνησεν αὐτοὺς καὶ εὐεργεσιῶν καὶ ὡς ἐξήγαγε μὲν ἐκ γῆς Χαλδαίων τὸν πατριάρχην, ἅπαν δὲ τὸ γένος τῆς Αἰγυπτίων ἠλευθέρωσε δυναστείας καὶ παντοδαπῆς προνοίας ἠξίωσεν. 11Ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου, 12ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε. Εἶτα τῆς νίκης τὴν αἰτίαν διδάσκει· 13Ὅτι ἐγὼ ὁ θεός σου, ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· Μὴ φοβοῦ, ἐγὼ ἐβοήθησά σοι. Ταῦτα τυπικῶς μὲ ν καὶ ἐπὶ τῶν Βαβυλωνίων ἐγένετο. Καταλύσας γὰρ τὴν ἐκείνων ἀρχὴν ὁ τῶν ὅλων θεὸς καὶ τούτους τῆς πικρᾶς δουλείας ἐλευθερώσας εἰς τὴν πατρῴαν ἐπανήγαγε γῆν· κυρίως μέντοι καὶ ἀληθῶς ἁρμόττει τοῖς ἁγίοις ἀποστόλοις καὶ τοῖς νικηφόροις μάρτυ σιν· οἱ γὰρ τούτους πολεμήσαντες ἐν αἰσχύνῃ γεγένηνται, καὶ φροῦδοι νῦν καὶ ἀφανεῖς οἱ διώξαντες, περίβλεπτοι δὲ καὶ περιφανεῖς τῆς ἀληθείας οἱ πρόμαχοι. Μὴ φοβοῦ σκώληξ 14Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ, ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ θεὸς ὁ λυτρούμενός σε, ὁ ἅγιος τοῦ Ἰσραήλ. Καὶ ταῦτα μάλιστα δηλοῖ, ὡς τοῖς εἰς τὸν κύριον πεπιστευκόσιν ὁ προφητικὸς ἁρμόττει λόγος. Ὀλίγον τοῦ Ἰσραὴλ ἐπίστευσε μέρος, τὸ δέ γε πλεῖστον ἠπίστησεν. Διὰ τοῦτο καὶ ὁ θεῖος ἔλεγε Παῦλος· «Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν», καὶ πάλιν· «Ἡ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν», καὶ πάλιν ὁ προφήτης· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθή σεται.» Μάλα δὲ ἁρμόττει καὶ τὸ τοῦ σκώληκος ὄνομα· πρ ῶτον μὲν διὰ τὴν ὁρωμένην εὐτέλειαν– καὶ γὰρ ὁ θεῖος ἀπόστολος ταύτην βουληθεὶς ἐπι δεῖξαι ἔφη· «Ἐξε λέξατο ὁ θεὸς τὰ μωρὰ τοῦ κόσμου, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ.» Τὴν γὰρ ὑπερβολὴν παραδηλῶσαι θελήσας καὶ μηδὲν εὑρὼν ἐοικός, μὴ ὄντα ἐκάλεσεν, ἀντὶ τοῦ· ἐν αντίον τῶν ἄλλων οὐδέν εἰσιν οὗτοι–, καλεῖ δὲ αὐτοὺς καὶ δι' ἕτερον σκώληκα· ἐν γὰρ τοῖς σαθροτέ ροις τῶν ξύλων ὁ σκώληξ κρυπτόμενος ὡς τὴν ὀλίγην αὐτῶν ἰσχὺν ἐν βραχεῖ καταναλίσκει χρόνῳ, οὕτω καὶ τῆς ἀληθείας οἱ ἀθληταὶ κρυπτόμενοι καὶ λανθάνοντες τὴν τῶν εἰδώλων κατέλυσαν πλά νην. Διδάσκει δὲ καὶ τὸν τρόπον τῆς νίκης· 15Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς, καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χοῦν θήσεις 16καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτούς, καὶ καταιγὶς αὐτοὺς διασπερεῖ· σὺ δὲ εὐφρανθήσῃ ἐν κυρίῳ ἐν τοῖς ἁγίοις Ἰσραήλ. Ἐπειδὴ σκώληκα αὐτοὺς προσηγόρευσε διὰ τὴν ὁρωμένην εὐτέλειαν, ἐκ διαμέτρου νῦν ἔδειξε τὴν κεκρυμμένην ἰσχύν· καθάπερ γὰρ ἡ πριονοειδὴς ἅμαξα λεπτύνει τὸ δράγμα,| 150 b| οὕτω καὶ ὑμεῖς ἅπασαν τὴν κατέχουσαν πλάνην τὴν καὶ τὸ ὕψος τῶν ὀρῶν καὶ τῶν βουνῶν μιμουμένην καὶ λεπτυνεῖτε καὶ λικμήσετε καὶ οἷόν τινι καταιγίδι διασκεδάσαντες παραδώσετε λήθῃ εὐφραινό μενοι καὶ γανύμενοι διὰ τὸ πλῆθος τῶν σῳζομένων. Καὶ ἀγαλλιάσονται 17οἱ πτωχοὶ καὶ ἐνδεεῖς. Τοὺς ἐξ ἐθνῶν λέγει πεπιστευκότας· οὗτοι γὰρ ἦσαν πτωχοὶ τὸν προφητικὸν οὐ δεξάμενοι πλοῦτον. Ζητήσουσιν ὕδωρ καὶ οὐκ ἔσται· ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξήρανται. Ταῦτα πρὸ τῆς κλήσεως ἐπεπόνθεισαν ἐν ἐνδείᾳ διάγοντες καὶ δίψει πολλῷ πιεζόμενοι. Ἐγὼ κύριος ὁ θεός σου, ἐγὼ ἐπ ακούσομαι αὐτῶν ὁ θεὸς Ἰσραὴλ καὶ ἐγκαταλείψω αὐτούς. Εἰ γὰρ καὶ τοῦ Ἰσραὴλ χρηματίζω θεός, ἀλλὰ πάντων εἰμὶ θεός· οὗ δὴ χάριν 18ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς. Τοὺς τὸ τῆς διδασκαλίας χάρισμα πεπιστευμένους οὕτω καλεῖ· καὶ γὰρ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη· «Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Ποιήσω τὴν ἔρημον εἰς ἕλη ὑδάτων καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Ἔρημον προσαγορεύει τὰ ἔθνη· τούτοις δὲ καὶ ἐν τοῖς ἔμπροσθεν ταῦτα ἐπηγγείλατο. 19Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπά ρισσον καὶ λεύκην, θήσω ἐν τῇ Ἄραβα βράθυ, δαὰρ καὶ θαασοὺρ ἅμα. Ταῦτα τὰ ἀνερμήνευτα ὀνόματα οὕτως ὁ Σύμμαχος ἡρμήνευσεν· «Θήσω ἐν τῇ ἀβάτῳ κυπάρισσον, πτελέαν, πύξον.» Δηλοῖ δὲ ὁ λόγος, ὡς τῶν ἐν ὕδασι τεθηλέναι πεφυκότων φυτῶν ἡ ἔρημος πληρωθήσεται καὶ ἡ ἄνυδρος τοῖς φιλύδροις κοσμηθήσεται δένδροις– δένδρων δηλαδὴ τῶν ψυχῶν νοουμένων ὑπὸ τῆς θείας χάριτος ἀρδομένων. Ἵνα ἴδωσι καὶ γνῶσι καὶ ἐννοηθῶσι καὶ ἐπί στωνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησε ταῦτα καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν αὐτά. Τὸ δὲ παράδοξον τῶν γιγνο μένων τὸν τούτων αἴτιον ἐπιδείξει. Οὕτω δείξας τὴν τῆς ἐρήμου μεταβολὴν πάλιν ἐλέγχει τὴν τῶν εἰδώλων ἀσθένειαν· 21Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει κύριος ὁ θεός· ἠγγίκασιν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ· 22ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τί τὰ ἔσχατα· καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν, 23ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ' ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. Τό· ἐγγίζει ἡ κρίσις ὑμῶν, οὕτως ὁ Σύμμαχος ἡρμήνευσεν· «Προσα γάγετε τὴν κρίσιν ὑμῶν, εἶπε κύριος· ἐγγίσατε ἰσχυρὰ ὑμῶν, εἶπεν ὁ βασιλεὺς Ἰακώβ.» Γίνεσθέ φησιν ἐμοῦ καὶ τῶν εἰδώλων κριταί, φέρετε εἰς μέσον τὰ ἰσχυρὰ ἢ κατὰ τὸν Θεοδοτίωνα «τὰ κραταιώματα ὑμῶν», τουτέστι τὰ εἴδωλα· προμηνυσάτωσαν τὰ ἐσόμενα, διδαξάτωσαν τὰ ἐξ ἀρχῆς γεγενημένα· ἐγὼ γὰρ ἀμφότερα ποιῶν διετέλεσα· διὰ γὰ ρ Μωυσέως τοῦ θεράποντός μου καὶ τὰ πρὸ τῆς τῶν ἀνθρώπων δημιουργίας γεγενημένα ἐδίδαξα, τὰ δὲ ἐ σόμενα καὶ δι' ἐκείνου καὶ διὰ τῶν ἄλλων ἐδήλωσα προφητῶν. Εὖ ποιήσατε καὶ κακώσατε, καὶ θαυμάσομεν καὶ ὀψόμεθα ἅμα, 24ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; Εἰ μὴ βούλεσθέ φησιν ἀπὸ τῆς γνώσεως δεῖξαι τὴν ἰδίαν ἰσχύν, ἀπὸ γοῦν τῆς δυνάμεως τοῦτο ποιή σατε. Δείξατε τὴν εὐεργητικὴν ἢ τὴν τιμωρητικὴν ὑμῶν δύναμιν· «Ἐγὼ δὲ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» Ἐπειδὴ δὲ ὑμεῖς καὶ γνώσεως ἐστέρησθε καὶ δυνάμεως, ἐγὼ ὑμῶν διελέγξω τὸ μάταιον. Ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς. Εἴτε γὰρ ξύλινοί εἰσιν εἴτε ἀπὸ χρυσοῦ ἢ ἀργύρου ἢ καττι τέρου ἢ χαλκοῦ, ἀπὸ γῆς ἔχουσι τὴν φύσιν· τούτων γὰρ ἕκαστον ἀπὸ γῆς. Βδέλυγμα τὸ εἴδωλον ὀνομάζει ὡς βδελυγμίας μεστόν. 25Ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀπὸ ἡλίου ἀνατολῶν, καὶ κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες| 151 a| ὡς πηλὸς κεραμέως, καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλὸν οὕτως καταπατηθήσεσθε. Τοῖς εἰδώ λοις ἀπειλεῖ τὴν κατάλυσιν. Καλεῖ δὲ τὸν μὲν ἀπὸ ἀνατολῶν τὴν ἀνατείλασαν δικαιοσύνην, περὶ ἧς καὶ ἤδη πρότερον εἶπεν· «Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην;» Τὸν δὲ ἀπὸ βορρᾶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, πρὸς ἣν ἦλθεν ὁ ἐκ Θαιμὰν ἢ «ἀπὸ λιβὸς» κατὰ τοὺς Λοιποὺς Ἑρμηνευτάς. «Ὁ θεὸς» γὰρ «ἐκ Θαιμὰν ἥξει», τουτέστιν ἀπὸ μεσημβρίας. Ταύτῃ ἐκ τῆς μεσημβρίας ἐπιφανεὶς ὁ δεσπότης Χριστὸς καὶ κατεψυγμένην εὑρὼν τῇ τῶν εἰδώλων ἐξαπάτῃ καὶ ταῖς μεσημβριναῖς αὐτὴν ἐκθερμάνας ἀκτῖσιν εἰς ζωὴν ἐπανήγαγεν. Ὑπὸ ταύτης καὶ τῶν αὐτῆς ἀρχόντων, ἱερέων καὶ διδασκάλων κατεπατήθη τῶν εἰδώλων τὸ πλῆθος. 26Τίς γὰρ ἀνήγγειλε τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; Τὰ δοκοῦντά φησιν ὑμῶν χρηστήρια ψεύδους ἐστὶ μεστά. Οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους. Καὶ μαρτυρεῖ τῷ λόγῳ τὸ τέλος· πέπαυται γὰρ τὰ πανταχοῦ γῆς καὶ θαλάττης μαντεῖα, καὶ οἱ περὶ ταῦτα κεχηνότες μετέμαθον τὴν ἀλήθειαν. 27Ἀρχὴν Σιὼν δώσω καὶ Ἱερουσαλὴμ παρακαλέσω εἰς ὁδόν. Τὰ μέντοι προοίμια τῆς διδασκαλίας τῇ Ἱερουσαλὴμ προσοίσω. Οὕτω καὶ ἐν τοῖς ἱεροῖς εὐαγ γελίοις ἔλεγεν· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακώβ.» 28Ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐθείς. Πρῶτοι γὰρ οἱ ἐξ Ἰουδαίων πιστεύσαντες ἐκείνων ἐγένοντο κήρυκες. Καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων. Πολλάκις αὐτῶν τὴν ἄγνοιαν ἐκωμῴδησεν. Καὶ ἐὰν ἐρωτήσω αὐτούς· Πόθεν ἐστέ; οὐ μὴ ἀποκριθῶσί μοι· 29εἰσὶ γὰρ οἱ ποι οῦντες ὑμᾶς ἄδικοι καὶ μάταιοι οἱ πλάσσοντες ὑμᾶς. Ἁρμο δίως καὶ τῶ ν εἰ δώλων τὸ ἀναίσθητον ἔδειξε καὶ τῶν ταῦτα τεκτηναμένων ἀσέβειαν κατηγόρησεν. Τὰ μὲν γάρ ἐστιν ἄψυχα, οἱ δὲ λίαν ἀνόητοί τε καὶ δυσσεβεῖς. Τούτων διελέγξας τὴν πλάνην δείκνυ σι τῆς ἀνατειλάσης εἰρήνης καὶ ἀληθείας τὸν χορηγόν· 421Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. 2Οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ, 3κάλαμον τεθλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν, 4ἀναβλέψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Ταύτην τὴν μαρτυρίαν καὶ ὁ θεῖος τέθεικεν εὐαγγελιστής· εἰρηκὼς γὰρ ὡς πολλοὺς ὁ κύριος ἰασάμενος παρηγγύησεν ἵνα μηδενὶ εἴπωσιν, ἐπήγαγε τὰ προκείμενα. Εἰδέναι μέντοι χρὴ ὡς ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων οὔτε τὸ Ἰακὼβ οὔτε τὸ Ἰσραὴλ τεθείκασιν, οὔτε γὰρ παρὰ τῷ Ἑβραίῳ κεῖται. Οἷς ἀκολουθῶν καὶ ὁ θεῖος εὐα γγελιστὴς εἴρηκεν· «Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρετισάμην, ὁ ἐκλεκτός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου.» Ὅτι δὲ τούτων οὐδὲν Ἰουδαίοις ἁρμόττει, καὶ αὐτὰ δηλοῖ τῆς προφητείας τὰ ῥή ματα. Τί γὰρ ἐκείνων θρασύτερον; Τί δὲ μανικώτερον; Ὁ δὲ προφητικὸς λόγος πᾶσαν τ ὴν τοῦ σωτῆρος ἐπιείκειαν καὶ πραότητα μαρτυρεῖ. Οὗτος καὶ τὴν ἐσομένην κρίσιν τοῖς ἐ χθροῖς τῶν ἀποστόλων ἐμήνυσεν. Παῖδα δὲ αὐτὸν καλεῖ ἢ «δοῦλον» κατὰ τοὺς Ἄλλους Ἑρμηνευτὰς κατὰ τὸ ἀνθρώπειον· κατὰ τοῦτο γὰρ αὐτὸν καὶ Ἰακὼβ καὶ Ἰσραὴλ ὀνομάζει ὡς ἐξ Ἰακὼβ τοῦ καὶἸσραὴλ κατὰ σάρκα βλαστήσαντα. Οὕτω καὶ τὸ πανάγιον δέχεται πνεῦμα οὐχ ὡς θεός, ἀ νενδεὴς γάρ, ἀλλ' ὡς ἄνθρωπος, ἵνα τύπος γένηται τῶν εἰς αὐτὸν πεπιστευκ ότων. Ταύτῃ τῇ| 151 b| πρα ότητι δὲ τὰ ῥήματα μαρτυρεῖ καὶ τὰ πράγματα· «Μάθετε» γάρ φησιν «ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Οὕτω δεξάμενος τὴν ἐπὶ κόρρης πληγὴν ἔφη τῷ παίσαντι· «Ἑταῖρε, εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;» Καὶ δυνάμενος σκηπτοῖς ἀναλῶσαι τοὺς κατ' αὐτοῦ λυττῶντας καὶ οἷόν τινα κάλαμον συντεθλασμένον συντρῖψαι καὶ καθάπερ λίνον καπνιζόμενον σβέσαι, τῆς ἐκείνων μανίας ἠνέσχετο· ᾔδει γὰρ τοῦ γινομένου τὸ τέλος καὶ τὴν ἐντεῦθεν τεχθησομένην ἀλήθειαν. Οὕτως καὶ τῷ θανάτῳ παραδοθεὶς ἔλαμψεν αὖθις καὶ τὴν γῆν τῆς ἀληθείας ἐπλήρωσε καὶ τῆς εἰς αὐτὸν ἐλπίδος ἐξήρτησε τὰ ἔθνη. Τοῦτο γὰρ ὁ προφητικὸς ἔφη λόγος· ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Καὶ τοῦτο καὶ ἄντικρυς ἐλέγχει τὴν Ἰουδαίων ἄνοιαν· ποῖα γὰρ ἐπὶ τῷ ἐκείνω ὀνόματι ἤλπισεν ἔθνη; Ποῖον δὲ αὐτοὺς οὐ κατεπολέμησεν ἔθνος; Εἰς δὲ τὸ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ὄνομα πάντα ἐλπίζει τὰ ἔθνη. 5Οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. Οὐ γὰρ μόνον ἐποίησεν ὁ θεὸς τὴν κτίσιν, ἀλλὰ καὶ τὸ διαρκὲς αὐτῇ δέδωκε, καὶ ὅσο ν αὐτὸς βούλεται διαμένει χρόνον. Ἔδωκε πᾶσι μὲν ἀνθρώποις πνοήν, τὸ δὲ πανάγιον πνεῦμα οὐ πᾶ σιν ἀλλὰ τοῖς πατοῦσι τὴν γῆν, τουτέστι τὸ γήινον φρόνημα. 6Ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν. Πρὸς ὃν ἐκάλεσε παῖδα ταῦτά φησι καὶ ὡς πρὸς ἄνθρωπον διαλέγεται. Τοιαῦτα δὲ πολ λὰ ταπεινὰ καὶ ἐν τοῖς θείοις εὐαγγελίοις εὑρίσκομεν· «Τὸ γὰρ παιδίον» φησὶν «ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ χάρις θεοῦ ἦν ἐπ' αὐτό», καὶ πάλιν· «Ἰησοῦς προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις», οὕτως εὐχόμενος ἔλεγεν· «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο.» Ὅτι δὲ ταῦτα ἀνθρώπινα ἦν, ὁμολογεῖν οἶμαι καὶ αὐτοὺς τοὺς τῇ θεότητι τοῦ μο νογεν οῦς πολεμοῦντας καὶ κτίσμα ταύτην ἀποκαλεῖν τολμῶντας. Καὶ ἐνταῦθα τοίνυν ὡς ἀνθρώπῳ ταῦτά φησιν· Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. Μαρτυρεῖ δὲ καὶ τὸ γένος τῇ φύσει· Ἃ γὰρ ὑπεσχόμην τοῖς σοῖς κατὰ σάρκα προγόνοις, τῷ Ἀβραάμ, τῷ Ἰσαάκ, τῷ Ἰα κώβ, τῷ Δαυίδ, ταῦτα πεπλήρωκα νῦν καὶ διὰ σοῦ, ὃς ἐκ τῆς τούτων συγγενείας κατὰ σάρκα κατάγει, τὴν μὲν πρὸς τούτους ἐπαγγελίαν πληρῶ, τοῖς δὲ ἔθνεσι τῆς θεο γν ωσίας τὸ φῶς χορηγῶ. Ταύτης τῆς συγγενείας καὶ ὁ μακάριος ἐμνημόνευσε Παῦλος· «Ὧν οἱ πατέρες» φησὶ «καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.» Ὁ γὰρ αὐτὸς ἐξ Ἰουδαίων μέν ἐστι κατὰ σάρκα, ἐπὶ πάντων δὲ θεὸς ὡς ἐκ τοῦ θεοῦ καὶ πατρὸς πρὸ τῶν αἰώνων γεγεννημένος. Εἶτα προλέγει τὰς ἐσομένας θαυματουργίας· 7Ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. Τυφλοὺς ἐνταῦθα τοὺς τὸ ὀπτικὸν τῆς διανοίας κακῶς διακειμένους καλεῖ, τοὺς δὲ αὐτοὺς καὶ ταῖς τῆς ἁμαρτίας πεπεδημένους σειραῖς καὶ τῷ σκότει τῆς πλάνης κατεχομένους. Τούτους τοῦ ζόφου τῆς ἀγνοίας ἐλευθερώσας καὶ τῆς ἁμαρτίας τὰ δεσμὰ διαρρήξας προσήγαγε τῷ τῆς ἀληθείας φωτί. 8Ἐγὼ κύριος ὁ θεός, τοῦτό μοί ἐστιν ὄνομα· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. Καὶ δει κνὺς περὶ τίνων λέγει, ἐπή γαγεν· Οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. Ὁ γὰρ υἱὸς τοῦ πατρὸς ἔχει τὴν δόξαν καὶ ἐν τῇ τοῦ πατρὸς ἐπιφα νήσεται δόξῃ· μία γὰρ υἱοῦ καὶ πατρὸς ἡ θεότης. Εἰ δέ φησιν ὁ θεὸς ὡς ἑτέρῳ τὴν δόξαν οὐ δώσει, δείκνυται δὲ ὁ υἱὸς τοῦ πατρὸς ἔχων τὴν δόξαν, δῆλον ὡς οὐχ ἕτερός ἐστι κατὰ τὴν οὐσίαν ἀλλὰ τὴν αὐτὴν ἔχει τῷ πατρὶ φύσιν. 9Τὰ ἀπ' ἀρχῆς ἰδοὺ ἥκασιν, ἃ πάλαι| 152 a| φησὶ προ ηγόρευσεν. Καὶ Καινὰ τοῖς ἀγνοοῦσι τὰ προφη τικὰ θεσπίσματα, δῆλα τοῖς ἐκεῖνα πεπιστευμένοις· Καὶ πάλαι γὰρ αὐτά φησιν εἶπον ὑμῖν. Ἐπειδὴ δὲ τὰ καινὰ μηνύει, εἰκότως ὕμνον καινὸν προ σενεγκεῖν παρακελεύεται τῷ θεῷ· 10Ὑμνήσατε τῷ θεῷ ὕμνον καινόν. Ἡ ἀρχὴ αὐτοῦ ἄνω δοξάζεται, τὸ ὄνομα αὐτοῦ δοξάζεται ἀπ' ἄκρου τῆς γῆς. Καθάπερ γὰρ ἐν τοῖς οὐρανοῖς τὴν βασιλείαν αὐτοῦ καὶ τὴν δεσποτείαν ὑμνοῦσι τῶν ἀγγέλων οἱ δῆμοι, οὕτω τὸ σεπτὸν αὐτοῦ ὄνομα πᾶσα ἡ γῆ προσκυνεῖ. Οἱ κατοικοῦντες τὴν θάλασσαν καὶ πλέοντες αὐτήν, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς. Διαφερόντως δὲ τοῦτο ποιοῦσιν οἱ μὴ μόνον διὰ γῆς ἀλλὰ καὶ θαλάττης ὁδεύοντες ὥστε τοῦτο τὸ ὄνομα τοὺς ἀγνοοῦντας διδάξαι, ὅθεν οὐ μόνον ἠπειρῶται ἀλλὰ καὶ νησιῶται τὸν τῶν ὅλων ὑμνοῦσι θεόν. 11Εὐφράνθητι ἔρημος καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδάρ. Εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν, ἀπ' ἄκρου τῶν ὀρέων βοήσουσι, 12δώσουσι τῷ θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν. Κηδὰρ τῶν Ἰσμαηλιτῶν τοὺς ἀπογόνους καλεῖ, Πέτρα δέ ἐστι τῶν Ἰδουμαίων μητρόπολις. Ἔδειξε τοίνυν καὶ διὰ τούτων ὁ προφητικὸς λόγος τὴν εἰς ἅπασαν τὴν οἰκουμένην χυ θεῖσαν θεογνωσίαν. Ὁρῶμεν δὲ καὶ ἡμεῖς τὴν τῆς προρρήσεως ἔκβασιν· οὐ γὰρ μόνον ἡ οἰκουμένη ἀλλὰ καὶ ἡ ἀοίκητος καὶ αἱ νῆσοι πᾶσαι τῶν τῆς ἀληθείας ναμάτων ἀπήλαυσαν. Ἐγὼ δὲ ἐβουλόμην Ἰουδαίου πυθέσθαι, ποίαν εὐφροσύνην Ἰσμαηλίταις καὶ Ἰδουμαίοις ὁ προφητικὸς εὐαγγελίζεται λόγος, πῶς δὲ αἱ νῆσοι τὸν τῶν ὅλων ὑμνοῦσι θεόν. Ἀλλ' ἐκείνους ἐπὶ τοῦ παρόντος ἐάσαντες τῆς ἀληθείας ἐχώμεθα. 13Κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται συντρῖ ψαι πόλεμον, ἐπεγερεῖ ζῆλον, σημανεῖ καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος. Αὐτὸς γὰρ κατέλυσε τοῦ θανά του τὸ κράτος, αὐτὸς τὸν δρόμον τῆς ἁμαρτίας ἀνέκοψεν, αὐτὸς ἔπαυσε τοῦ διαβόλου τὴν τυραννίδα, αὐτὸς τῶν εἰδώλων τὴν πλάνην κατέσβεσεν. 14Ἐσιώπησα ἀπ' αἰῶνος· μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς ἡ τίκτουσα. Πολὺν ἠνεσ χόμην χρόνον, πλείστῃ ἐχρησάμην μακροθυμίᾳ, ἤνεγκα καταφρο νούμενος. Ἐκφανῶ καὶ ἐκστήσω καὶ ξηρανῶ ἅμα, 15ἐρημώσω ὄρη καὶ βουνοὺς καὶ πάντα τὸν χόρτον ξηρανῶ καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ. Διὰ τούτων πάντων τὴν παῦλαν τῆς πλάνης ἐδήλωσεν· τὰ γὰρ ἐν τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς τιμώμενα τεμένη τῶν εἰδώλων κατέλυσε καὶ τὴν ἐκείνων μνήμην παρέδωκε λήθῃ καὶ οἷόν τινα χόρτον ἐξήρανε, καὶ τὰ τῶν φιλοσό φων δόγματα καθάπερ τινῶν ποταμῶν ῥεύματα κατα παύσας οὐδὲ βραχεῖαν ἐν αὐτοῖς ἰκμάδα κατέλιπεν. Ὡσαύτως δέ φησι καὶ τὰ ποιητικὰ ἕλη δείξω ξηρά. 16Καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν ποιήσω πατῆσαι αὐτούς. Πάλιν τυφλοὺς τοὺς ἀπιστίαν νοσοῦντας καὶ τὸ ὀπτικὸν τῆς διανοίας πεπηρωμένους καλεῖ. Τούτους ὑπισχνεῖται ποδηγήσειν εἰς τὴν ἀγνοουμένην ὁδόν· οὐ γὰρ ᾔδεισαν τῆς ἀληθείας τὴν τρίβον ἀλλὰ τὰς τῆς ἀπάτης ὥδευον ἀτραπούς. Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς. Τῆς προτέρας αὐτοὺς ἀγνοίας ἀπαλλάξ ας τῆς θείας αὐτοὺς γνώσεως ἀξιώσω· ἔοικε γὰρ σκότει μὲν ἡ ἄγνοια, φωτὶ δὲ ἡ γνῶσις. Καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν. Τὴν γὰρ δύσπορον τῆς σωφροσύνης καὶ τῆς ἐγκρα τείας καὶ τῆς δικαιοσ ύνης ὁδὸν πεποίηκεν εὔπορον, τοῖς πόνοις τῆς ἀρετῆς τὴν τῶν μελλόντων ἀγαθῶν συνάψας ἐλπί δα. Ταῦτα τὰ ῥήματα ἃ ποιήσω αὐτοῖς· καὶ οὐκ ἐγκαταλείψω αὐτούς, λέγει κύριος. Τούτων τῶν ἀγαθῶν αὐτοὺς διηνεκῶς ἀξιώσω καὶ πᾶσαν αὐτῶν κηδεμονίαν καὶ εἰς τὸν ἔπειτα ποιήσω χρόνον. 17Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω. Ἐμοῦ δὲ ταῦτα τοῖς ἔθνεσι τὰ ἀγαθὰ διδόντος οἱ τὰς ἐπαγγελίας ἔχοντες Ἰουδαῖοι καὶ τὰ μεγάλα ταῦτα θεώμενοι θαύματα τὴν ἐν αντίαν ἐ τράποντο τὴν ἐμὴν ἀρνούμενοι ποδηγίαν. Ἀλλ' ἡμεῖς οἱ τῶν τοσούτων ἀπολαύο ντες ἀγαθῶν τὴν εὐθεῖαν ὁδεύωμεν ἑπόμενοι τῷ ποδηγοῦντι καὶ τὸ φῶς χορηγοῦν τι θεῷ τῷ| 152 b| καὶ τὴν αἰώνιον ὑπισχνου μέν ῳ ζωήν, ἵνα καὶ ταύτης τύχωμεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ὑπο στηρίζοντος σωτῆρος, μεθ' οὗ τῷ πατρὶ σὺν τῷ παναγίῳ πνεύματι δόξα κράτος πρέπει καὶ μεγαλοπρέ πεια νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 13 ΤΟΜΟΣ ΙΓʹ Αἰσχύνθητε αἰσχύνην οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς· Ὑμεῖς ἐστε θεοὶ ἡμῶν. Τὴν τῶν ἐθνῶν προθεσπίσας μεταβολὴν μεταφέρει τὸν λόγον πρὸς Ἰουδαίους· περὶ γὰρ αὐτῶν καὶ ἤδη ἔφη· «Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω» τοσαῦτα θαύματα θεασάμενοι καὶ τὴν τῶν ἐθνῶν ἑωρακότες ἐπιστροφήν. Γλυπτὰ καὶ χωνευτὰ τὰ εἴδωλα κέκληκεν· τὰ μὲν γὰρ ἐκ ξύλων καὶ λίθων τὰ δὲ ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ καττιτέρου κατασκευασθήσεται. 18Οἱ κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν. Εἶτα σαφέστερον διδάσκει τίνας αὐτῶν προσαγορεύει· 19Καὶ τίς τυφλὸς ἀλλ' ἢ ὁ λαός, παῖδές μου, καὶ κωφοὶ ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Κυριεύοντας τοὺς βασιλεύον τας καὶ τοὺς ἄρχοντας καλεῖ, κωφοὺς δὲ αὐτοὺς ὀνομάζει ὡς τῶν προφητικῶν ἐπαΐειν οὐκ ἐθέλοντας λόγων. Τὸν δὲ λοιπὸν ὅμιλον τυφλὸν προσηγόρευσεν ὡς ὁρῶντα τὴν τῶν εἰδώλων ἀσθένειαν καὶ συνιδεῖν οὐ βουλόμενον. Τίς τυφλὸς ὡς ὁ ἀπεσχηκώς; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ. Ὁ δὲ Σύμμαχος οὕτω· «Τίς τυφλὸς ὡς ὁ τέλειος καὶ τυφλὸς ὡς ὁ δοῦλος κυρίου;» Εἰ γὰρ καὶ τὰ ἔθνη φησὶν ὁμοίως πλανᾶται ὅμως οὐ κ ἴσην ἔχει κατη γορίαν· οὐ γὰρ ἔχει προφήτας δᾳδουχοῦντας πρὸς τὴν ἀλήθειαν οὐδὲ τοσαύ της ἐπ ιμελείας ἠξίωται. Καὶ ὁ ἀπεσχηκὼς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν, ἀντὶ τοῦ· ὁ ὑπὸ τοῦ θεοῦ π ροκληθεὶς καὶ ἑαυτὸν ἀπορρήξας τῆς τοῦ θεοῦ δουλείας καὶ τὴν τῶν εἰδώλων προελόμενος θερ απείαν. Εἴδετε πλεονάκις καὶ οὐκ ἐφυλάξασθε· ἠνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Τὰ γὰρ θαύματα ἑώρων καὶ διδασκαλίας θείας ἀπέλαυον καὶ οὔτε τὰ ὦτα τοῖς λόγοις οὔτε τοὺς ὀφθαλμοὺς τοῖς ἔργοις προσέφερον. 21Κύριος ὁ θεὸς ἡμῶν ἐβούλετο, ἵνα δικαιωθῆτε καὶ μεγαλύνητε αἴνεσιν. Σαφῶς ἔδειξε τῆς αἰνέσεως τὸν σκοπόν· τοῦ γὰρ ὕμνου τὸ κέρδος ὁ τοῦτον προσφέρων καρποῦται. Καὶ εἶδε, 22καὶ ἐγένετο ὁ λαὸς προνενομευμένος καὶ διηρπασμένος. Καὶ τὸν θεῖον ἡμᾶς ἐδίδαξε σκοπὸν καὶ τὸ τῆ ς ἀνθρωπίνης κτίσεως αὐτεξούσιον. Αὐτὸς μὲν ὑμᾶς φησιν ἐβούλετο δικαιωθῆναι τὴν εὐ σέ βειαν αἱρουμένους, ὑμεῖς δὲ τὴν ἐναντίαν ὁδεύσαντες τὸν ὄλεθρον ἐτρυγήσατε. Ἡ γὰρ παγὶς ἐν τοῖς ταμείοις πανταχοῦ καὶ ἐν οἴκοις ἅμα ὅπου ἔκρυψαν αὐτούς. Παγίδα καλεῖ τὴν περὶ τὰ εἴδωλα πλάνην· ὥσπερ γὰρ ἡ παγὶς ἀγρεύει τῶν ἀλόγων τὰ γένη, οὕτως ἡ πλάνη τῶν ἀνθρώπων τὸ γένος. Ἐδίδαξε δὲ ὁ προφητικὸς λόγος ὡς πανταχοῦ τὰ εἴδωλα προσεκύνουν. Ἐγένοντο εἰς προνομήν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος. Ἀποστάντες γὰρ τῆς ἐμῆς θεραπείας τῆς ἐμῆς οὐκ ἀπήλαυον προμηθείας. Ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων· Ἀπόδος. Ταῦτα ὑπέμειναν ὑπὸ Βαβυλωνίων καὶ ὕστερον ὑπὸ Ῥωμαίων οὐδενὸς ἐπαμύνοντος οὐδὲ δίκας τῆς ἀσεβείας εἰσπραττομένου. 23Τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα, προσέξει καὶ εἰσα κούσεται εἰς τὰ ἐπερχόμενα; 24Τίς ἔδωκεν εἰς διαρπαγὴν Ἰακὼβ καὶ Ἰσραὴλ τοῖς προνομεύουσιν αὐτόν; Ταῦτα κατ' ἐρώτησιν εἰρηκὼς ἐπιδεί κνυσι σα φῶς τὸν τοῦτο πεποιηκότα, ἐπιδείκνυσι δὲ τῆς αἰτίας τὸ εὔλογον· Οὐχὶ ὁ θεός, ᾧ ἥμαρτον αὐτῷ καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ; Προὔδωκέ φησιν αὐτοὺς ὁ νομοθέτης, ἐπειδὴ τὴν παρα νομίαν ἠγάπησαν. 25Καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν αὐτῶν πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ. Οὐ γὰρ μόνον οἱ πόρρωθεν αὐτοῖς ἐπῆλθον ἀλλὰ καὶ οἱ πλησιόχωροι συνεμάχουν ἐκείνοις δῃοῦντες καὶ ἐμπιπρῶντες καὶ τὴν γῆν αὐτ ῶν διαφθείροντες. Καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν, καὶ ἀνήφθη ἐν αὐτοῖς. Τὴν δὲ αἰτίαν τῶν ἀνιαρῶν συνιδεῖν οὐκ ἠθέλησαν. Ταύτην δὲ τὴν νόσον καὶ νῦν ἔχουσιν Ἰουδαῖοι· τῆς γὰρ πολυθρυλήτου μητροπόλεως αὐτῶν ἐξεληλαμένοι καὶ τῆς θείας παντελῶς γυμνωθέντες κηδεμονίας τὴν τῶν κακῶν οὐ συνορῶσιν αἰτίαν. 431Καὶ νῦν οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας| 153 a| σε Ἰακὼβ καὶ ὁ πλάσας σε Ἰσραήλ· Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε, ἐκάλεσά σε τὸ ὄνομά σου Ἐμὸς– εἶ– σύ. Καὶ παιδεύων ὁ φιλάνθρωπος οὐ καταλείπει τὸν ἔλεον ἀλλ' ἅπερ νομοθετεῖ πρῶτος ποιεῖ– ἔλεγξον γάρ φησιν, ἐπιτίμησον, παρακάλεσον. Ἐνταῦθα δὲ τοὺς ἀνδραποδισθέντας καὶ τὴν Βαβυλωνίαν κατειληφότας ψυχαγωγεῖ. Καὶ ἐπειδὴ λαὸς τοῦ θεοῦ ἐχρημάτιζεν, εἰκότως ἔφη· Ἐκάλεσά σε τὸ ὄνομά σου Ἐμὸς– εἶ– σύ. Τοῦτό φησιν εἶχες ὄνομα τὸ ἐξ ἐμοῦ καλεῖσθαι. 2Καὶ ἐὰν διαβαίνῃς δι' ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε. Οὕτως γάρ φησι καὶ τὴν Ἐρυθρὰν διέβης Θάλασσαν καὶ τὸν Ἰορδάνην ποταμόν. Καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε, 3ὅτι ἐγὼ κύριος ὁ θεός σου ὁ ἅγιος Ἰσραὴλ ὁ σῴζων σε. Καὶ μάρτυρες οἱ γενναῖοι μάρτυρες Ἀνανίας Ἀζαρίας Μισαὴλ διὰ τὴν εἰς τὸν θεὸν ἐλπίδα περιγενόμενοι τῆς φλογός. Ἐποίησα ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Συήνην ὑπὲρ σοῦ. Τὴν Συήνην καὶ ὁ Ἑβραῖος καὶ οἱ Λοιποὶ Ἑρμηνευταὶ «Σαβὰ» τεθείκασιν· ἔθνος δὲ καὶ τοῦτο Αἰθιοπικόν. Προσημαίνει δὲ ὁ λόγος τὴν τῶν ἐθνῶν ἐπι στροφήν· ὑμῶν γάρ φησιν ἀντιτεινόντων καὶ πιστεύειν οὐ βουλομένων ἕτερον ἐξ ἐθνῶν διαφόρων ἐμαυτῷ κατασκευάσω λαόν. 4Ἀφ' οὗ ἔντιμος ἐγένου ἐναντίον ἐμοῦ, ἐδοξάσθης κἀγώ σε ἠγάπησα. Τὰς εὐεργεσίας ὧν ἀπήλαυσαν ἐξηγεῖται· ἀγαπηθείς φησιν ὑπ' ἐμοῦ καὶ ἐκλεχθεὶς ἐπίσημος ἐγένου καὶ πολυθρύλητος. Καὶ δώσω ἀνθρώπους ὑπὲρ σοῦ πολλοὺς καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. Τοὺς Βαβυλωνίους λέγει οὓς τῷ Κύρῳ παρέδωκεν. 5Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι, ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε. Ταῦτα μετὰ τὴν τῶν Βαβυλωνίων κατάλυςιν τὸ πέρας ἐδέξατο· ὁ γὰρ Κῦρος αὐτοῖς ἐπανελθεῖν εἰς τὴν Ἰουδαίαν ἐκέλευσεν. Τότε τούτων ἐπανελθόντων ἀπὸ τῆς ἕω οἱ κατὰ τὸν τοῦ πολέμου καιρὸν πεφευγότες καὶ τὴν ἑσπέραν κατειληφότες ἐπανῆλθον ὡς εἰκὸς τὴν τῆς Ἰουδαίας εἰρήνην μεμαθηκότες. Ἀληθῶς μέντοι κυρίως ὁ λόγος δηλοῖ τοὺς διὰ τῶν ἱερῶν ἀποστόλων ἐκ πάσης κληθέντας τῆς οἰκουμένης καὶ τῆς σωτηρίας τετυχηκότας· καὶ γὰρ ἐν ἑκάστῃ πόλει πρώτοις Ἰουδαίοις προσέφερον τὰ θεῖα παιδεύματα. 6Ἐρῶ τῷ βορρᾷ· Ἄγε, καὶ τῷ λιβί· Μὴ κώλυε. Ἀπὸτῶν κλιμάτων τοὺς βασιλέας ἐκάλεσεν· βορειοτέρα μὲν γὰρ τῆς Ἱερουσαλὴμ ἡ Βαβυλών, πρὸς λίβα δὲ κεῖται ἡ Αἴγυπτος. Καὶ τούτοις φησὶν ἐπαναγαγεῖν κελεύσω τὸν ἐμὸν λαὸν καὶ τούτοις μὴ ἀντιπράττειν. Ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν καὶ τὰς θυγατέρας μου ἀπ' ἄκρου τῆς γῆς, 7πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου· ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα αὐτὸν καὶ ἐποίησα αὐτόν. 8Ἐξήγαγον λαὸν τυφλόν, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ὡσαύτως εἰσὶ τυφλοί, καὶ κωφὰ τὰ ὦτα ἔχοντες. Καὶ τὴν οἰκείαν ἔδειξε πρόνοιαν καὶ τὴν ἐκείνων ἤλεγξεν ἀπιστίαν· Ἐγὼ μὲν γάρ φησι πάσης αὐτοὺς κηδεμονίας ἠξίωσα, αὐτοὶ δὲ τυφλώττοντες καὶ κωφεύοντες διετέλεσαν· οὔτε γὰρ τὰ θαύματα ἑώρων οὔτε τῶν θείων λογίων ἐπήκουον. 9Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Οὗτοι μὲν οὖν τυφλώττουσι καὶ κ ωφεύουσι, πάντα δὲ τὰ ἔθνη τὸν οἰκεῖον ἐπέγνω θεὸν καὶ μία ἐκ πάντων ἐκκλησία συνέστη, καὶ ἐξ αὐτῶν τῶν ἐθνῶν τούτων εἰσὶ καὶ τῆς ἐκκλησίας οἱ ἄρχοντες. Ὁρῶμεν δὲ καὶ τῆσδε τῆς προφητείας τὸ πέρας· Σύ ρων μὲν γὰρ προστατεύουσι Σύροι, Κιλίκων δὲ καὶ Ῥωμαίων Ῥωμαῖοι καὶ βάρβαροι βαρ βάρων. Ἄρχονταςδὲ τοὺς ἱερέας καλεῖ. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ὑμεῖς δὲ οὐδὲ τῶν ἤδη γεγενημένων ἀναμιμνῄσκεσθε οὐδὲ τὰ ἐσόμενα βούλεσθε πρ ομαθεῖν. Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ ἀκουσάτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Μάρτυρας καλεῖ τοὺς προφήτας· διὰ τούτων γὰρ αὐτοῖς καὶ προὔλεγε καὶ διεμαρτύρετο. Πρῶτος δὲ τούτων ὁ μακάριος Μωυσῆς, τούτῳ γὰρ ἔφη πρώτῳ· «Καταβὰς διαμάρτυραι τῷ λαῷ τούτῳ.» Ἐκεῖνος διαμαρτυρόμενος καὶ τὴν τούτων ἀλλοτρίωσιν καὶ τῶν ἐθνῶν προηγόρευσε τὴν μεταβολήν.| 153 b| 10Γένεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Εἰ βούλεσθέ φησιν ἔχειν με τῆς ὑμετέρας ψήφου μάρτυρα, μαρτυρήσατε τῇ ἀληθείᾳ μου πρότεροι· τούτου γὰρ γιγνομένου οὐκ ἐγὼ μαρτυρήσω μόνος ἀλλὰ καὶ ὁ ἐκλεκτός μου παῖς· καλεῖ δὲ οὕτως οὔτε Μωυσέα οὔτε ἄλλον τινὰ τῶν προφητῶν ἀλλὰ τὸν δεσπότην Χριστόν. Καλεῖ δὲ αὐτὸν οὕτως οὐχ ὡς θεὸν ἀλλ' ὡς ἄνθρωπον· ἐκλεκτὸς γὰρ ὡς ἄνθρωπος ὀνομάζεται. Ταύτην δὲ τῶν μαρτύρων τὴν δυάδα καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις εὑρίσκομεν· τοῖς γὰρ Ἰουδαίοις ὁ δεσπότης Χριστὸς διαλεγόμενος ἔφη· «Ἐν τῷ νόμῳ ὑμῶν γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ.» Οὕτω καὶ ἐνταῦθα· Ἐγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγὼ τὴν παλαιὰν ἔδωκα διαθήκην, ἐγὼ δώσω καὶ τὴν καινήν, ἐγὼ τὰ ἐν Αἰγύπτῳ πεποίηκα θαύματα, ἐγὼ τῆς Βαβυλωνίων ὑμᾶς ἐλευθερώσω δουλείας. 11Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ θεός σου, καὶ οὐκ ἔσται πάρεξ ἐμοῦ σῴζων. Καὶ ταῦτα τὴν μίαν κηρύττει θεότητα. Ὅτι γὰρ καὶ ὁ δεσπότης Χριστὸς σωτὴρ ὑπὸ τῆς θείας γραφῆς ὀνομάζεται, οἶμαι καὶ τοὺς Ἀρείου καὶ Εὐνομίου συνομολογεῖν φοιτητάς· εἰ δὲ πάρεξ αὐτοῦ σῴζων οὐκ ἔστι, σωτὴρ δὲ καὶ ὁ Χριστὸς ὀνομάζεται, ἐξ ἐκείνης ἐστὶ δηλονότι τῆς φύσεως. Εἰ δὲ οὐκ ἔστι κατὰ τὸν λόγον τῶν βλασφημούντων, οὐδὲ σωτήρ ἐστι κατὰ τὴν τῆς προφητείας ἀπόφασιν. Εἰ δὲ σωτήρ ἐστιν, ἐκ τῆς αὐτῆς ἄρα οὐσίας ἐστίν, ἧς μόνης ἴδιον τὸ σῴζειν. 12Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα. Προεῖπον καὶ τὸ πέρας ἐπέθηκα. Ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Τὸ ὠνείδισα οἱ Τρεῖς «ἠκούτισα» τεθείκασιν ἀντὶ τοῦ ἐμαρτυ ράμην. Καὶ τὸ ὠνείδισα δὲ τὴν αὐτὴν ἔχει διά νοιαν· ἀεὶ γὰρ ἁμαρτάνοντες ὠνειδίζοντο. Τοῦτο δὲ λέγει ὅτι, ἡνίκα ἐνομοθέτουν, ἀλλότριος οὐ πα ρῆν θεός. Ὑμεῖς ἐμοὶ μάρ τυρες, καὶ ἐγὼ κύριος ὁ θεός. Ἴστε φησὶ σαφῶς ὡς οὐδεὶς ὑμᾶς ἕτερος ἐξεζή τησεν, ἀλλὰ τῆς παρ' ἐμοὶ προνοίας ἀπηλαύσατε μόνης. 13Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι· καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος, ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Ταῦτα καὶ διὰ τοῦ μακαρίου Μωυσ έως ἔφη· «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» 14Οὕτως λέγει κύριος ὁ θεὸς ὁ λυτρούμενος ὑμᾶς ὁ ἅγιος τοῦ Ἰσραήλ· Ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα καὶ ἐπεγερῶ φεύγοντας πάντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθή σονται. Τὴν τῶν Βαβυλωνίων προλέγει κατάλυσιν καὶ τῶν Χαλδαίων τὸν ἀνδραποδισμόν. Ταῦτα δέ φησιν ὑμῶν ἕνε κεν πείσονται, ἐπειδὴ συνιδεῖν οὐκ ἠθέλησαν ὡς ἑκόντος μου νενικήκασι καὶ παρ' ἐμοῦ ἀποδοκιμασθέν τας ὑμᾶς ἔλαβον αἰχμαλώτους. 15Ἐγὼ κύριος ὁ θεὸς ὁ ἅγιος ὑμῶν, ὁ κατα δείξας Ἰσραὴλ βασιλέα ὑμῶν. Τοῦ το δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «Ἐγὼ κύριος ὁ ἅγιος ὑμῶν, κτίστης Ἰσραήλ, βασιλεὺς ὑμῶν», συμφωνοῦσι δὲ καὶ οἱ Λοιποί. Ἐγὼ γάρ φησι τὸν ὑμέτερον διέπλασα πρόγονον καὶ βασιλεύειν ὑμῶν ἠθέλησα. 16Οὕτως λέγει κύριος ὁ δοὺς ὁδὸν ἐν θαλάσσῃ καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον, 17ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον πολὺν καὶ ἰσχυρόν. Τῶν ἐπὶ Μωυσέως γεγενη μένων ἀναμιμνῄσκει θαυμάτων καὶ τῆς ξένης ἐκείνης καὶ παραδόξου λεωφόρου, ἣν Μωσαϊκὴ κατεσκεύασε ῥάβδος, ἐν ᾗ ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν. Ἀλλ' ἐκοιμήθησαν καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον. Περὶ τῶν Αἰγυπτίων ταῦτά φησιν, ὅτι διῶξαι τὸν Ἰσραὴλ πειραθέντες πανω λεθρίαν ὑπέμειναν. 18Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε· 19Ἰδοὺ γὰρ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά. Ἀξιαγαστότερά φησιν ἔσται τῶν γεγενημένων τὰ ὑπ' ἐμοῦ γενησόμενα. Τίνα δὲ ταῦτα, ἐπάγει· Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς. Τινὲς ὑπέλαβον περὶ τῆς Βαβυλῶνος ἐπανόδου ταῦτα οὐκ ὀρθῶς· οὔτε γὰρ ὁδὸν αὐτοῖς ξένην οὔτε ποταμοὺς ἐπανιοῦσιν ἐδωρήσατο τότε. Ἀλλὰ καλεῖ| 154 a| ἔρημον μὲν τὰ ἔθνη, ποταμοὺς δὲ τὰ τῶν ἀποστόλων κηρύγματα, ὁδὸν δὲ τὴν ἀπλανῆ πορείαν. Τοῦτο δὲ καὶ τὰ ἐπαγόμενα δηλοῖ· Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, οἱ θηριώδη βίον πάλαι βεβι ωκότες. Σειρῆνες δὲ καὶ θυγατέρες στρουθῶν, οἱ τοῖς κεκαλλιεπη μένοις λόγοις καταθέλγοντες τοὺς ἀνθρώπους ῥήτορες καὶ φιλόσοφοι, τῆς πλάνης ἀπαλλαττόμενοι καὶ μεταμανθάνοντες τὴν ἀλήθειαν ἐμὲ τὸν εὐεργέτην ὑμνήσουσιν. Θυγατέρας δὲ στρουθῶν οἱ Λοιποὶ «στρουθοκαμήλους» ἡρμήνευσαν. Τοῦτο δὲ τὸ ζῷον πεζὸν μέν ἐστι, μετέχει δὲ ὅμως καὶ τῆς πτηνῆς φύσεως. Τοιοῦτοι δέ εἰσιν οἱ ἐν λόγοις τὸν βίον ποιούμενοι καὶ πρὸς γῆν κεχηνότες. Ἀλλ' ὅμως καὶ τούτοις ὁ λόγος ὑπισχνεῖται μεταβολήν· Ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν, 21τὸν λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου ἐξηγεῖσθαι. Γένος αὐτοῦ κατὰ τὴν ἀνθρωπείαν ἣν ἔλαβε φύσιν πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, πλησιέστερον δὲ τῶν Ἰουδαίων τὸ ἔθνος· πρόδηλον γάρ φησιν ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν Ἰησοῦς. 23Οὐ νῦν ἐκάλεσά σε Ἰακώβ. Ἄνωθέν φησιν· «Ἐξελεξάμην σε.» Οὐ γὰρ νῦν σε μετὰ τῶν ἄλλων ἐθνῶν τῆς σωτηρίου ἠξίωσα κλήσεως. Οὐδὲ κοπιᾶσαι ἐποίησά σε Ἰσραήλ, 23οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεώς σου. Τοῖς γὰρ εἰδώλοις ταῦτα προσέφερες. Οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με. Ἐπεισάκτου γὰρ οὐ δέομαι δόξης. Οὐκ ἐδούλευσάς μοι ἐν δώροις, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ, 24οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα. Ταῦτα ἐν τοῖς προοιμίοις τῆσδε τῆς προφητείας ἐξέβαλεν ὁ δεσπότης. Ἀλλ' ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου. Διὰ γὰρ τῆς παρανομίας ἐπεσπάσω τὴν τιμωρίαν, ἐγὼ δὲ σοῦ πᾶσαν ἐποιούμην κηδεμονί αν. 25Ἐγώ εἰμι, ἐγώ εἰμι αὐτὸς ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ, καὶ τὰς ἁμαρτίας σου οὐ μνησθήσομαι. Τὸ ἐμαυτῷ ἁρμόττον ποιῶ καὶ φιλάνθρωπος ὢν ἐλέῳ χρῶμαι καὶ οὐχ ἁπλῶς ἀφίημι τ ὰς ἁμαρτίας ἀλλὰ καὶ αὐτὰς τὰς τούτων ἐξαλείφω κηλῖδας καὶ λήθῃ τὴν τούτων παραδίδωμι μνή μην. 26Σὺ δὲ μνήσθητι, καὶ κριθῶμεν ἅμα. Σύ φησι τῶν ἐπται σμένων μὴ ἐπιλάθῃ ἀλλ' ἀσ φαλῶς ἔχε τὴν τούτων μνήμην, ἵνα γινώσκῃς ἀεὶ τῆς εὐεργεσίας τὸ μέγεθος καὶ φύγῃς τῶν ὁ μοίων τὴν πρᾶξιν. Ἐπειδὴ δὲ κρίσεως ἀνέμνησε καὶ φόβον εἰκότως ἀνέθηκε, διδάσκει τοὺς ὑπ ευθύ νους τῆς νίκης τὸν τρόπον· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Οὐ βούλομαί φησι νικῆσαί σε ἀλλὰ τὴν ἧτταν ἀσπάζομαι. Μάθε πῶς οἷόν τέ σε νικῆσαι, ὁμολόγησ ον π ρό τερον τὰ ἐπταισμένα, κἀγώ σοι τῆς συγγνώμης ὀρέγω τὴν ψῆφον· ἐὰν κρύψῃς ἐλέγξω, ἐ ὰν ὁμολογήσῃς ἀπαλείψω. Εἶτα ὁ κριτὴς ὑπὲρ τῆς γεγενημένης τιμωρίας ἀπολογίαν πρ οσ φέρει· 27Οἱ πατέρες ὑμῶν πρῶτοι ἥμαρτον καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ, 28καὶ ἐμίαναν οἱ ἄρχοντές σου τὰ ἅγιά μου, καὶ ἔδωκα ἀπολέσαι Ἰακὼβ καὶ Ἰσραὴλ εἰς ὀνειδισμόν. Πρὸς τοὺς ἐν Βαβυλῶνι ταῦτα εἴρηκεν. Οὐκ ἐγώ φησι τούτων αἴτιος τῶν συμφορῶν ἀλλ' οἱ πατέρες ὑμῶν καὶ οἱ ἱερεῖς ὑμῶν τοὺς ἐμοὺς παραβεβηκότες νόμους· διὰ γὰρ τὴν ἐκείνων παρανομίαν ἐπονείδιστος γέγονεν ὁ πολυθρύλητος Ἰσραήλ. 441Νῦν δὲ ἄκουσον Ἰακὼβ ὁ παῖς μου καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην· 2οὕτως λέγει κύριος ὁ θεός σου ὁ ποιήσας σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας· Ἐγὼ βοηθήσω σοι. Συνεχῶς καὶ τῆς δημιουργίας καὶ τῆς μετὰ τὴν δημιουργίαν ἀναμιμ νῄσκει προμηθείας. Μὴ φοβοῦ παῖς μου Ἰακὼβ καὶ ὁ ἠγα πημένος Ἰσραὴλ ὃν ἐξελεξάμην, 3ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψῃ τοῖς πορευομένοις. Οὐ μόνον σύ φησι τῶν ἐμῶν ἀπολαύσεις ἀγαθῶν, ἀλλὰ καὶ τὰ ἄνυδρα ἔθνη διὰ τῶν σῶν ἀπογόνων πίεται τὰ σωτήρια νάματα. Δηλοῖ δὲ τοῦτο σαφέστερον τὰ ἐπαγόμενα· Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Πρὸς τοὺς ἐν Βαβυλῶνι διαλεγόμενος ὑπισχνεῖ ται οὐκ αὐτοῖς δώσειν τὴν| 154 b| χάριν τοῦ πνεύματος ἀλλὰ τοῖς ἐκείνων ἀπογόνοις. Τοῦτο δὲ καὶ δι' Ἰωὴλ τοῦ προφήτου ἐθέσπισεν· «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν.» Τοῦτο δὲ καὶ κατὰ τὴν ἡμέραν τῆς πεντηκοστῆς τετύχηκε πέρατος, ἡνίκα τῶν ἱερῶν συνειλεγμένων ἀποστόλων ἐπεφοί τησεν ἡ χάρις τοῦ πνεύματος καὶ ἐλάλουν «ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι». Καὶ ἐνταῦθα τοίνυν ὁ προφητικὸς λόγος, ὑποσχόμενος δώσειν ὕδωρ τοῖς πορευομένοις ἐ ἀνύδρῳ, ἔδειξε διὰ τίνων δώσει· Ἐπιθήσω γάρ φησι τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. τῶν ἀρδομένων προλέγει τὰ ἄνθη· 4Καὶ ἀνατε λοῦσιν ὡς ἀνὰ μέσον ὕδατος χόρτος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ. Προλέγει δὲ καὶ τῆς πίστεως αὐτῶν τὴν θερμότητα· 5Οὗτος ἐρεῖ· Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἕτερος ἐπιγράψει τῇ χειρὶ αὐτοῦ Τοῦ– θεοῦ– εἰμι, καὶ ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ βοήσεται. Μαρτυρεῖ δὲ τῇ προφητείᾳ τὰ πράγματα· μετὰ παρρησίας γὰρ τῶν πιστῶν ἕκαστος Χριστιανὸν ἑαυτὸν ὀνομάζει καὶ ἐπὶ ταύτῃ τῇ προσηγορίᾳ σεμνύνεται. 6Οὕτως λέγει κύριος ὁ βασιλεὺς Ἰσραήλ, ὁ ῥυσάμενος αὐτὸν θεὸς Σαβαώθ· Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι θεός. Εἰ πλὴν αὐτοῦ οὐκ ἔστιν, οὐχ ὁμοούσιος δὲ ὁ υἱὸς κατὰ τὴν Ἀρείου καὶ Εὐνομίου βλασφη μίαν, πῶς ἀπ' αὐτῶν καλεῖται θεός; Εἰ δὲ θεός ἐστιν, ἀληθὴς δὲ καὶ ὁ προφητικὸς λόγος ἄντικρυς λέγων ἕτερον μὴ εἶναι θεόν, μία τῆς ἁγίας τριάδος ἡ θεότης ἐστί, κἂν μὴ θέλωσιν. 7Τίς ὥσπερ ἐγώ; Στήτω καὶ καλεσάτω καὶ ἀναγγειλάτω καὶ ἑτοιμασάτω μοι ἀφ' οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀπαγγει λάτωσαν ὑμῖν. Οἱ καλούμενοί φησι παρ' ὑμῶν θεοὶ εἰπά τωσαν ὑμῖν τὰ προγε γενημένα ἢ προειπάτωσαν τὰ ἐσόμενα. 8Μὴ παρακαλύπτεσθε μηδὲ πλανᾶσθε. Οὐκ ἀπ' ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν; Μὴ σκήπτεσθέ φησιν ἄγνοιαν· τοῦτο γὰρ εἶπε· Μὴ παρακαλύπτεσθε. Ἄνωθεν ἐγὼ ὑ μᾶς ἐδίδαξα τὴν ἀλήθειαν, εὐθὺς τῆς νομοθεσίας ἀρξά μενος εἶπον· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» Μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔστι θεὸς πλὴν ἐμοῦ. Ἐξετάσατε τῶν πραγμάτων τὴν φύσιν καὶ ὁ μολογήσατε καὶ ὑμεῖς ἕτερον μὴ εἶναι θεόν. Καὶ οὐκ ἦσαν τότε 9οἱ πλάσσοντες μάταια καὶ οἱ γλύφοντες ἀνωφελῆ, τουτέστιν ἡνίκα ἐνομοθέτουν· μετὰ γὰρ τὴν νομοθεσίαν ἐμοσχοποίησαν. Πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν ἃ οὐκ ὠφελήσει αὐτούς. Καὶ μάρτυρες αὐτῶν εἰσιν. Ἀντὶ τοῦ· ὅτι οὔκ εἰσι θεοί· αὐτοὶ γὰρ αὐτῶν εἰσι δημιουργοί. Οὐκ ὄψονται καὶ οὐ γνώσονται, ἵνα αἰσχυνθῶσιν. Τουτέστιν· ἀναλγησίαν νοσοῦσιν. 10Τίς πλάσσει ἰσχυρὸν καὶ γλυπτὸν χωνεύσει εἰς ἀνωφελῆ; Ἰδοὺ πάντες οἱ κοινωνοῦντες αὐτῷ αἰσχυνθήσονται. Ἔδειξε κατὰ ταὐτὸν καὶ τῶν τεκται νο μένων καὶ τῶν σεβομένων τὴν πλάνην· κοινωνοῦντας γὰρ τοὺς ἀσεβοῦντας ἐκάλεσεν. Καὶ αἰσχυνθήσονται πάντες οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες ἀνωφελῆ πάντες. 11Καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν καὶ κωφοί εἰσιν ἀπὸ ἀνθρώπων. Καὶ διὰ τούτων τὴν πολλὴν αὐτῶν ἀναισθησίαν διδάσκει, ὅτι ὁρῶντες τὸ ἀκερδὲς προσκυνοῦσιν ὡς εὐεργέτας. Συναχθήτωσαν πάντες καὶ στησάτωσαν ἅμα, ἐντραπή τωσαν καὶ αἰσχυνθήτωσαν ἅμα· τέκτονες γάρ εἰσιν ἀπὸ ἀνθρώπων. Οἱ τῶν καλουμένων θεῶν δημιουργοὶ ἄνθρωποί εἰσι τὴν αὐτὴν φύσιν τοῖς προσκυνοῦσιν ἔχοντες, καὶ ὁ κατασκευά σα ς τοῦτο ὡς θεῷ προσκυνεῖ ἄνθρωπος. 12Ὅτι ὤξυνε τέκτων σίδηρον σκεπάρνῳ, εἰργάσατο αὐτὸ ἐν ἄν θραξι καὶ ἐν τερέτρῳ ἐρρύθμισεν αὐτὸ καὶ ἔστησεν αὐτὸ καὶ εἰργάσατο ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ καὶ πεινάσει καὶ ἀσθενήσει καὶ διψήσει καὶ οὐ μὴ πίῃ ὕδωρ. Ἔδειξεν ἐξ ἐράνου συνισταμένους τοὺς καλουμένους θεούς· δεῖται γὰρ ὁ τούτων δημιουργὸς χαλκέως μὲν εἰς τὴν τῶν| 155 a| ὀργάνων κατασκευήν, θηγάνης δὲ ὥστε ταῦτα ὀξύνειν· δεῖται δὲ καὶ ἀνθράκων ὁ χαλκοτύπος καὶ τῆς τοῦ πυρὸς συνεργίας· χρῄζει δὲ καὶ τροφῆς καὶ πόσεως ὁ ταῦτα τεκταινόμενος· ἐκ δὲ τούτων ἁπάντων κατασκευάζεται ὁ προσκυνούμενος ὑπὸ τῶν ἀνοήτων θεός. Ταῦτα καὶ διὰ τῶν ἑξῆς κωμῳδεῖ· ξύλον γάρ φησιν ἐκλεξάμενος τέκτων πρῶτον μὲν ὑποβάλλει μέτρῳ τὸν καλούμενον θεόν– ὁ δὲ ὄντως θεὸς οὐ περιγράφεται μέτρῳ–, εἶτα τῆς τέχνης ὀργάνῳ διαμορφοῖ– ἴδιον δὲ θεοῦ τὸ ἀνείδεόν τε καὶ ἀσχημάτιστον. 13Καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ. Μιμεῖται δὲ οὐ θείους φησὶν ἀλλ' ἀνθρωπείους χαρακτῆρας καὶ ἀνθρωπείαν ἐκτυπῶν εἰκόνα ὡς θεὸν προσκυνεῖ τὴν ἰδίαν εἰκόνα. Εἶτα διδάσκει ὡς τοὺς δρυμοὺς καὶ τὰ ἐν τοῖς ὄρεσιν ἄλση δέδωκεν ὁ δημιουργὸς τοῖς ἀνθρώποις ὥστε χορηγεῖν τῷ πυρὶ τροφὴν καὶ τὰς χρείας ἐντεῦθεν πορίζειν τῷ σώματι, οἱ δὲ λαβόντες πρῖνον ἢ δρῦν ἢ πίτυν ἅπ ερ ἐφύτευσε μὲν ὁ τῶν ὅλων θεὸς τῇ δὲ τοῦ ὑετοῦ χορηγίᾳ διέθρεψεν ἵν' ἀφθόνως οἱ ἄνθρωποι τῶν σωματικῶν ἀπολαύσωσιν ἀγαθῶν, θεοὺς ἐντεῦθεν δημιουρ γοῦσιν. Καὶ τὴν τῆς ἀνοίας διδάσκων ὑπερβολὴν ἐπήγαγεν· 15Καὶ λαβὼν ἀπ' αὐτοῦ καύσας ἐθερμάνθη· καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτοῖς, τὸ δὲ λοιπὸν εἰργάσαντο καὶ ἐποίησαν θεοὺς καὶ προσκυνοῦσιν αὐτοῖς. Ἐποίησεν αὐτὸ γλυπτὸν καὶ προσπίπτει αὐτό, 16οὗ τὸ ἥμισυ αὐτοῦ κατέ καυσεν ἐν πυρί, καὶ ἐπὶ τοῦ ἡμίσους κρέα ὀπτήσας ἔφαγε καὶ ἐνεπλήσθη καὶ θερμανθεὶς εἶπεν· Ἡδύ μοι, ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ. 17Τὸ δὲ λοιπὸν αὐτοῦ ἐποίησεν εἰς γλυπτὸν θεὸν καὶ προσπίπτει αὐτὸ καὶ προσεύχεται αὐτῷ λέγων· Ἐξελοῦ με, ὅτι θεός μου εἶ σύ. Εἰ θεός φησίν ἐστιν, ὅλον ἔστω τὸ ξύλον θεός. Τί δήποτε τὰ περιττ ὰ τοῦ ξύλου κατακαίεις καὶ διὰ τοῦ πυρὸς πορίζεις τροφήν, νῦν μὲν ἄρτους πέπτων νῦν δὲ κρέ α ἕψων καὶ ὀπτῶν καὶ κατὰ ταὐτὸν ἐσθίων τε καὶ θαλπόμενος καὶ φωτὸς ἀπολαύων; Οὐ συγγενῆ τῷ πρ οσ κυνουμένῳ τὰ τῷ πυρὶ προσφερόμενα; Πῶς οὖν τὸ μὲν καταφρονεῖς τὸ δὲ προσκυνεῖς; Διὰ τοῦ το εἰκότως ἐπήγαγεν· 18Οὐκ ἔγνωσαν τοῦ φρονῆσαι, ὅτι ἠμαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν. Τὸ τῆς ψυχῆς αὐτῶν διὰ τούτων δεδήλωκε σκότος· τοῦ το γὰρ αὐτοῖς ἐπικείμενον οὐκ εἴα ἐπιγνῶναι τῶν γιγνομένων τὴν φύσιν. Εἰς μείζονα δὲ τῆς παρα δο ξίας αὐτῶν ἔλεγχον πάλιν τὰ αὐτὰ λέγει καὶ τὸ τελευταῖον ἐπάγει· Γνῶθι ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται καὶ οὐδεὶς δύναται ἐξελέ σθαι τὴν ψυχὴν ἑαυτοῦ. Ἐκράτησε γὰρ αὐτ οὺς ἡ ἄνοια, καὶ τὸ λογικὸν διαφθείραντες τῇ ἀλογίᾳ δουλεύουσιν. Διὰ τοῦτο δώσω τὸ πνεῦμά μου ἐπ ὶ τὸ σπ έρμα σου, ἵνα ἐκ τῆς πλάνης ἐλευθερωθῶσιν· οὐδὲ γὰρ ἄλλως αὐτοὺς οἷόν τε κατ αμαθεῖν τὴν ἀλήθειαν. Ἴδετε, οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου; Τοῦτο οἱ Λοιποὶ τοῖς ἄνω σ υνάπτουσιν· «Ὅτι οὐδεὶς δύναται ἐξελέσθαι τὴν ἑαυτοῦ ψυχὴν οὐδὲ ἐρεῖ· Μὴ ψεῦδος ἐν τῇ δεξιᾷ μου;» Περὶ δὲ τῶν πεπλανημένων εἶπεν ὅτι οὐ συνορῶσιν ὃ κατέχουσι ψεῦδος. Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ τοῦτο ἐκ προ σώπου τοῦ θεοῦ λαμβανόμενον οὕτω νοητέον· Μὴ τοιαῦτά φησίν ἐστι τὰ ἐμὰ οἷα τ ὰ τῆς θηγ άνης; Μὴ ἄνθρωπός με κατεσκεύασε; Μὴ εἴδωλον; Μὴ ἐκ λίθων ἢ ξύλων ἢ χρυσοῦ ἢ ἀργύρου κατεσκεύασμαι; 21Μνήσθητι ταῦτα Ἰακὼβ καὶ Ἰσραήλ, ὅτι παῖς μου εἶ σύ, ἔπλασά σε παῖδά μου, ἐμὸς εἶ σύ· καὶ σὺ Ἰσραὴλ μὴ ἐπιλανθάνου μου. Βλέπε τὴν διαφορὰν τοῦ ὄντος καὶ τῶν εἰδώλων, βλέπε τὴν ἐκείνων ἀσθένειαν καὶ τὴν ἐμὴν δύναμιν, τὰς παντοδαπάς μου εὐεργεσί ας κατάμαθε, μὴ ἐπιλάθῃ ὧν ἀπέλαυσας ἀγαθῶν. 22Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου. Ἐπιστράφηθι ἐπ' ἐμέ, καὶ λυτρώσομαί σε. Συνεχώρησε μὲν αὐτοῖς τὰ πλημμελήματα, ἡνίκα τῆς Βαβυλωνίων δουλείας ἀπήλλαξεν· κυρίως δὲ καὶ ἀληθῶς μετὰ τὴν ἐνανθρώπησιν τῶν εἰς αὐτὸν πεπιστευκότων τὰς ἀνομίας ἀπήλειψε καὶ τὸν τῶν ἁμαρτημάτων| 155 b| ἐςκέδασε γνόφον καὶ τὴν αἰώνιον ζωὴν ἐχορήγησεν. Ἡμεῖς δὲ τὴν τῶν εὐεργεσιῶν ἄσβεστον δι α φυλάξωμεν μνήμην καὶ βίῳ καθαρῷ τὸν εὐεργέτην ἀμειβόμενοι προσμεί νωμεν τῶν ἐλ πιζ ομένων ἀγαθῶν τὴν ἀπόλαυσιν, ὧν ἡμᾶς τυχεῖν γένοιτο χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν [̓ Ιησο ῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ δόξα σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 14 ΤΟΜΟΣ ΙΔʹ 23Εὐφράνθητε οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ἰσραήλ· σαλπίσατε θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ θεὸς τὸν Ἰακὼβ Ἰσραὴλ δοξασθήσεται. Προσωποποιίᾳ πάλιν ὁ προφητικὸς ἐχρήσατο λόγος καὶ ὥσπερ, ἡνίκα κατηγόρει τοῦ Ἰσραήλ, τὸν οὐρανὸν καὶ τὴν γῆν εἰς μαρτυρίαν ἐκάλεσεν, οὕτως πά λιν τὰ ἀγαθὰ προμηνύων τὴν κτίσιν εἰς κοινωνίαν τῆς εὐφροσύνης καλεῖ, οὐκ ἐπειδὴ ἔμψυχα τα ῦτα, ἀλλ' ἐπειδὴ καὶ ἀθυ μούντων ἡμῶν σκυθρωπὰ δοκεῖ φαίνεσθαι καὶ γεγηθότων εἰκότως φαιδρότερα, οὐκ αὐτὰ μεταβαλλόμενα ἀλλ' ἡμῖν οὕτω φαινόμενα. Εἰ δέ τις καὶ τὰς ἐπουρανίους δυνάμεις διὰ τῶν οὐρανῶν νοεῖν βούλοιτο καὶ θεμέλια τῆς γῆς τοὺς ἁγίους προφήτας ὡς αὐτοὺς ταύτην ἐρείδοντας, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας· καὶ γὰρ ὁ κύριος ἔφη· «Χαρὰ γίνεται τοῖς ἀγγέλοις ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.» Οὕτω καὶ τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ τὰ ἐν αὐτοῖς νοηθήσεται ξύλα· μετὰ γὰρ τὴν ἐπάνοδον τοῦ Ἰσραὴλ γεωργούμενα ἐτεθήλει καὶ εὐφροσύνην τοῖς ὄρεσι προὐξένει. 24Οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας. Τρία κατὰ ταὐτὸν ὁ λόγος ἐδίδαξεν· ὅτι καὶ δημιουργός ἐστι καὶ δεσπότης καὶ κηδεμών. Τὸ μὲν γὰρ κύριος τὴν δεσποτείαν δηλοῖ, τὴν δὲ κηδεμονίαν ἡ λύτρωσις, τὴν δὲ δημιουργίαν ἡ πλάσις. Ἐγὼ κύριος ὁ συντελῶν ταῦτα πάντα. Ἐγώ σοι καὶ τὰ σκυθρ ωπὰ ἐπή γαγον καὶ τὰ θυμήρη προσοίσω. Εἶτα δείκνυσιν ἀπὸ τῶν ἤδη γεγενημένων τὸ δυνατόν· Ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν. Ἱκανὰ καὶ ταῦτα διελέγξαι τὴν Ἀρείου καὶ Εὐνομίου παρα- πληξίαν· Τίς γὰρ ὁ μόνος ταῦτα δημιουργήσας; Ὁ πατήρ; οὐκοῦν οὐ δημιουργὸς ὁ υἱός· Ἀλλ' ὁ υἱός; οὐκοῦν οὐ δημιουργὸς ὁ πατήρ· εἰ δὲ πατὴρ καὶ υἱός, πῶς τὸ μόνος νοήσωμεν; ἦ δηλονότι τὴν μίαν τῆς τριάδος θεότητα. Ἀλλὰ ταῦτα καὶ ἐν ἑτέροις ἡμῖν ἱκανῶς ἀποδέδεικται· τῆς ἑρμηνείας τοίνυν ἐχώμ εθα. Τίς ἕτερος 25διασκεδάσει; Ἐμοῦ φησι βουλομένου τι πρᾶξαι τίς ἀντιπράξει; Τίς ἀν τιστῆ ναι τολμήσει; Διασκε δάσω σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας. Τὰ μὲν γὰρ ἐμὰ οὐδεὶς διασκεδάσαι δυνήσεται, ἐμοὶ δὲ ῥᾴδιον κατασβέσαι τὴν πλάνην. Ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωραίνων. Οὐ μόνον δὲ τοὺς τὰ ἐσόμενα μαντευο μένους ψευδομένους δείξω, ἀλλὰ καὶ τῶν ἐπὶ σοφίᾳ βρενθυομένων τὴν ἀφροσύν ην ἐλέγξω. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;» 26Καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ. Αὐτὸν τὸν προφήτην τὸν τοῖσδε τοῖς λόγοις αὐτοῦ διακονοῦντα ἐνταῦθα προσηγόρευσε παῖδα. Καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων. Οὐ μόνον δέ φησι τούτου ἀλλὰ καὶ τῶ ν ἄλλων, ὅσοι τοὺς θείους διαπορ θμεύουσι λόγους. Τοῦτο δὲ ἐνταῦθα οὐχ ἁπλῶς εἴρηκεν ἀλλ' εἰς τὴν τῶν ῥηθησομένων βεβαίωσιν· προθεσπίζει γὰρ ἐν τοῖς ἑξῆς τοῦ τε Κύρου τοῦ πρώτου Περσῶν βασιλεύσαντος βασιλείαν καὶ τοῦ λαοῦ τὴν ἐπάνοδον καὶ τὴν τῆς Ἱερουσαλὴμ οἰκο δομία ν καὶ τὴν τῆς Βαβυλῶνος πανωλεθρίαν. Διὰ τοῦτο προλαβὼν ἔφη· Ἱστῶν ῥήματα παιδὸς αὐτοῦ. Ὁ λέγων τῇ Ἱερουσαλήμ· Κατοικηθήσῃ, καὶ ταῖς πόλεσι τῆς Ἰουδαίας· Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀναστήσω. Ἔδειξεν ὁ λόγος τὸ παντοδύναμον τοῦ ποιητοῦ· Λέγω γάρ φησι μόνον, καὶ γίνεται ὃ βεβούλευμαι· λόγῳ γὰρ καὶ τὴν κτίσιν παρήγαγον. 27Ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ. Ἄβυσσον ἐνταῦθα τὴν Βαβυλῶνα ὠνόμασε, ποταμοὺς δὲ| 156 a| αὐτῆς τῶν οἰκητόρων τὰ πλήθη, οὓς δίκην ποταμῶν ὑποδεχομένη τῆς θαλάττης ἐμιμεῖτο τὰ κύματα. 28Ὁ λέγων Κύρῳ φρονεῖν καὶ πάντα τὰ θελήματά μου ποιεῖσθαι. Ἐγώ φησι τὸν Κῦρον παρασκευάσω το ῦ σω φρονεῖν καὶ τὸ ἐμὸν πληροῦν βούλημα. Καὶ δεικνὺς ποῖον βούλημα, ἐπήγαγεν· Ὁ λέγων Ἱερουσαλήμ· Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω. 451Οὕτως λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ. Χριστοὺς ἡ θεία γραφὴ προσαγορεύει οὐ μόνον τοὺς χριομένους ἀλλὰ καὶ τοὺς εἴς τινα χρείαν ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ἀφοριζομένους. Οὕτω καὶ τῶν πρὸ τοῦ νόμου πατέρων μνημονεύσας ἔφη· «Μὴ ἅπτεσθε τῶν χριστῶν μου.» Ἐνταῦθα μέντοι τὸν Κῦρον χριστὸν ὠνόμασε διδάσκων ὡς αὐτὸς αὐτὸν ἐχειροτόνησε βασιλέα ὥστε καὶ τὴν Βαβυλωνίων δυναστείαν καταλῦσαι καὶ τὴν τῶν Ἰουδαίων αἰχμαλωσίαν λῦσαι καὶ τὸν θεῖον οἰκοδομῆσαι νεών. Οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται· 2ἐγὼ ἔμπροσθεν αὐτοῦ πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, πύλας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω. Διὰ πάντων τῶν εἰρημένων ἐδίδαξεν ὡς καὶ προὐβάλετο βασιλέα τὸν Κῦρον καὶ ῥοπὴν αὐτῷ δέδωκεν εἰς τὴν τῆς δυναστείας κατόρθωσιν καὶ πεποίηκεν εὐμαρῆ τὰ φαινόμενα δύσπορα, τὸ γάρ· Ὄρη ὁμαλιῶ καὶ πύλας χαλκᾶς συντρίψω, τοῦτο σημαίν ει. 3Καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους ἀοράτους ἀνοίξω σοι. Τουτέστι τοὺς τῶν Βαβυλωνίων, οὓς ὁ Ναβου χοδονόσορ καὶ οἱ λοιποὶ συναθροίσαντες ἔκρυψαν βασιλεῖς. Ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεὸς ὁ καλῶν τὸ ὄνομά σου. Ἄνωθεν καὶ πρὸ πολλῶν γενεῶν ἐγώ σοι τέθεικα τὴν προσηγορίαν. Καὶ διδάσκων, τίς ὁ ταῦτα ποιήσας, ἐπή γαγεν· Θεὸς τοῦ Ἰσραήλ. Ἐπειδὴ γὰρ πολλοὺς εἶναι θεοὺς ὑπελάμβανον οἱ πλανώμενοι, δείκνυσιν ἑαυτὸν δ ιὰ τῶν προσκυνούντων. Εἶτα διδάσκει τὴν τῆς πολλῆς προμηθείας αἰτίαν· 4Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦμου ἐγὼ ἐκάλεσά σε τῷ ὀνόματί μου καὶ προσδέξομαί σε. Τὸ ἐμόν σοί φησιν ἐπι τεθήσεται ὄ νομα καί, ὃ μέλλω λαμβάνειν τὴν ἀνθρωπείαν φύσιν ἀναλαμβάνων, τούτῳ σὲ πρῶτον ὠνόμασα. Διδάσκει δὲ ἡμᾶς ὁ προφητικὸς λόγος σαφῶς ὡς μονογενὴς τοῦ θεοῦ λόγος ὁ ταῦτα διαλεγόμενος· αὐτὸς γὰρ ἐ ξαιρέτως ὠνομάσθη χριστός. Σὺ δὲ οὐκ ἔγνως με 5ὅτι ἐγὼ κύριος ὁ θεὸς καὶ οὐκ ἔστι πλὴν ἐμοῦ θεός. Ἐνίσχυσά σε, καὶ οὐκ ᾔδεις με. Τῇ γὰρ τῶν εἰδώλων καὶ αὐτὸς ἐδούλευε πλάνῃ· καὶ παρὰ τοῦ θεοῦ τῶν ὅλων τὴν βασιλείαν δεξ άμενος καὶ τοσαύτης ἐπικουρίας τυχὼν οὐκ ἔγνω τὸν τῶν ἀγαθῶν χορηγόν, ἀλλ' ὅμως αὐτὸν καὶ πλανώμενον τούτ ων ἁπ άντων ἠξίωσεν, ὑπουργὸν αὐτὸν τῆς τῶν Βαβυλωνίων τιμωρίας καὶ τῆς τοῦ Ἰσραὴλ ἐλευθερίας χει ροτ ονήσας. Ἔνια μέντοι τῶν ἀντιγράφων οὕτως εὗρον ἔχοντα· «Σὺ δὲ Ἰσραὴλ οὐκ ἔγνως με.» Ἀλλ' οὔτε παρὰ τ ῷ Ἑ βραίῳ τὸ Ἰσραὴλ κείμενονεὗρον οὔτε παρὰ τοῖς Ἄλλοις Ἑρμηνευταῖς οὔτε παρὰ τοῖς Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ. Καὶ μάλα εἰκότως· οὐ γὰρ τοῦ Ἰσραὴλ ἐνταῦθα τὴν ἄγνοιαν ἀλλὰ τοῦ Κύρου κατηγορεῖ. Εἶτα καὶ τὴν αἰτίαν τῆς τῶν Ἰουδαίων ἐλευθερίας διδάσκει· 6Ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν αὐτοῦ ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ. Οἱ γὰρ ἀκούσαντες τὴν καινὴν ἐκείνην καὶ παράδοξον ἄφεσιν καὶ τὴν ἔντιμον ἐπά νοδον καὶ τῆς Ἱερουσαλὴμ τὴν οἰκοδομίαν καὶ τοὺς περὶ ταύτης τοῦ Κύρου νόμους ἐμάνθανον μόνον ἀληθῶς ὄντα θεὸν τὸν τῶν Ἰουδαίων θεόν. Ἐγὼ κύριος ὁ θεὸς καὶ οὐκ ἔστιν ἔτι. Μόνος γὰρ αὐτὸς δεσπότης. 7Ἐγὼ ὁ ποιήσας φῶς καὶ κατασκευάσας σκότος. Φῶς ἐνταῦθα τὰ θυμήρη καλεῖ· τὴν τῆς δουλείας ἀπαλλαγὴν καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἐπάνοδον, σκότος δὲ τὰ σκυθρωπά· τὴν πολιορκίαν, τὸν ἀνδραποδισμόν, τὴν δουλείαν. Ἀμφότερά φησιν ἐγὼ πεποίηκα, καὶ ταῦτα κἀκεῖνα· ἐγὼ καὶ τῷ Ναβουχοδονόςορ εἰς τιμωρίαν ἐχρησάμην καὶ τὸν Κῦρον τῆς ἐλευθερίας ὑπουργὸν προεβα λόμην. Καὶ ὡς καὶ φωτός εἰμι καὶ σκότους δημιουργὸς καὶ τούτων ἑκάτερον διὰ τὴν τῶν ἀνθρώπων παρήγαγον χρείαν, οὕτω| 156 b| καὶ τὴν δουλείαν τοῦ Ἰσραὴλ εἰς ὠφέλειαν ἐπήγαγον καὶ τὴν ἐλευθερίαν διὰ φιλανθρωπίαν ἐδωρησάμην. Ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά, ἐγὼ κύριος ὁ θεὸς ὁ ποιῶν πάντα ταῦτα. Σαφῶς ἐδίδαξε τί προσηγόρευσε σκότος καὶ φῶς· τὴν γὰρ εἰρήνην φῶς ὠνόμασε, τὰ δὲ δοκοῦντα κακὰ σκότος. Κακὰ δὲ αὐτὰ κέκληκεν οὐχ ὡς φύσει κακὰ ἀλλ' ὡς οὕτως ὑπὸ τῶν ἀνθρώπων νομιζόμενα. Εἰώθαμεν γὰρ λέγειν· Κακὴν εἶδον σήμερον ἡμέραν, οὐκ ἐπειδὴ ἡ ἡμέρα εἰς ἑτέραν τινὰ μετεβλήθη φύσιν, ἀλλ' ἐπειδὴ ἐν αὐτῇ συνέβη τὰ λυπηρά. Εἶτα δεικνὺς τὴν τῶν προηγορευμένων ἀλήθειαν πάλιν τὴν κτίσιν εἰς κοινωνίαν τῆς εὐ φρο σύνης καλεῖ· 8Εὐφραν θήτω ὁ οὐρανὸς ἄνωθεν, αἱ ἐπουράνιαι δυνάμεις αἱ τῇ τῶν ἀνθρώπων συνηδόμεναι σωτηρίᾳ. Καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Ἀπειλῶν πρόσθεν ἔφη· «Ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν», καὶ ἐδείξαμεν ἑρμηνεύοντες τοὺς προφήτας οὕτως ὠνο μασμένους. Ἐνταῦθα τοίν υν τούτους ὁ λόγος παρεγγυᾷ καθάπερ τινὰ ὑετὸν τὸν περὶ τῆς δικαιοσύνης προσφέρειν λόγον. Ἑωρά κασι δὲ μετὰ τὴν ἐπάνοδον προφήτας Ἀγγαῖον καὶ Ζαχαρίαν καὶ Μαλαχίαν. Ἀνατειλάτω ἡ γῆ ἔλεον καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Προσήκει γὰρ καὶ τοὺς τῆς τοιαύτης ἀρδείας ἀπολαύοντας προσφέρειν καρποὺς τῇ ἀρδείᾳ συμβαίνοντας· ἡ δὲ ἀρδεία τοὺς περὶ δικαιοσύνης προσέφερε λόγους· διὰ τοῦτο αὐτοὺς κ αρποὺς ἀπαιτεῖ δικαιοσύνης καὶ ἔλεον. Γῆν γὰρ τοὺς τὴν γῆν κατοικοῦντας ἐκάλεσεν. Ἐγώ εἰμι κύριος ὁ κτίσας σε. Ἐγὼ γάρ σε καὶ τὴν ἀρχὴν εἰς τὸ εἶναι παρήγαγον. 9Ποιῶν βέλτιον κατεσκεύασά σε ὡς πηλὸν κεραμέως. Καθάπερ φησὶν ὁ κερ αμεὺς τὸ πήλινον σκεῦος συντριβόμενον ἀναπλάττει, οὕτως ἐγώ σε ποιήσω τῆς προτέρας ἀμεί ονα. Μὴ ὅλην τὴν ἡμέραν ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν; Ἀντὶ τοῦ· οὐ διὰ παντὸς προσήκει τὴν παιδείαν προσφέρειν, οὐδὲ γὰρ ὁ γεωργὸς ἀεὶ τὴν γῆν ἀνατέμνει. Οὐαὶ ὁ κρινόμενος μετὰ τοῦ πλάσαντος αὐτόν. Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ· Τί ποιεῖς; Τί οὐκ ἐργάζῃ καὶ τὸ ἔργον εἰς χεῖρας; Μὴ ἀποκριθήσεται τὸ πλάσμα πρὸς τὸν πλάσαντα αὐτό; Ἐπειδὴ γὰρ καὶ τηνικαῦτα ἦσαν πολλοὶ καὶ νῦν δὲ ὡσ αύτω ς εἰσὶ τὴν θείαν περιεργαζόμενοι πρόνοιαν καὶ πολυπραγμονεῖν πειρώμενοι διὰ τί πόλεμοι γίγνο νται διὰ τί γῆς ἀκαρπίαι διὰ τί θάνατοι ἄωροι καὶ ὅσα τοιαῦτα, εἰκότως πρῶτον μὲν ἐθρήνη σε τοὺς εὐθύνας ἀπαιτοῦντας τῶν ὅλων τὸν ποιητήν, εἶτα τῇ εἰκόνι τοῦ πηλοῦ καὶ τοῦ κεραμέως ἱκανῶς αὐτοὺς ἐπεστόμισεν· ὥσπερ γὰρ ὁ πηλὸς τὸν πηλουργὸν ἀργίας καὶ ἐργασίας εὐθύν ας οὐκ ἀπαιτεῖ, οὕτως οὐδὲ ὑμᾶς προσήκει τὰ θεῖα περιεργάζεσθαι· ὅπερ γὰρ πηλός, τοῦ το ὑ μεῖς· ἐγὼ δὲ πρὸς τὸν κεραμέα πλείστην ὅσην ἔχω διαφοράν· ὁ μὲν γὰρ κεραμεύς, εἰ καὶ ποιητής ἐστι τοῦ πηλίνου σκεύους, ἀλλ' αὐτὸς πρωτο γενὴς τοῦ πηλοῦ· ἐγὼ δὲ ἄκτιστον ἔχω τὴν φύσιν. Ἀλλ' ὅμως ὁ μὲν πηλὸς οὐ φθέγγεται, ἀλ λ' ἀνέ χε ται τὴν διάπλασιν ἣν ἂν ὁ κεραμεὺς ἐπιθεῖναι θελήσῃ· ὑμεῖς δὲ τῆς ἐμῆς προνοίας κατα φρονεῖτε. 10Οὐαὶ ὁ λέγων τῷ πατρί· Τί γεννήσεις; καὶ τῇ μητρί· Τί ὠδίνεις; Εἰς ἑτέραν πάλιν εἰκόνα μετέβα λε τὸν λόγον, τῆς βλ ασφημίας δεικνὺς τὴν ὑπερβολήν. Εἰ γὰρ ὁ τοῖς πατράσιν ἀντιλέγων παράνομός ἐστι, ποία ς τεύξεται τι μωρίας ὁ κατὰ τοῦ ποιητοῦ τὴν γλῶτταν κινῶν; 11Ὅτι οὕτως λέγει κύριος ὁ θεὸς ὁ ἅγιος τοῦ Ἰσραήλ, ὁ πλάσας αὐτόν, ὁ ποιήσας τὰ ἐπερχόμενα. Ἔδειξεν αὐτὸν πλάστην καὶ δημιουργόν, τοὺς ἀχαρί στους ἐντρέ πων. Διδάσκει δὲ ὡς καὶ αὐτὸς ἄνωθεν προώρισε τὴν ἐσομένην τῶν αἰχμαλώτων ἐλευθερίαν· τοῦτο γὰρ δηλοῖ τό· Ὁ ποιήσας τὰ ἐπερχό μενα. Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ τῶν θυγατέρων μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ με. Κατ' εἰρωνείαν ταῦτα τέθεικεν. Ἐπειδή φησι περιεργάζε σθέ μου τὴν πρόνοιαν, δότε μοι βουλήν, εἰσενέγκατε εἰσήγησιν περὶ τῆς τοῦ λαοῦ μου ἐλευθερίας. Υἱοὺς δὲ καὶ θυγατέρας τὸν Ἰσραὴλ ὠνόμασεν. Εἶτα διὰ τῆς κτίσεως τὴν οἰκείαν δείκνυσι σοφίαν καὶ δύναμιν· 12Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ| 157 a| πᾶσι τοῖς ἄστροις ἐνετειλάμην φαίνειν. Ἴδετε τῶν ὁρωμένων τὸ κάλλος, τὴν θέσιν, τὴν τάξιν, τὴν ποικιλίαν· ἐγὼ τούτων ἁπάντων δημιουργός. Τὴν δὲ χεῖρα θεοπρεπῶς νοήσωμεν μὴ σωματικὸν μόριον ἀλλὰ τὴν θείαν ἐνέργειαν. 13Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε κύριος Σαβαώθ. Ταῦτα οἱ Τρεῖς οὕτως ἡρμήνευσαν· «Ἐγὼ ἐξήγειρα αὐτὸν ἐν δικαιοσύνῃ καὶ πάσας τὰς ὁδοὺς αὐτοῦ εὐθυνῶ· αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν ἀποίκησίν μου ἐκπέμψει οὐκ ἐν ἀλλάγματι οὐδὲ ἐν δώροις, λέγει κύριος τῶν δυνά μεων.» Περὶ τοῦ Κύρου καὶ ταῦτα ἔφη. Καὶ ἀκριβέστερον ἠκολούθησαν οἱ Τρεῖς τῇ τοῦ Ἑβραίου διανοίᾳ ὅτι· Τὰς ὁδοὺς αὐτοῦ εὐθυνῶ, τουτέστι· Πολλὴν αὐτῷ παρέξω εἰς κατόρθωσιν εὐκολίαν. Οὐ γὰρ τοῦ Κύρου πᾶσαι αἱ ὁδοὶ εὐθεῖαι, ἀλλ' αὐτὸς ὁ θεὸς ῥᾳδίαν αὐτῷ τὴν κατὰ τῶν πολεμίων ἐποίησε νίκην· ἔμελλε γὰρ τῷ λαῷ τὴν ἐλευθερίαν παρέξ ειν οὐ λύτρα τινὰ κομιζόμενος ἀλλὰ προῖκα ταύτην δωρούμενος. Οὕτω προθεσπίσας τοῦ Κύρου τὴν βασιλείαν καὶ τοῦ λαοῦ τὴν ἐπάνοδον καὶ τὴν τῆς πόλεως οἰκοδομίαν προλέγει καὶ τὴν ἐσομένην μετὰ τὴν ἐπάν οδον τῆς πόλεως εὐκληρίαν καὶ τῶν ἐθνῶν τὴν ἐπιστροφὴν καὶ τὴν Αἰγυπτίων καὶ Αἰθιόπων ἐπὶ τὸ κρεῖττον μεταβολὴν καὶ τῆς τοῦ μονογενοῦς θεολογίας τὴν γνῶσιν· 14Οὕτως λέγει κύριος Σαβαώθ· Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σαβαῒμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι. Δει ξάτωσαν Ἰουδαῖοι Αἰγυπτίους καὶ Αἰθίοπας καὶ τοὺς Σαβαῒμ καλουμένους δούλους αὐτῶν πώποτε γεγενη μέ νους καὶ ὑπηκόους. Εἰ δὲ ταύτης ἀποροῦσι τῆς ἀποδείξεως– οὐδεμία γὰρ ἱστορία τοῦτο διδάσκει–, ὁμο λογοῦσι δὲ ἀληθῆ εἶναι τὴν προφητείαν, τὸν ἀληθῆ δεξάσθωσαν λόγον καὶ λαβέτωσαν τοὺς ὀφθαλ μοὺς τῶν λεγομένων μάρτυρας. Ὁρῶσι γὰρ ὑπ' Αἰγυπτίων καὶ Αἰθιόπων καὶ πάντων ἀνθρώπων τὸν ἐξ αὐτῶν κ ατὰ σάρκα βλαστήσαντα προσκυ νούμενον κύριον. Οὐ γὰρ μόνον τοῦτό ἐστιν ὅπερ ἐξ αὐτῶν ἔλαβεν, ἀλλὰ καὶ τῶν ἁπάντων ποιητής ἐστι καὶ θεός. Τοῦτο γὰρ τὰ ἑξῆς ἡμᾶς διδάσκει σαφῶς· Ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ διαβήσονται πρός σε καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. Ὁράτωσαν Ἰουδαῖοι δυάδα προσώπων κηρυττομένην ἐν ἑνί· ἔστι γὰρ ἐν σοὶ θεὸς καὶ σὺ θεὸς καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. Ἐλέγχει δὲ ταῦτα καὶ τὴν Ἀρείου καὶ Εὐνομίου μανί αν· εἰ γὰρ οὐκ ἔστι πλὴν αὐτοῦ, ὁ ἐν αὐτῷ θεὸς πῶς ἂν εἴη θεός; Ὁ δὲ προφητικὸς διδάσκει λόγος· Ὅτι ἐν ςοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. Δῆλον τοίνυν ὡς καὶ ἡ προφητεία τὴν μίαν κηρύττει θεότητα καὶ ἀτεχνῶς ἔοι κε τῇ τῶν εὐαγγελίων διδασκαλίᾳ. Καὶ γὰρ ἐν ἐκείνοις ὁ κύριος ἔφη· «Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, καὶ ὁ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα.» Ἤλεγ ξε τοίνυν ὁ προφητικὸς λόγος καὶἸουδαίους εἰς ἓν πρόσωπον τὴν θεότητα περιγράφοντας καὶ Ἄ ρειον καὶ Εὐνόμιον ἑτέραν φύσιν θεότητος εἰσαγαγεῖν ἐπιχειροῦντας. Καὶ τὰ ἐπαγόμενα δὲ τὴν μίαν κ η ρύττει θεότητα· 15Σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραήλ, σωτήρ. Ταῦτά φησιν ἐροῦσιν οἱ προσκυνο ῦντες Αἰγύπτιοι καὶ Αἰθίοπες καὶ οἱ Σαβαΐμ. Εἰσάγει δὲ διὰ τούτων ὁ λόγος ἀλλόφυλα ἔθνη λέγον τα ὅτι μέχρι τοῦ νῦν ἐπλανώμεθα καὶ οὐκ ἔγνωμέν σε τὸν ὄντως θεόν, τὸν ἀεὶ τοῦ Ἰσραὴλ σωτῆρα γενόμ ενον. Ἐπειδὴ δὲ οὐχ ἅπαντες ἔμελλον πιστεύειν τῷ σωτηρίῳ κηρύγματι, προλέγει καὶ περὶ τῶν ἀπιστ ούντων· 16Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάν τες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ. Καὶ μαρτυρεῖ τῷ λόγῳ τὰ πράγματα· καὶ γὰρ οἱ ἐξ Ἰουδαίων καὶ οἱ ἐξ ἐθνῶν ἀπιστήσαντες αἰσχύ νην ἔχουσι τῆς ἀπιστίας καρπόν. Ἐγκαινίζεσθε πρός με νῆσοι. Πάλιν τὰ ἔθνη καλεῖ· ἐπει δὴ γὰρ τοὺς τὴν ἤπειρον οἰκοῦντας ἔδειξε προσκυνοῦν τας, καὶ τοῖς νησιώταις εἰκότως ὑπισχνεῖται τὴν νεουργίαν. Δωρεῖται δὲ ταύτην τοῖς ἀνθρώποις τὸ πανάγιον βάπτισμα. 17Ἰσραὴλ σῴζεται ὑπὸ κυρίου| 157 b| σωτηρίαν αἰώνιον, οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος. Εἰπάτωσαν Ἰουδαῖοι, πῶς αὐτοῖς οὗτος ὁ λόγος ἁρμόττει. Ὅτι γὰρ εἰς πᾶσάν εἰσι διεσπαρμένοι τὴν οἰκουμένην καὶ δουλεύουσι Ῥωμαίοις, οὐκ ἂν ἀρνηθεῖεν κἂν λίαν ὄντες ἀναίσχυντοι. Δῆλον τοίνυν ὡς τῶν εὐσεβῶν ὁ σύλλογος ὁ ἐξ ἐκείνων κεκλημένος, οἷος ἦν ὁ θεσπέσιος Παῦλος καὶ πρὸ τούτου ὁ τῶν ἀποστόλων χορὸς καὶ οἱ ἑβδομήκοντα μαθηταὶ καὶ οἱ ἑκατὸν εἴκοσιν, ὧν συνειλεγμένων ὁ μακάριος ἐδημηγόρησε Πέτρος, καὶ οἱ πεντακόσιοι, οἷς κατὰ ταὐτὸν ὁ κύριος μετὰ τὴν ἀνάστασιν ὤφθη, καὶ οἱ τρισχίλιοι καὶ αἱ πολλαὶ μυριάδες καὶ οἱ ἐν ἁπάσῃ πόλει ζωγρηθέντες ὑπὸ τῶν ἱερῶν ἀποστόλων, Ἰσραὴλ χρηματίζουσιν· οὗτοι γὰρ ἀληθῶς τῆς αἰωνίου σωτηρίας ἀπήλαυσαν. 18Οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὗτος ὁ θεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτήν. Συνεχῶς ἐντρέπει τοὺς ἀντιλέγοντας, ποιητὴν ἑαυτὸν τῶν ἁπάντων δεικνύς. Καὶ διδάσκει κατὰ ταὐτόν, ὡς ἄνωθεν αὐτῷ προώριστο τῶν ἀνθρώπων ἡ σωτηρία· οὐ γὰρ εἰς κενὸν ἐποίησε τὴν γῆν, ἀλλ' ἠνέσχετο τῆς τῶν ἀνθρώπων ἀσεβείας, τὴν μεταβολὴν προθέμενος. Ἐγώ εἰμι κύριος, καὶ οὐκ ἔστιν ἔτι. Καὶ μὴν καὶ ὁ υἱὸς κύριος· «Εἶπε» γάρ φησιν «ὁ κύριος τῷ κυρίῳ μου» καί· «Ἔβρεξε κύριος παρὰ κυρίου.» Ἀλλὰ μία ἡ κ υριότης ὥσπερ μία ἡ θεότης. Καὶ ταῦτα τοίνυν διελέγχει τῶν αἱρετικῶν τὴν μανίαν. 19Οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ. Ταῦτα εἴρηκε τῶν εἰδώλων κωμῳδῶν τὴν ἀπάτην. Μαγγα νείαις γάρ τ ισιν οἱ ἐκείνων κεχρημένοι θεραπευταὶ καὶ τὸν ζόφον ἐπίκουρον τῆς πλάνης λαμβάνοντες ἐξ ἀδύτων τιν ῶν καὶ σκοτεινῶν χωρίων ἐλάλουν ὅπερ ἐβούλοντο καὶ τοὺς ἀκούοντας ἐφενάκιζον, τὰ εἴδωλα ταύ την ἀφιέναι λέγοντες τὴν φωνήν. Ἐγὼ δέ φησι καὶ νομοθετῶν καὶ προθεσπίζων ἀναφανδὸν τοῦτο εἴρηκα. Οὐκ εἶπον τῷ οἴκῳ Ἰακώβ· Μάταιον ζητήσατε. Ἀλλὰ πᾶν τοὐναντίον παντελῶς ἀπηγόρευσα τοῦτο. Ἐγὼ γ ὰρ νομοθετῶν εἶπον· «Οὐ ποιήσεις σεαυτῷ εἴδωλον.» Ἐγώ εἰμι κύριος ὁ λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν. Οὐδὲν ἄδικον, οὐδὲν ψευδὲς παρ' ἐμοί· πάντα ἀληθῆ, πάντα δικαιοσύνῃ κοσμούμενα. Συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα οἱ σῳζόμενοι ἀπὸ τῶν ἐθνῶν. Οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμματα αὐτῶν καὶ προσευχόμενοι πρὸς θεούς, καὶ οὐ σῴζουσιν 21οὐδὲ ἀναγγέλ ουσιν. Παρεξετάζει τῇ ἀληθείᾳ τὸ ψεῦδος καὶ δεί κνυσι καὶ τὴν φύσιν τῶν εἰδώλων καὶ τὴν ἐπικειμένην μορφὴν καὶ τὴν ἐπιζήμιον θεραπείαν· ξύλον γάρ φη σίν ἐστιν ὑπὸ τέκτονος εἰργασμένον οὔτε σῴζειν οὔτε διδάσκειν ἢ προλέγειν δυνάμενον. Ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα, τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ' ἀρχῆς, ἔκτοτε ἀνηγγέλη ὑμῖν. Καὶ γὰρ εὐθὺς νομοθετῶν τοῦτο πρῶτον ἐδίδαξεν. Ἐγὼ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, δίκαιος καὶ σωτὴρ οὐκ ἔστι πάρεξ ἐμοῦ. Καὶ τ αῦτα σαφῶς ἡμᾶς διδάσκει τὸ ὁμοούσιον. Εἰ γὰρ καὶ ὁ πατὴρ θεὸς καὶ ὁ υἱὸς θεὸς καὶ ὁ πατὴρ σ ωτὴρ κ αὶ ὁ υἱ ὸς σωτήρ, μοναδικῶς δὲ αὐτὰ ὁ προφητικὸς τέθεικε λόγος, λίαν ἐναργῶς τὸ αὐτὸν τῆς οὐσίας δεδήλωκεν. Εἰ γὰρ πλ ὴν αὐτοῦ οὐκ ἔστι θεὸς καὶ πάρεξ αὐτοῦ οὐκ ἔστι σωτήρ· εἴτε ὁ πατὴρ ταῦτα λέγει, ἐκβέβληται τούτων ὁ υἱὸς ὥσ περ ἄρα οὐχ ὁμοούσιος· εἴτε ὁ υἱὸς εἴη πάλιν ὁ ταῦτα λέγων, ἐστέρηται τούτων ὁ πατήρ. Εἰ δὲ καὶ ὁ πατὴρ θεὸ ς καὶ ὁ υἱὸς θεὸς καὶ ὁ πατὴρ σωτὴρ καὶ ὁ υἱὸς σωτήρ, ἑνικῶς δὲ εἴρηται πλὴν αὐτοῦ μήτε θεὸν εἶναι μήτε σωτῆρ α, παραπαιόντων ἐστὶ καὶ φρενιτιώντων μὴ νοεῖν τὴν μίαν θεότητα. 22Ἐπιστράφητε ἐπ' ἐμὲ καὶ σωθήσεσθε οἱ ἀπ' ἐσχάτου τῆς γῆς. Σαφῶς κἀνταῦθα τῶν ἐθνῶν τὴν κλῆσιν ὁ λόγος δεδήλωκεν. Ἐγώ εἰμι θεός, καὶ οὐκ ἔστιν ἄλλος. 23Κατ' ἐμαυτοῦ ὀμνύω· Ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ὀμεῖται πᾶσα γλῶσσα 24τὸν θεὸν τὸν ἀληθινόν, λέγων· Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει. Καὶ ταῦτα ὁμοίως καὶ τὴν Ἰουδαίων ἀπιστίαν ἐλέγχει........... τῶν ἐθνῶν ἁπάντων ὁ λόγος τὴν θεογνωσίαν ἐκήρυξε καὶ τῆς Ἀρείου καὶ Εὐνομίου μανίας καὶ ἀσε βείας κατηγορεῖ· ἃ γὰρ ἐνταῦθα ὡς ἐκ προσώπου προσήρμοσεν, λέγει δὲ οὕτως· «Πάντες παρα στησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ.»| 158 a| Ὁ δὲ ταῦτα λέγων πολλάκις εἶπε πλὴν αὐτοῦ μὴ εἶναι θεόν· οὐκοῦν τὴν μίαν ὁ λόγος κηρύττει θεότητα. Καὶ μέντοι καὶ τό· Κατ' ἐμαυτοῦ ὀμνύω, δείκνυσι τὸ ὁμοούσιον υἱοῦ καὶ πατρός· καὶ μάρτυς ὁ θεῖος ἀπόστολος οὕτω λέγων· «Ἐπειδὴ κατ' οὐδενὸς ἄλλου μείζονος εἶχεν ὀμόσαι, εἶπεν· Κατ' ἐμαυτοῦ ὀμνύω.» Πῶς τοίνυν αὐτὸν ἐλάττονα λέγουσι τοῦ πατρὸς τὸν οὐκ ἔχοντα μείζονα κατὰ τὸν θεῖον ἀπόστολον; Καὶ αἰσχυνθήσονται πάντες οἱ διορίζοντες ἑαυτοὺς 25ἀπὸ κυρίου. Ταύτην ἔχουσι τὴν αἰσχύνην οἱ τὴν ἀπιστίαν τῆς πίστεως προτιμήσαντες εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες. Ἐνκυρίῳ δικαιωθήσονται καὶ ἐπὶ τῷ θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Οὐκ εἶπεν· Πᾶν τὸ σπέρμα Ἰσραήλ– ἦ γὰρ ἂν ἥρπασαν Ἰουδαῖοι τὸν λόγον– ἀλλά· Πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Υἱοὶ δὲ Ἰσραὴλ οἱ ἐξἸσραήλ, σπέρμα δὲ τούτων οἱ ἐν τοῖς ἔθνεσι τῆς σωτηρίας ἠξιωμένοι· διὰ γὰρ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων δεξάμενοι τῆς διδασκαλίας τὸ σπέρμα τὴν σωτηρίαν ἐδρέ ψαντο. Οὕτως ὁ προφητικὸς θεολογήσας λόγος καὶ τοὺς πεπι στευκότας ἐπιδείξας καὶ τοὺς ἀπιστήσαντας διελέγξας, καὶ τῶν εἰδώλων προλέγει τὸν ὄλεθρον· 461 Ἔπεσε Βήλ, συνετρίβη Νεβώ. Ἔνια τῶν ἀντιγράφων «Δαγὼν» ἔχει. Εἴδωλον δὲ ἦν τοῦτο τῶν Ἀλλοφύλων. Τὸν δὲ Βὴλ Κρόνον ἔφασάν τινες εἶναι. Εἶτα καθολικῶς· Ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη. Οὐ γὰρ μόνον ἀνθρωπόμορφα κατεσκεύαζον εἴδωλα ἀλλὰ καὶ θηρίοις καὶ κτήνεσιν ἐοικότα· καὶ διαφερόντως Αἰγύπτιοι πιθήκων καὶ κυνῶν καὶ λεόντων καὶ προβάτων καὶ κροκοδίλων προσεκύνουν ἰνδάλματα, Ἀκαρωνῖται δὲ καὶ μυίας εἶχον εἰκόνα, ἄλλοι δὲ νυκτερίδων προσεκύνουν εἰκάσματα· καὶ τούτων ἐν τοῖς προοιμίοις ὁ προφητικὸς κατηγόρησε λόγος. Τούτων ἁπάντων προλέγει τὸν ὄλεθρον· Αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι 2καὶ οὐκ ἰσχύοντι, πεινῶντι καὶ ἐκλελυμένῳ ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν. Ὥσπερ φησὶ τἆλλα φορτία βαδίζειν οὐ δύναται ἀλλὰ φέρεται, οὕτω καὶ ταῦτα ἀκίνητα ὄντα πονεῖν ἀναγκάζει τοὺς φέροντας. Τοσαύτη δὲ αὐτῶν ἡ ἀσθ ένεια ὡς μηδὲ τοῖς ἀνθρώποις παραπλησίως δύνασθαι φεύγειν ἐν πολέμου καιρῷ. 3Ἀκούσατέ μου οἶκος Ἰακὼβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ, οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου 4ἕως γήρους. Τῆς ἀνοήτου διδασκαλίας ἐνταῦθα τῶν Ἰουδαίων κατηγορεῖ· παιδόθεν γὰρ τὰ θεῖα παιδευόμενοι πόρρω τῆς ἀληθείας ἐγένοντο. Ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι. Ὑμεῖς φησι πολλὰς ἔχετε μετα βολάς, ἐγὼ δὲ ἀναλλοίωτον ἔχω τὴν φύσιν· ὑμεῖς καὶ γῆρας καὶ θάνατον δέχεσθε, ἐγὼ δὲ ἄφθαρτός εἰμι καὶ ἀθάνατος. Ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω καὶ ἐγὼ ἀναλήψομαι καὶ σώσω ὑμᾶς. Φέρω ὑμῶν τὴν ἀχαριστίαν, ἀνέχομαι τῆς παρανομίας, ἀναμένω τὴν μεταμέλειαν· ἐγὼ γὰρ ὑμᾶς καὶ εἰς τὸ εἶναι παρήγαγον. 5Τίνι με ὡμοιώσατε; Ἴδετε τεχνάσασθε οἱ πλανώμενοι. 6Καὶ οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσίππου καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητον καὶ κύψαντες προσκυνοῦσιν αὐτό. 7Αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου, καὶ πορεύεται· ἐὰν δὲ θῶσιν αὐτό, ἐπὶ τοῦ τόπου μένει, οὐ μὴ κινηθῇ· καὶ ὃς ἐὰν βοήσῃ πρὸς αὐτόν, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν. Σαφῶς τῶν εἰδώλων ἐκωμῴδησε τὴν ἀσθέ ν ειαν. Καὶ ἐπειδὴ τῆς ἐκ ξύλων δημιουργίας ἐν τοῖς πρόσθεν ἐμνήσθη, ἡ δὲ τοῦ χρυσοῦ καὶ τοῦ ἀ ργύρου ὕλη τιμιωτέρα τῶν ξύλων, πολλοὶ δὲ τῇ ὕλῃ προσέχοντες πλείονα τιμὴν προσέφερον τοῖς χρυσ οῖς καὶ ἀργυροῖς θεοῖς, ἀναγκαίως καὶ περὶ τούτων διδάσκει ὡς χρυσὸν καὶ ἄργυρον ἐξ ἐράνου συ νά γοντες καὶ χρυσοχόον μισθούμενοι καὶ σταθμῷ τοῦτον παραδιδόντες τὸν ὑπὸ τούτου τεκταινόμ ενον ἀνδριάντα θεοποιοῦσιν, ὃς ἀλλοτρίοις μὲν χρῆται ποσίν, εἰ δὲ τούτων ἀπορήσοι, ἀκίνητος μένει, φέρει δὲ τοῖς προσκυνοῦσιν οὐδεμίαν βοήθειαν. Μετὰ τοῦτον τὸν ἔλεγχον εἰσφέρει παραίνεσιν· 8Μνή σθητε| 158 b| ταῦτα καὶ στενάξατε, μετανοήσατε οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ 9καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ θεὸς καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, 10ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συνετελέσθη. Διὰ τῶν ἤδη παρ' ἐμοῦ γεγενημένων μάθετε ὡς μόνος εἰμὶ θεός· ἐγὼ γὰρ καὶ πρὸ πολλῶν γενεῶν τὰ ἐσόμενα προλέγω καὶ πληρῶ ἃ προλέγω. Καὶ εἶπον· Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω· 11καλῶ ἀπὸ ἀνατολῶν πετεινὸν καὶ ἀπὸ γῆς πόρρωθεν περὶ ὧν βεβούλευμαι. Ἐλάλησα καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα αὐτό. Πάντα ῥᾴδια τῷ τῶν ὅλων θεῷ· οὐ γὰρ μόνον τὰ λογικὰ ἀλλὰ καὶ τὰ ἄλογα τῷ θείῳ νεύματι εἴκει. Διὰ μέντοι τοῦ πετεινοῦ τὸ ταχὺ τῆς ἐπανόδου δεδήλωκεν. 12Ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης· 13ἤγγισα τὴν δικαιοσύνην μου, οὐ μὴ μακρυνθῇ, καὶ τὴν σωτηρίαν τὴν παρ' ἐμοῦ οὐ βραδύνω. Εἰ γὰρ καὶ ὑμεῖς τῆς σωτηρίας ἀνάξιοι πόρρω τῆς δικαιοσύνης διὰ τὴν παρανομίαν γενόμενοι, ἀλλ' ἐγὼ παρέξω τὴν σωτηρίαν καὶ δικαίαν τιμωρίαν τοῖς Βαβυλωνίοις ἐπάξω. Δέδωκα ἐν Σιὼν σωτηρίαν τῷ Ἰσραὴλ εἰς δόξασμα. Μαθή σονται γὰρ ἅπαντες διὰ τῆς τοῦ Ἰσραὴλ σωτηρίας τὴν ἐμὴν δύναμιν καὶ γνώσονται ὅτι ἀληθῶς ὑπάρχω θεός. Οὕτω ταῦτα τῷ Ἰσραὴλ προθεσπίσας εἰς τὴν Βαβυλῶνα μεταφέρει τὸν λόγον· 471 Κατάβηθι κάθισον ἐπὶ τὴν γῆν παρθένος θυγάτηρ Βαβυλῶνος. Παρθένον αὐτὴν καλεῖ οὐχ ὡς ἀδιάφθορον– ἐναγὴς γὰρ ἦν καὶ ἀκόλαστος– ἀλλ' ὡς παρθένῳ παραπλησίως καλλωπιζομένην. Κάθισον εἰς τὴν γῆν, οὐκ ἔστι θρόνος. Ἐστέρησαί φησι τῆς βασιλείας, τὴν δουλικὴν ἀντέλαβες τάξιν. Εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων, οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά. Ἀπέβαλες τὴν πρ οτέραν εὐημερίαν, οὐκ ἐντρυφᾷς τοῖς ἀλλοτρίοις κακοῖς. 2Λάβε μύλον, ἄλεσον ἄλευρον. Ἔστι ταῦτα δουλείας τεκμήρια. Ἀποκάλυψαι τὸ κατα λυμμά σου. Γυμνώθητι τῆς βασιλικῆς στολῆς, ἀπόβαλε τὰ σημεῖα τῆς βασιλείας. Ἀνακάλυψαι τὰς πολιάς. Διὰ τῆς πολιᾶς τὸ πολυχρόνιον τῆς βασι λείας ᾐνίξατο· ἡ γὰρ Ἀσσυρίων βασιλεία τετρα κόσια καὶ δισχίλια ὀλίγου δέοντα κεκρατη κέναι λέγετ αι ἔτη. Ἀνάσυραι τὰς κνήμας, διάβηθι ποταμούς· 3ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου. Καὶ διὰ τούτων τὴν αἰχμαλωσίαν σημαίνει· αἰχμαλώτων γὰρ τὸ γυμνοῖς ποσὶ τοὺς ποταμοὺς διαβαί νειν. Φανήσονται οἱ ὀνειδισμοί σου, τὸ δίκαιον ἐκ σοῦ λήψομαι, οὐκέτι σε μὴ παραδῶ ἀνθρώποις. 4Ὁ ῥυσάμενός σε κύριος Σαβαὼθ ὄνομα αὐτῷ, ἅγιος Ἰσραήλ. Καὶ ταῦτα ὁ Σύμμαχος οὕ τως ἡρ μήνευσεν· «Καί γε φανήτω τὸ ὄνειδός σου· ἐκδίκησιν λήψομαι, καὶ οὐκ ἀντιστήσεταί μοι ἄνθρωπος. Λυτρωτὴς ἡμῶν κύριος τῶν δυνάμεων ὄνομα αὐτῷ, ἅγιος Ἰσραήλ.» Δίκας σέ φησι τῆς εἰς τὸν Ἰα κὼβ ὠμότητος πράξομαι. Οὐκέτι σε μὴ παραδῶ ἀνθρώποις· σύντομον γάρ σοι πανωλεθρίαν ἐ ποίσω καὶ οὐ δέομαι δευτέρας πληγῆς. Εἶτα πρὸς τὸν Ἰσραήλ· Ὁ ῥυσάμενός σε κύριος Σαβαὼθὄνομα αὐτῷ. Εἰ δὲ καὶ ἐπ' αὐτῆς βούλοιτό τις λαβεῖν τὸ ῥητὸν τῆς Βαβυλῶνος, συνίδοι ἂν καὶ αὐτὴν πλ ειόνων ἁμαρτημάτων ἀπαλλαγεῖσαν διὰ τῆς τιμωρίας· οὐκέτι γὰρ ἔχουσα τὴν δυναστείαν οὐκέτι ἡ μάρτανε, καὶ αὐτὴ τοίνυν ὠφέλειαν ἐδέξατο μειζόνων ἁμαρτημάτων ἀπαλλα γεῖσα. 5Κάθισον κατανενυγμένη, τουτέστι θρηνοῦσα. Εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων. Τοῖς γὰρ ἐν σ οὶ κατοικοῦσι σκότος ἐστὶ καὶ τὸ φῶς. Οὐκέτι μὴ κληθήσῃ ἰσχὺς βασι λείας. Δουλείᾳ γὰρ ἀντὶ β ασιλεία ς συ γκληρωθή σῃ. 6Παρωξύνθην ἐπὶ τῷ λαῷ μου διότι ἐμίαναν τὴν κληρονο μίαν μου. Ἐνέπρησαν γὰρ τὸν θεῖον νεὼν καὶ τὰ ἱερὰ σκεύη τοῖς εἰδώλοις ἀνέθεσαν καὶ ὠμότητι| 159 a| κατὰ τῶν δορυαλώτων ἐχρήσαντο. Καὶ ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὴν χεῖρά σου. Οὐ γὰρ ἂν ἐνίκ ησας μὴ βουληθέντος ἐμοῦ. Προὔδωκα δὲ αὐτοὺς παιδεῦσαι βουλόμενος, οὐ παντελῶς ἀπολέσ αι. Σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος οὐθέν, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα. Οὐδὲ τὸ γῆρας αἰδέσιμον ὤφθη σοι. Ἐντεῦθεν γὰρ αὐτῶν τὴν πολλὴν ἀπήνειαν ἔδειξεν. 7Καὶ εἶπα· Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα. Οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου οὐδὲ ἐμνή σθης τὰ ἔσχατά σου. Μεταβολήν φησι τῆς εὐημερίας οὐ προσεδόκησας, διὰ παντὸς σχήσειν τὸ κράτος ὑπέλαβες. 8Νῦν δὲ ἄκουε ταῦτα ἡ τρυφερά, ἡ καθημένη, ἡ πεποιθυῖα, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς· Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα, οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανίαν. Ἀξίως αὐτῆς τὸν πολὺν ἐκωμῴδησε τῦφον· ἐτόπασε γὰρ μόνη τῆς οἰκουμένης κρατήσειν. 9Νῦν δὲ ἥξει ἐπὶ σὲ τὰ δύο ταῦτα ἐν ἡμέρᾳ μιᾷ χηρεία καὶ ἀτεκνία, ἥξει ἐξαίφνης ἐπὶ σέ. Χηρείαν καλεῖ τῆς βασιλείας τὴν στέρησιν, ἀτεκνίαν δὲ τῶν ὑπηκόων τὴν ἀλλοτρίωσιν· ἀμφότερα δὲ κατὰ ταὐτὸν ὑπέμεινεν. Στῆθι νῦν ἐν τῇ πολλῇ σου φαρμακείᾳ, ἐν τῇ ἰσχύι τῶν ἐπαοιδῶν σου σφόδρα, 10ἐν τῇ ἐλπίδι τῆς πορνείας σου σφόδρα. Σὺ γὰρ εἶπας· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. Ἔνια τῶν ἀντιγράφων οὐ πορνείαν ἀλλὰ «πονηρίαν» ἔχει, οὕτω δὲ καὶ οἱ περὶ τὸν Ἀκύλαν ἡρμήνευσαν. Καὶ ἡ πορνεία δὲ τῆς πολλῆς αὐτῶν ἀκολασίας κατηγορεῖ. Τούτων δὲ τῶν ἐπαοιδῶν καὶ φαρμακῶν καὶ ὁ θεσπέσιος μέμνηται Δανιήλ. Γνῶθι δὲ ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πονηρία σου ἔσται σοι εἰς αἰσχύνην. Καὶ εἶπας ἐν τῇ καρδίᾳ σου· Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα. 11Καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς. Ἐξαίφνης φησὶ τὸν ὄλεθρον δέξῃ καὶ ἀπροσδοκ ήτοις περιπαρήσῃ κακοῖς. Βόθυνος καὶ ἐμπεσῇ εἰς αὐτόν, καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ δυνήσῃ καθαρὰ γενέσθαι. Ὁ δὲ Σύμμαχος καὶ ὁ Ἀκύλας τοῦτο οὕτως ἡρμήνευσαν· «Καὶ ἐπιπεσεῖται σοὶ συμφορὰ ἣ οὐ δυνήσῃ ἐξιλάσασθαι», τουτέστιν· Ἀφύκτοις σε περιβαλῶ κακοῖς, καὶ οὐ τεύξῃ συγγνώμης, πέρα γὰρ συγγνώμης ἐξήμαρτες. Καὶ ἥξει ἐπὶ σὲ ἐξάπινα ἀπώλεια καὶ οὐ γνώσῃ. Οὐ γὰρ ἤλπισε μετα βολὴν οὐδὲ προσεδέχετο τὴν τῶν πραγμάτων ἐναλλαγήν. 12Στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου καὶ ἐν τῇ πολλῇ φαρμακείᾳ σου ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠφεληθῆναι καὶ εἴ πως δυνήσῃ ἰσχῦσαι. Εἰρωνικῶς ταῦτα ὁ προφητικὸς αὐτῇ λέγει λόγος· Χρῆσαι τῇ συνήθει γοητείᾳ, χρῆσαι ταῖς ἐξ ἔθους ἐπῳδαῖς, εἰκός σε διαφυγεῖν τὰ περιστοιχίσαντά σε κακά. Εἶτα τὸ τούτων μάται ον ἐλέγχει· 13Κεκοπίακας ἐν ταῖς βουλαῖς σου. Στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ οἱ ὁρῶντες τοὺς ἀστέρας, ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι. Μετὰ τοὺς ἐπαοιδοὺς καὶ τοὺς γόητας τὴν τῶν γενεθλιαλόγων ἄνοιαν ἐξελέγχει. 14Ἰδοὺ πάντες ὡς φρύγανα ὑπὸ πυρὸς οὕτως κατακαυθήσονται, καὶ οἱ ἐξαπατῶντες καὶ οἱ ἐξαπατώμενοι. Καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός. Οἱ τοῖς ἄλλοις προλέγειν τὰ ἐσόμενα νεανιευόμενοι σφᾶς αὐτοὺς τῆς τῶν πολεμίων οὐκ ἐλευθερώσουσι φλογός. Ὅτι ἔχεις ἄνθρακας πυρὸς καθίςαι ἐπ' αὐτούς. Ἀντὶ τοῦ· Σὺ καθ' ἑαυτὴν ἐξῆψας τὴν φλόγα διὰ τῆς ἀσεβείας καὶ τῆς πολλῆς παρα νομίας σου. Εἶτα κατ' ἐρώτησιν· 15Οὗτοι ἔσονταί σοι βοήθεια; Οἵ φησιν ἑαυτοῖς ἐπικουρεῖν μὴ δυν άμενοι ἐ πῳδοὶ καὶ γενεθλια λόγοι καὶ γόητες σὲ τῶν ἐπερχομένων ἀπαλλάξουσι συμ φο ρῶν; Ἐκοπίασας ἐν τῇ μεταβολῇ σου ἐκ νεότητος. Μεταβολὴν τὴν ἐμπορίαν καλεῖ· οὕτω δὲ καὶ οἱ Τρεῖς ἡρμήνευσαν· «Ἐκοπίασαν οἱ ἔμποροί σου ἀπὸ νεότητος.» Ἐμπόρ ους δὲ το ὺς αὐτοὺς προσηγόρευσεν. Ἄνωθέν φησι καὶ ἐξ ἀρχῆς ἕως αὐτῆς τῆς πανωλεθρίας το ύτοις| 159 b| διε τέλεσας κεχρημένη συμβούλοις καὶ ἐπικούροις. Ἄνθρωπος καθ' ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία. Εἰσὶ μέν φησι καὶ ἐν τοῖς ἄλλοις ἔθνεσι παράνομον αἱρούμενοι νόμον, ἀλλ' οὐ ταύτην ἅπαντες τὴν πολιτείαν ἀσπάζονται· σὺ δὲ νόμῳ τὴν παρανομίαν μετῄεις καὶ τὴν ἐσχάτην ἀσέβειαν ἐπετήδευες ὡς ἄκραν εὐσέβειαν· οὗ δὴ χάριν σωτηρίας οὐκ ἀπολαύσῃ. Ἡμεῖς δὲ ἐκ τῆς τούτων τιμωρίας καρπωσώμεθα σωτη ρίαν, καὶ γένοιτο ἡμῖν ὁ τούτων ὄλεθρος πρόξενος ὠφελείας. Ὁρῶντες γὰρ οἷ τῆς κακίας τἀπίχειρα καὶ τὴν ἐναντίαν ὁδεύοντες πολιτείαν καὶ καθάπερ ἄγκυραν ἱερὰν τὴν εἰς τὸν ὅλων θεὸν ἐλπίδα ἔχοντες, καὶ κατὰ τὸν παρόντα βίον τῆς αὐτοῦ κηδεμονίας τευξόμεθα καὶ ἐν τῷ μέλλοντι τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν χάριτι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 15 ΤΟΜΟΣ ΙΕʹ 481 Ἀκούσατε ταῦτα οἶκος Ἰακὼβ καὶ οἱ κεκλημένοι ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ καὶ ἐξ ὕδατος Ἰούδα ἐξελθόντες. Τὴν κατὰ σάρκα συγγένειαν αὐτοῖς τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα διὰ τῶν εἰρημένων προσεμαρτύρησεν· κεκλῆσθαι γὰρ αὐ τοὺς εἶπεν ἐπὶ τῷ ὀνόματι Ἰσραήλ, οὐ τὴν ἐκείνου πίστιν ἔχειν· καὶ οἶκον Ἰακώβ, οὐκ εὐσεβείας κλη ρονόμον· καὶ ἐξ ὕδατος, ἀλλ' οὐκ ἐκ φρονήματος Ἰούδα ἐξεληλυθέναι· ὕδωρ δὲ τὸ σπέρμα ἐκ άλεσεν. Οἱ ὀμνύοντες τῷ ὀνόματι κυρίου θεοῦ Ἰσραὴλ καὶ ἐν τῷ θεῷ μιμνῃσκόμενοι οὐ μετὰ ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης 2καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ θεῷ τοῦ Ἰσραὴλ ἀντιστηριζόμενοι, κύριος Σαβαὼθ ὄνομα αὐτῷ. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ ἀποστόλου περί τινων εἰρημένα· «Ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι.» Καὶ γὰρ Ἰουδαῖοι μέγα μὲν ἐφρόνουν ἐπὶ τῇ Ἱερουσαλήμ, ἐμεγαλαυχοῦντο δὲ καὶ ὡς ὑπὸ τοῦ θεοῦ τῶν ὅλ ων ἐκλεγέντες καὶ τὸ θεῖον ὄνομα διηνεκῶς ἐν τῷ στόματι περιέφερον οὐκ ἀληθείᾳ τοῦτο γε ραί ροντες ἀλλὰ τῷ ψεύδει καθυβρίζοντες. Οὗ δὴ χάριν δεικνὺς ὁ προφητικὸς λόγος σεπτὸν τοῦ το καὶ φοβερὸν τοὔνομα ἐπήγαγεν· Κύριος Σαβαὼθ ὄνομα αὐτῷ. Οὐ γὰρ τῶν ἀνθρώπων μόνον ἀλλὰ καὶ τῶν ἐπουρανίων δεσπόζει δυνάμεων. 3Τὰ πρότερα ἔκτοτε ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθε καὶ ἀκουστόν σοι ἐγένετο. Τὰς ἐπενεχθείσας σοι συμφορὰς προηγόρευσα πρότερον, ἵνα σε φοβήσας ταῖς ἀπειλαῖς εἰς μεταμέλειαν διεγείρω, καὶ μὴ λάβῃς πεῖραν τῶν ἀλγεινῶν· ἐπειδὴ δὲ τοῖς λόγοις ἠπίστησας, δείξω τοῖς ἔργοις τὴν τῶν λόγων ἀλήθειαν. Τοῦτο γὰρ ἐπ ήγαγεν· Ἐξάπινα ἐποίησα καὶ ἐπῆλθον. Ἃς γὰρ οὐ προσεδόκησας συμφορὰς ἐθεάσω. 4Γινώσκω ὅτι σκληρὸς εἶ καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκοῦν. Τοῦτο δεδιδαγμένος καὶ ὁ θεῖος Στέφανος ἔλεγε τοῖς Ἰουδαίοις· «Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς»· καὶ διὰ τοῦ προφήτου Ἱερεμίου πάλιν ὁ τῶν ὅλων θεὸς ἔφη πρὸς αὐτούς· «Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας.» Ταύτην τὴν ἀναίδειαν καὶ τὸ χαλκοῦν αἰνί ττεται μέτωπον· ὥσπερ γὰρ τὸ τοῦ χαλκοῦ ἀνδριάντος οὐκ αἰσχύνεται μέτωπον, οὕτως οὐδὲ ὑ μεῖς ἐρυθριᾶτε παρανομοῦντες, οὔτε ἐλεγχόμενοι οὔτε κολαζόμενοι. 5Καὶ ἀνήγγειλά σοι παλαιὰ πρὶν ἐλθεῖν ἐπὶ σέ, ἀκουστόν σοι ἐποίησα, μήποτε εἴπῃς ὅτι τὰ εἴδωλά μοι ἐποίησε καὶ ἵνα μὴ εἴπῃς ὅτι τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι. Πάντα σοι προηγόρευσα, καὶ| 160 a| τὴν αἰχμαλωσίαν καὶ τὴν ἐλευθερίαν, ἵνα μὴ τὰς τούτων αἰτίας ἀναθῇς τοῖς εἰδώλοις, ἀλλὰ γνῷς ὡς ἑκάτερα ἐγὼ δέδρακα, τὸ μὲν διὰ τὴν σὴν παρανομίαν, τὸ δὲ διὰ τὴν ἐμὴν φιλανθρω πίαν. 6Ἠκούσατε ταῦτα καὶ ὑμεῖς οὐκ ἔγνωτε· ἀλλὰ καὶ ἀκουστὰ ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν ἃ μέλλει γίνεσθαι, καὶ οὐκ ἔγνως αὐτά· 7καὶ νῦν γίνεται καὶ οὐ πάλαι καὶ οὐ προτέραις ἡμέραις, καὶ οὐκ ἤκουσας αὐτά. Διὰ πάντων τὸ ἀσύνετον αὐτῶν καὶ ἀνόητον καὶ τῆς γνώμης τὸ ῥᾴθυμον ἔδειξεν. Μὴ εἴπῃς· Ναί, γινώσκω αὐτά. 8Οὔτε ἤκουσα οὔτε ἠπίστω, οὔτε ἀπ' ἀρχῆς ἤνοιξά σου τὰ ὦτα. Σαφέ στερον διὰ τούτων τὸ ἀπειθὲς αὐτῶν ἔδειξεν· ἑκόντες γὰρ ἔβυον τὰ ὦτα οὐδὲ ἀκούειν τῶν θείων λόγων βουλόμενοι. Ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ. Ἐμὲ δὲ οὐκ ἔλαθεν ὁ παράνομός σου σκοπός· προῄδειν γάρ σου τὴν ἀχάριστον γνώμην καὶ ὅτι εὐθὺς τῆς Αἰγυπτίων δουλείας ἀπαλλαγεὶς τῶν μὲν εὐεργεσιῶν ἐπιλήσῃ, δυσσεβείᾳ δὲ προσέξεις. Κοιλίαν γὰρ τὴν Αἴγυπτον καλεῖ καὶ τόκον τὴν ἐκεῖθεν ἔξοδον. Ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς εὐεργετῶν ὑμᾶς διετέλουν, ἐπεὶ λαὸς ἐμὸς ὀνομάζεσθε. Τοῦτο γὰρ τὰ ἑξῆς δηλοῖ· 9Ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σέ, ἵνα μὴ ἐξολοθρεύσω σε. Θυμὸν δὲ ἐκάλεσε τὴν αἰχμαλωσίαν, ἔνδοξα δὲ τὴν παράδοξον ἐλευθερίαν. 10Ἰδοὺ πέπρακά σε οὐχ εἵνεκεν ἀργυρίου, ἐξειλόμην δέ σε ἐκ καμίνου πτωχείας. Οὐ χρημάτων δεόμενος ἀπεδόμην σε Βαβυλωνίοις ἀλλὰ δίκας σε τῆς παρανομίας πραττό μενος, ἀλλ' ὅμως πάλιν σοι τὴν ἐλευθερίαν δωρήσομαι. Κάμινον γὰρ πτωχείας τὴν δουλείαν ἐκάλεσεν· καθάπερ γὰρ ἐν καμίνῳ τὸ μὲν πῦρ ἐστι κεκ ρυμ μένον, ὁ δὲ καπνὸς ἄνωθεν φαίνεται μόνος, οὕτως οἱ δορυάλωτοι θρηνεῖν μὲν προφανῶς οὐ τολ μῶσιν, ἔνδοθεν δὲ τῆς ἀθυμίας φλογὶ πυρπολούμενοι οἷόν τινα καπνὸν τὸν στεναγμ ὸν ἀνα πέμπουσιν. 11Ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. Ἐπειδὴ γὰρ νομίζουσιν οἱ πολέμιοι μὴ μόνον ὑμῶν ἀλλὰ καὶ ἐμοῦ περιγενέσθαι καὶ διὰ τὴν ἐμὴν ἀσθένειαν κεκρατηκέναι ὑμῶν, τῆς πικρᾶς ὑμᾶς ἐκείνης ἐλευθερώσω δουλείας, ἵνα καὶ οἱ ἀγνοοῦντές με τὴν ἐμὴν καταμάθωσι δύναμιν. 12Ἄκουέ μου Ἰακὼβ καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ· Ἐγωεἰμι πρῶτος καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Εἰ πὼν γάρ· Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, εἰκότως ταῦτα ἐπήγαγε διδάσκων ὡς αὐτὸς καὶ τιμωρεῖται καὶ σῴζει. Αὐτὸς τὸν Ἀβραὰμ ἐκ γῆς Χαλδαίων ἐξήγαγεν, αὐτὸς αὐτοὺς τοῖς Βαβυλωνίοις παρέδωκεν, αὐτὸς τῆς ἐκείνων δυναστείας ἀπήλλαξεν, αὐτὸς δώ σει καὶ τὴν καινὴν διαθήκην. 13Καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. Καλέσω αὐτοὺς ἐγώ, καὶ στήσονται ἅμα 14καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται, τίς αὐτοῖς ἀνήγ γειλε ταῦτα. Καὶ δημιουργός εἰμι πάντων καὶ δεσπότης καὶ μάλα μοι ῥᾴδιον καὶ τὴν ἄψυχον καλέσαι καὶ παραστῆσαί μοι κτίσιν. Κύριος ἀγαπῶν σε ἐποίησε τὸ θέλημα αὐτοῦ ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων. Διὰ τὴν περὶ σέ φησι φιλοστοργίαν πανωλεθρίαν ἐποίσω Βαβυλωνίοις καὶ πρόρριζον αὐτῶν ἀνασπάσω τὸ κράτος. 15Ἐγὼ ἐλάλησα καὶ ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ. Περὶ τοῦ Κύρου ταῦτα λέγει· οὗτος γὰρ καὶ τὴν Βαβυλωνίων δυναστείαν κατέλυσε καὶ τοὺς Ἰουδαίους δουλείας ἀπήλλαξεν. 16Προσαγάγετε πρός με καὶ ἀκούετε ταῦτα· Οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν| 160 b| τόπῳ γῆς σκοτεινῷ· ἡνίκα ἐγίνετο, ἐκεῖ ἤμην. Ἐπειδὴ ταῖς σκυθρωπαῖς προρρή σεσιν ἠπιστήσατε, ταῖς γοῦν θυμήρεσι προφητείαις πιστεύ σατε. Οὐ γὰρ τοῖς εἰδώλοις παραπλησίως ἐν σκοτεινοῖς τισι καὶ ἀδύτοις τόποις τὰ ψευδῆ προθεσπίζω ἀλλ' οὕτως αὐτὰ καὶ πρὸ τῆς ἐκβάσεως οἶδα σαφῶς ὡς αὐτοῖς παρὼν τοῖς πράγμασι καὶ ἕκαστον θεωρῶν. Καὶ νῦν κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ. Ὁ προφήτης τοῦτο ἔφη. Οὐκ ἀπ' ἐμαυτοῦ φησι φθέγγομαι ἀλλ' ὑπὸ τοῦ θεοῦ τῶν ὅλων καὶ τοῦ παναγίου πνεύματος ἐκπεμφθείς. Σαφῶς δὲ ἡμῖν ἐνταῦθα ἕτερον ἔδειξε παρὰ τὸ τοῦ θεοῦ πρόσωπον, τὸ τοῦ πνεύματος πρόσωπον, εἰς ἔλεγχον καὶ τῶν Ἰουδαίων καὶ τῶν τὰ Σαβελλίου νοσούντων. Ἔφη γάρ· Κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ. Ἐπειδὴ γὰρ πολλάκις περὶ τῆς μιᾶς διελέχθη θεότητος νῦν μὲν λέγων· «Ἐγώ εἰμι πρῶτος καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα», νῦν δέ· «Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται», καὶ τὰς ἰδιότητας τῶν ὑποστάσεων ἀναγκαίως διδάσκει ποτὲ μὲν υἱοῦ καὶ πατρὸς ποτὲ δὲ πατρὸς καὶ πνεύματος ἁγίου. Καὶ περὶ μὲν υἱοῦ καὶ πατρὸς ἔφη· «Ὅτι ἐν σοὶ ὁ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ», περὶ δὲ τοῦ πατρὸς καὶ πνεύματος· «Κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ.» 17Οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι κύριος ὁ θεός σου, δέδειχά σοι εἰς ὠφέλειαν τοῦ εὑρεῖν σε τὴν ὁδόν μου, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ. Οὐκ εἴασά σε πλανᾶσθαι, ἀλλὰ τὴν εὐθεῖάν σοι πορείαν ὑπ έδειξα. Δηλοῖ δὲ διὰ ταύτης τὸν νόμον. Καὶ σαφέστερον τοῦτο διὰ τῶν ἐπιφερομένων διδάσκει· 18Καὶ εἰ ἤκουσας τῶν ἐντο λῶν μου, ἐγένετο ἂν ὡς ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαι οσύνη σου ὡς κύματα θαλάσσης. Εἰ κατὰ τοὺς ἐμοὺς ἐπολιτεύσω νόμους, οὐκ ἂν ἐγεύσω πολεμικῶν συμφορῶν ἀλλ' εἰ ρήνη ς ἀπήλαυες ἀενάου ποταμοῦ ῥεύματα μιμου μένης καὶ μηδέποτε διακοπτομένης. Ἐν εἰρ ήνῃ δὲ βιοτεύουσα καὶ τοῖς ἐμοῖς ἑπομένη προστάγμασι τῆς δικαιοσύνης ἂν ἐκτήσω τὸν πλοῦ τον πλημμυροῦντα καὶ τοῖς θαλαττίοις παραβαλλόμενον κύμασιν. Ἐπειδὴ δὲ τούτοις προσέχειν οὐκ ἤ θελον Ἰουδαῖοι, σαρκικῷ δὲ φρονήματι προστετηκότες καὶ τὴν πολυγονίαν εὐδαιμο νίαν ἐ νόμιζον, καὶ ταῦτα εἰκότως ὁ προφητικὸς προστίθησι λόγος· 19Καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τῆς θαλάσσης τὸ σπέρμα σου καὶ τὰ ἔκγονά σου ὡσεὶ χοῦς τῆς γῆς. Εἶτα τὴν ὑπερβολὴν τῆς ἀγαθ ότητος δείκνυσιν· Καὶ οὐδὲ νῦν ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐναντίον ἐμοῦ. Ἀλλ' ὅμως καὶ τῶν ἐμῶν καταφρονή σαντας νόμων φειδοῦς ἀξιώσω, καὶ πάλιν ἐμὸς χρηματίσεις λαός. Τοῦτο γὰρ δεδήλωκεν εἰρηκώς· Οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ· ὄνομα γὰρ αὐτοῦ τὸ λαὸς θεοῦ χρηματίζειν. Εἶτα προστακτικῶς· Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων. Ἔπειτα τὴν ἐντεῦθεν ἐσομένην προλέγει ε ὐθυ μίαν· Φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγετε ὅτι ἐρρύσατο κύριος τὸν δοῦλον αὐτοῦ Ἰακὼβ 21καὶ οὐκ εἴασεν αὐτὸν διψῆςαι δι' ἐρήμου ἀγαγὼν αὐτόν, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς, σχισθήσεται πέτρα καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. Ἀναμιμνῄσκει αὐτοὺς τῆς προτέρας ἐλευθερίας καὶ ὅπως τῶν Αἰγυπτίων ἀπαλλα γέντες καὶ τὴν ἔρημον διοδεύοντες ξένων καὶ παραδόξων ναμάτων ἀπήλαυσαν. Ἐν γὰρ τῇ ἀπὸ Βαβυλῶνος ἐπανόδῳ οὐδὲν τοιοῦτον γεγενημένον ἐμάθομεν. Καὶ οἱ Τρεῖς δὲ ὁμοίως Ἑρμηνευταὶ ὡς ἤδη γεγενημένον τοῦτο τεθείκασιν· «Ὕδωρ» γάρ φασιν «ἐκ πέτρ ας ὠχέτευσας αὐτοῖς, καὶ ἔρρηξε πέτραν στερεάν, καὶ ἔρρευσεν ὕδατα.» Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ τὴν προφητικὴν ὁ λόγος αἰνίττεται χάριν, ἧς κἀν τῇ Βαβυλῶνι ἀπήλαυον τὰ θεῖα πίνοντες ῥεῖθρα διὰ τῶν ἁγίων προφητῶν Δανιὴλ καὶ Ἰεζεκιήλ, καὶ ὅτι ὡς ἐν ἐρήμῳ τῇ τῶν Βαβυ λωνί ων δυσσεβείᾳ οἷόν τινα πέτραν ἔσχον τὴν προφητείαν ὀρέγουσαν αὐτοῖς τὸ σωτήριον| 161 a| πόμα. Καὶ μέντοι καὶ μετὰ τὴν ἐπάνοδον Ἀγγαῖος καὶ Ζαχαρίας καὶ Μαλαχίας ταῦτα αὐτοῖς τὰ ῥ εῖθρα προσέφερον, καὶ ὁ θαυμάσιος δὲ Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, ὁ ἱερεὺς ὁ μέγας, εὐσεβείᾳ κοσμούμενοι τὴν θείαν αὐτοῖς διδασκαλίαν καθάπερ ὕδωρ διψῶσι προὐτίθεσαν. 22Οὐκ ἔ τι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος. Ταῦτα τοίνυν εἰδότες τὴν τῶν ἀσεβῶν φύγετε κοινωνίαν. Ἐνταῦθ α ταύτην συμπεράνας τὴν προφητείαν τοῖς ἔθνεσι διὰ τῶν ἑξῆς προαγορεύει τὴν σωτηρίαν· 491 Ἀκούσατε αἱ νῆσοι καὶ προσέχετε ἔθνη διὰ χρόνου πολλοῦ. Τό· διὰ χρόνου πολλοῦ, ὁ μὲν Σύμμαχος ἔφη· «Ἀκροᾶσθε ἔθνη μακρόθεν.» Καλεῖ δὲ ὁ λόγος καὶ νησιώτας καὶ ἠπειρώτας καὶ αὐτοὺς τὰς ἐσχατιὰς οἰκοῦντας εἰς τὴν τῶν θεσπιζομένων ἀκρόασιν. Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ οὕτω νοητέον τὸ διὰ χρόνου πολλοῦ· Τῷ Ἀβραὰμ ὑπέσχετο τῶν ὅλων ὁ κύριος ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη· ταύτην δὲ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ἔδωκε τὴν ἐπαγγελίαν, ταύτην καὶ ὁ Ἰακὼβ τῷ Ἰούδᾳ δέδωκεν εὐλογίαν· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν», πλεῖστος δὲ διεληλύθει ἐτῶν ἀριθμὸς ἐκ τῆς δοθείσης τῷ Ἀβραὰμ ἐπαγγελίας μέχρι τῆς κλήσεως τῶν ἐθνῶν· διὰ τοῦτό φησιν ὁ προφητικὸς λόγος· Προσέχετε ἔθνη διὰ χρόνου πολλοῦ. Εἶτα ἐπάγει· Στήσεται, λέγει κύριος, τουτέστι τῆς ἐπαγγελίας ὁ λόγος· ἀψευδὴς γὰρ ἡ θεία ὑπόσχεσις. Ἐκ γαστρὸς ἐκάλεσέ με καὶ ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου. Ταῦτα ἐκ προσώπου εἴρηται τοῦ δεσπότου Χριστοῦ, ὅς ἐστι σπέρμα τοῦ Ἀβραὰμ κατὰ σάρκα, δι' οὗ τὰ ἔθνη τὴν ἐπαγγελίαν ἀπέλαβεν. Καὶ διδάσκει ὡς πρὸ τοῦ τόκου τὴν προσηγορίαν ἐδέξατο· ὁ γὰρ ἅγιος Γαβριὴλ ταύτην ἐκόμισεν ἄνωθεν καὶ τῇ παρθένῳ ἔφη· «Τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ.» 2Καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. Τοιοῦτος γὰρ ὁ διακριτικὸς λόγος ὁ ὑπ' αὐτοῦ πᾶσιν ἀνθρώποις προσε νεχθείς, οὕτω δὲ καὶ αὐτ ὸς ἔφη· «Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν ἀλλὰ μάχαιραν διχάσαι ἄνθρωπον ἀπὸ τοῦ πλησίον αὐτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὐτοῦ, θυγατέρα ἀπὸ τῆς μητρὸς αὐτῆς καὶ νύμφην ἀπὸ τῆς πενθερᾶς αὐτῆς.» Καὶ μὲν δὴ καὶ ὁ θεῖος ἀπόστολός φησιν· «Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.» Ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με. Ὁμοίως καὶ ταῦτα τροπικῶς κέκληκε, βέλος μὲν αὐτὸν τὸν τιτρώσκοντα τὰς ἐρώσας αὐτοῦ ψυχάς, ὧν ἑκάστη βοᾷ· «Τετρωμένη ἀγάπης ἐγώ»· φαρέτραν δὲ τὸ τῆς οἰκονομίας μυστήριον. 3Καὶ εἶπέ μοι· Δοῦλός μου εἶ σὺ Ἰσραήλ. Κατὰ τὸ ἀνθρώπειον καὶ ταῦτα νοητέον· κατὰ γὰρ τὸ ἀνθρώπειον καὶ Ἰσραὴλ ὀνομάζεται καὶ Ἰακὼβ καὶ Δαυὶδ καὶ υἱὸς Δαυὶδ καὶ σπέρμα Ἀβραὰμ καὶ ὅςα τοιαῦτα. Δοῦλον δὲ αὐτὸν καλεῖ, ἐπειδὴ ἐκ δουλικῆς φύσεως ἡ τοῦ δούλου μορφὴ ἣν ὁ θεὸς λόγος ἀνέλα βεν. Δηλοῖ δὲ οὐ τὴν ἀξίαν ἀλλὰ τὴν φύσιν ὁ λόγος· οὐ γὰρ ἡ τοῦ δούλου μορφὴ δοῦλος. «Ἐχαρίσατο» γὰρ «αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα», τουτέστι τὸ εἶναι υἱός. Ὥσπερ γὰρ ὡς θεὸς ὁ δεσπότης Χριστὸς ἀεὶ ἦν υἱός, οὕ τω λαμβάνει ὡς ἄνθρωπος τὸ εἶναι υἱός. Οὐ γὰρ ἄλλος υἱὸς ἐκεῖνος καὶ ἄλλος οὗτος ἀλλ' ὁ αὐτός ἐστιν υἱὸς ὡς θεὸς καὶ λαμβάνει τὸ εἶναι υἱὸς ὡς ἄνθρωπος. 4Καὶ ἐγὼ εἶπον· Κενῶς ἐκοπίασα εἰς μάταιον καὶ εἰς οὐθὲν ἔδωκα τὴν ἰσχύν μου. Ἐκ προσώπου καὶ ταῦτα εἴρηται τοῦ δεσπότου Χριστοῦ τὴν Ἰουδαίων δυςχεραίνοντος ἀπιστίαν. Οὐδὲν γάρ φησι τῆς τοσαύτης ἀπώναντο ταπεινώ σεως, οὐδεμίαν γὰρ ὄνησιν ἐκ τῶν θαυμάτων ἐδέξαντο. Διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ, καὶ ὁ πόνος μου ἐνώπιον τοῦ| 161 b| θεοῦ μου. Οἱ Τρεῖς Ἑρμηνευταὶ ἀντὶ τοῦ πόνου «τὸ ἔργον» τεθείκασιν. Δῆλον τοίνυν ὡς καὶ Ἑβδομήκοντα πόνον τὸ ἔργον, οὐ τὴν ὀδύνην ἐνόησαν. Λέγει δὲ ὅτι εἰ καὶ οὗτοι οὐδεμίαν ὠφέλειαν ἐδέξαντο, ἀλλ' οὖν ἐγὼ τὸ οἰκεῖον ἔργον πεπλήρωκα καὶ τοῦτο δῆλόν ἐστι τῷ θεῷ. Χρὴ μέντοι εἰδέναι ὅτι ὡς ἄνθρωπος ταῦτα λέγει· καὶ γὰρ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὡς ἄνθρωπος πλεῖστα ἐφθέγξατο ταπεινά. Τοιοῦτόν ἐστι τό· «Πορεύομαι πρὸς τὸν θεόν μου καὶ θεὸν ὑμῶν», καὶ· «Ἐντολὴν ἔλαβον τί εἴπω καὶ τί λαλήσω», καὶ· «Οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ», καὶ ὅσα τοιαῦτα. 5Καὶ νῦν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτόν, καὶ Ἰσραὴλ συναχθήσεται πρὸς αὐτόν. Τὸ δέ· Ἰσραὴλ συναχθήσεται πρὸς αὐτόν, ὁ Θεοδοτίων οὕτως ἡρμήνευσεν· «Καὶ Ἰσραὴλ οὐκ ἐπισυναχθήσεται», καὶ ὁ Σύμμαχος· «Καὶ Ἰσραὴλ μὴ προστεθῇ.» Ἐπὶ τούτῳ γάρ φησιν ἐγὼ διεπλάσθην ὥστε τὸν πλανώμενον Ἰσραὴλ διασῶσαι· οὗτος δὲ τῇ πονηρίᾳ προσμένει. Ταῦτα καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησίν· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακώβ», καὶ πάλιν τοῖς ἀποστόλοις· «Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακώβ.» Ταῦτα μὲν οὖν ἔλεγε τὴν οἰκείαν φιλανθρω πίαν δεικνύς, τὴν δὲ ἐκ είνων ἀπείθειαν ἐλέγχων. Καὶ ταῦτα ἐν ἑτέρῳ ἔφη χωρίῳ· «Ὑμεῖς οὔκ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν· τὰ γὰρ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει.» Πάλιν δὲ δοῦλον ἑαυτὸν ὀνομάζει τὴν φύσιν τὴν ληφθεῖσαν δεικνύς. Φύσεως οὖν ἐνταῦθα ἀλλ' οὐκ ἀξίας ἡ τοῦ δούλου προσηγορία ση μαντική. Εἰ γὰρ ἡμεῖς διὰ τὴν ἀπαρχὴν οὐ δοῦλοι, πολλῷ μᾶλλον ἐκείνη τῷ θεῷ συναφθεῖσα λόγ ῳ δεσπόζει πάντων ἀλλ' οὐ δουλεύει, δι' ἣν καὶ ἡμεῖς τῆς ἐλευθερίας τετυχήκαμεν. Καὶ δοξασθήσομαι ἐναντίον κυρίου, καὶ ὁ θεός μου ἔσται μου ἰσχύς. 6Καὶ εἶπέ μοι· Μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Καὶ ταῦτα πάλ ιν ἀνθρωπίνως νοητέον· οὐδὲ γὰρ ὁ θεὸς λόγος μεγίστην εἶχε τιμὴν τὸ κληθῆναι δοῦλος τοῦ θεοῦ καὶ πατρός· τὸ γὰρ παῖδά μου «δοῦλον» καὶ ἡ Ἑβραίων φωνὴ καὶ οἱ Τρεῖς λαλοῦσιν Ἑρμηνευταί. Εἶτα τὴν Ἰουδ αίων ἀπείθειαν καὶ τῶν ἐθνῶν τὴν σωτηρίαν προλέγων· Ἰδού φησι δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχά του τῆς γῆς. Γένος κατὰ σάρκα τοῦ κυρίου κοινὸν μὲν ἅπασα τῶν ἀνθρώπων ἡ φύσις, ἴδιον δὲ καὶ πελάζον ὁ Ἰσραήλ. Ἐπειδὴ τοίνυν πρὸς μὲν τὸν Ἰσραὴλ παρεγένετοτὰ δὲ ἔθνη διὰ τῶν ἀποστόλων ἐφώτισε, δέδωκά σέ φησι τούτοις διὰ τὴν πρὸς τοὺς πατέρας αὐτῶν γεγενημένην ἐπαγγελίαν, φωτιῶ δὲ διὰ σοῦ τὰ ἔθνη καὶ πᾶσιν ἀνθρώ ποις παρέξω τὴν σωτηρίαν– τοῦτο γὰρ σημαίνει τὸ ἕως ἐσχάτου τῆς γῆς– καὶ πέρας ἐπιθήσω ταῖς πρὸς τοὺς πατέρας αὐτῶν γεγενημέναις μοι συνθήκαις· τὴν γὰρ διαθήκην «συνθήκην» οἱ Λοιποὶ ἡρμήνευσαν. 7Οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε, ὁ θεὸς Ἰσραήλ. Ταῦτα πρὸς τοὺς τῆς σωτηρίας ἀξιωθέντας ὁ τῶν ὅλων λέγει θεός, οἳ ἐξ ἐθνῶν καὶ ἐξ Ἰουδαίων ἐκλεγέντες εἰς μίαν ἐκκλησίαν ἐτέλουν. Ἁγιάσατε τὸν φαυλίζοντα ἑαυτόν, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ. Τὸν φαυλίζοντα «ἐξουθενημένον» οἱ Τρεῖς ἡρμήνευσαν· «Ἐν μορφῇ γὰρ θεοῦ ὑπάρχων ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Τοῦτον ὑμνεῖν καὶ ἁγιάζειν παρα κελεύεται τοῖς τῆς σωτηρίας τετυχηκόσιν· τὸ γὰρ ἁγιάσατε ἀντὶ τοῦ ὑμνήσατε τέθεικεν· οὕτω γὰρ καὶ προσευχόμε νοι λέγομεν· «Ἁγιασθήτω τὸ ὄνομά σου» ἀντὶ τοῦ δο ξασθήτω. Τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων. «Ὁ γὰρ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυ μένοις μωρία ἐστίν», καὶ πάλιν ὁ αὐτὸς ἀπόστολος· «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν.» Τοῦτο κἀνταῦθα ἡ προφητεία προλέγει, ὅτι| 162 a| καταγέλαστον ἐδόκει τοῖς ἀπιστοῦσι τὸ κήρυγμα καὶ οἱ ἀνθρώποις ἄρχουσι δου λεύον τες τὸν τῶν ἁπάντων κύριον δεσπότην ἔχειν οὐ κατεδέχοντο. Ἀλλ' ὅμως μετὰ τὴν ἀπιστίαν καὶ τὴν πίστιν προθεσπίζει· Βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου, ὅτι πιστός ἐστιν ὁ ἅγιος τοῦ Ἰσραὴλ καὶ ἐξελέξατό σε. Ταῦτα τῆς παρ' ἡμῶν ἑρμηνείας οὐ δεῖται· ὁρῶμεν γὰρ καὶ βασιλέας καὶ ἄρχοντας τὸν δεσπότην προσκυνοῦντας Χριστόν, ὃς τοὺς πιστεύοντας εἰς αὐτὸν ἐξελέξατο. 8Οὕτως λέγει κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔπλασά σε καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆ σαι κληρονομίαν ἐρήμου 9λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε. Μεγίστης ἀνοίας τὸ ταῦτα προσαρμόζειν τῷ Ζοροβάβελ· Ἰουδαίους γὰρ ἐκεῖνος ἐκ Βαβυλῶνος ἐπανήγαγεν, οὐ τὰ ἔθνη τῆς πλάνης ἀπήλλαξεν οὐδὲ τὴν καινὴν τοῖς ἔθνεσι προσενήνοχε διαθήκην. Περὶ τοῦ δεσπότου τοίνυν καὶ ταῦτα προλέγει Χριστοῦ· αὐτὸς γὰρ τὴν εὐσεβείας ἔρημον οἰκουμένην φυτῶν πεπλήρωκε θείων, αὐτὸς γὰρ τὴν διεφθαρμένην κατέστησε γῆν, αὐτὸς τοὺς ταῖς ἁμαρτίαις πεπεδημέν ους τῶν δεσμῶν ἠλευθέρωσεν, αὐτὸς τοὺς ἐν σκότει καθημένους τῷ φωτὶ τῆς θεογνωσίας ἐφώτισεν. Πρὸς αὐτὸν τοίνυν κατὰ τὸν τῆς οἰκονομίας λόγον φησὶν ὁ πατήρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Εὑρίσκομεν δὲ κἀν τοῖς θείοις εὐαγγελίοις τὸν δεσπότην Χριστὸν ἀνθρωπίνως προσευχόμενον καὶ νῦν μὲν λέγοντα· «Θεέ μου, θεέ μου, ἱνατί με ἐγκατέλιπες;», νῦν δέ· «Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου», καί· «Πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ», καὶ ἀλλαχοῦ· «Δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε.» Ὅτι δὲ καὶ ἐπήκουσε, μαρτυρεῖ τῶν εὐα γγελίων ἡ ἱστορία· «Ἦλθε γάρ» φησι «φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.» Εἶτα διδάσκων ὁ κύριος τοὺς Ἰουδαίους, ὡς οἰκονομικῶς προσήνεγκε τὴν εὐχήν, ἔφη· «Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη ἐγένετο ἀλλὰ δι' ὑμᾶς, ἵνα ὑμεῖς πιστεύσητε.» Εἰ δὲ δι' αὐτοὺς ἡ φωνὴ ἐγέν ετο, δι' αὐτοὺς καὶ ἡ εὐχὴ ἐγένετο. Καὶ οὐ σμικρύνει ταῦτα τοῦ μονογενοῦς τὴν θεότητα· δῆλος γὰρ τῆς ο ἰκο νομίας ὁ λόγος. Ὁ μέντοι προφητικὸς λόγος προαγορεύσας τοῖς πεπεδη μένοις τὴν λύσιν καὶ τοῖς ἐν σκότει καθημένοις τοῦ φωτὸς τὴν ἀπόλαυσιν, καὶ τὴν εὐαγγελικὴν προθεσπίζει χάριν· Ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν. Οὐδὲ γάρ, καθάπερ τὴν παλαιὰν λατρείαν τῷ ἐν Ἱεροσολύμοις ναῷ περιέγραψεν, οὕτω καὶ τὴν καινὴν λειτουργίαν ἑνὶ περιορίζει χωρίῳ, ἀλλὰ καὶ ἐν πόλεσι καὶ ἐν ἀγροῖς καὶ ἐν ὄρεσι καὶ ἐν παντὶ τόπῳ τοῖς θείοις προβάτοις τὴν τροφιμωτάτην προσφέρει νομήν. 10Οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς ὁ καύσων οὐδὲ ὁ ἥλιος, ἀλλ' ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς. Τῷ μὲν Ἰσραὴλ ἠπ εί λησε τὸν τοῦ λόγου λιμὸν καὶ τὴν τῶν νεφελῶν ἀνυδρίαν· Ἐπάξω γάρ φησι «λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου», καὶ πάλιν· «Ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ βρέξαι ἐπ' αὐτὸν ὑετόν.» Ἐνταῦθα δὲ τὴν ἀφθονίαν τοῖς εἰς αὐτὸν πεπιστευκόσι τῆς θείας τροφῆς καὶ τῆς θείας πόσεως ἐπαγγέλλεται καὶ τῶν σωτηρίων πηγῶν τὴν ἀέναον χορηγίαν. 11Καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Κατὰ ταὐτὸν καὶ τὴν εὐκολίαν ἐσήμανε καὶ τὴν ἄδειαν τῆς νομῆς. 12Ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσι καὶ οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Τὰ τέσσαρα τῆς οἰκουμένης δεδήλωκε τμήματα· διὰ μὲν γὰρ τῶν Περσῶν τὸ ἑῷον, διὰ δὲ τῆς θαλάττης τὸ ἑσπέριον, εἶτα τὸ βόρειον ἐναργῶς καὶ αἰνιγμα τωδῶς τὸ νότιον· τοῦτο γὰρ διὰ τοῦ πόρρωθεν κέκληκεν. Ἄδηλα γὰρ ἡμῖν τὰ νοτιώτερα, ἐπειδὴ μᾶλλον τοῖς| 162 b| βορειοτέ ροις πελάζομεν. 13Εὐφραίνεσθε οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτω τὰ ὄρη εὐφροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην, ὅτι ἠλέησε κύριος τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. Ἐπιστῆσαι δεῖ ὡς ἐνταῦθα οὔτε τοῦ Ἰσραὴλ οὔτε τοῦ Ἰακὼβ ἐμνημόνευσεν ἀλλὰ λαὸν ὠνόμασεν οὓς πανταχόθεν συνήγαγε καὶ τῆς σωτηρίας ἠξίωσεν. Ἐκάλεσε δὲ πάλιν τὴν κτίσιν εἰς κοινωνίαν τῆς εὐφροσύνης, ἐπειδὴ καὶ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρειν ὁ κύριος ἔφη τῶν ἀγγέλων τοὺς δήμους. 14Εἶπε δὲ Σιών· Ἐγκατέλιπέ με κύριος, καὶ ὁ θεὸς ἐπελάθετό μου. Ταῦτα μὲν οὖν φησι μακροῖς ἔσται χρόνοις, καὶ ποιήσει ταῦτα ὁ ἐξ Ἰουδαίων κατὰ σάρκα βλαστήσας. Οἱ δὲ τοῦτον τὸν θησαυρὸν ἐν ἑαυτοῖς ἔτι κεκρυμμένον ἔχοντες ἐγκαταλελεῖφθαι νομίζουσι καὶ τῆς ἐμῆς ἐστερῆσθαι προνοίας. Σιὼν γὰρ τοὺς ἐν Σιὼν οἰκοῦντας καλεῖ. Εἶτα παραβολικῶς· 15Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Ἔδειξε διὰ τῆς συγκρίσεως, ἣν ἔχει φιλοστοργίαν. Διὰ μέντοι τῶν ἐπαγομένων τὴν ὑπερβολὴν διδάσκει· Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι, λέγει κύριος. Οὐ γὰρ μόνον μιμοῦμαι μητέρας ἀλλὰ καὶ νικῶ μητέρας τῇ εὐσπλαγχνίᾳ. 16Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός. Βαβυλώνιοι τὴν πόλιν ἑλόντες τὰ τείχη κατέλυσαν. Τούτων τὴν οἰκοδομίαν προλέγει καὶ διδάσκει ὡς αὐτὸς οἷόν τις ἀρχιτέκτων διαγράφει τὴν τῶν περιβόλων οἰκοδομίαν. Ἀντὶ γὰρ τοῦ ἐζωγράφησα ὁ μὲν Σύμμαχος «ἐχάραξα» τέθεικεν, ὁ δὲ Θεοδοτίων «διέγραψα», ὁ δὲ Ἀκύλας «ἠκρίβωσα». 17 Καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ' ὧν καθῃρέθης. Ὁ Βαβυλωνίων κατέλυσε βασιλεύς, ὁ δὲ Περσῶν οἰκοδομηθῆναι προσέταξεν. Ἀλλὰ καὶ οὗτοι πάλαι τοῖς Ἀσσυρίοις ὑπακούοντες σὺν αὐτοῖς εἷλον τὴν πόλιν. Ὅθεν τοὺς αὐτοὺς καὶ καταλῦσαι καὶ οἰκοδομῆσαι ἔφη. Καὶ οἱ ἐρημώσαντές σε ταχὺ ἐκ σοῦ ἐξελεύσονται. Ἁμαρτημάτων τίνοντες δίκας ταῖς τῶν πολε μίων χερσὶ παρεδόθησαν. Αἴτιοι δὲ τῶν ἁμαρτημάτων οἱ δαίμονες οἷς ἐλάτρευον ἀποκαλοῦντες αὐτοὺς θεούς. Προλέγει τοίνυν καὶ τῆς τῶν εἰδώλων θεραπείας τὴν παῦλαν καὶ τὴν τῆς πλάνης ἀπαλλαγήν. 18Ἇρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε πάντας τοὺς υἱούς σου, ἰδοὺ συνήχθησαν καὶ ἦλθον πρὸς σέ. Ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ ὡς στολὴν καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης. Ὅρκῳ βεβαιοῖ τὴν πρόρρησιν ὁ δεσπότης πείθων τοὺς ἀπειθεῖς ὡς ἀκο λ ουθήσει τῷ λόγῳ τὸ ἔργον. Προεῖπε δὲ τὴν τῶν αἰχμαλώτων ἐπάνοδον πρὸς τὴν τῆς πόλεως δι αλεγόμενος ἐρημίαν καὶ διδάσκων ὅτι πάλιν τὸν οἰκεῖον ἀπολήψεται κόσμον· κοςμοῦσι δὲ πόλιν οἱ ἐνοικοῦντες. 19Ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν οἰκούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ κατα πίνοντές σε. Τῶν μὲν γὰρ πολεμίων πόρ ρω γ ενήσῃ, τῶν δὲ οἰκητόρων ὑποδέξῃ τὸ πλῆθος ὡς τὴν νῦν ἔρημον φαινομένην πρὸς τοὺς ἐ νοικοῦντας ὀφθῆναι σμικράν. Ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπώλε σας· Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω. Προσωποποιίᾳ πάλιν ὁ προφητικὸς κέχρηται λόγος εἰς πλείονα σαφήνειαν τῶν λεγομένων. 21Καὶ ἐρεῖς τῇ καρδίᾳ σου· Τίς ἐγέννησέ μοι σὺν τούτοις; Ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, πάροικος καὶ ἐκκεκλεισμένη· τούτους δὲ τίς ἐξέθρεψέ μοι; Ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν; Τὸ ἐκκεκλεισμένη «αἰχμάλωτος» ὁ Σύμμαχος ἡρμήν ευ σεν· εἰώθασι δὲ τοὺς αἰχμαλώτους καθείργειν καὶ φρουρεῖν. Χηρείαν δὲ καλεῖ τῆς βασιλείας τὴν στέρησιν, ἀτεκνίαν δὲ τοῦ ἄλλου πλήθους τὴν ἐρημίαν. 22Οὕτως| 163 a| λέγει κύριος· Ἰδοὺ ἀρῶ εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ' ὤμων ἀροῦσιν· 23καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐτῶν τροφοί σου. Ταῦτα οὐδαμῶς ἁρμόττει τοῖς ἀπὸ Βαβυλῶνος ἐπανελθοῦσιν· οὐδὲ γὰρ βασιλεῖς ἐκείνων καὶ ἄρχοντες ἐγένοντο τιθηνοὶ καὶ τροφοί. Προστέθεικε τοίνυν ὁ προφητικὸς λόγος τοῖς ἤδη τεθεσπισμένοις τὰ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐνανθρώπησιν γεγενημένα. Διὰ γὰρ τῶν ἱερῶν ἀποστόλων καὶ οἱ τὰς νήσους καὶ οἱ τὰς ἠπείρους οἰκοῦντες τὸ σωτήριον ἐδέξαντο κήρυγμα. Σύσσημον δὲ αὐτοῦ καλεῖ τοῦ σωτηρίου σταυροῦ τὸ σημεῖον· τοῦτο γὰρ πανταχοῦ κηρύξαντες οἱ θεῖοι ἀπόστολοι οὐ μόνο ν τοὺς ἐξ ἐθνῶν ἀλλὰ καὶ τοὺς ἐξ Ἰουδαίων πιστεύοντας τῷ δεσπότῃ προσέφερον. Καὶ πάντες μέχρι καὶ τήμερον εἰς τὴν Ἱερουσαλὴμ συντρέχουσι, τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως τοὺς τριποθήτους τόπους ἰδεῖν ἱμειρό μενοι. Ταύτης τοίνυν τῆς ἐκ πάσης γῆς καὶ θαλάττης συνειλεγμένης ἐκκλησίας ἐγένοντο βασιλεῖς τιθηνοὶ καὶ οἱ ἄρχοντες τροφοί, οἱ μὲν ἀπαρχὰς οἱ δὲ δεκάτας προσφέροντες. Αὐτοὶ δὲ οὗτοι οἱ βασιλεῖς καὶ σιτηρέσιον ἀπένειμαν τοῖς ἀφιερωμένοις τῷ τῶν ὅλων θεῷ. Καὶ τὰ ἑξῆς δὲ σαφέστερον ταῦτα διδάσκει· Ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί ςοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με. Ταῦτα καθ' ἑκάστην ἡμέραν ὁρῶμεν γιγνόμενα· ἐν γὰρ ἁπάσαις ταῖς ἐκκλησίαις τὰ μέτωπα τῷ ἐδάφει πελάζοντες καὶ τὰ χείλη τοῖς προθύροις προσφέ ροντες δηλοῦσιν, ἣν περὶ τὸν θεὸν ἔχουσι τιμήν. Διαφε ρόντως δὲ ἔστιν ἰδεῖν πληρουμένην τὴν προφητείαν ἐν τοῖς Ἱεροσολύμοις, ἔνθα καὶ τὸν χοῦν ὡ ς οὐ ράνιον ἁρπάζουσι δῶρον καὶ τοῦτον περιλιχμῶνται καὶ φάρμακον ψυχῆς ἡγοῦνται καὶ σώ ματος. Εἶτα διδάσκει πῶς τοῖς πεπιστευκόσι τῆς σωτηρίας μετέδωκε καὶ ὅπως αὐτοὺς τῆς τοῦ διαβόλου δ ου λείας ἀπαλλάξας τῆς ἐλευθερίας ἠξίωσεν· 24Μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; Καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, εἰ σωθήσεται; Γίγαντα καλεῖ τὸν διάβολον ὡς τύραννον. Οὗτος ἡμᾶς δουλωσάμενος παν οπλίαν οἰκείαν εἰργάσατο· διὰ γὰρ τῶν ἡμετέρων ἡμῖν πολεμεῖ μελῶν. Ἀδίκως δὲ ἡμᾶς ᾐχμαλώτευσεν οὐ δεμίαν ἐγκαλῶν ἀδικίαν. 25Οὕτως λέγει κύριος· Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκῦλα· λαμβάνων δὲ παρ' ἰσχύοντος, εἰ σωθήσεται; Ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι. Ὁ περι γενόμενός φησι τοῦ γίγαντος δύναται αὐτὸν σκυλεῦσαι καὶ τῆς πανοπλίας γυμνῶσαι. Οὐ παντὶ δὲ τοῦτο ῥᾴδιον δρᾶσαι· ἐγὼ δὲ μόνος αὐτὸν εὐπετῶς καταλύσω καὶ τοὺς ἀδίκως ὑπ' αὐτ οῦ κατεχομέν ους σώσ ω. Ταῦτα καὶ ἐν τοῖς θείοις εὐαγγελίοις ὁ κύριος ἔφη· «Ἐὰν μή τις εἰσέλθῃ εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ δήσῃ τὸν ἰσχυρόν, πῶς τὰ σκεύη τοῦ ἰσχυροῦ διαρπάσει;» 26Καὶ φάγονται οἱ θλίβοντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται. Ἐκπεσόντες γὰρ τῆς προτέρας δυναστείας οἱ δαίμονες καὶ βλάψαι μηκέτι τοὺς ἀν θρώπους ὁμοίως δυνάμενοι σφᾶς αὐτοὺς κατεσθίουσιν ὡς ἐξ ἀνοίας ἐκπεσόντες τῆς τυ ραν νίδος. Τὸν γὰρ σωτῆρα τῷ σταυρῷ προσηλώσαντες τοῖς ὑπ' αὐτῶν κατασκευασθεῖσιν ἀνῃρέθ ησαν ὅ πλοις. Καὶ γνώσεται πᾶσα σὰρξ ὅτι ἐγώ εἰμι κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος σῆς Ἰακώβ. Τούτου δὲ γενομένου δήλη πᾶσιν ἀνθρώποις ἡ ἐμὴ γενήσεται πρό νοια, καὶ πάντες τὴν ἐμὴν δεσποτείαν μαθήσονται. Τὸ δέ· ἀντιλαμβανόμενος ἰσχύος σῆς Ἰακώβ, οὕτως ὁ Σύμμαχος ἡρμήνευσεν· «Καὶ γνώσεται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος σῴζων σε καὶ ὁ λυ τρούμενός σε δυνάστης Ἰακώβ»· ὡσαύτως δὲ καὶ ὁ Θεοδοτίων καὶ ὁ Ἀκύλας. Οὐ τοίνυν πρὸς τοὺς ἐξ| 163 b| Ἰακὼβ ταῦτ α λέγει, ἀλλὰ πρὸς τοὺς ἐξ ἀλλοφύλων συνειλεγμένους ἐθνῶν, οὓς σκῦλα τοῦ διαβόλου γεγενημένους ἥρπασε καὶ τῆς σωτηρίας ἠξίωσεν. Γνώσονται τοίνυν φησὶν ἅπαντες ὅτι ἐγὼ ταῦτα εἰργασάμην ὁ δυνάστης τοῦ Ἰακώβ, ὁ ἐξ Αἰγύπτου τοῦ Ἰακὼβ τοὺς ἀπογόνους ἐξ αγαγών, ὁ τὴν Ἐρυθρὰν Θάλατταν διελών, ὁ τὰ μυρία θαύματα ἐργασάμενος. «Ἐγὼ» γάρ εἰμί φησι «θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι.» Τοῦτον ἡμεῖς ὑμνήσωμεν· οὗτος γὰρ ἡμᾶς τῆς σωτηρίας ἠξίωσεν, οὗτος ἡμᾶς τῆς προτέρας ἠλευθέρωσε πλάνης, οὗτος ἡμῖν καὶ τὴν τῶν οὐραν ῶν ὑπέσχετο βασιλείαν, ἧς ἡμᾶς ἀπολαῦσαι γένοιτο αὐτοῦ χάριτι τοῦ σεσωκότος, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν. 16 ΤΟΜΟΣ Ιῃʹ 501Οὕτως λέγει κύριος· Ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ἐν ᾧ ἐξαπέστειλα αὐτήν; Τὴν τελευταίαν πολιορκίαν προλέγει καὶ τὴν ἐσχάτην τοῦ ναοῦ ἐρημίαν ἣν Ῥωμαίων αὐτοῖς ἐπιστρατευσάντων ὑπέμειναν. Καὶ παντελῶς τῆς θείας ἐγυμνώθησαν προμηθείας τὸν δεσπότην ἐσταυρω κότες. Κέχρηται δὲ πάλιν προσωποποιίᾳ καὶ ἑαυτὸν μὲν ἄνδρα καλεῖ, τὴν δὲ πόλιν γυναῖκα, αὐτοὺς δὲ υἱοὺς οὐκέτι αὐτοῦ ἀλλ' ἐκείνης· βιβλίον δὲ ἀποστασίου, ὃ καλεῖν εἰώθασιν οἱ πολλοὶ ῥεπούδιον, ὀνομάζει. Ἐρευνή σα τέ φησι καὶ μάθετε τὴν αἰτίαν τοῦ χωρισμοῦ. Ἢ τίνι ὑπόχρεως ὢν πέπρακα ὑμᾶς; Ἆρα χρέ ος ὀφείλων ἀπεδόμην ὑμᾶς, ὅπερ τινὲς ποιεῖν εἰώθασιν ἑτέρωθεν ἐκτῖσαι οὐ δ υνάμενοι; Ταῦτα κατ' ἐρώτησιν εἰρηκὼς διδάσκει αὐτὸς τὰς αἰτίας· Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. Διὰ τὴν ὑμετέραν ἀσέβειαν καὶ παρανομίαν καὶ ἡ ὑμετέρα μήτηρ, τουτέστιν ἡ πόλις καὶ ὁ νεώς, τὴν ἐρημίαν ὑπέμειναν, καὶ ὑμεῖς τῆς ἐμῆς γυμνωθέντες κηδεμονίας Ῥωμαίοις δουλεύετε. Δι δάσκει δὲ τῆς παρανομίας τὸ εἶδος· 2Διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος. Ἤνεγκα πολλάκις ὑμᾶς εἰδώλοις πεπιστευκότας, μυρία ἕτερα παράνομα δεδρακότας· ἀλλὰ τὸ νῦν ὑφ' ὑμῶν τολμηθὲν οὐδεμίαν ἔχει συγγνώμην, ἀνήκεστον δέ ἐστι καὶ ἀνίατον. Οὐκέτι γὰρ διὰ τῶν προφητῶν εἰργασάμην ἀλλὰ καὶ δούλου μορφὴν ἀναλαβὼν συνεπολιτευσάμην ὑμῖν ὡς ἄνθρωπος καὶ πολλάκις ὑμᾶς καλέσας καὶ παρακαλέσας οὐκ ἔπεισα. Μαρτυρεῖ τούτοις καὶ τῶν θείων εὐαγγελίων ἡ ἱστορία· Ἰησοῦς γάρ φησιν ἔκραξε καὶ ἔλεγεν· «Εἴ τις διψᾷ, ἐρχέςθω πρός με καὶ πινέτω», καὶ πάλιν· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς», καὶ πολλὰ τοιαῦτα ἕτερα οἱ θεῖοι διδά σκουσιν ἡμᾶς εὐαγγελισταί. Οὕτω τοι γαροῦν ἡμᾶς ὁ προφητικὸς ἐδίδαξε λόγος ὡς τὴν ἐσχάτην αὐτοῖς πανω λεθρίαν ἡ κατὰ τοῦ δεσ πότου μανία προὐξένησεν. Εἶτα πάλιν κατ' ἐρώτησιν· Μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι; Ὑπολαμβά νετέ μέ φησι δι' ἀσθένειαν ἡττηθῆναι ὑπὸ τῶν πολεμίων; Οὐκ ἔστιν οὐ δενὶ συνιδεῖν ὡς ῥᾴδιον ἦν μοι καὶ εὐπετὲς πάντων ὑμᾶς ἀποφῆναι κρείττους; Ἔπειτα αὐτοὺς τῶν ὑπ' αὐτοῦ γεγενημένων ἀναμιμ νῄσκει· Ἰδοὺ τῷ ἐλεγμῷ μου ἐξερημώσω τὴν θάλατταν καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ καὶ ἀπολοῦνται ἐν δίψει. Ταῦτα δὲ ὁ Σύμμαχος ὡς ἤδη γεγενημένα τέθεικεν· «Ἰδοὺ ἐν τῇ ἐπιτιμήσει μου ἐξήρανα θάλατταν ἐποίησα ποταμοὺς ἔρημον, καὶ ἐσάπησαν οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ.» Ταῦτα δὲ πεποίηκεν ὁ τῶν ὅλων θεὸς τῆς Αἰγυπτίων αὐτοὺς ἀπαλλάξας δουλείας· τότε γὰρ καὶ τὴν Ἐρυθρὰν διεῖλε Θάλατταν καὶ τὸν Ἰορδάνην διέκοψε ποταμὸν καὶ τοὺς κατὰ τὸν πόρον εὑρεθέντας ἰχθύας νεκροὺς ἔδειξεν ὡς τῶν τροφίμων γυμνωθέντας ὑδάτων.| 164 a| Εἰ δὲ καὶ ἐπὶ μέλλοντος χρόνου ταῦτα κατὰ τοὺς Ἑβδομήκοντα νοηθείη, οὐδὲν λυμανεῖται τῇ διανοίᾳ· διδάσκει γὰρ ἀπὸ τῶν μειζόνων ὅτι καὶ τὰ ἐλάττω ποιῆσαι δυνήσεται· ῥᾴδιον γάρ μοί φησι καὶ τὴν θάλατταν ξηρᾶναι καὶ τῶν ποταμῶν ἀφανίσαι τὰ ῥεύματα, πολλῷ δὲ τούτων ῥᾴδιον ἦν τὴν ἐπελ θοῦσαν ὑμῖν στρατιὰν καταλῦσαι. 3Ἐνδύσω τὸν οὐρανὸν σκότος καὶ ὡς σάκκον θήσω τὸ περιβόλαιον αὐτοῦ. Τοῦτο καὶ πεποίηκε καὶ ποιήσει. Πεποίηκε μὲν ἡνίκα ἐσταυρώθη· «Ἀπὸ γὰρ ἕκτης ὥρας ἕως ἐνάτης σκότος ἐγένετο ἐφ' ὅλην τὴν οἰκουμένην», ποιήσει δὲ τοῦτο πάλιν κατὰ τὸν τῆς συντελείας καιρόν· «Ὁ ἥλιος» γάρ φησι «σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.» Οὕτω διὰ τούτων ὑποδείξας τὴν δύναμιν διδάσκει τὴν αἰτίαν δι' ἣν αὐτὸς οὐκ ἐπήμυνεν· 4Κύριος κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔθηκέ με πρωὶ νοεῖν, πρωὶ προσέθηκέ μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία 5κυρίου ἀνοίγει μου τὰ ὦτα. Ταῦτα ἀνθρω πίνως ὁ δεσπότης λέγει Χριστός. Πολλὰ δὲ τοιαῦτα καὶ ἐν τοῖς θείοις εὐαγγελίοις εὑρίσκομεν· «Ἰησοῦς» γάρ φησι «προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.» Πρωὶ δὲ καλεῖ τῆς ἡλικίας τὸ νέον· τοῦτο δὲ καὶ ἐν τοῖς πρόσθεν ὁ προφήτης ἐδίδαξεν, τῆς γὰρ παρθένου προαγορεύσας τὸν τόκον ἐπήγαγεν· «Πρὶν ἢ γνῶναι αὐτὸν ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν», καὶ ὁ εὐαγγελιστὴς δὲ ὡσαύτως· «Τὸ παιδίον» φησὶν «ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ χάρις θεοῦ ἦν ἐπ' αὐτῷ.» Τὸ δέ· Ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ ὦτα, οὐ περὶ ἑαυτοῦ οἶμαι εἰρῆσθαι ἀλλὰ περὶ τῶν πεπιστευκότων αὐτῷ μαθητῶν· ὦτα γὰρ αὐτοῦ τ οὺς ἀκροατὰς ὀνομάζει, οἷς τοὺς θείους λόγους προσέφερε, πρὸς οὓς ἔλεγεν ὡς ἐκ τῶν ἱερῶν εὐαγγε λίων μανθάνομεν· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.» Ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω. Ἑαυτὸν γὰρ τοῖς ὡς αὐτὸν παραγενομένοις παρέδωκεν εἰρηκώς· «Ἐγώ εἰμι ὃν ζητεῖτε.» 6Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Ταῦτα πάντα διδάσκει τῶν θείων εὐαγγελίων ἡ ἱστορία. Ὁ μὲν γὰρ τοῦ ἀρχιερέως οἰκέτης ἐπὶ κόρρης αὐτὸν ἐπάταξεν, οἱ δὲ «ἐκολάφιζον αὐτὸν λέγοντες· Προφήτευσον ἡμῖν Χριστέ, τίς ἐστιν ὁ παίσας σε; Οἱ δὲ ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ», ὁ δὲ Πιλᾶτος φραγελλώσας αὐτὸν παρέδωκε σταυρωθῆναι. Ταῦτα δὲ πάντα διὰ τῆς προφητείας προλέγει τὴν οἰκείαν διδάσκων μακροθυμίαν. 7Καὶ κύριος ἐγενήθη βοηθός μου. Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσω πόν μου ὡς στερεὰν πέτραν καὶ ἔγνω ὅτι οὐ μὴ αἰσχυνθῶ, 8ὅτι ἐγγίζει ὁ δικαιώσας με. Καὶ ταῦτα ἀνθρω πίνως εἴρηκεν· ἀνθρωπίνης γὰρ ἀρετῆς φιλοσοφία καὶ καρτερία καὶ μέντοι καὶ ἡ ἐπὶ τὸν δίκαιον κριτὴν ἐλπίς. Τίς ὁ κρινόμενός μοι; Ἐγγισάτω μοι. 9Ἰδοὺ κύριος βοηθεῖ μοι· τίς κακώσει με; Τοῦτο κἀν τοῖς ἱεροῖς εὐαγγε λίοις ὁ κύριος ἔφη· «Ἐγὼ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. Ἐγὼ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων», καὶ ἐν ἑτέρῳ δὲ χωρίῳ πρὸς αὐτοὺς ἔφη· «Πολλὰ ἔργα ἔδειξα ὑμῖν παρὰ τοῦ πατρός μου· διὰ ποῖον αὐτῶν λιθάζετέ με;» Οὕτως ἔοικε τοῖς εὐαγγε λικοῖς λογίοις τὰ προφητι κὰ θεσ πίσματα. Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς. Λίαν πρόςφορος ἡ παραβολή· ὁ γὰρ σὴς ἐκ τῶν ἱματίων τικτόμενος ἀναλίσκει ταῦτα, καὶ ἡ ἁμαρτία ἐξ ἡμῶν τικτομένη διαφθείρει τοὺς φύσαντας. 10Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν κύριον; Ὑπακουσάτω τῇ φωνῇ τοῦ παιδὸς αὐτοῦ. Παῖδα ἑαυτὸν πάλιν ὡς ἄνθρωπον ὀνομάζει· ἐν μορφῇ γὰρ θεοῦ ὑπάρχων μορφὴν ἔλαβε δούλου. Οὕτω καὶ ἐν τοῖς θείοις εὐαγγελίοις ἐντολὴν εἰληφέναι λέγει τί εἴπῃ καὶ τί λαλήσῃ. Οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς. Καὶ γὰρ ἀνατείλαντος τοῦ φωτὸς αὐτοὶ τὸ σκότος ἠγάπησαν. Πεποίθατε ἐπὶ τῷ ὀνόματι| 164 b| κυρίου καὶ ἀντιστηρίζεσθε ἐπὶ τῷ θεῷ ὑμῶν. Εἰ τῷ ὄντι φησὶν εἰλικρινῆ καὶ γνησίαν ἔχετε πρὸς τὸν θεὸν τὴν ἐλ πίδα, αὐτὸς ἐρειδέτω καὶ στηριζέτω. 11Ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύετε φλόγα. Καὶ τὸ Ῥωμαϊκὸν πῦρ ὑμεῖς καθ' ἑαυτῶν ἐπισπᾶσθε καὶ τῆς γεέννης τὴν φλόγα κατισχῦσαι ὑμῶν παρα σκευάζετε. Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾖ ἐξεκαύσατε. Ἐπειδὴ τὸ ἐμὸν οὐχ ὑπεδέξασθε φῶς, τὸ τῶν πολεμίων ὑποδέξασθε πῦρ, ᾧπερ ὑμεῖς κεχορηγήκατε τὴν τροφήν. Εἶ τα σαφέστερον· Δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε. Καὶ τὴν αἰτίαν ἔδειξε τῶν κακῶν καὶ τὸ τούτων διηνεκές· μέχρι γὰρ θανάτου ταῖς προειρημέναις παραδοθήσεσθε συμφοραῖς. 511Ἀκούσατέ μου οἱ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον. Τοὺς ἀπιστήσαντας ἐνταῦθα καταλιπὼν τοῖς πεπιστευκόσι προσφέρει τοὺς λόγους· τούτους γὰρ καὶ τοῦ θεοῦ καὶ τῆς δικαιοσύνης ἐραστὰς ὀνομάζει. Ψυχαγωγεῖ δὲ αὐτοὺς ὡς ὀλίγους ὄντας καὶ ἀποβλέπειν εἰς τοὺς προγό νους παρα κελ εύεται καὶ τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας ἀναμιμνῄσκει καὶ τῶν πολλῶν ἐξ ἐκείνων βλα στου σῶν μυριάδων. Τοῦτο δὲ κἀν τοῖς θείοις εὐαγγελίοις πεποίηκεν· «Μὴ φοβοῦ» γάρ φησι «τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν βασιλείαν.» Οὕτω κἀνταῦθα. Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν ἐξ ἧς ἐλατομήθητε καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου ἐξ οὗ ὠρύχθητε. Στερεὰν πέτραν τοῦ Ἀβραὰμ τὸ γῆρας ὀνομάζει, τὴν δὲ Σάρραν οὐ λάκκον ἀλλὰ βόθυνον λάκκου διὰ τὸ ἄνυδρον· «Ἐξέ λιπε» γάρ φησι «Σάρρᾳ γίνεσθαι τὰ γυναικεῖα.» Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν», παρ' ἐλπίδα μὲν διὰ τὸ γῆρας καὶ τὴν φύσιν τῆς Σ άρρας– στερίφη γὰρ ἦν–, ἐπ' ἐλπίδι δὲ τῆς θείας ἐπαγγελίας. Καὶ πάλιν· «Οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρω μένον ἑκατονταετής που ὑπάρχων καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐν δυναμώθη τῇ πίστει δοὺς δόξαν τῷ θεῷ καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπαγγέλλεται δυνατός ἐστι καὶ ποιῆσαι.» Οὕτω κἀνταῦθα εἰρηκὼς ὁ προφητικὸς λόγος· Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν ἐξ ἦς ἐλατομήθητε καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου ἐξ οὗ ὠρύχθητε, σαφέστερον τὸν λόγον διὰ τῶν ἐπαγομένων πεποίηκεν· 2Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν καὶ Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς, ὅτι εἷς ἦν καὶ ἐκάλεσα αὐτὸν καὶ ηὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλή θυνα αὐτόν. Οὐδὲν ἐμποδὼν τῇ ἐμῇ δ υνάμει ἐγένετο· οὐ τὸ μόνον εἶναι τὸν κληθέντα, οὐ τὸ ἐπικείμενον γῆρας, οὐχ ἡ φυσικὴ τ ῆς Σάρρας ἀσθέν εια· ἀλλ' ηὐξήθη τὸ γένος ὡς ἠβουλήθην. Μηδὲ ὑμεῖς τοίνυν ἀπιστήσητε· εὐαρ ιθμή τους γὰρ ὑμᾶς ὄντας ἀριθμοῦ κρείττους ἐργά σομαι. Τοῦτο γὰρ ἐπήγαγεν· 3Καὶ σὲ νῦν παρακαλέσω Σιὼν καὶ παρακαλέσω πάντα τὰ ἔρημα αὐτῆς ὡς τὸν παράδεισον τρυφῆς καὶ τὰ πρὸς δυσμαῖς αὐτῆς ὡς τὸν παράδεισον κυρίου. Οὐ τὰ οἰκού μενα ἀλλὰ τὰ ἔρημα, οὐδὲ τὰ πρὸς ἕω ἀλλὰ τὰ πρὸς ἑσπέρ αν κείμενα. Ἴσασι δὲ οἱ αὐτόπται τῆς πόλεως ὡς ὁ μὲν Ἰουδαίων νεὼς πρὸς ἕω ἔκειτο τῆς πόλεως, ὁ δὲ σταυρὸς καὶ ἡ ἀνάστασις πρὸς ἑσπέραν. Καὶ αὐτὰ δὲ ταῦτα πάλαι ἔξω τῶν περιβόλων ὄντα ἐτύγχανεν· καὶ μάρτυς ὁ θεῖος ἀπόστολος λέγων· «Διὸ καὶ Ἰησοῦς ἔξω τῆς πύλης ἔπαθεν. Ἐξερχώμεθα τοίνυν πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες.» Προλέγ ει τοίνυν· Ὅσαπερ ἦν τῆς πόλεως ἔρημα καὶ πρὸς ἑσπέραν διακείμενα, ταῦτα τῷ τοῦ θεοῦ παρ αδείσῳ προσόμοια ἔσται· ταῦτα γὰρ ἀληθῶς ἔχει τὸ ξύλον τῆς ζωῆς. Εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομο λόγησιν καὶ φωνὴν αἰνέσεως. Καὶ ταῦτα ὁρῶμεν κα τὰ ταύτην τὴν ἡμέραν πληρούμενα· ἀντὶ γὰρ τοῦ καπνοῦ καὶ τῆς κνίσης καὶ τῆς κατὰ νόμον| 165 a| λατρείας, ἣν οὐδὲ πάλαι καταθύμιον ἔσχε τῶν ὄλων ὁ κύριος, νύκτωρ καὶ μεθ' ἡμέραν ὕμνους ἡ Σιὼν ἀναπέμπει τῷ τῶν ὅλων θεῷ· τῶν γὰρ ὑμνούντων πεπλήρωται. 4Ἀκούσατέ μου ἀκούσατέ μου λαός μου, καὶ οἱ βασιλεῖς πρός με ἐνωτίζεσθε, ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Καὶ ταῦτα τῷ νέῳ προθεσπίζει λαῷ καὶ δηλοῖ τῶν βασιλέων τὸ πλῆθος· πρὸς πολλοὺς γὰρ ἀλλ' οὐ πρὸς ἕνα διαλέγεται. Δηλοῖ δὲ καὶ τοῦ καινοῦ νόμου ἡ μνήμη, ὃν οὐκ Ἰουδαίοις ἀλλὰ τοῖς ἔθνεσιν ἐπαγγέλ λεται δώσειν καθάπερ ἡλιακὴν αὐτοῖς καταπέμπων ἀκτῖνα καὶ τῆς ἀγνοίας ἀφανίζων τὸ σκό τος. 5Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου, καὶ ἐν τῷ βραχίονί μου ἔθνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομε νοῦσι καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν. Βραχίονα τὴν δύναμιν καλεῖ· μεγίστη γὰρ ἀπόδειξις αὕτη τῆς θείας δυνάμεως τὸ διὰ σταυροῦ καὶ ἀτιμίας καὶ θανάτου τῆς οἰκουμένης κρατῆσαι, τὸ ἁλιέας καὶ τελώνας καὶ σκυτοτόμους διδασκάλους ἐπιστῆσαι φιλοσόφοις καὶ ῥήτορσι, τὸ δι' ἀνδρῶν δυοκαίδεκα πᾶσαν γεωργῆσαι τὴν οἰκουμένην καὶ δι' ἀνθρώ πων οὕτως εὐαριθμήτων πᾶσαν γῆν καὶ θάλατταν ἐμπλῆσαι τοῦ θείου κηρύγματος. 6Ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοι κοῦντες αὐτὴν ὥσπερ ταῦτα ἀπολοῦνται. Καὶ ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῶν ἄνω καὶ ἀπὸ τῶν κάτω τὴν ἐμὴν καταμάθετε δύναμιν. Μετὰ πολλῆς γὰρ εὐκολίας καὶ παρήγαγον ταῦτα καὶ πάλιν ἀφανιῶ. Τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, καὶ ἡ δικαιοσύνη μου οὐ μὴ ἐκλείπῃ. Τοῦτο καὶ ἐν τοῖς ἱ εροῖς εὐαγγελίοις ὁ κύριος ἔφη· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» 7Ἀκούετέ μου οἱ ἰδόντες κρίσιν, λαός μου ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν. Ἔτι τοῖς εἰς αὐτὸν πεπιστευ κόσι διαλέγεται παρεγγυῶν φυλάττειν ὃν ἐδέξαντο νόμον. Τούτου δὲ καὶ πρὸ βραχέος ἐμνήσθη· «Νόμος» γὰρ ἔφη «παρ' ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν.» Οὕτω κἀν τοῖς ἱεροῖς εὐαγγελίοις ὁ κύριος ἔφη· «Θέσθε ὑμεῖς τοὺς λόγους τούτους εἰς τὴν διάνοιαν ὑμῶν.» Μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ ἐν τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. 8Ὡς γὰρ ἱμάτιον βρωθήσονται ὑπὸ χρόνου καὶ ὡς ἔρια καταβρωθήσονται ὑπὸ σητός, ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν. Ταῦτα καὶ ἐν τοῖς θείοις εὐαγγελίοις ὁ κύριος ἔφη· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι», καὶ πάλιν· «Μὴ οὖν φοβηθῆτε αὐτούς», καὶ ἑτέρωθι· «Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.» Οὕτω κἀνταῦ θα ὁ προφητικὸς ἔδειξε λόγος τοὺς ὀνειδί ζοντας καὶ προπηλακίζοντας τῆς ἀληθείας τοὺς κ ήρυκας ἱματίοις καὶ ἐρίοις ἐοικότας ὑπὸ σητὸς δαπανωμένοις, τὴν δὲ τῶν ὀνειδιζομένων σωτηρί αν καὶ δικαιοσύνην ἄπειρον καὶ ἀνώλεθρον. Ἐνταῦθα συμπεράνας τὴν περὶ τοῦ νέου λαοῦ πρό ρρησιν εἰς ἑτέραν ὑπόθεσιν μεταφέρει τὸν λόγον καὶ προλέγει τῇ Ἱερουσαλὴμ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον. Ἰστέον μέντοι ὡς οὐχ ὁμοῦ ταῦτα κἀκεῖνα προηγόρευτο ἀλλὰ ποτὲ μὲν ἐκεῖνα ποτὲ δὲ ταῦτ α καὶ ὕ στερον συντ εθέ ντα μία βίβλος ἐγένετο. 9Ἐξεγείρου ἐξεγείρου Ἱερουσαλὴμ καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου. Ὡς πεπτωκυίᾳ καὶ κειμένῃ ταῦτα προσφέρει τὰ ῥήματα καὶ παρεγγυᾷ τὴν προτέραν ἀναλαβεῖν δύναμιν. Ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμερῶν, ὡς γενεὰ αἰῶνος. Ἀνακαινίσθητί φησι καὶ γενοῦ πάλιν οἵαπερ ἦσθα λαμπρὰ καὶ περίβλεπτος. Οὐ σὺ εἶ ἡ κατακόψασα ἀλαζονείαν,| 165 b| ἡ κατα στρώσασα δράκοντα; Ἔνια τῶν ἀντιγράφων ἀντὶ τοῦ· ἡ κατακόψασα ἀλαζονείαν, «ἡ λατομήσασα πλάτος» ἔχει, οὕτω δὲ καὶ ὁ Θεοδοτίων ἐξέδωκεν, ὁ δὲ Ἀκύλας· «Μήτι οὐ σὺ εἶ αὐτὸς ὁ λατομήσας ὅρμημα;» Μετήνεγκε γὰρ ἀπὸ τῆς πόλεως πρὸς τὸν λαὸν τὸν λόγον. Ἀλαζονείαν δὲ καὶ ὅρμημα καὶ δράκοντα τὸν Φαραὼ καλεῖ. Καὶ τὸν Σενναχηρὶμ δὲ εἴ τις νοήσοι, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας· καὶ γὰρ ἐκεῖνος ἔλεγεν· «Οὐκ οἶδα τὸν κύριον καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ», καὶ οὗτος πάλιν μεμηνὼς ἐβόα· «Μή σε ἀπατάτω ὁ θεός σου ἐπ' αὐτῷ», ὅτι ῥύσεται τὸν Ἰσραὴλ ἐκ χειρός μου. Ἀλλ' ὅμως κἀκεῖνον καὶ τοῦτον τιμωρίᾳ παρέδωκεν. Καὶ τὸ πλάτος δὲ τὴν ἀλαζονείαν σημαίνει· καὶ γὰρ ὁ αὐτὸς προφήτης περὶ τοῦ Ἀσσυρίου ἐκ προσώπου τοῦ θεοῦ ἔφη· «Ἐπισκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν βασιλέα τῶν Ἀσσυρίων.» 10Οὐ σὺ εἶ ἡ ἐρημώσασα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος; Θάλασσαν τὸ τῶν Αἰγυπτίων πλῆθος καλεῖ. Εἰ δὲ καὶ τοὺς Ἀσσυρίους τις οὕτω ὠνομάσθαι βούλοιτο, οὐ πόρρω τῆς ἀληθείας ὁ λόγος. Ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης, ὁδὸν διαβάσεως ἐρρυσμένοις 11καὶ λελυτρωμένοις; Περὶ τῆς Ἐρυθρᾶς Θαλάττης ταῦτα ἔφη, ἧς διχῇ διαιρεθείσης ὁ Ἰσραὴλ τῆς σωτηρίας ἀπήλαυσεν. Ἀναμι μν ῄσκει δὲ τούτων αὐτούς, θαρρῆσαι περὶ τῶν μελλόντων παρεγγυῶν. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· Ὑπὸ γὰρ κυρίου ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιὼν μετ' εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις, καὶ εὐφρο σύνη καταλήψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Καὶ τὴν ἐπάνοδον προεδήλωσε καὶ τὴν καταλη ψομένην τοὺς πιστεύοντας ἀγαλλίασιν καὶ εὐφρο σύν ην μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐνανθρώπησιν. Ἀπὸ γὰρ τῶν εἰς αὐτὸν γνησίως πεπιστευκότων ἀ πέ δρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Εἶτα ἀπὸ τῆς τοῦ προσώπου ποιότητος τὸ θάρσος ἐντίθησιν. 12Ἐγώ εἰμι ἐγώ εἰμι ὁ παρακαλῶν σε αὐτός, ὁ τὰ πρότερα ἐκεῖνα πεποιηκὼς τὰ παράδοξα, ὁ τὸν Φαραὼ σὺν τῇ στρατιᾷ παραδεδωκὼς τῇ θαλάττῃ, ὁ τὰς πολλὰς τῶν Ἀσσυρίων μυριάδας δι' ἑνὸς ἀγγέλου κατακοντίσας. Εἶτα τῆς εὐγενείας αὐτὴν ἀναμιμνῄσκει καὶ τὴν θείαν κηδεμονίαν εἰς νοῦν λαβεῖν παρεγγυᾷ καὶ ἀπορρῖψαι τὸ δέος· Γνῶθι τίς οὖσα ἐφοβήθης ὑπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν, 13καὶ ἐπελάθου τὸν θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν θεμελιώσαντα, καὶ ἐφοβοῦ ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε, ὃν τρόπον ἐβουλεύσατο τοῦ ἆραί σε. Σύ φησι συνήργησας τοῖς πολεμίοις καὶ τὸν ἐκείνων πεπλήρωκας σκοπόν, ἐκείνους μὲν δείσασα ἐμοῦ δὲ ἀμνημονήσασα ὃς τῶν ἁπάντων ὑπάρχω δημιουργός, παρ' οὗ μυρί α τῆς δυ νά μεως ἐνέχυρα δέδεξαι. Καὶ ἄνθρωπον μὲν θνητὸν καὶ φθαρτὸν ἐφοβήθης, εἰς δὲ τὴν οἰκεία ν οὐ κ ἀπ έ βλε ψας ἀξίαν οὐδὲ τὴν ἐμὴν ἐπικουρίαν ἐζήτησας. Καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε; 14Ἐν γὰρ τῷ σῴζεσθαί σε οὐ στήσεται οὐδὲ χρονιεῖ. Σοὶ μὲν γὰρ ὀρέξω τὴν σωτηρίαν, ἐκεῖνον δὲ παραδώσω πανωλεθρίᾳ. Καὶ οὐ θανατώσει εἰς διαφθοράν. Οὐ γὰρ συγχωρήσω παντελεῖ σε τιμωρίᾳ παραδοθῆναι, ἀλλ' ἐγὼ «πατάξω κἀγὼ ἰάσομαι». Καὶ οὐ μὴ ὑστερήσῃ ὁ ἄρτος αὐτοῦ. 15ὅτι ἐγώ εἰμι κύριος ὁ θεός σου ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς, κύριος Σαβαὼθ ὄνομά μοι. Τό· οὐχ ὑστερήσει ὁ ἄρτος αὐτοῦ, παρὰ μὲν τοῖς Ἑβδομήκοντα μετὰ ἀστερίσκου πρόσκειται. Ση μαίνει δὲ ὁ λόγος ὅτι καὶ ἐν αὐτῇ τῇ αἰχμαλωσίᾳ τῆς θείας κηδεμονίας ἀπήλαυον, ἀνενδεῶς αὐτοῖς τοῦ θεοῦ τὰς χρείας πορίζοντος. Ἐγὼ γάρ φησι καὶ τὴν θάλατταν ταράττω καὶ τὰ κύματα διεγείρω. Ὁ δὲ ταῦ τα ποιῶν καὶ τῶν Βαβυλωνίων κυκήσω τὴν θάλατταν καὶ ἐπαναστήσω αὐτοῖς τῶν πολεμίων τὰ κύματα. 16Θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου. Ἔργοις σε διδάξω τὴν τῶν λόγων ἀλήθειαν. Καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν, καὶ ἐρῶ τῇ Σιών· λαός μου| 166 a| εἶ σύ. Ἱκανὴ τῆς δημιουργίας ἡ μνήμη δεῖξαι τῆς ἐνεργείας τὴν δύναμιν, ἧς μεταδώσειν αὐτοῖς ἐπηγγείλατο· χεῖρα γὰρ τὴν ἐνέργειαν κέκληκεν. 17Ἐξεγείρου ἐξεγείρου ἐξανάστηθι Ἱερουσαλὴμ ἡ πιοῦσα ἐκ χειρὸς κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· τὸ γὰρ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου ἐξέπιες καὶ ἐξεκένωσας, 18καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου ὧν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου ἀπὸ πάντων τῶν υἱῶν σου ὧν ὕψωσας. Ποτήριον τὴν τιμωρίαν καλεῖ· καρωτικὴ γὰρ καὶ αὐτὴ καθάπερ ἡ μέθη. Τοῦ ποτηρίου τούτου καὶ ὁ μακάριος μέμνηται Δαυίδ, φησὶ δὲ οὕτως· «Ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου, πλῆρες κεράσματος· καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο»– ποτὲ γὰρ τούτους κολάζει ποτὲ δὲ ἐκείνους–, «πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη· πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.» Μέμνηται ταῦτα καὶ ὁ θεῖος Ἱερεμίας· «Εἶπε» γάρ φησι «κύριος ὁ θεὸς πρός με· λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου καὶ ποτιεῖς αὐτὸ σύμπαντα τὰ ἔθνη, πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτά, καὶ πίονται καὶ ἐξεμοῦνται καὶ ἐκμανήσονται.» Καὶ διδάσκων τί προσαγορεύει ποτή ριον, ἐπήγαγεν· «Ἀπὸ προσώπου τῆς μαχαίρας μου ἧς ἀποστελῶ ἀνὰ μέσον αὐτῶν.» Εἶτα ἐπάγει ὅτι «ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς κυρίου καὶ ἐπότισα πάντα τὰ ἔθνη, πρὸς ἃ ἀπέστειλέ με κύριος πρὸς αὐτά, τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα καὶ τοὺς βασιλεῖς αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς τοῦ θεῖναι αὐτὴν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμὸν καὶ εἰς κατάραν κατὰ τὴν ἡμέραν ταύτην» καὶ τὰ ἑξῆς. Κἀνταῦθα τοίνυν ὁ θεὸς διὰ τοῦ προφήτου φησίν· Τὸ ποτήριον τῆς πτώςεως ἐξέπιες καὶ ἐξεκένωσας, τουτέστι· Μεγίστην τιμωρίαν ὑπέμεινας καὶ οὐδὲν ὤνησάν σε οὐ βασιλ εῖς, οὐ στρατηγοί, οὐ τῆς στρατιᾶς τὸ πλῆθος, οἷς διετέλεις θαρροῦσα. 19Δύο ταῦτα ἀντικείμενά σοι· τίς σοι συλλυπηθήσεται; Δύο καλεῖ τῶν πολεμίων τὴν ἀνδρείαν καὶ τῶν ἐπικουρούντων τὴν ἐρημίαν· οἱ μὲν γὰρ γενναίως ἐπίασιν, οἱ δὲ ἀνάνδρως φεύγουσιν. Πτῶμα καὶ σύντριμμα. Πάλιν δύο εἰσήγαγε, καὶ τὸ πεσεῖν καὶ τὸ συντριβῆναι. Ἔστι γὰρ ὅτε καταπίπτει μέν τις, οὐ πλήττεται δέ. Λιμὸς καὶ μάχαιρα. Πάλιν διπλῆ τιμωρία· οἱ μὲν γὰρ ἔξωθεν ἐπολιόρκουν, τῶν δὲ πολεμίων χαλεπώτερος ἦν ὁ λιμὸς ἔνδοθεν αὐτοὺς διαφθείρων. Τίς σε παρακαλέσει; Οἱ υἱοί σου οἱ ἀπορούμενοι οἱ καθεύδοντες ἐπ' ἄκρου πάσης ἐξόδου ὡς σεῦτλον ἡμίεφθον; Ἔδειξεν αὐτῶν διὰ μὲν τοῦ ὕπνου τὸ ῥᾴθυμον διὰ δὲ τοῦ λαχάνου τὸ ἄνανδρον. Τῶν δὲ προειρημένων τὰ ἐπαγόμενα χαλεπώτ ερα· Οἱ πλήρε ς θυμοῦ κυρίου, ἐκλελυμένοι διὰ κυρίου τοῦ θεοῦ σου. Διὰ μὲν γὰρ τῆς παρανομίας τὴν ὀργὴν ἐπισπῶνται, διὰ δὲ τὴν ὀργὴν ἔρημοι τῆς ἐμῆς γινόμενοι προμηθείας πάσης ἰσχύος γυμνοῦνται. 21Διὰ τοῦτο ἄκουε τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου. Μείζων ἡ κατηγορία· χαλεπωτέρα γὰρ τῆς ἀσεβείας ἡ μέθη. 22Οὕτως λέγει κύριος ὁ θεός σου ὁ κρίνων τὸν λαὸν αὐτοῦ. Διὰ τῶν τῆς οἰκειότητος ὀνομάτων ψυχαγωγεῖ. Ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό. Τὴν τῶν Βαβυλωνίων καθαίρεσιν προδηλοῖ. Ἐπειδὴ γὰρ τετράκις αὐτοῖς ἐπῆλθεν ὁ Ναβουχοδονόσορ– πρῶτον μὲν ἐν τῷ τρίτῳ ἔτει Ἰωακὶμ τοῦ υἱοῦ Ἰωσίου, δεύτερον δὲ ἐν τῷ ἑνδεκάτῳ τοῦ αὐτοῦ βασιλέως, τρίτον δὲ ἐπὶ Ἰεχονίου τοῦ υἱοῦ Ἰωακίμ, τὸ δὲ τέταρτον ἐπὶ Σεδεκίου–, ἐπαγγέλλεται μηκέτι προσοίσειν αὐτοῖς διὰ τῶν Βαβυλω νίων τὸ τῆς τιμωρίας ποτήριον. Ὅτι γὰρ διὰ τούτων ἔπιον καὶ τὸ τελευταῖον διὰ Ῥωμαίων, ἡνίκα καὶ παντελῶς τῆς θείας ἐγυμνώθησαν κηδεμ ονίας, καὶ αἱ ἱστορίαι διδάσκουσι καὶ τὰ πράγματα μαρτυρεῖ. Οὐκοῦν τό· Οὐ προσθήσῃ πιεῖν αὐτό, διὰ τῶν Βαβ υλωνίων λέγει. Δηλοῖ δὲ καὶ τὰ ἐπαγόμενα· 23Καὶ δώσω αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε. Τούτῳ ἔοικε τὸ ὑπὸ τοῦ μακαρίου εἰρημένον Δαυίδ· «Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο.» Κἀνταῦθα· Οὐκέτι σὺ πίῃ ἀλλ' ἐκεῖνοι· σὺ μὲν γὰρ ἐπανήξεις, ἡ δὲ ἐκείνων καταλυθήσεται βασιλεία.| 166 b| Οἳ εἶπον τῇ ψυχῇ σου· Κύψον ἵνα παρέλθωμεν· καὶ ἔθηκας ἴσα τῇ γῇ τὰ μετάφρενά σου ἔξω τοῖς παραπορευομένοις. Καὶ τὸν ἐκεί νων ἔδειξε τῦφον καὶ τὴν ταύτης ταλαιπωρίαν. Εἰ γὰρ τὴν ἐμήν φησιν ἐκάλεσας συμμαχίαν, κρείττων ἂν ἐγένου τῶν πολεμούντων· ἐπειδὴ δὲ τοῦτο δρᾶσαι οὐκ ἠβουλήθης, ἄχρις αὐτῆς ἐταπεινώθης τῆς γῆς. 521Ἐξεγείρου ἐξεγείρου Σιών, ἔνδυσαι τὴν ἰσχύν σου Σιών, καὶ σὺ ἔνδυσαι τὴν δόξαν σου Ἱερουσαλὴμ ἡ πόλις ἡ ἁγία, οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος. Ἱερουσαλὴμ τὴν κάτω πόλιν καλεῖ, Σιὼν δὲ τὴν ἄνω· εἰς μίαν δὲ πόλιν ἐτέλουν ἀμφότεραι. Ἀμφο τέραις τοιγαροῦν τὴν ἀνανέωσιν ἐπαγγέλλεται καί, ἐπειδὴ τῶν οἰκητόρων αἰχμαλώτων γεγενημένων ἀδεῶς δι' αὐτῆς τὰ ἀλλόφυλα ἔθνη διῄει, τὴν τούτων ἀπαλλαγὴν ὑπισχ ν εῖται. 2Ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι καὶ κάθισον Ἱερουσαλήμ. Ἢ ὡς καταλελυμένῃ ταῦτα παρεγγυᾷ ἢ ὡς πενθούσῃ καὶ χοῦν καταπεπασμένῃ τὴν κεφαλήν. Ἔκλυσον τὸν δεσμὸν τοῦ τραχήλου σου ἡ αἰχμάλωτος θυγάτηρ Σιών. Τῶν δορυ αλώτων ἴδια τὰ δεσμά. Τὴν ἐλευθερίαν τοίνυν διὰ τῆς τῶν δεσμῶν ἀπαλλαγῆς προδεδήλωκεν. 3Ὅτι τάδε λέγει κύριος· Δωρεὰν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε. Ταῖς γὰρ ἁμ αρτίαις αὐτῶν ἐπρά θησαν, τῇ δὲ τοῦ θεοῦ φιλανθρωπίᾳ τῆς λύσεως ἔτυχον. 4Ὅτι οὕτως λέγει κύριος· Εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους δὲ βίᾳ ἀνδραποδίσαντες αὐτὸν ἀπήγαγον. 5Καὶ νῦν τί ὧδέ ἐστε; Τῇ ἐρωτήσει σχηματίζει τὸν λόγον τοῦ γεγενημένου δεικνὺς τὸ παράδοξον· Οὐκ εἰς Αἴγυπτόν φησιν ἀπεληλύθειτε; Πῶς οὖν ἐπανήκατε; Τάδε λέγει κύριος· Ὅτι ἐλήφθη ὁ λαός μου δωρεάν, θαυμάζετε καὶ ὀλολύζετε. Ἐκπλήττεσθέ φησιν ὀλοφυρό μενοι τὴν αἰχμαλωσίαν, ὅτι ἐμὸς λαὸς χρηματίζοντες ὑπεμείνατε ταῦτα. Ἀλλὰ μὴ θαυμάζετε, σκοπήσατε δὲ ὡς δι' ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Οὐχ οὕτως ἀνιαρὸν τὸ ὑμᾶς ἐνδίκως ταῦτα παθεῖν ὡς τὸ ἐμὲ δι' ὑμᾶς βλασφημεῖσθαι καὶ νομίζειν τὰ ἔθνη διὰ τὴν ἐμὴν ἀσθένειαν ὑμᾶς ταῦτα ὑπομεμενηκέναι. 6Διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι ἐγώ εἰμι, αὐτὸς ὁ λαλῶν πάρειμι. Ἡμέραν καλεῖ τὴν τῆς ἀνακλήσεως. Τεύξεσθέ φησι ταύτης οὐ διὰ τὴν ὑμετέραν ἀξίαν ἀλλὰ διὰ τὴν τῶν ἐθνῶν βλασφημίαν. Ἐκείνοις γὰρ δεῖξαι βουλόμενος τὴν ἐμὴν δύναμιν τῆς δουλείας ὑμᾶς ἐλευθερώσω. Αὐτίκα δὲ τοῦτο ποιήσω καὶ ἐπιθήσω τῷ λόγῳ τὸ πέρας. 7Ὡς ὡραῖοι ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, εὐαγγελιζομένου ἀγαθά. Τοῦτο τυπικῶς μὲν ἐδέξατο πέρας, ἡνίκα τοῖς τὴν Ἱερουσαλὴμ κατοικοῦσιν ἀπηγγέλθη τῶν αἰχμαλώτων ἡ ἄφεσις· ἀληθῶς δὲ καὶ κυρίως ἁρμόττει τοῖς ἱεροῖς ἀποστόλοις ἡ προφητεία· τούτων γὰρ ὡραῖοι οἱ πόδες, οὓς αἱ δεσποτικαὶ χεῖρες ἀπένιψάν τε καὶ ἔρρωσαν ὥστε πᾶσαν τὴν οἰκουμένην διαδραμεῖν καὶ τῆς θείας εἰρήνης διαπορθμεῦσαι τὰ εὐαγγέλια καὶ μηνῦσαι τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων τῇ Σιών· Βασι λεύσει σου ὁ θεός. Καὶ ταῦτα ὡσαύτως τοῖς ἱεροῖς μᾶλλον ἀποστόλοις ἁρμόττει· δι' ἐκείνων γὰρ ἡ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀνεκηρύχθη βασιλεία. Πρὸ γὰρ ἐκείνων οὐδὲ ἡ αἰσθητὴ Σιὼν ἠθέλησεν ὑπὸ τοῦ θεοῦ βασιλεύεσθαι. 8Φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται, ὅτι ὀφθαλμοῖς πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιών. Οἱ αὐτοὶ καὶ κηρύττουσι καὶ φυλάττουσι καὶ προξενοῦσι τὴν εὐφροσύνην· αὐτόπται γὰρ ἐγένοντο τοῦ σωτῆρος, ἡνίκα ἐνανθρωπήσας τῇ Σιὼν ἐπεφάνη. Οὕτω δὲ καὶ ὁ μ ακάριος λέγει Δαυίδ· «Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ», καὶ πάλιν· «Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών.» 9Ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλήμ, ὅτι ἠλέησε κύριος τὸν λαὸν| 167 a| αὐτοῦ καὶ ἐλυτρώσατο τὴν Ἱερουσαλήμ. Πάλιν τοῖς ἐρήμοις τῆς Ἱερουσαλὴμ τόπ οις ὑ πισχνεῖται εὐ φρο σύ νην, ἅπερ ἐν τοῖς πρόσθεν πρὸς ταῖς δυσμαῖς εἴρηκε διακεῖσθαι, ἃ καὶ τῷ παραδ είσῳ τοῦ θεοῦ παραβάλλεσθαι ἔφη. Πῶς δὲ ἔσται ταῦτα, διδάσκει· 10Ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψεται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν. Δείξει φησὶ τὴν ἑαυτοῦ δύναμιν ὁ τῶν ὅλων θεὸς πᾶσι τοῖς ἔθν εσιν– βρ αχίονα γὰρ τὴν δύναμιν ὀνομάζει–, καὶ γνώσονται ἅπαντες τῆς σωτηρίας τὸν χορηγόν. 11Ἀπόστητε ἀπόστητε ἐξέλθετε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, ἐξέλθετε ἐκ μέσου αὐτῆς. Τοῖς πεπιστευκόσιν ὁ προφητικὸς διακελεύεται λόγος χωρισθῆναι τῶν ἀπίστων. Ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου. Σκεύη καλεῖ τοὺς τῆς ἐκλογῆς ἠξιωμένους. Οὕτω καὶ τὸν μακάριον ὠνόμασε Παῦλον· τῷ γὰρ Ἀνανίᾳ φησίν· «Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ.» Καὶ αὐτὸς δὲ ὁ θεῖος ἀπόστολος οὕτω φησίν· «Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τῶν τοιούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον». Κἀνταῦθα τοίνυν· Οἱ σκεύη ἑαυτούς φησι τοῦ κυρίου κατασκευάσαν τες ἐξέλθετε ταῦτα φέροντες. 12Ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύ σεσθε· πορεύσεται γὰρ πρότερον ὑμῶν κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς θεὸς Ἰσραήλ. Ἡνίκα ἔμελλον ἐπιστρατεύειν Ῥωμαῖοι τῇ Ἱερουσαλήμ, ἅπαντες οἱ τὸ κήρυγμα δεξάμενοι εἰς ἑτέρας ἐξεδήμησαν πόλεις· ἐμεμαθήκε σαν γὰρ τὰς καταληψομένας αὐτὴν συμφοράς. Καὶ αὐτὸς δὲ αὐτοῖς ὁ κύριος τοῦτο δρᾶσαι παρεκελεύσ ατο· «Ὅταν» γάρ φησιν «ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς», καὶ πάλιν· «Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ. Ταῦτα τοίνυν προεγνωκότες ἀνεχώρησαν καὶ τῶν τῆς πολιορκίας ἀπηλλάγησαν συμφορῶν, αὐτοῦ τοῦ σωτῆρος ἡγουμένου καὶ πρὸς τὰ ἔθνη ποδηγοῦντος καὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν συνάγοντος. Ταῦτα τοίνυν καὶ ἡμεῖς μεμαθηκότες φύγ ωμεν τὴν ἀπιστίαν, τῇ δὲ πίστει προσμείνωμεν καὶ τὰς θείας φυλάξωμεν ἐντολὰς καὶ τὴν ἀπλανῆ πορείαν ὁδεύσωμεν ἡγεμόνα τῆς ὁδοῦ τὸν κύριον ἔχοντες Ἰησοῦν, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ πνεύματ ι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 17

Intertext edge

Open linked passage

Note