Commentaria in Isaiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
13Ἰδοὺ ςυνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα. Τὸ δεσποτικὸν λοιπὸν ἀκριβέστερον προλέγει πάθος. Κατὰ τάξιν δὲ ἅπαντα ἔδειξε τὰ ἀνθρώπινα· τὴν σοφίαν, τὴν θαυματουργίαν, τὸ παρὰ πάντων σέβας. Τὸ γάρ· Συνήσει ὁ παῖς μου, ἔοικε τῷ εὐαγγελικῷ ἐκείνῳ ῥητῷ· «Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ», τὸ δέ· Ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα, σημαίνει τὴν ἐπὶ τοῖς θαύμασιν ἔκ στασιν τῶν θεωμένων· ποτὲ μὲν γὰρ αὐτὸν καὶ βασιλέα ἠβουλήθη ποιῆσαι κατὰ τὴν εὐαγγελ ικὴν ἱ στορίαν, ποτὲ δὲ ἐβόων· «Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ὡσαννὰ ἐν τοῖς ὑψίστοις.» Ἀλλὰ μετὰ τὰ θαύματα τὸ πάθος. Διά τοι τοῦτο καὶ ὁ προφήτης οὕτω καὶ τὴν πρόρρησιν ἔταξε καί φησιν· 14Ὃν τρόπον ἐκστήσονται πολλοὶ ἐπὶ σέ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ υἱῶν τῶν ἀνθρώπων. Σταυρῷ προσηλώθη, ἀκάνθας αὐτοῦ τῇ κεφαλῇ περιέθεσαν, καλάμῳ τύπτοντες ἔλεγον· «Προφήτευσον ἡμῖν Χριστέ, τίς ἐστιν ὁ παίσας σε.» Εἶτα μετὰ τὴν ἀτιμίαν ἐκείνην τῆς οἰκουμένης προλέγει τὴν ἔκστασιν· 15Οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ' αὐτῷ. Οὐ γὰρ πάντες ἐπίστευσαν, οἱ δὲ πεπιστευκότες| 167 b| ὑπε ρηγάσθησαν τὸ τῆς εὐσεβείας μυστήριον. Καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν. Οἱ πάλαι διώκοντες καὶ βλασφη μεῖν τολμῶντες ἐναργῶς θεωροῦντες αὐτοῦ τὴν δύναμιν ἀποστήσουσι τῆς λοιδορίας τὴν γλῶτταν. Εἶτα σαφέστερον· Ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν. Οἱ γὰρ τὰς προφητικὰς οὐ δεξάμενοι προρρήσεις ἀλλὰ τοῖς εἰδώλοις δουλεύοντες ὄψονται διὰ τῶν κηρύκων τῆς ἀληθείας τοῦ κηρυττομένου τὸ κράτος καὶ γνώσονται αὐτοῦ τὴν δύναμιν. Οὕτω ταῦτα περὶ τῶν ἐθνῶν προθεσπίσας καὶ τὴν Ἰουδαίων ἀπιστίαν προλέγει· 531Κύριε τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; Τὰ ἔθνη φησὶ μηδὲν περὶ αὐτοῦ παρ' ἡμῶν τῶν προφητῶν προακούσαντα ἐδέξατο προθύμως τὸ κήρυγμα, οὗτοι δὲ καὶ ἀκηκοότες παρ' ἡμῶν πολλάκις καὶ πεῖραν αὐτοῦ τῆς δυνάμεως ἐσχηκότες ἐπέμειναν ἀπιστοῦντες καὶ ἀντιλέγοντες. 2Ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ, τουτέστι τοῦ λαοῦ τούτου τοῦ νῦν ἀντιλέγοντος. Τί δαὶ ἀνηγγείλατε; Ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ. Κατὰ δὲ τὸν Ἀκύλαν· «ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου.» Προείπαμέν φησι τὴν ἐκ παρθένου γέννησιν· αὐτὴν γὰρ ἄβατον καὶ διψῶσαν προσηγόρευσεν ὡς ἴχνος ἀνδρὸς καὶ γαμικὸν ὑετὸν οὐδαμῶς δεξαμένην. Καὶ τοῦτο δὲ ἀνηγγείλαμεν ὡς οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα, τουτέστι παρὰ τὸν τοῦ πάθους καιρόν· πολλὴ γὰρ ἦν ἡ ἀτιμία καὶ ἡ ὕβρις. Καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ 3ἄτιμον, ἐκλεῖπον τὸ εἶδος αὐτοῦ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Μεγίστη τοῦ παναγίου πνεύματος ἡ ἐνέργεια· τὰ γὰρ μετὰ πολλὰς γενόμενα γενεὰς οὕτω τοῖς ἁγίοις προφήταις προέδειξεν ὡς μὴ λέγειν ἐκείνους· ἠκούσαμεν, ἀλλ'· εἴδομεν. Εἶτα διδάσκει τῆς ἀτιμίας καὶ ἀδοξίας τὰ εἴδη· Ἄνθρωπος ἐν πληγῇ ὤν. Ἔδειξε τὴν φύσιν τὴν δεξαμένην τὸ πάθος· τὸ σῶμα γὰρ τῷ σταυρῷ προσηλώθη, ἡ δὲ θεότης ᾠκειοῦτο τὸ πάθος. Καὶ εἰδὼς φέρειν μαλακίαν. Καὶ τοῦτο κατὰ τὸ ἀνθρώπινον εἴρηται· τὸ γὰρ καρτερεῖν καὶ φιλοσοφεῖν οὐ θείας φύ σεως ἀλλ' ἀνθρωπείας. Ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλο γίσθη. Τοῦτο οἱ Τ ρεῖς οὕτως ἡρμήνευσαν· «Καὶ ὡς ἀποκρυβὴ προσώπου ἀπ' αὐτοῦ, ἐξουδενωμένος καὶ οὐκ ἐλογί σ θη αὐτό.» Τουτέστιν· ἀπέκρυψε τὴν θείαν ἐνέργειαν, γνώμῃ τὸ πάθος δεξάμενος καὶ τοὺς ἐσταυρωκό τας οὐκ ἀμυνόμενος· καὶ γὰρ σταυρούμενος ἔλεγεν· «Πάτερ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» Διδάσκει δὲ καὶ τ ὰς τοῦ πάθους αἰτίας· 4Οὗτος τὰς μαλακίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. Ὁ δὲ Σύμ μαχος οὕτως· «Ὄντως τὰς νόσους ἡμῶν αὐτὸς ἀνέλαβε καὶ τοὺς πόνους ἡμῶν ὑπέμεινεν.» Ἡμῶν γὰρ ὑπὲρ ὧν ἡμάρτομεν ὀφειλόντων θάνατον καὶ διὰ τοῦτο ταύτην δεξαμένων τὴν ψῆφον, αὐτὸς τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον· καὶ ἡμῶν ὑποκειμένων ταῖς κατάραις διὰ τὴν τοῦ νόμου παράβασιν «αὐτὸς ὑπὲρ ἡμῶν ἐγένετο κατάρα. Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» Καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ ὑπὸ θεοῦ καὶ ἐν κακώσει. Τοῦ λαοῦ τὴν ἄγνοιαν ὁ προφήτης ᾠκειώσατο καί φησιν ὑπειληφέναι αὐτὸν οἰκείων ἕνεκα ταῦτα πάσχειν ἁμαρτημάτων. 5Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας καὶ μεμαλά κισται διὰ τὰς ἁμαρτίας ἡμῶν. Ἡμεῖς ὑπεκείμεθα τιμωρίαις ἡμαρτηκότες, αὐτὸς δὲ καθαρὸς ὢν ἁμαρτημάτων ὑπὲρ ἡμῶν τὰς τιμωρίας ὑπέμεινεν· Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν. Ἡμαρτηκότες ἐξεπολεμήθημεν τῷ θεῷ, ἔδει δὲ ἡμᾶς παιδευθέντας οὕτω τυχεῖν τῆς εἰρήνης, ἀλλ' αὐτὸς εἰς ἑαυτὸν τὴν παιδείαν δεξάμενος τῆς εἰρήνης ἡμᾶς ἠξίωσεν. Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Καινὸς καὶ παράδοξος ἰατρείας τρόπος· ὁ ἰατρὸς ἐδέξατο τὴν τομήν, καὶ ὁ ἄρρωστος ἔτυχε τῆς ἰάσεως. 6Πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη. Οὔτε γὰρ ἴσα πάντων τὰ πλημμελήματα, οὐδὲ εἷς τῆς ἀσεβείας| 168 a| ὁ τρόπος· ἄλλα γὰρ τὰ Αἰγυπτίων εἴδωλα καὶ ἄλλα τὰ Φοινίκων καὶ τὰ Ἑλλήνων ἕτερα καὶ ἄλλα τὰ Σκυθῶν. Ἀλλ' ὅμως, εἰ καὶ διάφοροι τῆς πλάνης οἱ τρόποι, πάντες ὁμοίως τὸν ὄντα θεὸν κατα λελοιπότες ἐῴκειμεν πλανωμένοις προβάτοις καὶ προκειμένοις λύκοις. Καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Ὑπὲρ παντός φησι προσηνέχθη τοῦ τῶν ἀνθρώπων γένους. 7Καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Τοῦτο καὶ ἡ τῶν ἱερῶν εὐαγγελίων ἱστορία διδάσκει· πρὸ γὰρ τοῦ πάθους νύκτωρ καὶ μεθ' ἡμέραν διαλεγόμενος καὶ τὴν ὀνησιφόρον διδασκαλίαν προσφέρων κατὰ τὸν τοῦ πάθους ἐσίγησε καιρόν. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ 8ἐν τῇ ταπεινώσει. Σαφῶς ἔδειξεν ὅτι κατὰ τὸν τοῦ πάθους ἐ σίγησε καιρόν· ἐν γὰρ τῇ ταπεινώσει ἐῴκει προβάτῳ κειρομένῳ καὶ σφαττομένῳ μετὰ σιγῆς. Διὰ μέντ οι τῶν εἰρημένων ἀμφότερα ἔδειξεν· καὶ τὸ παθητὸν τῆς ἀνθρωπότητος καὶ τὸ ἀπαθὲς τῆς θεότητος· οὐ γὰρ μό νον σφαγὴν ἀλλὰ καὶ κουρὰν τὸ πάθος ἐκάλεσεν· ἡ μὲν γὰρ ἀνθρωπότης ἐσφάττετο, ἡ δὲ θεότης ἐδόκει πως ἀποκείρεσθαι τὸν τῆς ἀνθρωπότητος πόκον οὐ χωριζομένη ταύτης οὐδὲ κατὰ τὸν τοῦ πάθους καιρὸν οὔτε μὴν αὐτὴ δεχομένη τὸ πάθος. Ἡ κρίσις αὐτοῦ ἤρθη. Ὁ δὲ Σύμμαχος οὕτως· «Καὶ ἀπὸ κριτηρίου ἐλήφθη», οὕτω δὲ καὶ οἱ Ἄλλοι. Τὸ γὰρ παράνομον τῶν Ἰουδαίων κριτήριον ταύτην ἐξήνεγκε κατ' αὐτοῦ τὴν ψῆφον. Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἀπερινόητος γὰρ ἡ θεία φύσις. Ἐπειδὴ γὰρ πολλὰ εἶπεν ἀνθρώπεια, ἀναγκαίως ὑπέδειξε καὶ τὴν θείαν μεγαλοπρέπειαν. Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Οὐ γὰρ μεμένηκεν ἐπὶ τοῦ τάφου, ἀλλὰ καὶ ἀνέστη καὶ εἰς οὐρανοὺς ἀνελήφθη. Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἥκει εἰς θάνατον. Ὁ χρη ματίζων μου λαὸς ταῦτα κατ' αὐτοῦ τετόλμηκε συνήθως παρανομῶν. Εἶτα προλέγει τὰ τούτοις αὖ συμβησόμενα· 9Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. Τὸ δώσω οἱ Τρεῖς «δώσει» ἔφασαν· αὐτὸς γὰρ ὁ ταῦτα παθὼν τῷ Ῥωμαϊκῷ αὐτοὺς παραδώσει πολέμῳ. Πλουσίους δὲ τοὺς Φαρισαίους καὶ γραμματέας καὶ ἀρχιερέας ἐκάλεσεν, ὡσαύτως δὲ καὶ πονηρούς· οὗτοι γὰρ τὰ πάντων ἐσφετερίζον. Καὶ τοῦτο διδάσκων ὁ κύριος ἔλεγεν· «Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν.» Ὅτι ἀνομίαν οὐκ ἐποίησεν οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ. Οὔτε γὰρ δι' ἔργων οὔτε διὰ λόγων ἐξήμαρτεν, ἀλλ' ἀκηλίδωτον καὶ ἁμαρτημάτων ἐλευθέραν καὶ τὴν ἀνθρωπείαν διεφύλαξε φύσιν, οἱ δὲ ὡς παράνομον τῷ ξύλῳ προσήλωσ αν. 10Καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς, τουτέ στιν ἀθῷον δεῖξαι καὶ μὴ ὑποκείμενον θανάτῳ. Οὕτω καὶ ὁ μακάριος ἔφη Πέτρος· «Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεὸς λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ.» Οὕτω τοῦ λαοῦ τὴν παρανομίαν προαγορ εύσας τὴν περὶ μετανοίας αὐτοῖς προσφέρει παραίνεσιν– προεώρα γὰρ τοὺς ἐξ αὐτῶν μετὰ τ αῦτα πιστεύοντας· ἐκ τούτων γὰρ ἦν καὶ ὁ θειότατος Παῦλος, ἐκ τούτων οἱ τρισχίλιοι καὶ αἱ πολλαὶ μ υριά δες– καί φησιν· Ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. Ἐὰν ὁμολογή σητε τὴν ἀσέβειαν καὶ τὴν σωτηρίαν αἰτήσητε, τεύξεσθε τῆς αἰωνίου ζωῆς· ταύτην γὰρ μακρόβιον κέκληκεν. Καὶ βούλεται κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν 11ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς. Τὴν λύσιν ἔδ ειξε τοῦ θανάτου δι' αὐτοῦ τοῦ κυρίου γεγενημένην· ἐν γὰρ χειρὶ αὐτοῦ, τουτέστι τοῦ πεπονθότος, καὶ τοῦ θανάτου τὸν πόνον ἔλυσε καὶ τὸ τῆς ἀναστάσεως ὑπέδειξε φῶς καὶ οἱονεὶ πλάσιν νέαν διέπλασεν ἄφθαρτον καὶ ἀθ άνα τον καὶ ἐδικαίωσεν οὐχ ἁμαρτωλὸν ὄντα ἀλλὰ δίκαιον τουτέστιν ἀθῷον ὄντα ἁμαρτημάτων.| 168 b| Τὸ δέ· εὖ δουλεύοντα πολλοῖς, τῷ εὐαγγελικῷ συμβαίνει ῥητῷ· αὐτὸς γὰρ ὁ κύριος ἔφη· «Ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.» Διά τοι τοῦτο καὶ «λέντιον διέζωσεν ἑαυτὸν» καὶ ἔνιψε «τοὺς πόδας τῶν μαθητῶν». Καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. Ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ ἀνοίσει «βαστάσει» τέθεικεν, ὁ δὲ Θεοδοτίων «ὑπήνεγκεν». Αὐτὸς γὰρ ἦν κατὰ τὸν θεσπέσιον Ἰωάννην «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». 12Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, τουτέστι πάντα τὰ ἔθνη· οὕτω γὰρ καὶ ὁ μακάριος Δαυὶδ ἐκ προσώπου τοῦ θεοῦ καὶ πατρὸς ἔφη· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα. Ἰσχυροὺς καλεῖ τοὺς δαίμονας, σκῦλα δὲ τοὺς ἀνθρώπους. Σκῦλα δὲ καλεῖται τῶν ἀνῃρημένων τὰ ὅπλα. Ὅπλα δὲ τῶν δαιμόνων πάλαι ἦσαν οἱ ἄνθρωποι· διὰ γὰρ τῶν ἡμετέρων ἡμῖν ἐπολέμουν μελῶν. Ἀλλὰ τούτους καταλύσας ὁ δεσπότης Χριστὸς τὰ τούτων σκῦλα τοῖς ἀποστόλοις διένειμε, τοὺς μὲν Ῥωμαίων, τοὺς δὲ Αἰγυπτίων, τοὺς δὲ Ἰνδῶν διδασκάλους χειροτονήσας. Ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ. Ἡ γὰρ νομιζομένη τοῦ πάθους ἀτιμία αὕτη τὸ παρὰ πάντων αὐτῶν προσοίσει σέβας. Καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη. Οὐ γὰρ μόνον τὴν τοῖς παρανόμοις ἀπονενεμημένην ὑπέμεινε τιμω ρίαν ἀλλὰ καὶ μετὰ λῃστῶν ἐσταυρώθη. Τοῦτο δὲ καὶ ὁ εὐαγγελιστὴς τέθεικεν· εἰρηκὼς γὰρ ὅτι συνεσταύρωσαν αὐτῷ δύο λῃστάς, ἔφη πληρωθῆναι τὴν γραφὴν τὴν λέγουσαν· «Καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη.» Καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη. Ὁ δὲ Σύμμαχος οὕτως· «Αὐτὸς δὲ ἁ μα ρτίας πολλῶν ἀνέλαβε καὶ τοῖς ἀθετοῦσιν ἀντέστη», οὕτω δὲ καὶ οἱ Λοιποί. Ἐκεῖνοι μέν φησι τοῖς ἀν όμοις αὐτὸν συνέζευξαν λῃσταῖς, αὐτὸς δὲ τὰς ἁπάντων ἁμαρτίας εἰς ἑαυτὸν ἀναλαβὼν τὸ πάθος ὑπέμεινε, τοῖς ἀθετήσασιν ἀνθιστάμενος δαίμοσιν. Οὕτω προθεσπίσας τὸ πάθος, τῆς ἐκκλησίας τῆς πάλαι στείρας τὴν πολυπαιδίαν προλέγει· 541Εὐφράνθητι στεῖρα, ἡ οὐ τίκτουσα. Οὐ γὰρ ἔτικτεν εὐσέβειαν πάλαι, τῇ δὲ τῶν εἰδώλων δουλείᾳ προσήδρευεν. Εἶτα ὡς ἐπὶ γυναικὸς δυστο κούσης· Ῥῆξον καὶ βόησον καὶ τέρπου ἡ οὐκ ὠδίνουσα. Τέθεικε δὲ τὸ μὲν ῥῆξον ἐπὶ τῆς βιαίας γεννήσεως, ὡσαύτως δὲ καὶ τὸ βόησον· φασὶ γὰρ καὶ τὰς μαίας παρακελεύεσθαι ταῖς δυστοκούσαις καὶ βιάζεσθαι καὶ βοᾶν. Τὸ δὲ τέρπου ἐπὶ τῆς παρ' ἐλπίδα δωρηθείσης πολυπαιδίας. Ἐναντίον δέ πως εἶναι δοκεῖ τὸ ῥῆξον τῷ τέρπου, ἀμφότερα δὲ ὅμως συνέβη· καὶ γὰρ παρ' ἐλπίδα γεγέννηκεν· τοιαῦται γὰρ τοῦ παναγίου πνεύματος αἱ ὠδῖνες. Ὅτι πολλὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἔρημος ἦν πάλαι ἡ ἐξ ἐθνῶν ἐκκλησία· διὸ καὶ ἐν τοῖς πρόσθεν αὐτῇ ἐλέγετο· «Εὐφράνθητι ἔρημος διψῶσα», καὶ πάλιν· «Ἔσται ἡ ἔρημος ὡς ὁ Χερμέλ», καὶ αὖθις· «Ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ.» Τὸν δὲ ἄνδρα εἶχεν ἡ Ἰουδαίων πληθύς. Σαφέστερον δὲ τὰ περὶ τοῦδε τοῦ γάμου διδάσκει ὁ προφήτης Ἰεζεκιήλ· δι' ἐκ είνου γὰρ ὁ τῶν ὅλων θεὸς πρὸς τὸν πρότερον λαὸν ὡς πρὸς γυναῖκα διαλεγόμενος ἔφη· «Καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου καὶ εἶπά σοι· Ἐν τῷ αἵματί σου ζωή, πληθύνου. Καὶ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα, καὶ περιέβαλα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ συνεκάλυψα τὴν ἀσχημοσύνην σου καὶ εἶδόν σε, καὶ ἰδοὺ καιρός σου καὶ καιρὸς καταλυόντων, καὶ εἰσῆλθον πρὸς σὲ ἐν διαθήκῃ μου, καὶ ἐγένου μοι» καὶ ἐγέννησάς μοι υἱοὺς καὶ θυγατέρας. Καὶ διὰ πάντων δὲ τῶν προφητῶν τοῦτο ἡμᾶς διδά σκει ὁ τῶν ὅλων θεός, ὡς ὑπερβαλλούσῃ φιλανθρωπίᾳ χρώμενος οὐ μόνον δεσπότην ἑαυτὸν καὶ πατέρα........... ἀλλὰ καὶ ἄνδρα καὶ νυμφίον ἑαυτὸν ἀποκαλεῖ. Αὕτη μέντοι ἡ προφητεία| 169 a| δι δάσκει ὡς τῆς ἐρήμου τὰ τέκνα πολλαπλάσια τῆς ἐχούσης τὸν ἄνδρα. Εἶπε γὰρ κύριος· 2Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τὰς δέρρεις τῶν αὐλαιῶν σου πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους κατίσχυ σον· 3ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. Δέρρεις καὶ αὐλαίας τῷ Μωυσῇ προσέταξεν ὁ θεὸς κατασκευάσαι, ἡνίκα αὐτῷ ποιῆσαι παρεκελεύσατο τὴν σκηνήν. Τούτων τοίνυν ἐπὶ τοῦ παρόντος τῶν ὀνομάτων ἐμνήσθη δεικνὺς ὡς αὐτὸς κἀκεῖνα καὶ ταῦτα πεποίηκεν. Παρακελεύεται δὲ τῇ στείρᾳ τῶν εὐκτηρίων οἴκων τὴν οἰκουμένην ἐμπλῆσαι καὶ εἰς τὰ ἀριστερὰ καὶ εἰς τὰ δεξιά, τουτέστιν εἰς τὰ νότια καὶ εἰς τὰ βόρεια, τοῦτο δρᾶσαι. Πασσάλους δὲ οὐκ ἄν τις ἁμάρτοι τοὺς ἁγίους προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας ὀνομάζων· οὗτοι γὰρ ἐν τῇ γῇ κεκρυμμένοι καθάπερ οἱ πάσσαλοι κατέχουσι τὴν τῆς ἐκκλησίας σκηνὴν οἷόν τισι σχοινίοις τῇ διδασκαλίᾳ ταύτῃ προσηρμοσμένοι. Οὗτοι καὶ θεμέλιοι τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ.» Ἐκληρονόμησε δὲ τὰ ἔθνη τῆς ἐκκλησίας τὸ σπέρμα· οἱ γὰρ ταύτης τρόφιμοι τὴν πνευματικὴν τῶν ἐθνῶν ἡγεμονίαν ἐδέξαντο καὶ τὰς ὑπὸ τῆς ἀσεβείας διαφθαρείσας πόλεις τοῖς τῆς εὐσεβείας ἀνῳκοδόμησαν δόγμασιν. 4Μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης. Ὠνείδιζον Ἰουδαῖοι πάλαι τοῖς ἔθνεσι τὴν ἀσέβειαν ὡς ἡ Φενάννα τῇ Ἄννῃ τὴν ἀτεκνίαν. Ὑπισχνεῖται τοίνυν ὁ προφητικὸς λόγος αὐτῇ τὴν τοῦ ὀνείδους ἀπαλλαγήν. Ἐπάγει γάρ· Ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ ἔτι. Καὶ τὴν αἰτίαν τούτων διδάσκει σαφέστερον· 5Ὅτι κύριος ὁ ποιῶν σε Σαβαὼθ ὄνομα αὐτῷ, καὶ ὁ ῥυσάμενός σε αὐτὸς θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται. Τοῦτον γὰρ ἡμεῖς οἱ εἰς αὐτὸν ἠλπικότες καὶ πεπιστευκότες καὶ θεὸν Ἰσραὴλ καὶ θεὸν Ἀβραὰμ ὀνομάζομ εν καὶ τῆς ἐκείνων γενέσθαι μερίδος ἀντιβολοῦμεν. Οὗτός φησιν ὁ τοῦ Ἰσραὴλ θεὸς ἔσται σου νυμ φίος καὶ τῆς χηρείας καὶ τῆς ἀτεκνίας τὰ ὀνείδη παύσει· 6Οὐχ ὡς γυναῖκα ἐγκαταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε ὁ κύριος, ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην; Τοῦτο κατ' ἐρώτησιν ἀναγνωστέον. Οὐκ ἐῴκεις φησὶ γυναικὶ διά τινας παρανομίας ἐκβεβλημένῃ καὶ διηνεκῶς ὀδυνωμένῃ καὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς μεμισημένῃ; Κατὰ ταύτην δὲ τὴν διάνοιαν καὶ οἱ Λοιποὶ ἡρμήνευσαν· ὁ μὲν γὰρ Ἀκύλας καὶ ὁ Θεοδοτίων οὕτως ἔφασαν· «Ὅτι ὡς γυναῖκα ἐγκατα λελειμμένην καὶ κατώδυνον πνεύματι ἐκάλεσέ κύριος», ὁ δὲ Σύμμαχος οὕτως· «Ὡς γὰρ γυναῖκα ἐγκαταλελειμ μένην καὶ κατώδυνον πνεύματι ἐκάλεσέ κύριος καὶ γυναῖκα νεότητος ὅταν ἀποστῇ.» Ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπέστη τοῦ θεοῦ τῶν ἀνθρώπων ἡ φύσις, ἀλλ' ὅμως αὐτὴν πάλιν ἀνεκαλέσατο· τοῦτο γὰρ καὶ ὁ προφητικὸς ἔφη λόγος· Εἶπεν ὁ θεός· 7Χρόνον μικρὸν κατέλιπόν σε καὶ μετ' ἐλέου μεγάλου ἐλεήσω σε, 8ἐν θυμῷ μικρῷ ἀπέ στρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ καὶ ἐν ἐλέῳ αἰωνίῳ ἐλεήσω σε. Μικρὸν ἔφη τὸν τῆς ἐγκαταλείψεως χρόνον, τοῖς ἀπεί ροις αἰῶσι τοῦτον παραμετρῶν. Εἶπεν ὁ ῥυσάμενός σε κύριος· 9Ἀπὸ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν· καθότι ὤμοσα αὐτῇ ἐν τῷ καιρῷ ἐκείνῳ τῇ γῇ μὴ θυμωθήσεσθαι ἔτι ἐπ' αὐτῇ μηδὲ ἀπειλῇ μου 10τὰ ὅρια αὐτῆς μεταστῆσαι, οὐδὲ οἱ βουνοὶ αὐτῆς μετακινηθήσονται, οὕτως οὐδὲ τὸ παρ' ἐμοῦ σοι ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη μου οὐ μὴ μεταστῇ. Ἀναμνή σθητί φησι τῶν γεγενημένων μοι συνθηκ ῶν πρὸς τὸν Νῶε καὶ βλέπε τούτων τὸ ἀληθές· ἐπαγγειλάμενος γὰρ μηκέτι τοιαύτῃ πανωλε θρίᾳ παρα δώσειν τὴν γῆν, ἅπερ ὑπεσχόμην πεπλήρωκα. Ἔχουσα τοίνυν ἐνέχυρον τὴν προτέραν διαθή κην πίστευσον ὡς καὶ σὺ διηνεκῶς τῆς ἐμῆς φιλανθρωπίας ἀπολαύσῃ, καὶ βεβαίαν σοι τὴν εἰρ ήνην φυλάξω καὶ οὐκέτι τοῦτο διαλύσω τὸ συνοικέσιον. Εἶπε γὰρ κύριος ἵλεώς σοι· 11Ταπεινὴ| 169 b| καὶ ἀκατά στατος οὐ παρεκλήθης. Ὁ δὲ Σύμμαχος οὕτως· «Εἶπεν ὁ οἰκτείρων σε κύριος· Ταπεινή, καταιγισθεῖσα, μὴ παρη γορημένη.» Ἵλεώς σοι γεγένημαι· εἶδον γάρ σε πεπλανη μένην καὶ τῇδε κἀκεῖσε καθάπερ ὑπό τινων καταιγίδων τῶν τῆς ἀπάτης πνευμάτων† περικειμένην καὶ ἀκατάστατον ἔχουσαν τὴν γνώμην. Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον 12καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς. Τὸ εὐσεβὲς πολίτευμα πόλιν καλεῖ. Διά φορα δὲ τῶν ἁγίων τὰ κατορθώματα, ἀρεστὰ δὲ ὅμως ἅπαντα τῷ θεῷ· οὗ δὴ χάριν καὶ ἅπ αντας λίθους ὀνομάζει τιμίους, εἰ καὶ διάφορον ἔχουσι τὴν ἰδέαν. Ἄνθρακα δὲ ὑποληπτέον τὸν περὶ τὸν θεὸν διάπυρον ἔρωτα· σάπφειρον δὲ τὸν τὴν ἀρετὴν κατακρύπτοντα, βαθεῖα γὰρ ἡ τοῦ σαπ φείρ ου χροιά· ἴασπιν δέ, ἢ «καρχηδόνιον» κατὰ τὸν Σύμμαχον, τὸ λαμπρὸν τῆς θαυματουργίας ὀνο μά ζεσθαι νομίζω. Διὰ τοῦτο καὶ τὰς ἐπάλξεις ἐκ τούτου προλέγει οἰκοδομηθήσεσθαι, ἐκ δὲ τῆς σαπφείρου τὰ θεμέλια, τὰς δὲ πύλας ἐκ κρυστάλλου· σαφοῦς γὰρ τοῖς εἰσαγομένοις διδασκα λί ας δεῖ. Ταῦτα μὲν οὖν περὶ τῶν τῆς ἐκκλησίας ἡγεμόνων ἔφη, οὓς καὶ θεμέλια καὶ ἐπάλ ξεις καὶ πύλας ὠνόμασεν· καὶ ὁ λοιπὸς δὲ τῶν πιστῶν ὅμιλος ἐκλεκτὸς προσηγορεύθη, ἅπαντα γάρ σού φησι τὸν περίβολον ἐκ πολυτίμων καὶ ἐκλεκτῶν δομήσομαι λίθων. Εἶτα τὸ τροπικὸν καταλιπὼν σχῆ μα ἐπὶ τὸ σαφέστερον τὸν λόγον μετήνεγκεν· 13καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ, καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου, 14καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ. Ἔδειξας λίθους τὰ τῆς ἀρετῆς εἴδη τροπικῶς προσηγόρευσεν. Εἰρήν ην δὲ ἐνταῦθα τὴν πρὸς θεὸν ὑπισχνεῖται. Ταύτης τῆς οἰκοδομίας καὶ ὁ μακάριος μέμνηται Παῦλος, λέγ ει δὲ οὕτως· «Ἐγὼ ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος ἐποικοδομεῖ, ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ δέ τι ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται.» Ἄπεχε ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. Ταύτης ἀπο λαύσασα τῆς εὐεργεσίας μὴ γένῃ περὶ τὸν εὐεργέτην ἀχάριστος· οὕτω γὰρ κρείττων ἔσῃ τῶν πολεμούντων. 15Ἰδοὺ προσήλυτοι προσελεύσονται δι' ἐμὲ καὶ παροική σουσί σοι καὶ ἐπὶ σὲ καταφεύξονται. Προσηλύτους καλεῖ τοὺς καθ' ἑκάστην ὡς ἔπος εἰπεῖν ἡμέραν ἐκ τῶν ἐθνῶν ἀγρευομένους καὶ τῷ θείῳ προσιόντας βαπτίσματι. Καὶ ταύτης τοίνυν τῆς προφητείας ὁρῶμεν τὸ τέλος. Εἶτα δι δάσκει τῆς νέας δημιουργίας τὸν τρόπον· 16Ἰδοὺ ἐγὼ κτίζω σε οὐχ ὡς χαλκεὺς φυσῶν ἐν πυρὶ ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον. Τὸ ἄπονον καὶ λίαν εὐπετὲς τῆς δημιουργίας δεδήλωκεν· οὐ γὰρ δέομαί φησιν ὀργάνων τινῶν καὶ πυρὸς καὶ φυσῶν τοῖς χαλκεῦσι παραπλησίως, ἀλλ' ἀρκεῖ μοι λόγος εἰς ποίησιν. Ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν φθεῖραι. Ἐπειδὴ «ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός», ἐδέξατο δὲ καὶ τοῦ θανάτου τὴν ψῆφον, ὑπισχνεῖται ὁ τῶν ὅλων δημιουργὸς εἰς ἀφθαρ σίαν νεουργεῖν τῶν ἀνθρώπων τὴν φύσιν. 17Πᾶν σκεῦος φθαρτὸν ἐπὶ σὲ οὐκ εὐοδωθήσεται. Οἱ δὲ ταύτην τὴν ἀφθαρσίαν ἐνδύσασθαι μὴ βουλόμενοι ἀλλ' ἐπὶ τῆς προτέρας φθορᾶς διαμέ νοντες οὐ περιέσονταί σου πολεμεῖν σοι πειρώμενοι. Τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς σαφέστερον δηλοῖ· Καὶ πᾶσα φωνὴ ἣ ἀναστήσεται ἐπὶ σέ, εἰς κρίσιν πάντας αὐτοὺς ἡττήσεις. Ὁ δὲ Ἀκύλας οὕτως· «Καὶ πᾶσαν γλῶσσαν ἱσταμένην σὺν σοὶ εἰς κρίσιν καταδικάσεις.» Τοὺς γὰρ ἐξ ἁπάντων τῶν ἐθνῶν ἀντιτείνοντάς σοι καὶ κατακρινεῖς καὶ ἡττήσεις. Οἱ δὲ ἔνοχοι ἔσονται ἐν λύπῃ. Δρέπονται λύπην οἱ τὰς κατὰ σοῦ τεκταινόμενοι μηχανάς, σὺ δὲ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσεις.| 170 a| Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· Ἔστι κληρονομία τοῖς θεραπεύουσι κύριον, καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει κύριος. Τοῦτο καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἐδίδαξεν· «Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρο νομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου.» Δίδωσι δὲ ταύτην τοῖς τὴν νενομοθετημένην δικαιοσύνην προφέρουσιν· «Ἐπείνασα γάρ» φησι «καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με» καὶ τὰ ἑξῆς. Τοῦτο κἀνταῦθα δείξας τὴν τῆς δικαιοσύνης ὁδὸν ἐπι δείκνυσιν· 551Οἱ διψῶντες πορεύεσθε ἐφ' ὕδωρ. Διὰ γὰρ τοῦ παναγίου βαπτίσματος «δικαιούμεθα δωρεὰν» κατὰ τὸν θεῖον ἀπόστολον «διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ». Τοῦτο γὰρ καὶ ὁ προφητικὸς ᾐνίξατο λόγος· Καὶ ὅσοι μὴ ἔχετε ἀργύριον βαδίσαντες ἀγοράσατε καὶ φάγεσθε καὶ πορεύεσθε καὶ ἀγοράσατε καὶ πίεσθε ἄνευ ἀργυρίου. Ἀργύριον δὲ τὴν δικαιοσύνην πολλάκις ἡ θεία γραφὴ προ αγορεύει· «Τὰ λόγια» γάρ φησι «κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ.» Καὶ τοὺς παρανομίᾳ συζῶντας «ἀργύριόν» φησιν «ἀποδεδο κιμασμένον καλέσατε, ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος ὁ θεός». Ὑπισχνεῖ ται τοίνυν ὁ φιλάνθρωπος δεσπότης καὶ τοῖς οὐ κεκτημένοις τὸ καλούμενον ἀργύριον, τουτέστι τὴν δικαιοσύν ην, προῖκα δώσειν τὸ τριπόθητον ὕδωρ· τοὺς γὰρ τῷ παναγίῳ προσιόντας βαπτίσματι οὐκ εὐθύνας ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων εἰσπράττεται ἀλλὰ τὴν τούτων ἄφεσιν ἐπαγγέλλεται. Οἶνον καὶ στέαρ 2ἵνα τιμᾶσθε ἀργυρίου ἐν οὐκ ἄρτοις, καὶ ὁ μόχθος ὑμῶν οὐκ εἰς πλησμονήν; Τὰς νομικὰς ἐνταῦθα θυσίας ἐξέβαλεν. Διαφερόντως γὰρ πάλαι τῶν ἱερείων τὸ στέαρ τῷ βωμῷ προσφέρειν ἐκέλευσεν, οὗ δὴ χάριν καὶ μεταλαμβάνειν στέατος ἀπηγόρευσεν· καὶ οἶνον δὲ σπένδειν εἰώθεσαν. Δι δάσκει δὲ ὁ προφητικὸς λόγος ὡς οὐδεμίαν ταῦτα τροφὴν προσέφερε τῇ ψυχῇ· τοῦτο γὰρ εἶπεν· ἐν οὐκ ἄρτοις καὶ ὁ μόχθος ὑμῶν οὐκ εἰς πλησμονήν, ἀντὶ τοῦ ἀκερδής, ἀνόνητος, οὐδὲν ἔχων πνευματικόν. Οὕτω ς ἐπι θεὶς τῇ παλαιᾷ διαθήκῃ τὸ πέρας ὑποδείκνυσι τὴν καινήν· Ἀκούσατέ μου καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν· 3προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου, εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυὶδ τὰ πιστά. Τῷ Δαυὶδ ὁ θεὸς ἐπηγγείλατο ὅτι «τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.» Ταύτας τοίνυν τὰς συνθήκας τὰς πρὸς ἐκεῖνον γεγενημένας ἐφ' ὑμῶν πληρώσω, τὴν μὲν ἀνθρωπείαν φύσιν ἐ κ τοῦ Δαυιτικοῦ γένους κατὰ τὴν ὑπόσχεσιν ἐνδυόμενος, τὴν δὲ καινὴν διαθήκην εἰσφέρων. 4Ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Τὸν γὰρ ὑπὸ Ἰουδαίων ἐσταυρω μένον πᾶσα γῆ καὶ θάλαττα προσκυνεῖ καὶ τοὺς τούτου νόμους ἀσπάζεται. Μαρτύριον δὲ αὐτὸν καλεῖ, ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον «μάρτυρα», ὡς περὶ τῆς μελλούσης διαμαρτυρόμενον κρίσεως καὶ τῆς γεέννης ἀπειλοῦντα τὴν φλόγα. 5Ἰδοὺ ἔθνη ἃ οὐκ οἴδασί σε ἐπικαλέσονταί σε, λαοὶ οἳ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται ἕνεκεν κυρίου τοῦ θεοῦ καὶ τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασά σε. Τίνι ταῦτα προσαρμόζουσιν Ἰουδαῖοι; Τίνα τὰ ἔθνη ἐπεκαλέσατο; Ἐπὶ τίνα δὲ κατέφυγον οἱ λαοί; Ἀλλ' ἐκεῖνοι μὲν οὐ δύνανται δεῖξαι, ἡμεῖς δὲ ὁρῶμεν τὰ πράγματα καὶ τὸν ἀγνοούμενον ὑπὸ τῶν ἐθνῶν ἀσπασίως ὑπ' αὐτῶν προσκυνούμενον. Τὸ δέ· ἕνεκεν κυρίου τοῦ θεοῦ σου ὅτι ἐδόξασέ σε, ἀνθρωπίνως εἴρηται· καὶ γὰρ αὐτὸς ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίο ις προσευ χόμενος ἔλεγεν· «Πάτερ δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε.» Τοῦτ ο περὶ τῶν ἐθνῶν προθεσπίσας καὶ τὴν ἐκείνων πίστιν σαφῶς ἐπιδείξας προσφέρει καὶ Ἰουδαίοις τὸν λόγον· 6Ζητήσατε τὸν θεόν. Τουτέστιν· Ἐπίγνωτε ὃν ἠγνοήσατε. Καὶ ἐν τῷ ὑμᾶς εὑρίσκειν αὐτὸν ἐπικαλέ σασθε. Ἐπίγν ωτ ε, μὴ ἀπαγορεύσητε τὴν σωτηρίαν ὡς προσηλώσαντες, ἀλλ' αἰτήσατε συγγν ώμην. Ἡνίκα| 170 b| δ' ἂν ἐγγίζῃ ὑμῖν, 7ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ καὶ ἐπιστρα φήτω πρὸς κύριον καὶ ἐλεηθήσεται καὶ πρὸς τὸν θεὸν ἡμῶν, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. Ὅταν φησὶ ζητήσαντες εὕρητε καὶ ἐπικαλεσάμενοι τύχητε συγγνώμης, φεύγετε τὴν προτέραν τῆς ἀσεβείας καὶ παρανομίας ὁδὸν καὶ δότε τῷ θεῷ τὰ πρόσωπα καὶ μὴ τὰ νῶτα. Μεταδώσει γὰρ ὑμῖν ἐλέου καὶ τῶν ἁμαρτημάτων δωριεῖται τὴν ἄφεσιν. 8Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥςπερ αἱ βουλαὶ ὑμῶν οὐδ' ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει κύριος. 9Ἀλλ' ὥσπερ ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Πολύ φησιν ἀλλήλων ἀφεστήκαμεν καὶ τοσοῦτον ὅσον ὁ οὐρανὸς γῆς· ὑμεῖς μὲν γὰρ μισεῖτε, ἐγὼ δὲ φιλῶ· ὑμεῖς φεύγετε, ἐγὼ καλῶ· ὑμεῖς πολεμεῖτε, ἐγὼ εὐεργετῶ. 10Ὡς γὰρ ἐὰν καταβῇ ὑετὸς ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ καὶ οὐ μὴ ἀποστραφῇ ἐκεῖ ἕως ἂν μεθύσῃ τὴν γῆν, ἐκτέκῃ καὶ ἐκβλαστήσῃ καὶ δῷ σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν, 11οὕτως ἔσται τὸ ῥῆμά μου ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ πρός με κενόν, ἕως ἂν συντελέσῃ πάντα ὅσα ἐλάλησα, καὶ εὐοδώσω τὰς ὁδούς μου καὶ τὰ ἐντάλματά μου. Καθάπερ φησὶν ὑετὸς καὶ χιὼν ἀρδείας χάριν χορηγεῖται τῇ γῇ, ὥστε τοὺς γηπόνους ἀπολαβεῖν τοὺς πόνους τὰ δράγματα καρπουμένους καὶ ἐντεῦθεν ποριζομένους τροφήν, οὕτως ὁ ἀποφαντικός μου λόγος ἐνεργέστατός ἐστι καὶ πρακτικώτατος πάντα πληρῶν ὅσα βούλομαι. 12Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε καὶ ἐν χαρᾷ δι χ θήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἐπικροτήσει τοῖς κλάδοις. Τῆς τοῦ διαβόλου τυραννίδος ἀπαλλαττόμενοι καὶ τῆς ἐκείνου δυναστείας ἐλευθερούμενοι πάσης εὐφρο σύνης ἐμπλησθήσεσθε. Εἶτα, τῆς θυμηδίας δεικνὺς τὴν ὑπερβολήν, καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς καὶ τὰ ξύλα ἔδειξεν εὐφραινόμενα. Τοῦτο γὰρ καὶ ὁ μακάριος ἔφη Δαυὶδ τὴν ἐξ Αἰγύπτου ἔξοδον τοῦ λαοῦ διηγούμενος· «Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Τούτῳ δὲ τῷ εἴδει κέχρηται ἡ θεία γραφὴ τῷ ἔθει τῶν ἀνθρώπων ἀκολουθοῦσα. Εἰώθαμεν γὰρ λέγειν· Πᾶσα ἡ πόλις εὐφραίνεται, πᾶσα ἡ πόλις ἑορτάζει, οὐ τοὺς τοίχους νοοῦντες πόλιν ἀλλὰ τοὺς ἐνοικοῦντας. Εἰ δὲ καὶ τροπικῶς τις νοεῖν βούλοιτο ὄρη μὲν καὶ βουνοὺς τὰς ἐπουρανίους δυνάμεις, ξύλα δὲ ἀγροῦ τοῖς κλάδοις δεικνύντα τὴν ἡδονὴν τοὺς ἁγίους– περὶ ὧν εἴρηται· «Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται», καὶ· «Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου»–, εὑρήσει καὶ οὕτως τὴν τῆς προφητείας ἀλήθειαν. 13Καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη· καὶ ἔσται κυρίῳ εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον καὶ οὐκ ἐκλείψει. Ἔδειξε διὰ τούτων τῶν ἀλλοφύλων ἐθνῶν τὴν μεταβολήν. Οἱ γὰρ πάλαι ἀχρήστοις βοτάναις καὶ χαμαιζήλοις ἐοικότες οὗτοι μετὰ τὴν ἐπίγνωσιν τοῦ σωτῆρος τῆς κυπαρίσςου τὸ ὕψος καὶ μυρσίνης τὸ εὐῶδες μεμίμηνται καὶ κηρύττουσι διὰ τῶν πραγμάτων τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν τὴν δύναμιν, οἷόν τι σημεῖον καὶ τέρας μέγα καὶ παράδοξον καὶ διαρκὲς ἐπιδεικνύντες τὴν οἰκείαν μεταβολήν. Τοῦτο δὲ τὸ σημεῖον αἰώνιον ἔσται καὶ οὐκ ἐκλείψει, καθάπερ τῶν Ἰουδαίων ἐξέλιπεν ἡ δόξα. [̓ Επιδείξωμεν τοίνυν ἑαυτοὺς τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν σημεῖον θεοπρεπές, μὴ μόνον τοῖς ὑγιέσι προσέ χοντες δόγμ ασιν ἀλλὰ καὶ τὸν κατάλληλον ἀσπαζόμενοι βίον, ἵνα γνόντες «τὰ καλὰ ἔργα» ἡμῶν οἱ ἄνθρωποι «δοξάσωσι τὸν πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς», ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ μεγαλοπρέπεια σὺν τῷ μονογενεῖ αὐτοῦ υἱῷ καὶ τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 18 ΤΟΜΟ Σ ΙΗʹ 56ιΤάδε λέγει κύριος· Φυλάσσεσθε κρίσιν καὶ ποιεῖτε δικαιοσύνην, ἤγγικε γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι. Οἱ θεσπέσιοι προφῆται οὐ μόνον τὰ ἐσόμενα προθεσπίζειν ἀλλὰ καὶ παραινέσεις προσφέρειν εἰώθεσαν δογματικάς τε καὶ ἠθικάς. Καὶ γὰρ καὶ τὴν κρίσιν καὶ τὴν σωτηρίαν τοῖς πάλαι προηγόρευον, ὥστε καὶ τῇ τῶν ἀγαθῶν ὑποσχέσει| 171 a| καὶ τῇ τῶν ἀλγεινῶν ἀπειλῇ κακίας μὲν αὐτοὺς ἀποτρέπειν, ἐπ' ἀρετὴν δὲ προτρέπειν. Τοῦτο ἐκ τουτωνὶ τῶν ῥητῶν καταμαθεῖν εὐπετές. Συμβουλεύσας γὰρ ὁ προφητικὸς λόγος ἔχεσθαι δικαιοσύνης καὶ ἀκλινὲς ἔχειν τῆς ψυχῆς τὸ κριτήριον, συνῆψε τῆς σωτηρίας τὴν πρόρρησιν καὶ τοῦ ἐλέου τὴν ἀποκάλυψιν. Ἀμφότερα δὲ σημαίνει τὴν δεσποτικὴν παρου σίαν. 2Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα καὶ ἄνθρωπος ὁ ἀντεχό μενος αὐτῶν καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδικήματα. Τῇ τῶν ἀγαθῶν ἐργασίᾳ συνέζευξε τὸν μισθόν, μισθὸς δὲ μέγιστος ὁ μακαρισμός. Τῆς δὲ τῶν σαββάτων φυλακῆς ἐπιμελεῖσθαι προσέταξεν ὡς ἔτι κρατοῦντος τοῦ νόμου. Ἐδίδαξε δὲ καὶ πῶς δεῖ τιμῆσαι τὸ σάββατον· ἀθῴους γάρ φησι προσήκει τὰς χεῖρας ἀδικίας φυλάττειν, οὕτω γὰρ οὐ βεβηλοῦται τὸ σάββατον. Βέβηλον δέ ἐστι τὸ μὴ ἅγιον, τουτέστι τὸ κοινόν. Ἐπειδὴ τοίνυν εἰς τὴν τῶν θείων ἐργασίαν ἀφιερώθη τὸ σάββατον, ἐάν φησι παραβῇς τὸν κείμενον νόμον, κοινὴν αὐτὸ ἡμέραν ἀποφανεῖς, τουτέστι βέβηλον. Ταύτην δὲ τὴν διαφορὰν καὶ ἐν ἑτέροις ἡμᾶς ἡ θεία διδάσκει γραφή· «Ἀφοριεῖτε» γάρ φησιν «ἀνὰ μέσον ἁγίου καὶ βεβήλου.» Ἅγιον δὲ κα λεῖ τὸ τῷ θεῷ προσῆ κον, βέβηλον δὲ τὸ κοινόν. 3Μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς κύριον λέγων· Ἀφορισμῷ ἀφοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ. Τὸν Ἰουδαϊκὸν ἐν τούτοις καταστέλλει τῦφον· ἐπειδὴ γὰρ ὠλιγώρουν μὲν ἀρετῆς, μέγα δὲ ἐφρόνουν ἐπὶ τῇ ῥίζῃ τοῦ Ἀβραάμ, διδάσκει ὁ τῶν ὅλων θεὸς ὡς ἀρετὴν ἀλλ' οὐ γένος ζητεῖ. Καὶ μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι ἐγώ εἰμι ξύλον ξηρόν. Κἀν τούτῳ παραπλησίως καὶ τοὺς εὐνούχους ἐπ' ἀρετὴν προτρέπει καὶ τῶν ἐπὶ πολυπαιδίᾳ μεγαλαυχουμένων τὴν ὀφρῦν καταλύει. 4Ὅτι τάδε λέγει κύριος τοῖς εὐνούχοις τοῖς φυλασσομέ νοις τὰ σάββατά μου καὶ ἐκλεγομένοις ἃ ἐγὼ θέλω καὶ ἀντεχομένοις τῆς διαθήκης· 5Δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν καὶ ὄνομα ἀγαθὸν κρεῖττον υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει. Ἀψευδὴς ἡ ὑπόσχεσις. Καὶ μαρτυροῦσιν οἱ περὶ τὸν θεσπέσιον Δανιὴλ καὶ Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαήλ· ἀφαιρεθέντες γὰρ ὑπὸ τῶν πολεμίων τὸ γενέσθαι πατέρες, πολυθρύλητοι μᾶλλον ἢ οἱ πολλῶν παίδων πατέρες ἐγένοντο, καὶ ἄσβεστον αὐτῶν διαμένει τὸ κλέος. Οὕτω τὸν Ἀβδεμέλεχ καὶ ἀλλογενῆ καὶ εὐνοῦχον ὄντα– Αἰθίοψ γὰρ ἦν– ἀοίδιμον διὰ τὴν εὐσέβειαν ἀπέφηνεν ὁ θεός. 6Καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις κυρίῳ δουλεύειν αὐτῷ καὶ ἀγαπᾶν τὸ ὄνομα κυρίου τοῦ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαθήκης μου 7εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου, τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ θυσίαι ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου, ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν. Ἔδειξεν ὡς οὐκ Ἰουδαίων μόνων ἐστὶ θεὸς ἀλλὰ καὶ ἐθνῶν ὁ τῶν ὅλων θεός· πάντων γὰρ ὑπάρχων δημιουργὸς πάντων προμηθεῖται παραπλησίως. Διά τοι τοῦτο καὶ νομοθετῶν ἔλεγεν Ἰουδαίο ις κα ὶ ἀγαπ ᾶν «τὸν προσήλυτον, ὅτι προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ.» Ἐνταῦθα μέντοι διὰ τῶν ἀλλογ ενῶν τῶν κατὰ τὸν παλαιὸν πολι τευομένων νόμον πᾶσι τοῖς ἔθνεσιν ἀνοίγνυσι τῆς σωτηρίας τὴν θύραν. Οὕτω τοῖς ἀλλογενέσι καὶ τοῖς εὐνούχοις ἐπαγγειλάμενος προλέγει Ἰουδαίοις τὴν ἐσχάτην πολιορκίαν τὴν ὑπὸ Ῥωμαίων γεγενημένην. 8Εἶπε κύριος ὁ συνάγων τοὺς διεσπαρμένους τοῦ Ἰσραήλ, ὅτι συνάξω ἐπ' αὐτὸν συναγω γήν, 9πάντα τὰ θηρία τὰ ἄγρια. Σαφῶς ἔδειξεν ὡς τὴν ἐσχάτην προαγορεύει πολιορκίαν· μετὰ γὰρ τὴν τῶν διεσπαρμένων συναγωγὴν καὶ τὴν ἐπάνοδον τὴν τῶν θηρίων ἠπείλησε στρατιάν· ἄγρια δὲ θηρία καλεῖ διὰ τὴν προτέραν ἀσέβειαν· αἰνίττεται δὲ καὶ τὸ ὠμὸν αὐτῶν καὶ ἀνήμερον. Καὶ ὁ μακάριος Δανιὴλ τὸ τελευταῖον θηρίον φοβερὸν λέγει εἶναι καὶ ἔκθαμβον περισσῶς, τοὺς ὀ δόντας φοβεροὺς ἔχον καὶ τοὺς ὄνυχας χαλκοῦς, ἐσθίον καὶ λεπτῦνον καὶ τὰ λοιπὰ τοῖς ποσὶ συμπ ατοῦν. Δεῦτε φάγετε πάντα τὰ θηρία τοῦ δρυμοῦ. Ἐκ διαφό ρων ἐθνῶν ἡ Ῥωμαϊκὴ συνείλεκτο στρατιά· τῆς γὰρ Εὐρώπης ἁπάσης τηνικαῦτα κρατοῦντες καὶ τῆς Ἀσίας ὑποχείρια τὰ πλεῖστα πεποιηκότες πανταχόθεν εἶχον συνειλεγμένους λογάδας. Διὰ τοῦτό φησιν ὁ προφητικὸς λόγος· Δεῦτε φάγετε πάντα τὰ θηρία| 171 b| τοῦ δρυμοῦ. Τινὲς μέντοι εἰς τὸν Γὼγ καὶ Μαγὼγ ταῦτα ἔλαβον, οὐ προσεσχηκότες ὅτι ἐκεῖνοι μὲν θε ηλάτοις πληγαῖς ἐν τοῖς τῆς Ἰουδαίας καταναλώθησαν ὄρεσιν οἱ δὲ νῦν καλούμενοι εἰς τὸ φαγεῖν ἑτέρους ἐγείρονται. Εἶτα τὸν παράνομον τῶν Ἰουδαίων ἐξηγεῖται βίον· 10Ἴδετε ὅτι ἐκτετύφλωνται πάντες, οὐκ ἔγνωσαν φρόνησιν. Τοσαύτη δὲ αὐτῶν ἡ τυφλότης ὡς ἐν σταθηρᾷ μεσημβρίᾳ μὴ ἐπιγνῶναι τῆς δικαιοσύνης τὸν ἥλιον. Πάντες κύνες ἐνεοί, οὐ δυνάμενοι ὑλακτεῖν. Κατὰ μὲν γὰρ τῶν δαιμόνων οὐχ ὑλάκτουν ἀλλὰ περισαίνοντες τοὺς πολεμίους ὡς εὐεργέτας ἐδέχοντο, κατὰ δὲ τοῦ τροφέως καὶ σωτῆρος ὑλάκτουν. Ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυσταγμόν. Ἐπέμεινε τῇ τροπῇ τὸ ῥᾴθυμον ἐξελέγχων τῆς γνώμης. 11Καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ καὶ οὐκ εἰδότες πλησμονήν. Ἐναντίον εἶναί πως δοκεῖ· εἰ γὰρ οὐχ ὑλακτοῦσιν ἀλλὰ διηνεκῶς καθεύδουσιν, πῶς ἀναίδειαν ἔχουσιν; Ἀλλ', ὅπερ ἔφην, κατὰ μὲν τῶν πολεμίων οὐχ ὑλάκτουν, κατὰ δὲ τοῦ δημιουργοῦ τὴν ἀναίδειαν ἔδειξαν κόρον οὐ λαμβάνοντες τῆς πονηρίας. Καί εἰσι πονηροὶ καὶ οὐκ εἰδότες σύνεσιν, πάντες ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ πλεονέκτημα ἀπ' ἄκρου αὐτοῦ. Τὸ πλεονέκτημα Ἀκύλας καὶ Θεοδοτίων καὶ Σύμμαχος «πλεονεξίαν» ἡρ μήν ευσαν. Κατηγορεῖ δὲ αὐτῶν ὁ λόγος ὅτι τὴν θείαν καταλιπόντες ὁδὸν εἰς πολυσχιδεῖς ἐπλανήθησαν ἀτραπούς· ἕκαστος γὰρ ὥδευεν ὡς ἐβούλετο τὴν πλεονεκτικὴν αἱρούμενος γνώμην. 12Δεῦτε λάβωμεν οἶνον καὶ οἰνοφλυγήσωμεν μέθῃ, καὶ ἔσται τοιαύτη ἡμέρα αὔριον μεγάλη περισσῶς σφόδρα. Ταῦτα αὐτοὶ π ρὸς ἀλλήλους ἔλεγον οἰνοφλυγίᾳ καὶ γαστρι μαργίᾳ δουλεύοντες καὶ νομίζοντες τὴν τρυφὴν πάν των αὐτοῖς πρόξενον ἔσεσθαι ἀγαθῶν. 571Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἀνὴρ ἐκδέχεται τῇ καρδίᾳ. Τὸν δεσποτικὸν ἐνταῦθα σταυρὸν προεσήμηνεν· δίκαιον γὰρ τὸν δεσπότην ὀνομάζει Χριστόν, ὃς «ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ». Σημαίνει δὲ κατὰ ταὐτὸν καὶ τῆς τῶν ἐσταυρωκότων καρδίας τὴν πώρωσιν· οὐδεὶς γὰρ αὐτῶν φησι συνιδεῖν ἐβουλήθη τὸ ἔγκλημα. Καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. Μετὰ γὰρ τὸν δεσπότην Χριστὸν καὶ κατὰ τῶν ἱερῶν ἀποστόλων παραπλησίως ἐλύττησαν καὶ τὸν μὲν θεσπέσιον κατέλευσαν Στέφανον, ἀπέτεμον δὲ τὸν θειότατον Ἰάκωβον, τὸν δὲ ἐπ' ἄκρᾳ δι καιοσύνῃ, τὸν πολυθρύλητον, τὸν μέγαν Ἰάκωβον ὦσαν μὲν ἀπὸ τοῦ πτερυγίου τοῦ ναοῦ, κατενεχθέντα δὲ ξύλοις παίοντες τῷ θανάτῳ παρέδωκαν. Ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος· 2ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ μέσου. Περὶ τοῦ δεσπότου ταῦτα λέγει Χριστοῦ καὶ δηλοῖ κατὰ ταὐτὸν τό τε ἄδικον τῆς σφαγῆς καὶ τὴν μετὰ θάνατον νίκην· ὁ γὰρ θάνατος αὐτοῦ τὰς πρὸς τὸν θεὸν ἡμῖν καταλλαγὰς ἐδωρήςατο, αὐτὸς δὲ τὸν τάφον καταλιπὼν εἰς οὐρανοὺς ἀνελήφθη. 3Ὑμεῖς δὲ προσ άγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ἐξέβαλεν αὐτοὺς τῆς συγγενείας τοῦ Ἀβραάμ. Τοῦτο καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖ ς εὐαγγε λίοις πεποίηκεν· λεγόντων γὰρ ἐκείνων· «Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ» ὑπολαβὼν ὁ κύριος ἔφη· «Εἰ τέκνα Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε· νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ πατρός μου· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν», καὶ πάλιν· «Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς.» Οὕτω κἀνταῦθα σπέρμα μοιχῶν καὶ πόρνης αὐτοὺς ὀνομάζει· καὶ γὰρ ἐν τοῖς προοιμίοις τῆς προφητείας πόρνην τὴν πόλιν ὠ νόμασεν· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών.» Κατηγορεῖ δὲ αὐτῶν μοιχείαν οὐ μόνην τὴν τῶν γάμων ἀλλὰ καὶ τὴν τῶν δογμάτων διαφθοράν· τῷ γὰρ θεῷ συνῆφθαι δοκοῦντες λάθρᾳ τοῖς δ αίμοσιν ἐδού λευον, καὶ μοιχεία ἦν ἄντικρυς τὸ γινόμενον. 4Ἐν τίνι ἐτρυφήσατε; Καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; Καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; Σαφῶς διὰ τῶν εἰρημένων τὰς ὑπ' αὐτῶν γεγενημένας κατὰ τοῦ δεσπότου βλασφημίας ἐλέγχει· πλάνον γὰρ αὐτὸν ἐκάλουν καὶ δαιμονῶντα καὶ Σαμαρίτην καὶ ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια. Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον, 5οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα,| 172 a| σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάρα ξιν ἀνὰ μέσον τῶν πετρῶν 6καὶ ἐν τοῖς μέρεσι τῆς φάραγγος; Ἐπειδὴ γὰρ ὡς ἀντίθεον δῆθεν τὸν δεσπότην τῷ ξύλῳ προσήλωσαν ζῆλον ὡς ἐνόμιζον ὑπὲρ τοῦ τεθεικότος τὸν νόμον ὑποδεικνύ μενοι, εἰς καιρὸν αὐτοὺς τῆς δεισιδαιμονίας ἀνέμνησεν· Οὐ διηνεκῶς φησι τοῖς εἰδώλοις διατελεῖτε λατρεύοντες καὶ τὰ ἄλση περινοστοῦντες καὶ ἐν ταῖς φάραγξι τὰ τέκνα τοῖς δαίμοσι καταθύοντες; Νῦν τῷ ὑπὲρ τοῦ νόμου ἐπυρσεύθητε ζήλῳ καὶ κατὰ τοῦ νομοθέτου κεκινήκατε τοῦτον οἱ ἐπὶ τῶν εἰδώλων «κύνες ἐνεοί», ἐπὶ τοῦ ςωτῆρος καὶ εὐεργέτου «κύνες ἀναιδεῖς τῇ ψυχῇ». Ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς καὶ τούτοις ἀνήνεγκας θυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι; λέγει κύριος. Τὴν πολύθεον αὐτῶν ἐναργῶς ἐδήλωσε πλάνην· οὐ γὰρ δύο φησὶν ἢ τρισὶν ἀλλὰ παμπόλλοις ἐδουλεύσατε δαίμοσι καὶ ἐκείνοις μὲν σπονδὰς τούτοις δὲ θυσίας προσενηνόχατε καὶ τὸν θεῖον κλῆρον καταλιπόντες ἐκείνους ἔχειν ἠβουλήθητε κλῆρον. Διὰ τοῦτο δικαίαν ὑμῖν τιμωρίαν ἐποίσω. 7Ἐπ' ὄρος ὑψηλὸν καὶ μετέωρον ἐκεῖ σου ἡ κοίτη. Τὰς προσεδρείας καὶ τὴν ἀνάπαυλαν κοίτην ὠνόμασεν. Καὶ ἐκεῖ ἀνεβίβασας θυσίας 8καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνόν σου. Τὴν πολλὴν αὐτῶν ἀσέβειαν καὶ διὰ τούτων διδάσκει· οὐ γὰρ μόνον ἐν τοῖς ὄρεσιν ἐπλανῶντο, ἀλλὰ καὶ ἐν ταῖς οἰκίαις τοῖς εἰδώλοις ἐδούλευον. Μνημόσυνον δὲ καλεῖ τὸ τῆς κατηγορίας ἀνά γραπτον. Ὤου ὅτι, ἐὰν ἀπ' ἐμοῦ ἀποστῇς, πλέον τι ἕξεις. Τοῦτο σαφῶς ἡμᾶς ὁ μακάριος Ἱερεμίας διδάσκει· εἰσάγει γὰρ τὰς γυναῖκας αὐτῶν καὶ αὐτοὺς λέγοντας ὅτι, ἐξ οὗ ἀπέστημεν τῆς τῶν εἰδώλων δουλείας, κατέλαβεν ἡμᾶς τὰ κακά. Ἐπλάτυνας τὴν κοίτην σου καὶ ἔθου σαυτῇ παρ' αὐτῶν. Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· Ἐπλάτυνας τὴν κοίτην σου καὶ συνδιαθήκους ἐποίησάς σ οι.» Ἀντὶ τοῦ· πολλοῖς συνήφθης δαίμοσι καὶ τοῖς ἐκείνων ἠκολού θησας νόμοις καὶ συνέθου δουλεύειν ἑκάστῳ. Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων θεὸς τὸν ἔννομον ἐξηγούμενος γάμον διὰ τοῦ προφήτου Ἰεζεκι ήλ φησιν· «Καὶ εἰσῆλθον ἐν διαθήκῃ μου πρὸς σέ» ἀντὶ τοῦ· Προικῶν γραμματεῖον μεταξὺ ἡμῶν διετέλεσ α· καλεῖ δὲ διαθήκην τὸν νόμον. Ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ 9καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ' αὐτῶν. Ὡς ἐπὶ γυναικὸς ἀκολάστου καὶ ταῦτα εἴρηκε τὴν πολλὴν αὐτῆς διδάσκων ἀσέβειαν. Καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ. Ὁ δὲ Σύμ μαχος καὶ ὁ Θεοδοτίων οὕτως· «Καὶ ἐπλήθυνας τὰ μυρέψιά σου.» Οὕτω δὲ προσηγόρευσε τὴν τῶν εἰδώλων κατασκευήν· καθάπερ γὰρ τὸ συγκείμενον μύρον ἐκ πολλῶν εἰδῶν ἐρανίζεται διὰ τῆς τέχνης τὴν εὐκοσμίαν, οὕτω καὶ τὰ εἴδωλα ἐκ πολλῶν ὑλῶν καὶ τεχνῶν δέχεται τὴν κατα σκευήν. Καὶ οἱ Ἑβδομήκοντα δὲ εἰκότως μακρὰν ὠνόμασαν· τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; Πόρρω δὲ αὐτοὺς καὶ ὁ νόμος ἐποίει. Καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου. Ποτὲ μὲν γὰρ Αἰγυπτίοις ποτὲ δὲ Ἀσσυρίοις προσέ φευγον. Καὶ ἐταπεινώθη ἕως ᾅδου. Τοῦτον ἔσχες ἐκ τῆς τῶν εἰδώλων θεραπείας καρπόν. 10Ταῖς πολυοδίαις σου ἐκοπίασας καὶ οὐκ εἶπας· Παύσομαι ἐνισχύουσα. Ἐπὶ πολύ φησιν ἐπλανήθης καὶ παῦλαν τῆς πλάνης λαβεῖν οὐκ ἠθέλησας. Ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήθης μου. Ἐμὲ κατέλιπες, τοὺς δαί μονας ἐθεράπευσας, ἀνθρωπίναις ἐπικουρίαις ἐθάρρησας καὶ κόρον οὐκ εἴληφας τῶν κακῶν. 11Τίνα εὐλαβηθεῖσα ἐφοβήθης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης μου οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιάν σου οὐδὲ εἰς τὴν καρδίαν σου; Ἡνίκα τοῖς εἰδώλοις ἐδούλευες, οὐκ ἐδεδίεις τὸν νομοθέτην· ὅτε δὲ παρεγενόμην ἐγώ, ἐφοβήθης φόβον, οὗ οὐκ ἦν φόβος, καὶ τὰς περὶ ἐμοῦ προρρήσεις λαβεῖν εἰς νοῦν οὐκ ἠθέλησας. Καὶ ἐγώ σε ἰδὼν παρορῶ. Πολιορκουμένῃ γάρ σοι οὐδε μίαν παρέξω βοήθειαν. Καὶ ἐγώ εἰμι ὁ ἀπ' αἰῶνος. Οὐδὲ γὰρ ἄλλος εἰμὶ παρ' ἐκεῖνον τὸν τῆς Αἰγυπτίων σε δουλείας ἐλευθερώσαν τα, τ ὸν διὰ θαλάττης πεζεῦσαι παρα σκευάσαντα, τὸν τὰ μυρία ἐργασάμενον θαύματα. 12Καὶ ἐγὼ ἀπαγγελῶ| 172 b| τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου ἃ οὐκ ὠφελήσει σε. Καὶ τὰς ἐμὰς εὐεργεσίας δείκνυμι καὶ τὴν σὴν ἀγνωμοσύνην ἐλέγξω. 13Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήψεται, καὶ ἀποίσει καταιγίς. Οὐ γὰρ μόνον σοὶ βοηθείας οὐ μεταδώσουσιν ἀλλὰ καὶ αὐτοὶ φροῦδοι ἔσονται, τουτέστι τὰ εἴδωλα. Οἱ δὲ ἀντεχόμενοί μου κτήσονται τὴν γῆν καὶ κληρονομή σουσι τὸ ὄρος μου τὸ ἅγιον. Καὶ μαρτυρεῖ τοῖς λόγοις τὰ πράγματα· οἱ γὰρ εἰς αὐτὸν πεπιστευκότες καὶ τὴν Ἱεροσολύμων κατέχουσι πόλιν καὶ ἐν ἁπάσαις ταῖς πόλεσιν ἀξιοῦνται τιμῆς. 14Καὶ ἐροῦσιν· Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ ἐξάρατε τὰ σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου. Οἱ γὰρ τῆς ἀληθείας κήρυκες λείαν ἐργάσονται τοῖς πιστεύουσι τὴν εὐθεῖαν ὁδόν, καὶ τὰ ἀρέσκοντα τῷ θεῷ ἐπιδεικνύντες καὶ τῶν ἐναντίων ἀποτρέ ποντες. Ταῦτα γὰρ ἐκάλεσε ςκῶλα, ὁ δὲ Σύμμαχος ταῦτα ἔφη «προσκόμματα». 15Ὅτι τάδε λέγει ὁ ὕψιστος, ὁ ἐν ὑψηλοῖς κατοικῶν, ὁ αἰώνιος, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, κύριος ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν καὶ ζωὴν διδοὺς τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ ζωῶσαι καρδίας τεθλασμένων. Τὴν παν τοδαπὴ αὐτοῦ κηδεμο νίαν ἔδειξεν· ἐν ὑψηλοῖς γὰρ κατοικῶν τὰ ταπεινὰ ἐφορᾷ καὶ ἅγιος ὢν ἀνα παύ εται μὲν ἐν ἁγίοις, τοῖς δὲ ὀλιγοψύχοις προσφέρει παραψυχὴν καὶ τοὺς τὰς καρδίας συντετριμμένους εἰς ζ ωὴν ἐπανάγει. Οὐ γὰρ μόνον δικαίων ἐπιμελεῖται ἀλλὰ καὶ τοὺς εἰς τὸ βάραθρον τῆς κακίας ἐκ κομι σθέντας ἀνακαλεῖται καὶ τοῖς κακῶς τὰς ψυχὰς διακειμένοις ἰατρείαν προσφέρει παντο δαπή ν. 16Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν. Πλεῖστοι τῶν τὸν κύριον ἐσταυρωκό των διὰ τοῦ κηρύγματος τῶν ἀποστόλων ἐπίστευσαν καὶ τῆς σωτηρίας ἀπήλαυσαν. Τούτου χάριν καὶ σταυρούμενος ὁ κύριος ἔφη· «Πάτερ ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» Ἐκ τούτων ὁ μακάριος Παῦλος, ἐκ τούτων οἱ τρισχίλιοι καὶ αἱ πολλαὶ μυριάδες· τούτοις ὑπισχνεῖται συγγνώμην. Πνεῦμα γὰρ παρ' ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα. Τοῦ ἐμφυσήματος ἐμνημόνευσε δι' οὗ τοῦ Ἀδὰμ ἐδημιούργησε τὴν ψυχήν· «Ἐνεφύσησε» γάρ φησιν «εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.» Ἐπειδὴ τῶν ἁπάντων φησ ὶν ὑπάρχω δημιουργός, φιλανθρώπως τοὺς ὑπ' ἐμοῦ γεγενημένους οἰκονομῶ. 17Δι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτοῦ, καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς τῆς καρδίας αὐτοῦ. 18Τὰς ὁδοὺς αὐτοῦ ἑώρακα καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινὴν καὶ τοῖς παθεινοῖς αὐτοῦ 19κτίζων καρπὸν χειλέων. Ὁ δὲ Σύμμαχος καὶ ὁ Ἀκύλας ἀντὶ τοῦ· τοῖς παθεινοῖς, «τοῖς πενθοῦσιν αὐτόν» εἰρήκασιν. Τῆς μετανοίας ὁ δεσπότης θεὸς ἔδειξε τὴν ἰσχύν. Θεασάμενος γάρ φησι τὴν μεταμέλειαν καὶ τῶν λογισμῶν τὴν μεταβολὴν καὶ τοῦ προσώπου τὸ σκυθρωπὸν καὶ αὐτοὺς ψυχαγωγίας ἠξίωσα καὶ τοὺς πενθοῦντας αὐτούς· ἐπένθουν δὲ αὐτοὺς τῆς ἀληθείας οἱ κήρυκες, ὁ δὲ μακάριος Παῦλος καὶ ἀνάθεμα ηὔχετο ὑπὲρ τούτων γενέσθαι. Ταῦτα δ ὲ πεποίηκεν ὁ κτίζων καρπὸν χειλέων, τουτέστιν ὁ τὴν θυσίαν τῆς αἰνέσεως ἀντὶ τῆς νομικῆς λατρείας ἀπαι τῶν. Εἰρήνην ἐπ' εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσι, καὶ εἶπε κύριος· Ἰάσομαι αὐτούς. Τούτοις μὲν οὖν τὴν πρὸς αὐτοὺς εἰρήνην ἐπαγγέλλεται καὶ ταύτην ὑπισχνεῖται ποιήσειν μόνιμόν τε καὶ διαρκῆ καὶ τῆς ἰάσεως αὐτοῖς χαριεῖσθαι τὸ δῶρον, τοῖς δὲ ἐπὶ τῆς προτέρας μεμενηκόσιν ἀδικί ας ἀπειλεῖ χαλεπά· Οἱ δὲ ἄδικοι ὡς θάλασσα ἀναβρασσομένη οὕτως κλυδωνισθήσονται καὶ ἀναπαύσα σθαι οὐ μὴ δύνωνται. Τοῦτον αὐτῶν τὸν κλύδωνα λίαν ἀκριβῶς ὁ Ἰώ σηπος ἱστορεῖ. Ὅτι ἀποβάλλεται τὸ ὕδωρ αὐτῆς καταπάτημα καὶ πηλός. Ὕδωρ καλεῖ τὴν δι δασκα λ ίαν. Ἐπειδὴ τοίνυν τἀναντία τοῖς προφήταις ἐδίδασκον καὶ τὸ διειδὲς τῶν πνευματικῶν ναμάτων ἐθόλ ουν, πηλῷ ταύτην παραπλησίως ἔσεσθαι ἀπειλεῖ. 21Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν| 173 a| ὁ θεός. Ταῦτα δὲ ποιῶ, ἐπειδήπερ οὐ δίκαιον τῆς δικαιοσύνης τὸν νομοθέτην ἴσου ἀξιοῦν τούς τε τῆς εὐσεβείας τροφίμους καὶ τῇ δυσσεβείᾳ προστετηκότας. Ἐντεῦθεν εἰς ἑτέραν ὑπόθεσιν ὁ προφητικὸς μεταβαίνει λόγος καὶ τοῖς τηνικαῦτα οὖσιν ἀνθρώποις παραινεῖ τὰ συνοίσοντα· 581Ἀναβόησον ἐν ἰσχύι καὶ μὴ φείσῃ καὶ ὡς σάλπιγγος ὕψωσον τὴν φωνήν σου καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν καὶ τῷ οἴκῳ Ἰσραὴλ τὰς ἀνομίας αὐτῶν. Τὰς τοῦ λαοῦ παρανομίας ἐλέγξαι τῷ προφήτῃ παρεγγυᾷ τῶν ὅλων ὁ κύριος καὶ μὴ κρύβδην τοῦτο καὶ λάθρᾳ ποιῆσαι ἀλλ' ἀναφανδὸν δρᾶσαι παρακε λεύεται μεγάλῃ χρώμενον τῇ φωνῇ. 2Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι καὶ γνῶναι τὰς ὁδούς μου ἐπιθυμοῦσιν ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς. Πονηρίᾳ συζῶντες τῆς παρ' ἐμοῦ τυχεῖν ἀξιοῦσι προνοίας καὶ οὐ λογίζονται ὡς ἀναξίους σφᾶς αὐτοὺς τῆς ἐμῆς καταστήσαντες κηδεμονίας ταύτης οὐκ ἀπολαύσονται. Αἰτοῦσί με νῦν κρίσιν δικαίαν καὶ ἐγγίζειν θεῷ ἐπιθυμοῦσι 3λέγοντες· Τί ὅτι ἐνηστεύσα μεν καὶ οὐκ εἶδες, ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως; Ἄκραν νομίζουσιν ἀρετὴν τῶν βρωμάτων τὴν ἀποχὴν καὶ ἐπιμέμφονταί μοι μὴ παραυτίκα πάσης αὐτοὺς ἀξιοῦντι προνοίας. Τὸ δέ· Ἐγγίζειν θεῷ ἐπιθυμοῦσιν, ὁ Σύμμαχος οὕτως ἔφη· «Ἐγγύτητα θεοῦ θέλουσιν», ὁ δὲ Ἀκύλας· «Ἐγγισμὸν θεοῦ βούλονται.» Δηλοῖ δὲ ὁ λόγος ὡς οὐκ αὐτοὶ ἐγγίζειν ἐπεθύμουν τῷ θεῷ ἀλλ' αὐτὸν αὐτοῖς ἐγγίζειν διὰ τῆς προμηθείας καὶ κηδεμονίας ἐβούλοντο ἀνάξιον αὐτοῦ βίον αἱρούμενοι. Εἶτα διαρρήδην αὐτῶν τὰς παρανομίας ἐλέγχει· Ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε. Τὴν γὰρ τῆς νηστείας σχολὴν οὐκ ἀφορμὴν ποιεῖσθε μεταμελείας ἀλλὰ ταύτην εἰς τὴν τῶν ὀφειλόντων εἴσπραξιν ἀναλίσκετε. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· «Καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ἀπαιτεῖτε.» 4Εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν, ἵνα τί μοι νηστεύετε ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν; Ἔοικε κατ' αὐτὸν τῆς προφητείας τὸν καιρὸν τοιοῦτόν τι γενέσθαι. Τοῦτο γὰρ καὶ ὁ λόγος αἰνίττε ται· ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν. 5Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ. Οὐ τοῦτον οἶδα νηστείας ὅρον ἐγώ· ἄλλως γὰρ νηστεύει ν ἐνομοθέτησα. Ἀναμνήσθητε τῶν διὰ τοῦ θεράποντός μου Μωυσῆ εἰρη μένων· «Κακώσατε» γὰρ εἶπον «τὰς ψυχὰς ὑμῶν.» Ὁ δὲ ταπεινούμενος οὐ κατεπαίρεται τῶν ταπεινῶν οὐδὲ καταδυναστεύει τῶν ἀδυνάτων. Οὐδ' ἂν κάμψῃς ὡς κλοιὸν τὸν τράχηλόν σου καὶ τοῦ κλοιοῦ τὸ καμπύλον μιμήσῃ καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ' ὣς καλέσετε νηστείαν καὶ ἡμέραν δεκτὴν τῷ κυρίῳ. 6Οὐχὶ τοιαύτη ἡ νηστεία, ἣν ἐγὼ ἐξελεξάμην; λέγει κύριος. Οὐ τὸ ἔξωθέν φησι φαινόμενον σχῆμα ζητῶ· «Θυσία» γὰρ «τῷ θεῷ πνεῦμα συντετριμμένον.» Οὕτως ἐλέγξας τὰ παρανόμως γιγνόμενα τὸ πρακτέον νομοθετεῖ· Ἀλλὰ λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων. Διάρρηξον τοὺς τῆς ἀδικίας δεσμούς· ὅσα τῶν συμβολαίων οὐκ ἔχει τὸ δίκαιον ὡς ἐπιζήμια λῦσον. Ἀπόστελλε τεθραυσμένους «τεθλασμένους» ὁ Σύμμαχος εἴρηκεν. Τουτέστι· τοὺς πενίᾳ συζῶντας ἐλευθέρωσον φροντίδος, δὸς τὴν ἄφεσιν καὶ λῦσον τὴν μέριμναν. 7Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ. Τῶν ἀδίκων κερδῶν ἀπαγορεύσας τοὺς πόρους τῶν δικαίως συνειλεγμένων τὴν οἰκονομίαν διδάσκει καὶ λέγει τοῖς μὲν τροφὴν χορηγεῖν τοῖς δὲ στέγης μετα διδόναι τοὺς δὲ περιβάλλειν καὶ μνημονεύειν τῆς φύσεως καὶ τὴν συγγένειαν εἰς νοῦν λαμβ άνειν. 8Τότε| 173 b| ῥαγήσεται πρώιμον τὸ φῶς σου. Ποθεινὸν μέν ἐστι τὸ φῶς, ποθεινότερος δὲ ὁ ὄρθρος μετὰ τὴν νύκτα φαινόμενος. Τοῦτο πρώιμον προσηγόρευσε φῶς. Οὕτω γὰρ καὶ ὁ Θεοδοτίων καὶ ὁ Σύμμαχος ἔφασαν· «Τότε ῥαγήσεται ὡς πρωία τὸ φῶς σου», ὁ δὲ Ἀκύλας· «Τότε σχισθήσεται ὡς ὄρθρος φῶς.» Καθάπερ γὰρ ὁ ὄρθρος τὴν ζοφώδη τῆς νυκτὸς διαρρήγνυσιν ἀμπεχόνην, οὕτω φησὶ τὴν νύκτα τῶν συμφορῶν οὗτος ὁ ἔννομός σου διαλύσει βίος καὶ τῆς ἐμῆς σοι προνοίας χορηγήσει τὸ φῶς. Καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ. Ὀξεῖαν γάρ σοι χορηγήσω τὴν ἴασιν. Καὶ προπο ρεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε. Ἔδειξεν ὡς τὰ θεῖα τοῖς ἡμετέροις ἔργοις ἀκολουθεῖ. Τῆς γὰρ ἡμετέρας ἡγουμένης δικαιοσύνης ἕπεται τοῦ θεοῦ τῶν ὅλων ἡ δόξα περιβλέπτους ἡμᾶς ἀποφαίνουσα. 9Τότε βοήσῃ, καὶ ὁ θεὸς εἰσακούσεταί σου. Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι. Μέγας ὁ τῆς δικαιοσύνης μισθός· τὴν γὰρ πρὸς τὸν θεὸν ἡμῖν παρρησίαν χαρίζεται. Τὸ δέ· Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι, οὐ φωνήν τινα σημαίνει ἀλλὰ τὴν διὰ τῶν πραγμάτων ἐνέργειαν· δι' αὐτῶν γάρ φησι μαθήσῃ τῶν πραγμάτων ὅτι πάρεστί σοι ὁ παρακληθεὶς παρὰ σοῦ θεός. Ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ 10καὶ δῷς πεινῶντι ἄρτον ἐκ ψυχῆς σου καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς. Σύνδεσμον τὰς ἀδί κους καλεῖ πλοκάς, χειροτονίαν δὲ τὴν ἄδικον τῶν χειρῶν κίνησιν ἢ ἐπὶ πληγαῖς γιγνομένην ἢ ἐπὶ γράμμασιν. Τὸν δὲ γογγυσμὸν καὶ ὁ μακάριος ἀπαγορεύει Παῦλος· «Πάντα» γάρ φησι «ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν.» Τοῦτο δὲ καὶ ὁ προφητικὸς ἡρμήνευσε λόγος· Ἐὰν δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου, τουτέστι μὴ βιαίως μὴ ἀναγκαστικῶς μηδὲ δυσχεραίνων μη δὲ διὰ δόξαν κενὴν ἀλλὰ διὰ τὴν περὶ τὸν πέλας φιλοστοργίαν. Τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου καὶ τὸ σκότος σου ὡς μεσημβρίαν. Μεταβαλῶ γάρ σου τὰς συμφορὰς καὶ ἐν αὐτῷ τῷ ζόφῳ καθαρόν σοι δείξω τὸ φῶς. 11Καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ παντός, καὶ ἐμπλησθήσῃ καθὰ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται. Ἕξεις ἐπίκουρον τὸν θεὸν παρέχοντά σοι τῶν ἀ γα θῶν τὴν μετάληψιν. Ὀστᾶ δὲ τοὺς λογισμοὺς τροπικῶς ἡγοῦμαι κεκλῆσθαι· οὗτοι γὰρ δέχονται τὴν εὐφροσύνην. Εἰ δὲ καὶ ἐπὶ τῶν ὀστῶν λάβοι τις τὴν θείαν ὑπόσχεσιν, οὐκ ἂν ἁμάρτοι τοῦ τῆς προφητείας σκοποῦ· διὰ γὰρ τῆς κατὰ ψυχὴν εὐφροσύνης καὶ τὸ σῶμα πιαίνεται· «Καρδία» γάρ φησιν «εὐφραινομένη θάλλει πρόσωπον.» Καὶ ἔσῃ ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ὕδατος ἣ μὴ ἐξέλιπεν ὕδωρ. Ἔδειξε διὰ τῶν εἰκόνων σαφέστερον τῶν ἀγαθῶν τὴν ὑπόσχεσιν. 12Καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται τὰ θεμέλιά σου αἰώνια, γενεαῖς γενεῶν ἀναστήσεις. Οἰκοδομίαν οὐ τὴν αἰσθητὴν ἐνταῦθα καλεῖ ἀλλὰ τὴν πνευματικήν· πῶς γὰρ ἂν γένοιτο αἰσθητὴ οἰκοδομία αἰώνιος, τῶν ὁρωμένων μεταβαλλομένων ἁπάντων κατὰ τὸν τῆς συντελείας καιρόν; Τοῦτο δὲ καὶ τὸ ἀναστήσεις αἰνίττεται· αὕτη γὰρ ἡ οἰκοδομία μετὰ τὴν ἀνάστασιν δείκνυται. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Εἰ δέ τι ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.» Καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν ἢ κατὰ τοὺς Λοιποὺς Ἑρμηνευτὰς «διακοπῆς». Καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις. Ὁ γὰρ τῆς πλάνης τὰς ἀτραποὺς ἀποφράττων καὶ τὰς τοιαύτας ἀποτειχίζων διακοπὰς καὶ πάντοθεν ἑαυτὸν τειχίζων καὶ περιφράττων εἰκότως οἰκοδόμος φραγμῶν ὀνομάζεται. 13Ἐὰν ἀποστρέψῃς ἀπὸ τῶν σαββάτων τὸν πόδα ςου τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ καὶ καλέσῃς τὰ σάββατα τρυφερά, ἅγια τοῦ θεοῦ, δεδοξαςμένα καὶ δοξάσῃς αὐτά, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ' ἔργῳ σου οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου| 174 a| 14καὶ ἔσῃ πεποιθὼς ἐπὶ κύριον. Τὸ φιλόνεικον καὶ ἐριστικὸν τῆς τῶν Ἰουδαίων γν ώμης ἐνταῦθα μανθάνομεν. Ἡνίκα γὰρ ἔδει φυλάττειν τὸν νόμον, ἀδεῶς τοῦτον παρέβαινον. Καὶ τοῦτο ἐλέγχει τῆς προφητείας ὁ λόγος· ὡς γὰρ μὴ τιμῶσιν ἀργίᾳ τὸ σάββατον τοῦτο κελεύει ποιεῖν. Νῦν δὲ τοῦ νόμου λυθέντος φυλάττειν φιλονεικοῦσι τὸν νόμον, ὥσπερ διὰ τοῦτο καὶ παραβαίνοντες καὶ φυλάττοντες, ἵνα παροξύνωσι τὸν θεόν. Τούτου χάριν διὰ μὲν τοῦ Ἰεζεκιήλ φησιν ὁ θεός· «Ὁ δὲ οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσιν», διὰ δὲ τοῦ Ὠσηέ· «Ἐφραὶμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος», τουτέστιν ἐρι στική, φιλόνεικος, τὸν ζυγὸν οὐ δεχομένη. Τρυφερὰ μέντοι καλεῖ τὰ σάββατα ὡς σωματικῶν πόνων ἀπηλλαγμένα. Διδάσκει δὲ καὶ τῆς ἀργίας τὸν τρόπον· Οὐ λαλήσεις γάρ φησι λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου καὶ ἔσῃ πεποιθὼς ἐπὶ κύριον· ὥστε τῇ τῶν κακῶν ἀργίᾳ τιμᾶσθαι κελεύει τὸ σάββατον, προςέχειν δὲ τῇ τῶν ἀγαθῶν ἐργασίᾳ. Οὗ δὴ χάριν καὶ τοῖς ἱερεῦσι διπλάσιον ἐπιτίθησι πόνον· διπλᾶ γὰρ προσέφερον τὰ θύματα· ἀνάγκη δὲ ἦν καὶ θύειν τὰ ἱερεῖα καὶ πλύνειν τὰ κρέα καὶ τῷ βωμῷ προσφέρειν καὶ πῦρ ἅπτειν καὶ τῷ πυρὶ ὀρέγειν τὴν τῶν ξύλων τροφήν. Καὶ ἡ ἀνάγνωσις δὲ τῶν θείων λογίων πλεῖον ἐγίγνετο καὶ ἡ ὑμνῳδία καὶ ἡ προσευχή. Καὶ δι' ἁπάντων δείκνυται ὡς τῶν αἰσθητῶν αὐτοὺς ἀπάγων ὁ νόμος τοῖς πνευματικοῖς κατὰ τὴν ἡμέραν τῶν σαββάτων προσῆγεν· οὐ γὰρ ἠδύναντο τοῦτο διηνεκῶς δρᾶν σαρκικώτερον ζῶντες καὶ τῇ τοῦ σώματος θεραπείᾳ προστετηκότες. Καὶ ἀναβιβάςει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς καὶ ψωμιεῖ σε τὴν εὐλογίαν Ἰακὼβ τοῦ πατρός σου. Καὶ ἡ βεβαίωσις τῶν εἰρημένων· Τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα. Ἀψευδής φησιν ὁ ὑποσχόμενος· δώσει σοι πάντως τῶν ἀγαθῶν τὴν μ ετάληψιν, καὶ τῆς προγονικῆς ἀπολαύσῃ προνοίας. 591Μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου τοῦ ῥύσασθαι, ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι; Τί φησιν ὑπολαμ βάνετε ἀσθενῆ με εἶναι ἢ ἀπηνῆ; Οὐ δύναμαι ἐπαμῦναι ἢ οὐ βεβούλ ημαι; 2Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀφ' ὑμῶν τοῦ μὴ ἐλεῆσαι. Ὁ παράνομος ὑμῶν βίος οὐκ ἐᾷ τῆς θείας ὑμᾶς ἀπολαῦσαι προνοίας. Εἶτα τούτου διδάσκει τὰ εἴδη· 3Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ. Διὰ πάντων τὰ κατὰ τοῦ σωτῆρος τυρευθέντα προλέγει. Τοῖς γὰρ χείλεσιν ἐμελέτησαν τὸν ἄδικον φόνον–» συμβούλιον» γάρ φησιν «ἔλαβον, ὅπως αὐτὸν ἀπολέ σωσιν»–, ταῖς δὲ χερσὶ συνεπέραναν τὴν βουλήν– συλλαβόντες γὰρ αὐτὸν παρέδωκαν τῷ Πιλάτῳ. 4Οὐθεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι χρίσις ἀληθινή, πεποί θασιν ἐπὶ ματαίοις καὶ λαλοῦσι κενά. Ἔρημοι καὶ δικαιοσύ νης καὶ ἀληθείας εἰσὶ καὶ θρασύτητι μόνῃ θαρροῦσι καὶ ματαίοις πρὸς ἀλλήλους κέχρηνται λόγοις. Ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν. Κύησιν καλεῖ τοὺς λογισμούς, τόκον δὲ τὴν πρᾶξιν. Παράνομά φησι λογίζονται καὶ παρανόμως σπουδάζουσιν ἃ παρανόμως λογίζονται. Ἔνια μέντοι τῶν ἀντιγράφων οὕτως ἔχει· «Ὅτι κύουσι πόνον καὶ τίκτουσι μάταια.» Κακὰ γὰρ βουλευόμενοι σοὶ ἑαυτοῖς τεκταίνουσιν ὄλεθρον, οὐκ ἀδι κοῦσι τὸν ἐπιβουλευόμενον. 5Ὠὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν. Τῇ εἰρημένῃ ἐκδόσει καὶ ταῦτα συμ β αίνει· ᾠοῖς γὰρ ἀσπίδων ἀπεικάζει τοὺς λογισμούς, ἱστῷ δὲ ἀράχνης τῆς κα κίας τὸ ἀ σθενές. Καὶ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν ἐσθίειν συν τρίψας οὔριον εὗρε, καὶ ἐν αὐτῷ βασιλίσκος. Ὁ γὰρ δεσπό της Χριστός, ᾧ τὴν θηριώδη ταύτην ἐπιβουλὴν ἀπεκύησαν, ἀνεμιαῖον εὗρε καὶ οὔριον τὸ ᾠόν· βλάβην γὰρ ἐκεῖθεν οὐδεμίαν ἐδέξατο. Δῆλος δὲ ὅμως ὁ τῶν ἐπιβουλευόντων σκοπός· κατὰ γὰρ τὴν ἐκείνων γνώμην| 174 b| ὅτι πικρότατον θηρίον ὁ βασιλίσκος ἐκ τῶν ᾠῶν ἐξῄει, ἡ δὲ τοῦ ἐπιβουλευομένου δύναμις καὶ τὸ ᾠὸν συνέτριψε καὶ οὔριον ἔδειξεν. Τοῦτο καὶ διὰ τῶν ἑξῆς δηλοῖ· 6Ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων τῶν χειρῶν αὐτῶν. Καθάπερ γὰρ τὰ ἀραχναῖα ὑφάσματα τὰ μὲν σμικρότατα θηρεύει ζῳύφια, ὑπὸ δὲ τῶν μειζόνων διασπᾶται ῥᾳδίως, οὕτως καὶ τὰ τούτων μηχανήματα ὁ ὑπ' αὐτῶν ἐπιβουλευθεὶς εὐπετῶς μάλα διέσπασεν. Τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας, καὶ ἔργον ἄδικον ἐν χερσὶν αὐτῶν. 7Οἱ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσι ταχινοὶ ἐκχέαι αἷμα ἀναίτιον, καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφρόνων, σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, 8καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν, οὐκ ἔστι κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι ἃς διοδεύουσι, καὶ οὐκ οἴδασιν εἰρήνην. Διὰ πάντων φησὶ παρα νομοῦσι τῶν μορίων τοῦ σώματος, διὰ τῶν χειρῶν, διὰ τῶν ποδῶν, διὰ τῆς γλώττης· ὁ δὲ λογισμὸς πρὸ τούτων παρανομεῖ, ἐξέπεσε γὰρ εἰς ἀφροσύνην, ὅθεν οὐδὲ τὴν εἰρήνην παραγενομένην ἐπέγνω. 9Διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ' αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη. Ἔρημοι γὰρ τῆς θείας κηδε μονίας ἐγένοντο. Ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. Εὐημε ρίαν φησὶ προσμείναντες παρεδόθησαν δυσπραξίᾳ· φῶς γὰρ ἐνταῦθα τὴν εὐημερίαν καλεῖ, τὴν δὲ δυσκληρίαν σκότος ὀνομάζει. 10Ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσιν. Τούτοις καὶ τὰ πράγματα μαρτυρεῖ· ἀναγινώσκοντες γὰρ τὴν θείαν γραφὴν οὐχ ὁρῶσι τὴν ταύτης ἀλήθειαν καὶ τυφλοῖς ἐοίκασι ψηλαφῶσι μὲν τοῖχον οὐχ ὁρῶσι δὲ τοῦτον. Πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ. Τοῦτο πάν των ἀνιαρότατον· τοῦ γὰρ ἡλίου τῆς δικαιοσύνης πᾶσαν τὴν οἰκουμένην φωτίσαντος αὐτοὶ προςπταίουσι καὶ καταπίπτουσιν ὡς ἐν μέσῃ νυκτί. Ὡς ἀποθνῄσκοντες στενάζουσιν. Οὕτως ἀνιαρὸν διαπορε ύσονται βίον ὡς καὶ τὴν ζωὴν αὐτῶν θανάτῳ προσεοικέναι. 11Ὡς ἄρκος καὶ ὡσεὶ περιστερὰ ἅμα πορεύσονται, τοῦ μὲν θηρίου τὸ ὠμοβόρον μιμούμενοι, τῆς δὲ περιστερᾶς τὴν ἀδολεσχίαν ἐν τοῖς θρήνοις δεικνύντες. Διδάσκει δὲ ὁ λόγος καὶ ὃ καθ' ἡμῶν ἔχουσι μῖσος καὶ ἣν περίκεινται ὀδύνην τὰ οἰκεῖα θεωροῦντες κακά. Εἶτα εἰς ἐξομολόγησιν αὐτοὺς καὶ μεταμέλειαν ὁ φιλάν θρωπος ἐκκαλούμενος διὰ τῆς προφητικῆς γλώττης τὸν τῆς ἐξομολογήσεως ὑποδείκνυσι τρόπον· Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστιν· σωτηρία μακρὰν ἀφέστηκεν ἀφ' ἡμῶν. Ἠλπίσαμέν φησι τῆς σῆς ἀπολαύσασθαι προμηθείας καὶ τῆς ἐλπίδος διημαρτήκαμεν. Καὶ τὴν αἰτίαν διδάσκει· 12Πολλὴ γὰρ ἡμῶν ἠμέλησας, ἀλλ' ὁ παράνομος ἡμῶν βίος τῆς σῆς ἡμᾶς ἐπιμελείας ἐστέρησεν. Αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν, 13ἠσεβήσαμεν καὶ ἐψευσάμεθα ἐν κυρίῳ καὶ ἀπέστημεν ἀπ' ὄπισθεν τοῦ θεοῦ ἡμῶν, ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν, ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους 14καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν. Ταῦτα δὲ ὁ προφη τικὸς διεξέρχεται λόγος, τοὺς ὠφελεῖσθαι βουλομένους πα ρακαλῶν τούτοις τοῖς λόγοις τὸν δεσπότην ἱλεοῦσθαι ὅτι ἴσμεν ἡμῶν τὰ πλημμελήματα, ἔγνωμεν τὴν ἀσέβειαν, ἐψευσάμεθά σε τὸν δεσπότην ὑποσχόμενοι μὲν φυλάττειν σου τοὺς νόμους, τούτους δὲ παραβάντες, ἀντιλέγοντές σοι διετελέσαμεν, ἄδικα φθεγγόμενοι, ἄδικα λογι ζό μενοι, τὴν σὴν οὐ δειμαίνοντες κρίσιν, πόρρω τῆς δικαιοσύνης γινόμενοι. Εἶτα μετα βάλλει τοῦ λόγου τὸ σχῆμα καὶ τούτων αὐτῶν τὴν κατηγορίαν ποιεῖται·| 175 a| Ὅτι καταναλώθη ἐν ταῖς ὁδοῖς ἡ ἀλήθεια. Φροῦδός φησιν ἐγένετο, τοῦ ψεύδους αὐτὴν κατακρύψαντος. Καὶ δι' εὐθείας οὐκ ἠδύναντο ἐλθεῖν. Τὴν γὰρ ἐναντίαν ὁδεύοντες διετέλεσαν. 15Καὶ ἡ ἀλήθεια ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι. Ἔδειξε πῶς ὑπεχώρησεν ἡ ἀλήθεια· συνιδεῖν γάρ φησι τὸ δέον οὐκ ἠβουλήθησαν ἀλλὰ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι τὸ πρακτ έον τε καὶ συμφέρον. Ἐγένετο ἡ ἀλήθεια ἐπιλεί πουσα, καὶ ὁ ἐκκλίνων ἀπὸ κακοῦ πολιορκούμενος. Οὕ τω γὰρ πόρρω τῆς ἀληθείας ἐγένοντο ὡς προφανῶς πολεμεῖν τοῖς ἀποστρεφομένοις τὴν πονη ρίαν καὶ τὰ ἀγαθὰ αἱρου μένοις. Καὶ εἶδε κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις, 16Καὶ εἶδε, καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησε, καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος. Ἀπαρέσκει γὰρ τῷ δικαίῳ κριτῇ τὰ ἄδικα ἔργα οὐδὲ ἄνδρας καλεῖ τοὺς τούτων ἐργάτας· «ἄνθρωπος» γὰρ «ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.» Καὶ ἠμύνατο αὐτοὺς ἐν τῷ βραχίονι αὐτοῦ καὶ ἐν τῇ ἐλεημοσύνῃ αὐτοῦ ἐστηρίσατο. Ἀντὶ τῆς ἐλεημοσύνης οἱ Τρεῖς Ἑρμηνευταὶ «τὴν δικαιοσύνην» τεθείκασιν· δικαίαν αὐτο ῖς φησι τιμωρίαν ἐπήγαγεν. Βραχίονα δὲ τὴν ἐνέργειαν ὀνομάζει. Καὶ ἡ ἐλεημοσύνη δὲ τὸ χρήσιμον τῆς παιδείας διδάσκει· ἐπ' ὠφελείᾳ γὰρ ὁ τῶν ὅλων παιδεύει θεός. 17Καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον ζήλου 18ὡς ἀνταποδώσων ἀνταπόδοσιν, ὄνειδος τοῖς ὑπεναντίοις αὐτοῦ, ἄμυναν τοῖς ἐχθροῖς αὐτοῦ. Ὑπέδειξεν ἡμῖν ὁ προφητικὸς λόγος οἷόν τινα στρατηγὸν κατὰ πολεμίων καθωπλιςμένον τὸν τῶν ὅλων θεόν. Τὸ δὲ εἶδος τῶν ὅπλων πνευματικῶς νοεῖν παρασκευάζει τὰ τροπικῶς εἰρημένα· τὸν θώρακα οὐκ ἐκ σιδήρου ἀλλ' ἐκ δικαιοσύνης πεποιημένον ἔδειξε καὶ τὴν περικεφαλαίαν ὡςαύτως σωτηρίαν ἐκάλεσε καὶ τὸ ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον ζήλου, ἀντὶ τοῦ· δικαίως καὶ ἐπὶ σωτηρίᾳ τὴν τιμωρίαν ἐπάξει. Σωτήριος γὰρ αὐτοῦ καὶ ἡ κόλασις· πλειόνων γὰρ ἁμαρτημάτων τοὺς ἀναιρουμένους ἐλευθεροῖ. Εἶτα μετὰ ἀστερίσκων πρόσκειται· Ταῖς νήσοις ἀπόδομα ἀποτίσει. Τοὺς γὰρ Ἰουδαίους κο λάζων τοῖς ἔθνεσι λοιπὸν τὴν ἐπηγγελμένην εὐλογίαν προσοίσει καὶ ἀποτίσει ὅπερ τοῖς πατρι άρχαις ὑπέσχετο, ὑπέσχετο δὲ ἐν τῷ σπέρματι αὐτῶν εὐλογήσειν πάντα τὰ ἔθνη. Τοῦτο δὲ καὶ τὰ ἑξῆς σημαίνει· 19Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου τὸ ὄνομα αὐτοῦ τὸ ἔνδο ξον. Πᾶσαν δεδήλωκε τὴν ὑφ' ἡλίῳ διὰ τῶν ἀνατολῶν καὶ δυσμῶν. Διὰ τούτου δὲ τῶν ἐθνῶν ἁπάντων τὴν θεογνωσίαν θεσπίζει. Ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ κυρίου, ἥξει μετὰ θυμοῦ. Ὁρῶντες γὰρ οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἄνθρωποι, οἵας ἔδοσαν Ἰουδαῖοι δίκας ὑπὲρ ὧν κατὰ τοῦ σωτῆρος ἐτόλμησαν, προσκυνήσουσιν εἰκότως τὸν τὴν θείαν ἐπιδείξαντα δύναμιν. Εἶτα διδάσκει τίνος χάριν ἐπήγαγε τὴν ὀργὴν Ἰουδαίοις· Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ, εἶπε κύριος. Πρὸς αὐτοὺς γὰρ πρώτους ὁ σωτὴρ παρεγένετο καὶ πρῶτον αὐτῶν ἐβουλήθη τὴν ἀσέβειαν λῦσαι. Τοῦτο δὲ καὶ αὐτὸς ἔλεγεν· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Καὶ μέντοι καὶ τοὺς ἀποστόλο υς πρὸς αὐτοὺς ἀπέστειλε πρώτους, ἔφη γὰρ πρὸς αὐτούς· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακώβ.» 21Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, λέγει κύριος. Ταῦτα ἐπηγγειλά μην τε αὐτοῖς καὶ πεπλήρωκα. Τὸ πνεῦμα τὸ ἐμὸν ὅ ἐστιν ἐπὶ σοὶ καὶ τὰ ῥήματα ἃ δέδωκα εἰς τὸ στόμα σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου, εἶπε κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Στόμα μὲν ἐνταῦθα τὸ ἀποστολικὸν καλεῖ, σπέρμα δὲ ἀποστόλων τῆς ἐκ διδασκαλίας τοὺς διδασκ άλους. Ὑπι σχνεῖται τοίνυν τὴν χάριν τοῦ πνεύματος τοῖς εἰς αὐτὸν πεπιστ ευκόσι...................| 175 b|........ μέχ ρι τῆς τοῦ παρόντος αἰῶνος συντελείας τοῖς θείοις λόγοις ἐπεντρυφᾶν. Ταύτης τοίνυν τῆς χάριτο ς καὶ ἡμεῖς ἀπολαύοντες τὸν ταύτης χορηγὸν ἀνυμνήσωμεν ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 19