Commentaria in Isaiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
601Φωτίζου φωτίζου Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Θαυμαζόντων ποτὲ τῶν ἱερῶν ἀποστόλων τῶν τοῦ ναοῦ λίθων τὸ μέ γεθος εἶπεν ὁ κύριος· «Οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ.» Ἐρομένων πάλιν ἐκείνων· «Πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας;» Τὰ δύο κατὰ ταὐτὸν ὁ δεσπότης διδάσκει, οὐ κατὰ δι αίρεσι ν λέγων ἀλλ' ἀμφότερα προλέγων ὁμοῦ, τά τε περὶ τῆς Ἰουδαϊκῆς τά τε περὶ τῆς καθόλου πολιτείας. Δια κρίνουσι δὲ ὅμως οἱ ν ῦν ἔχοντες καὶ γινώσκουσι, τίνα μὲν ἁρμόττει τῷ τέλει τῆς Ἰουδαίων λ ατρείας, τίνα δὲ τῇ συντελείᾳ τοῦ κόσμου. Οὕτω κἀνταῦθα τρεῖς ἔχει κατὰ ταὐτὸν ὑποθέσεις ἡ πρόρρησις· προθεσπίζει γὰρ ὡς μὲν ἐν σκιογραφίᾳ τὴν ἐπὶ Κύρου καὶ Δαρείου γεγενημένην τῆς Ἱερουσαλὴμ οἰκοδομίαν· ὡς ἐν εἰκόνι δὲ ἐκ πλειόνων γεγραμμένῃ χρωμάτων καὶ τῆς ἀληθείας ἀκριβεστέρους δείκνυσι τοὺς τύπους, τὴν τῆς ἁγίας ἐκκλησίας λαμπρότητα· προδηλοῖ δὲ ὅμως καὶ αὐτὸ τὸ τῆς εἰκόνος ἀρ χέτυπον, τοῦτο δέ ἐστιν ὁ μέλλων βίος καὶ ἡ ἐν οὐρανοῖς πολιτεία. Ταύτην δὲ τὴν διαίρεσιν καὶ ὁ θεῖος ἡμ ᾶ ς ἐδίδαξε Παῦλος· «Σκιὰν γάρ» φησιν «ἔχων ὁ νόμος τῶν μελλόντων καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.» Καὶ καλεῖ πράγματα μὲν μέλλοντα τὸν ἀθάνατον ἐκεῖνον καὶ ἄλυπον βίον, τὴν ἀγήρω ζωὴν φροντίδος ἀπηλλαγμένην· εἰκόνα δὲ πραγμάτων τὴν ἐκκλησιαστικὴν πολιτείαν τὴν κατὰ τόνδε τὸν βίον ὡς οἷόν τε μιμουμένην τὰ μέλλοντα· σκιὰν δὲ τὸν νόμον ταύτης ἀμυδρότερον ταῦτα διδάσκοντα. Καὶ γὰρ οἱ ζωγράφοι ἔχουσι μὲν τὸ ἀρχέτυπον οὗ κατὰ μίμησιν γράφουσι, σκιαγραφοῦσι δὲ πρότερον, εἶτα περιβάλλουσι τὰ χρώματα τῇ σκιᾷ. Εἰ δὲ ἀντιτείνουσιν Ἰουδαῖοι εἰς ἑαυτοὺς ἕλκειν πᾶσαν τὴν προφητείαν πειρώμενοι, δι' αὐτῆς αὐτοὺς σὺν θεῷ φάναι τῆς προφητείας ψευδομένους ἐλέγξομεν. Ταῦ τα τοίνυν τὰ προειρημένα ῥητὰ ἁρμόττει μὲν οὕτω πως καὶ τῇ παλαιᾷ Ἱερουσαλὴμ παρ' ἐλπίδα πᾶσαν δε ξα μένῃ τὴν προτέραν λαμπρότητα· ἁρμόττει δὲ διαφερόντως τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τῆς θεογνωσίας δεξα μέ νῃ τὸ φῶς καὶ τοῦ σωτῆρος τὴν δόξαν περικειμένῃ. 2Ὅτι ἰδοὺ σκότος καλύψει γῆν, καὶ γνόφος ἐπ' ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ φανήσεται. Καὶ τοῦτο ὡσαύτως διπλῆν ἔχει ἔννοιαν. Κατέ λυσε μὲν γὰρ τὴν Βαβυλωνίων δυναστείαν καὶ οἷόν τινι σκότῳ τῇ πολιορκίᾳ καὶ τῇ δουλείᾳ παρέδωκεν, ἐν δὲ τοῖς κατὰ τὴν Ἱερουσαλὴμ τὴν οἰκείαν δύναμιν ἔδειξεν ἀνεγείρας αὐτὴν καὶ περίβλεπτον ἀποφήνας. Ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῆς ἁγίας αὐτοῦ πεποίηκεν ἐκκλησίας· αἰσχύνῃ μὲν γὰρ καὶ σκότῳ παρέδωκε τοὺς διώκοντας, αὐτὴν δὲ περίβλεπτον ἀπειργάσατο. Καὶ παρὰ πάντων τὸ ἄμαχον αὐτοῦ κηρύττεται τῆς δυνάμεως. 3Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητι τῆς ἀνατολῆς ςου. Εἰπάτωσαν Ἰουδαῖοι ποῖοι βασιλεῖς τὴν κατὰ νόμον λατρείαν ἠσπάσαντο, ποῖα δὲ ἔθνη δι' αὐτῶν ἐποδηγήθη πρὸς τὸν τῶν ὅλων θεόν. Ἀλλ' ἐκεῖνοι μὲν οὐκ ἂν δείξαιεν, παρ' ἡμῖν δὲ ὁρᾶται τῆς προφητείας τὸ τέλος· τῆς γὰρ ἁγίας τοῦ θεοῦ ἐκκλησίας τὸ φῶς καὶ τὰ ἔθνη κατηύγασε καὶ βασιλεῖς πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν. 4Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα πάντα τὰ τέκνα σου· ἥκασι πάντες υἱοί σου μακρόθεν. Καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται. Οὐδὲ τοῦτο κατ' ἀκρίβειαν τοῖς Ἰουδαίοις ἁρμόττει· οὐδὲ γὰρ ἅπαντες ἐπανῆλθον οἱ γενόμενοι δορυάλωτοι ἀλλ' οἱ ἐκ τῆς τοῦ Ἰούδα φυλῆς καὶ οὐδὲ οὗτοι πάντες ἀλλ' ὅσοι τῆς προγονικῆς εὐσε βείας ἀντείχοντο· μεμενήκασι γὰρ οἱ μὲν τὴν παρ' Ἀσσυρίοις διαγωγὴν ἀσπασάμενοι, οἱ δὲ τῆς Αἰγύπτου τὴν οἴκησιν προελόμενοι, οἱ δὲ εἰς ἅπαντα διεσπαρμένοι τὰ ἔθνη. Ἡ δὲ τοῦ θεοῦ ἐκκλησία ἐκ τῶν ἐθνῶν ἁπάντων συλλέγει τὰ τέκνα· καὶ ἔστιν ἰδεῖν ἐξ ἁπάσης τῆς οἰκουμένης εἰς τὴν τῶν Ἱεροσολύμων συντρέχοντας| 176 a| πόλιν, οὐχ ἵνα ἐν τῷ Ἰουδαίων ναῷ τὸν θεὸν προσκυνήσωσιν ἀλλ' ἵνα τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως τοὺς πολυθρυλήτους ἴδωσι τόπους. 5Τότε ὄψῃ καὶ χαρήσῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. Οὐδὲ τοῦτο τοῖς Ἰουδαίοις ἁρμόττει· ποίων γὰρ αὐτοῖς ἐθνῶν καὶ λαῶν προσηνέχθη πλοῦτος; Ἡ δὲ τοῦ θεοῦ ἐκκλησία τὰ πάλαι τοῖς δαίμοσι προσφερόμενα δέχεται, καὶ ἡ πάλαι πικρὰ τῶν ἐθνῶν θάλασσα τῷ ξύλῳ τοῦ σωτηρίου σταυροῦ γλυκανθεῖσα καὶ τὴν παράδοξον δεξα μένη μεταβολὴν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ προσφέρει τὰ δῶρα, διαφερόντως δὲ εἰς τὴν Ἱεροσολύμων ταῦτα προσφέρουσι πόλιν ἐκ πάσης γῆς καὶ θαλάττης συντρέχοντες. Καὶ ἥξουσιν 6ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γηφά, πάντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον, καὶ λίβανον οἴσουσί σοι, καὶ τὸ σωτήριον παρὰ κυρίου εὐαγγελιοῦνται, 7καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσεταί σοι, καὶ κριοὶ Ναβεὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσεταί σοι δῶρα δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. Μαδιὰμ καὶ Κηδὰρ καὶ Γεφὰ ἔθνη ἐστὶ βαρβάρων νομάδων ἐκ τοῦ Ἰσμαὴλ καταγόντων τὸ γένος, Σαβὰ δὲ φῦλόν ἐστιν Αἰθιοπικόν. Διδάσκει δὲ καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις· ἣν γὰρ τῶν Βασιλειῶν ἡ ἱστο ρία βασίλισσα ὀνομάζει Σαβά, ταύτην ὁ κύριος βασίλισσαν Αἰθιόπων καλεῖ, φησὶ δὲ οὕτως· «Βασίλισσα Αἰθιόπων ἀναστήσεται καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τῆς σοφίας Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε.» Ἐκ τούτων ἦν καὶ ὁ εὐνοῦχος ὃν ὁ Φίλιππος μυσταγωγήσας ἐβάπτισεν. Ταῦτα δὲ καὶ ὁ θεσπέσιος εἶπε Δαυὶδ τοῦ κυρίου προλέγων τὴν ἐνα νθρώπησιν. Εἰρηκὼς γάρ· «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν, ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη» ἐπάγει· «Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι, βασιλεῖς Θαρσὶς καὶ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύ σουσιν αὐτῷ.» Ἄραβες δὲ καλοῦνται καὶ οἱ τοῦ Κηδὰρ καὶ οἱ τοῦ Μαδιὰμ καὶ Γεφὰ καὶ Ναβεώθ, οἳ τῆς Ἀραβίας οἰκοῦσι τὰ ἔρημα· ἐπὶ καμήλων δὲ οὗτοι καὶ δρομάδων ὀχοῦνται. Καὶ μέντοι καὶ δῶρα προσ φέρειν ἐκ τούτων εἰώθασι τῷ τῶν ὅλων θεῷ· καὶ οἱ μὲν τῷδε τῷ ἀποστόλῳ πελάζοντες ἐκ είνῳ δῶ ρα προσφέρουσιν, οἱ δὲ τῷ μάρτυρι γειτνιάζοντες δι' ἐκείνου τὸν θεὸν ἱλεοῦνται καὶ οἷόν τινας ἀ παρχὰς ἅπερ ἂν ὑπόσχωνται προσκομίζουσιν. Πρὸς δὲ ταῖς καμήλοις καὶ τὰ πρόβατα προσφέρειν εἰώ θασιν. Εἰ δέ τις ἀκριβῶς τῶν ῥητῶν καταμάθοι τὴν ἔννοιαν, αὐτοὺς εὑρήσει τοὺς ἀνθρώπους πρόβατα καὶ κριοὺς καὶ καμήλους προσηγορευμένους. Οὐ γὰρ εἶπεν· Οἴσουσι καμήλους, ἀλλ'· Ἥξουσιν ἀγέλαι καμήλων καὶ καλύψουσί σε κάμηλοι Μαδιάμ, καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχ θήσεταί σοι. Διδάσκει δὲ ὁ λόγος ὅτι καὶ οἱ ἀλογώτερον διακείμενοι τοῦ τῆς θεογνωσίας φωτὸς κοινωνή σουσιν. Καὶ μὲν δὴ καὶ ἐπὶ τὸ θυσιαστήριον οὐκ ἄλογα εἶπεν ἀνενεχθήσεσθαι δῶρα ἀλλὰ| 176 b| δε κτά, τουτέστιν ἀρεστά. Αὐτοῦ ἔστι φωνή· «Θυσία αἰνέσεως δοξάσει με», καί· «Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως.» 8Τίνες οἵδε ὡσεὶ νεφέλαι πέτονται καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς αὐτῶν ἐπ' ἐμέ; Ἐστὶ Σιών. Τὸ Σιὼν ἔνια τῶν ἀντιγράφων οὐκ ἔχει οὐδὲ τὸ Ἑξαπλοῦν οὐδὲ ἡ Ἀκύλα καὶ Συμμάχου καὶ Θεοδοτίωνος ἔκδοσις οὐδ' αὐτὴ ἡ Ἑβραϊκὴ γραφή, ἀλλ' ὅμως ἡμεῖς ὡς κείμενον ἑρμηνεύσομεν. Σι ὼν γὰρ πολλάκις ἐδείξαμεν οὐ μόνον τὴν παλαιὰν ἐκείνην ὀνομαζομένην ἀλλὰ καὶ τὴν τοῦ θεοῦ ἐκκλησίαν καὶ τὴν τῶν οὐρανῶν πολιτείαν· «Προσεληλύθατε» γάρ φησι «Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» Ἐκπλήττεται τοίνυν ἡ τοῦ θεοῦ ἐκκλησία τὰ νέφη τῶν πρὸς αὐτὴν συντρεχόντων θεωμένη δήμων, οἳ μιμοῦνται περιστερὰς μετὰ τῶν νεοττῶν πετομένας. Εἰ δέ τις ἀκριβῶς νοῆσαι βούλεται τὸ χωρίον, ἐν ταῖς δημοτελέσιν ἑορταῖς, ἢ ταῖς δεσποτικαῖς ἢ ταῖς τῶν ἁγίων μαρτύρων, θεασάσθω τὰ πλήθη συρρέοντα καὶ τὰς μὲν τὰς θυγατέρας ἢ ταῖς ἀγκάλαις φερούσας ἢ ταῖς χερσὶ ποδηγούσας τοὺς δὲ μετὰ τῶν υἱέων βαδίζοντας, καὶ ὄψεται ἀληθῶς πνευμα τικὰς περιστερὰς μετὰ τῶν νεοττῶν πετομένας καὶ πρὸς τὴν νέαν παραγινομένας Σιών. 9Ἐμὲ νῆσοι ὑπομένουσι καὶ πλοῖα Θαρσὶς ἐν πρώτοις τοῦ ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν μετ' αὐτῶν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον Ἰσραὴλ ἔνδοξον εἶναι. Ἠκούσαμεν τοῦ μακαρίου Δαυὶδ λέγον τος· «Βασιλεῖς Θαρσὶς καὶ νῆσοι δῶρα προσοίσουσιν», καὶ πάλιν· «Ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.» Θαρσὶς δὲ τὴν Καρχηδόνα καλεῖ τῆς πάλαι μὲν Λιβύης νῦν δὲ Ἀφρικῆς ὀνομαζομένης τὴν μητρόπολιν. Καὶ γὰρ ἡνίκα ὁ αὐτὸς εἶπε προφήτης· «Ὀλολύζετε πλοῖα Καρχηδόνος ὅτι ἀπώλετο», παρὰ τῷ Ἑβραίῳ «Θαρσὶς» εὕρομεν κείμενον. 10Καὶ οἰκοδομήσουσιν υἱοὶ ἀλλογενεῖς τὰ τείχη σου καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι. Κῦρος μὲν τὴν Ἱερου σαλὴμ οἰκοδομηθῆναι προσέ ταξε, μεμένηκε δὲ τὸ ἔργον ἀτέλεστον· ἐπὶ Δαρείου δὲ τοῦ Ὑστάσπου ὁ θεῖος μόνος ἀνῳκοδομήθη νεώς· ἐπὶ Ἀρταξέρξου δὲ τοῦ Μακρόχειρος Νεεμίας οὐκ ἀλλογενὴς ὢν ἀλλ' Ἰουδαῖος τῆς τῶν τειχῶν οἰκοδο μίας ἐφρόντισεν οὐ βασιλικῶν χρημάτων ἔχων δαπάνην ἀλλ' ἐξ ἐράνου ταύτην συλ λέξας· μετὰ μέντοι τὴν τῶν Ἰουδαίων κατάλυσιν οἱ Ῥωμαίων βασιλεῖς τῆς Ἱερουσαλὴμ τοὺς περι βό λους ἐδείμαντο. Εὕροι δ' ἄν τις ἀκριβέστερον νοῆσαι θελήσας τοὺς ἐξ ἀλλοφύλων ἐθνῶν διδασκά λους εὐχαῖς ταύτην καὶ διδασκαλίαις φρουροῦντάς τε καὶ φυλάττοντας. Διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεόν μου ἠγάπησά σε. Καὶ τῇ πάλαι Ἱερουσαλὴμ ἁρμόττει ταῦτα καταλυθείσῃ μὲν δι' ἁμαρτίας, ἀνοικοδομηθείσῃ δὲ διὰ μόνην φιλανθρωπίαν, καὶ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ἥτις πάλαι μὲν ἐρήμῳ ἀπείκασται θείας οὐκ ἀξιουμένη κηδεμονίας, μετὰ δὲ ταῦτα τῆς τοῦ σωτῆρος προνοίας ἀπήλαυσεν. 11Καὶ ἀνοιχθήςονται αἱ πύλαι σου διὰ παντὸς ἡμέρας καὶ νυκτὸς καὶ οὐ κλεισθήσονται τοῦ εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς αὐτῶν ἀγομένους. Ποία δύναμις ἐθνῶν εἰς τὴν παλαιὰν ἔδραμεν Ἱερουσαλὴμ προσκυνήσεως χάριν; Ποῖοι δὲ βασιλεῖς ὑπ' ἄλλων ἀγόμενοι τὸν τῶν ὅλων θεὸν ἐκεῖ προσεκύνησαν; Τῆς δὲ τοῦ θεοῦ ἐκκλησίας αἱ πύλαι διὰ παντὸς ἀνεῴγασι τοὺς προσιόντας ὑποδεχόμεναι, αἳ καὶ τοὺς εὐσεβεῖς ὑποδέχονται βασιλέας ὑπὸ τῆς τῶν ἱερῶν ἀποστόλων ἀγομένους διδασκαλίας. 12Τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς οἵτινες οὐ δου λεύσουσί σοι ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται. Καὶ τοῦτο σαφῶς ἐλέγχει τὴν Ἰουδαίων παροινίαν· οὔτε γὰρ ἔθνη οὔτε βασιλεῖς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον Ἰουδαίοις ἐδούλευσαν, τῇ δὲ ἐκκλησίᾳ τοῦ θεοῦ δουλεύουσι καὶ ὅσοι τὴν δουλείαν ἠρνήθησαν καταγέλαστοι μὲν καὶ δείλαιοι καὶ τρισάθλιοι κατὰ τὸν παρόντα βίον ἐγένοντο, οὐκ ὄψονται δὲ τὴν αἰώνιον ζωήν. 13Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω. Ταῦτα εἰκὸς μὲν καὶ ἐπὶ τοῦ προτέρου γεγενῆσθαι νεὼ καὶ μετακομίσαι πάλαι αὐτοὺς ἀπὸ| 177 a| τοῦ Λιβάνου ξύλα. Ἐγὼ δὲ οἶμαι Λίβανον τὴν Ἰουδαίων καλεῖσθαι μητρόπολιν· τοῦτο γὰρ πολλάκις ἐδειξάμην· «Ἡ δόξα» γάρ φησι «τοῦ Λιβάνου ἐδόθη αὐτῇ», τουτέστι τῇ ἐρήμῳ, «καὶ ἡ τιμὴ τοῦ Καρμήλου.» Καὶ ἐνταῦθα ὁ προφητικὸς λόγος τὴν δόξαν τοῦ Λιβάνου, τουτέστι τὴν Ἰουδαϊκὴν περιφάνειαν, ἣν τοῦ ἁ γίου πνεύματος αὐτοῖς ἐδεδώρητο χάρις, εἰς τὴν ἐκκλησίαν μετατεθήσεσθαι προεθέσπισεν. Κυπαρίσσους δὲ καὶ πεύκας καὶ κέδρους οὐκ ἄν τις ἁμάρτοι τοὺς ἁγίους ὀνομάζων προφήτας διαφορὰν ἔχοντας κατὰ τὸ μέτρον τῆς χάριτος· «Δίκαιος» γάρ φησιν «ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.» Πάντες δὲ οὗτοι νῦν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τὴν προφητικὴν διδασκαλίαν προσφέ ρουσιν. 14Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινῶν τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ προσκυνήσουσιν ἐπὶ τὰ ἴχνη τῶν ποδῶν σου πάντες οἱ παροξύναντές σε. Τὴν μὲν Ἱερουσαλὴμ οὐ προσεκύνηςαν Βαβυλώνιοι, τὴν δὲ τοῦ θεοῦ ἐκκλησίαν οἱ πλεῖστοι τῶν ἐθνῶν προσκυνοῦσι, μάλιστα δὲ οἱ τούτων υἱοί. Ἐκείνων γὰρ δεξαμένων τοῦ βίου τὸ πέρας οὗτοι μεταμαθόντες τὴν ἀλήθειαν προσφέρουσι τῷ σωτῆρι τὸ σέβας ἐν τοῖς εὐκτηρίοις αὐτοῦ οἴκοις ποιούμενοι τὴν προσκύνησιν. Καὶ κληθήσῃ πόλις κυρίου Σιὼν τοῦ ἁγίου Ἰσραὴλ 15διὰ τὸ γενέσθαι σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν ςοι. Καὶ μὴν ἡ Ἱερουσαλὴμ ἑτέραν προση γορίαν ἐδέξατο· Αἰλίαν γὰρ αὐτὴν οἱ Ῥωμαίων ἐκάλεσαν βασιλεῖς. Πῶς τοίνυν δείκνυται τῆς προφητείας τὸ ἀψευδές, εἰ μή τις πνευματικώτερον τὴν Σιὼν νοήσοι; Καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Πῶς τοῦτο ἁρμόττει τῷ τῶν Ἰουδ αίων ναῷ πρὸ τετρακοσίων ἢ καὶ πλειόνων ἐτῶν δεξαμένῳ τὴν ἐρημίαν; 16Καὶ θηλάσεις γάλα ἐθνῶν καὶ πλοῦτον βασιλέων φάγεσαι καὶ γνώσῃ ὅτι ἐγὼ κύριος ὁ σῴζων σε καὶ ὁ ἐξαιρούμενός σε θεὸς Ἰσραήλ. Ποίων βασιλέων ἡ παλαιὰ Ἱερουσαλὴμ μετὰ τὴν ἐπάνοδον ἐκομίσατο πλοῦτον; Ἢ ποίων ἐθνῶν καθάπερ γάλα τὴν τῶν ἀγαθῶν ἐθήλασεν ἀφθονίαν; Ἀλλὰ καὶ τοῖς λίαν ἀναισχυντοῦσι δῆλον οἶμαι καθέστηκεν, ὡς ἡ τοῦ θεοῦ ἐκκλησία δείκνυσι τῆς προρρήσεως τὴν ἀλήθειαν· αὕτη γὰρ διηνεκῶς καὶ τὰ βασιλικὰ δέχεται δῶρα καὶ τὰ παρὰ τῶν ἐθνῶν προσφερόμενα κομιζομένη τὸν τούτων αἴτιον ἀνυμνεῖ. Εἶτα δείκνυσι καὶ τῶν δώρων τὴν πολυτέλειαν· 17Καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσόν, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. Καὶ ταύτης ἔστιν ἰδεῖν ἐν ταῖς τῶν εὐκτηρίων οἴκων οἰκοδομίαις τῆς προφητείας τὴν ἀλήθειαν· χρυσῷ γὰρ καὶ ἀργύρῳ πεποικιλμένοι διαλάμπουσιν, οὐχ ἵνα τοῦ θεοῦ τὴν χρείαν πληρώσωσιν ἀλλ' ἵνα τῶν εὐσεβῶν τὸ φιλότιμον δείξωσιν. Καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ, 18καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου οὐδὲ σύντριμμα καὶ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου. Τούτων ἔκβασιν ἀληθεστέραν ὄψεται πᾶς ἐν τῷ μέλλοντι βίῳ· ἐκεῖνος γὰρ ὁ βίος ἀδικίας ἐλεύθερος, ἐκεῖνος τῇ ἄκρᾳ δικαιοσύνῃ κοσμεῖται, ἐκεῖνος ἀληθῶς ἀταλαίπωρος καὶ φροντίδων ἀπηλλαγμένος. Ὡς ἐν τύπῳ δὲ εὕροι τις ἂν καὶ ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ταῦτα· τῆς γὰρ τῶν εἰδώλων ἀπήλλακται πλάνης, τὸν δὲ τῶν ὅλων θεὸν διηνεκῶς ἀνυμνεῖ, προμηθοῦνται δὲ τῶν ἀδικουμένων οἱ ταύτης ἡγεμόνες ὡς οἷόν τε. Ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη ςου καὶ αἱ πύλαι σου γλύμματα. Τὸ γλύμμα ὁ μὲν Ἀκύλας «ὕμνησιν» ἡρμήνευσεν, ὁ δὲ Θεοδοτίων «καύχημα», ὁ δὲ Σύμμαχος «αἴνεσιν». Οἱ γὰρ πνευματικοὶ τῆς ἐκκλησίας περίβολοι τοῖς πεπιστευκόσι σωτηρί αν πο ρίζουσιν, αἰνέσεως δὲ καὶ ὕμνων αἱ ταύτης πύλαι πεπλήρωνται. 19Καὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτίσει σοι τὴν νύκτα· ἔσται γάρ σοι ὁ θεὸς φῶς αἰώνιον καὶ ὁ θεὸς δόξα σου. Οὐ γὰρ δύσεταί σοι ὁ ἥλιος, καὶ ἡ σελήνη οὐκ ἐκλείψει· ἔσται γάρ σοι κύριος φῶς| 177 b| αἰώνιον. Καὶ τοῦτο ἀκριβῶς ὁ μέλλων ἔχει βίος· ἐκεῖνος γὰρ οὔτε σελήνης οὔτε ἡλίου χρῄζει· αὐτὸ γὰρ ἔχει τοῦ θεοῦ τὸ ἄρρητον φῶς. Τούτου δὲ ὡς ἐν τύπῳ καὶ νῦν οἱ πιστεύοντες ἀπολαύουσιν· ὑπὸ γὰρ τούτου φωτιζόμενοι τὴν ἀπλανῆ πορείαν ὁδεύουσιν. Καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ σπέρματός σου. 21Καὶ ὁ λαός σου πᾶς δι' αἰῶνος, καὶ κληρονο μήσουσι τὴν γῆν. Καὶ ταῦτα περὶ τοῦ μέλλοντος προηγό ρευσε βίου· ἐκεῖνος γὰρ ἔχει τῆς γνώμης τὸ ἄτρεπτον, ἐκεῖνος τῇ αἰωνίῳ δικαιοσύνῃ κεκόσμηται, ἐκεῖνος ἁμαρτίας ἐλεύθερος, ἐκεῖνος οὐκ ἔχει ἄωρον οὐδὲ πρεσβύτην ἀλλὰ ζωὴν ἀτελεύτητον, ἐν ἐκείνῳ κληρονομοῦσι τὴν γῆν τῶν ζώντων οἱ ἄξιοι. «Ἔσται γάρ» φησιν «ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή.» Φυλάσσων τὸ βλάστημα τῆς φυτείας μου, ἔργον χειρῶν μου εἰς δόξαν. Ὁ δὲ Σύμμαχος οὕτως· «Βλαστὸς τῆς φυτείας μου ἔργον χειρῶν μου εἰς τὸ ἐνδοξασθῆναι», ὁ δὲ Θεοδοτίων οὕτως· «Βλαστὸς τῆς φυτείας αὐτοῦ τὰ ἔργα τῶν χειρῶν δοξάσει.» Καὶ διὰ τούτων τοίνυν καὶ διὰ τῶν Ἑβδομήκοντα αἴτιον τῶν εἰρημένων κ αὶ οἱονεὶ φυτουργὸν εὑρίσκομεν τὸν τῶν ὅλων θεόν· αὐτὸς γὰρ αὐτοῦ τὴν ἐκκλησίαν ἐφύτευσεν, αὐτὸς δι αφυλάττει βλαστήσασαν καὶ τὴν ἐντεῦθεν προσγινομένην δέχεται δόξαν. 22Ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα· ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς. Ταῦτα καὶ ἐν τοῖς ἱεροῖς εὐαγ γελίοις ἔφη· «Ἀποστελεῖ γὰρ τοὺς ἀγγέλους αὐτοῦ καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπ' ἄκρων οὐρανῶν ἕως τῶν ἄκρων αὐτῶν.» Τότε καὶ τὰς ἐν τοῖς οὐρανοῖς ἀποδώσει μονὰς πρὸς τὴν ἀξίαν ἑκάστῳ, τότε τῶν εἰς συμμορίας καὶ βίους ἡγήσονται διαιρουμένων οἱ τούτων πρωτεύοντες. Οὕτω ταῦτα συμπεράνας πάλιν εἰς τὸν δεσπότην Χριστὸν μεταφέρει τὴν πρόρρησιν, ὃς κατὰ τὸν παρόντα βίον ταῦτα τῇ ἐκκλησίᾳ δεδώρηται καὶ τ ὴν μέλλουσαν πολιτείαν ὑπέσχετο. 611Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με κύριος. Οὐ δεόμεθα πολλῶν ἀποδείξεων ταύτην ἑρμηνεύοντες τὴν προφητείαν· αὐτὸς γὰρ ἡμῖν ταύτην σαφῆ πεποίηκεν ὁ δεσπότης. Εἰς γὰρ τὴν συναγωγὴν εἰσελθὼν καὶ τόδε τὸ βιβλίον λαβών, εἶτα ἀναπτύξας καὶ τήνδε τὴν προφητείαν ἀναγνοὺς ἔφη πρὸς τοὺς ἀκούοντας· «Σήμερον ἐπληρώθη ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν» καὶ ἔδειξεν ἄντικρυς ἑαυτὸν διὰ τοῦ προφήτου περὶ αὐτοῦ ταῦτα φθεγξάμενον. Ἐχρίσθη δὲ τῷ παναγίῳ πνεύματι οὐχ ὡς θεὸς ἀλλ' ὡς ἄνθρωπος. Καὶ ἤδη δὲ ἐν τοῖς ἔμπροσθεν τοῦτο πολ λάκις ἐδείξαμεν. Εὕραμεν δὲ ἐν τῷδε τῷ βιβλίῳ κείμενον· «Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ' αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει», καὶ πάλιν· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου θεοῦ ἐμπλήσει αὐτόν.» Αὐτὸς τοίνυν ἐνταῦθά φησιν· Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με κύριος. Καὶ τὰς αἰτίας λέγει τῆς χρίσεως· Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. Εἰς ἐσχάτην γὰρ πτωχείαν ἐξέ πεσε τῶν ἀνθρώπων ἡ φύσις, διαφερόντως δὲ τὰ ἔθνη τοῖς εἰδώλοις δουλεύοντα. Ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδίᾳ, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλε ψιν. Ταῦτα πάντα τοὺς ἀνθρώπους καλεῖ· πτωχοὺς μὲν ὡς τὸν οὐράνιον ἀπολέσαντας πλοῦτον, συντετριμμένους δὲ τὴν καρδίαν ὡς τὸ λογικὸν διαφθείραντας, τυφλοὺς δὲ ὡς θεὸν ἀγνοήσαντας καὶ τῇ κτίσει λατρεύσαντας, αἰχμαλώτους δὲ ὡς πρὸς τὸν τύραννον αὐτομολήσαντας καὶ τῆς προτέρας ἐκπεσόντας ἐλευθερίας. 2Καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταπο δόσεως τῷ θεῷ ἡμῶν. Οὐ γὰρ μόνον ἡμῖν τὴν τῶν ἁμαρτη μάτων ἄφεσιν ἐδωρήσατο καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἀπήλλαξε καὶ τὸ θεῖον ὑπέδειξε φῶς, ἀλλὰ καὶ τὴν μέλλουσαν ἐπηγγείλατο βιοτὴν καὶ τὴν δικαίαν ἠπείλησε κρίσιν. Ἐνιαυτὸν γὰρ| 178 a| δεκτὸν τὴν προτέραν αὐτοῦ παρουσίαν οἶμαι χρηματίζεσθαι, ἡμέραν δὲ ἀνταποδόσεως τῆς κρίσεως τὴν ἡμέραν. Παρακαλέσαι πάντας τοὺς πενθοῦν τας. Τῇ γὰρ ἐλπίδι τῆς ἀναστάσεως ἐκέρασε τοῦ θανάτου τὴν ἀθυμίαν. 3Δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν αὐτοῖς ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας. Τό· ἄλειμμα εὐφροσύνης, ὁ Θεοδοτίων καὶ ὁ Σύμμαχος «ἔλεον ἀγαλλιάσεως» ἡρμήνευσαν. Αἰνίττεται δὲ τὸ μυστικὸν χρῖσμα, οὗ ἀξιούμενοι τὴν εὐφροσύνην δεχόμεθα καὶ τῆς δόξης τὴν ἀμπεχόνην· τὴν γὰρ καταστολὴν στολὴν νοητέον. Οὕτω γὰρ καὶ ὁ Θεοδοτίων· «περιβόλαιον καυχήματος», καὶ ὁ Σύμμαχος· «περιβόλαιον ὑμνήσεως». Τὸ δέ· ἀντὶ πνεύματος ἀκη δίας, οἱ Τρεῖς «ἀντὶ πνεύματος ἀμαυροῦ» τεθείκασ ιν. Ἐξελάσας γὰρ ἀφ' ἡμῶν τὸ ἀμαυρὸν καὶ σκυθρωπὸν τῆς ἀκηδίας πνεῦμα, τῆς δόξης ἡ μῖν τὴν περιβολὴν τέθεικεν. Ἐθρηνῴδουν δὲ διαφερόντως οἱ τὴν Σιὼν οἰκοῦντες ἅγιοι τὴν τῶν οἰκητόρων αὐτῆς ὁρῶντες ἀσέβειαν. Ἐκ τούτων ὁ μέγας ἐκεῖνος Συμεὼν ὁ καὶ χρηματισθεὶς τοῦ «μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν χριστὸν κυρίου», ἐκ τούτων ἡ προφῆτις Ἄννα καὶ ἕτερ οι ἦσαν πολλοὶ τὴν μὲν Ἰουδαίων παρανομίαν θρηνοῦντες τὴν δὲ τοῦ θεοῦ σωτηρίαν προσ μένοντες· τού τοις ἔλυσε τὸ πένθος ἐπιφανείς. Καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα κυρίου εἰς δόξαν. Τουτέστιν οὗτοι οἱ ἐκ τῆς Σιὼν ἐκλεγόμενοι, οἱ δυοκαίδεκα, οἱ ἑβδομήκοντα, οἱ ἑκατὸν εἴκοσι, οἱ πεντα κόσιοι, οἱ τρισχίλιοι, αἱ πολλαὶ μυριάδες. Οὕτω καὶ ὁ μακάριος λέγει Δαυίδ· «Αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον.» Οἱ δὲ Τρεῖς ἀντὶ τοῦ· γενεαὶ δικαιοσύνης, «ἰσχυροὶ τῆς δικαιοσύνης, φυτὸν κυρίου εἰς τὸ δοξασθῆ ναι» τεθείκασιν. Οἷον γάρ τινες ἄριστοι τῆς εὐσεβείας στρατηγοὶ τὴν οἰκουμένην περινο στήσαντες κατέλυσαν τὴν ἀσέβειαν καὶ πρῶτοι γενόμενοι τοῦ κυρίου φυτὰ τὴν ἔρημον κα τε φύτευσαν. 4Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξερημωμένας πρότερον ἐξαναστήσουσι καὶ ἀνακαινιοῦσι πόλεις ἐρήμους, ἐξερημωμένας ἀπὸ γενεᾶς καὶ γενεᾶς. Δειξάτωσαν ταῦτα Ἰουδαῖοι γεγενημένα. Ἡμεῖς δὲ δείκνυμεν τὰς ὑπὸ τῆς δυσσεβείας διαφθαρείσας πόλεις ὑπὸ τῶν ἱερῶν ἀποστόλων καὶ τῶν τὸ ἐκείνων κήρυγμα διαδεξαμένων εὐσεβῶς ἀνοικοδομηθείσας τε καὶ νεουργηθείσας. 5Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοὶ ὑμῶν. Ἐξ ἀλλοφύλων γὰρ ἐθνῶν οἱ τῆς ἐκκλησίας διδάσκαλοι, οὓς καὶ ποιμένας καὶ ἀροτῆρας καὶ ἀμπελουργοὺς ὠνόμασεν. 6Ὑμεῖς δὲ ἱερεῖς κυρίου κληθήσεσθε, λειτουργοὶ θεοῦ ἡμῶν ῥηθήσεται ὑμῖν. Τὸ δὲ ἀποστολικὸν ὄνομα ἐξαίρετον οἱ τρισμακάριοι ἔσχον ἐκεῖνοι· εἰ γὰρ καὶ τὸ ἐκείνων οὗτοι διεδέξαντο ἔργον, ἀλλ' οὖν τὴν ἐκείνων προσηγορίαν οὐδεὶς ἁρπάσαι τολμᾷ. Ἰσχὺν ἐθνῶν κατέδεσθε καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. Τὴν γὰρ κρατοῦσαν ἀσέβειαν καταλύσαντες τὸν πνευματικὸν αὐτοῖς χορη γήσατε πλοῦτον θαυμαζόμενοι παρὰ πάντων ἐπὶ τῇ ξένῃ μεταβολῇ. 7Ἀντὶ τῆς αἰσχύνης αὐτῶν τῆς διπλῆς καὶ ἀντὶ τῆς ἐντροπῆς ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Πρὸς τοὺς ἱεροὺς ἀποστόλους ταῦτα λέγει· Μὴ δυσχεράνητε διωκόμενοι καὶ στρεβλούμενοι καὶ ὀνείδη παρὰ πάντων δεχόμενοι καὶ μυρία θανάτου ὑπομένοντες εἴδη· διὰ γὰρ τῶν ὑμετέρων παθημάτων τεύξεται τῆς σωτηρίας τὰ ἔ θνη καὶ τῆς τῶν εὐφραινομένων μερίδος γενήσεται. Διὰ τοῦτο τὴν γῆν αὐτῶν ἐκ δευτέρου κληρονομήσουσιν. Καὶ δεικνὺς τῆς κληρονομίας τὸν τρόπον ἐπήγαγεν· Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἀπαλλαγήσε ται γὰρ ἡ γῆ τῆς προτέρας ἀρᾶς καὶ ἔσται καινή, ἣν περίκειται νῦν ἀποδυομένη| 178 b| φθοράν. Οὕτω γὰρ καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθή σεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.» Δευτέραν τοίνυν κληρο νομίαν τὸν μέλλοντα βίον ἐκάλεσεν. 8Ἐγὼ γάρ εἰμι κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις. οὕτως οἱ Τρεῖς ἡρμήνευσαν· «καὶ δώσω τὴν ἐργασίαν αὐτῶν ἐν ἀληθείᾳ»· ἀποδώσω γὰρ αὐτοῖς τὸν μισθὸν πληρῶν μου τὴν ὑπόσχεσιν. 9Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔγγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν. Τῶν ἱερῶν ἀποστόλων σπέρμα καλεῖ καὶ ἔγγονα τοὺς τὸ ἐκείνων κήρυγμα διαδεξαμένους. Πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ τοῦ θεοῦ. 10Καὶ εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ τῷ κυρίῳ. «Ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται» κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν. Ὅπως δέ εἰσιν ἐπίσημοι τοῦ σωτῆρος ἡμῶν οἱ θεράποντες, αὐτὰ μαρτυρεῖ τὰ πράγματα· ὁρῶμεν γὰρ τοὺς τὰς μεγίστας πεπιστευμένους ἀρχὰς διηνεκῶς πρὸς τούτους συντρέχοντας καὶ σὺν θερμῇ προθυμίᾳ τὴν παρὰ τούτων εὐλογίαν κομιζομένους. Οὕτω ταῦτα προθεσπίσας μεταβάλλει τοῦ λόγου τὸ σχῆ μα καὶ ἐκ προσώπου τῆς ἐκκλησίας πρὸς τὸν εὐεργέτην βοᾷ· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με. Ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης τοῦ παναγίου βαπτίσματος τὴν χάριν καλεῖ· «Ὅσοι γάρ» φησιν «εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Διὸ καὶ ἐν τῇ Ἑβραίων φωνῇ τὸ ἱμάτιον σωτηρίου ἱμάτιον ἰεσῶα καλεῖται, τουτέστιν Ἰησοῦ. Ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατε κόσμησέ με κόςμῳ. Νύμφην μὲν ἑαυτὴν καλεῖ ὡς τῷ νυμφίῳ συνεζευγμένη, νυμφίον δὲ ὡς τὸν νυμφίον ἐνδεδυ μένη. Τὴν δὲ μίτραν «στέφανον» οἱ Τρεῖς Ἑρμηνευταὶ προσηγόρευσαν. Τούτου τοῦ κόσμου καὶ ὁ μακάριος μέμνηται Δαυίδ· «Παρέστη» γὰρ «ἡ βασίλισσά» φησιν «ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη.» Δηλοῖ δὲ ὁ λόγος τοῦ παναγίου πνεύματος τὰ ποικίλα χαρίσματα. 11Καὶ ὡς γῆ αὔξουσα τὸ κάλλος καὶ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἐκφύει, οὕτως ἀνατελεῖ κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Ἔδειξε πᾶσαν τὴν οἰκουμένην ἕνα δικαιοσύνης γεγενημένην παράδεισον. 621Διὰ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς δικαιοσύνη μου καὶ τὸ σωτήριόν μου ὡςεὶ λαμπὰς καυθήσεται. Ταῦτα αὐτὸς λοιπὸν ὁ νυμφίος φησίν· Δείξω γάρ φησι τῇ Σιὼν καὶ τῇ Ἱερουσαλήμ, ὡς τὸν ὑπ' αὐτῆς σταυρωθέντα πάντα προσκυνήσει τὰ ἔθνη καὶ πᾶσαν τῆς ἐμῆς σωτηρίας αἱ ἀκτῖνες διαδραμοῦνται τὴν οἰκουμένην. 2Καὶ ὄψεται τὰ ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου. Σοῦ, τῆς ἀγαλλομένης ἐπὶ τῇ σωτηρίῳ περιβολῇ, τῆς ἀρεστῆς μου νύμφης ἣν παντοδαπῷ κατεκόσμησα κόσμῳ. Καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινὸν ὃ ὁ κύριος ὀνομάσει αὐτό. Εἰπάτωσαν Ἰουδαῖοι, ποῖον ἐσχήκασι καινὸν ὄνομα· μέχρι γὰρ τοῦ παρόντος Ἰουδαῖοι καλοῦνται. Οἱ δὲ τῷ κυρίῳ πεπιστευκότες τὴν καινὴν προσηγορίαν ἐδέξαντο, οὐκ ἐξ Ἀβραὰμ ἢ Ἰσραὴλ ἢ Ἰούδα καλούμενοι ἀλλ' ἐξ αὐτοῦ προσαγορευόμενοι τοῦ δεσπότου Χριστοῦ· Χριστιανοὶ γὰρ παρὰ πάντων καλοῦνται ἅτε δὴ διὰ τοῦ παναγίου βαπτίσματος τὸν Χριστὸν ἐνδυσάμενοι. 3Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ κυρίου θεοῦ σου 4καὶ οὐκέτι κληθήσῃ Ἐγκαταλελειμμένη, καὶ ἡ γῆ σου οὐκέτι κληθήσεται Ἔρημος. Πολλάκις ἔρημον τὰ ἔθνη ὁ προφητικὸς προση γό ρευσε λόγος· καὶ ἐπὶ πλεῖστον δὲ ἐγκατελείφθησαν χρόνον οὔτε προφήτην οὔτε νομοθέτην θεῖον δεχόμενοι. Ἀλλ' ὅμως αὐτοῖς καὶ καινὸν δέδωκεν ὄνομα καὶ διάδημα βασιλείας αὐτοὺς| 179 a| καὶ στέφανον νυμφικὸν ὀνομάζει· καὶ γὰρ νύμφην αὐτοὺς προσηγόρευσε καὶ βασιλείαν οὐρανῶν αὐτοῖς ἐπηγγείλατο. Σοὶ γὰρ κληθήσεται Θέλημα– ἐμὸν καὶ τῇ γῇ σου Οἰκουμένη, ὅτι εὐδοκήσει κύριος ἐν σοί, καὶ ἡ γῆ σου συνοικισθήσεται. Εὐδοκίαν αὐτὴν καὶ ἐν τῷ Ἄισματι Ἀισμάτων καλεῖ. Εὐδο κία δὲ καλεῖ τὸ ἀγαθὸν θέλημα. Οὕτως καὶ ὁ θεῖος ἀπόστολος· «κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ». Δει κνὺς δὲ τὸ πλῆθος τῶν πεπιστευκότων οἰκουμένην αὐτὴν ὀνομάζει. 5Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ οὕτως κατοικήσουσιν οἱ υἱοί σου· καὶ ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήςεται κύριος ἐπὶ σοί. Ἐπειδὴ τῆς νύμφης ἐμνημόνευσεν, ἀναγκαίως καὶ τῆς παρθένου τέθεικε τὴν εἰκόνα, ἵνα δείξῃ τοῦ γάμου τὸ διάφορον. 6Καὶ ἐπὶ τῶν τειχῶν σου, Ἱερουσαλήμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσουσι μιμνῃσκόμενοι κυρίου. Ἱερουσαλὴμ πάλιν αὐτὴν ὀνομάζει τὴν νύμφην, φύλακας δὲ καλεῖ τοὺς κατὰ πόλιν καὶ κώμην τῶν εὐσεβῶν λαῶν ἡγουμένους, οἵτινες νύκτωρ καὶ μεθ' ἡμέραν τὸν θεὸν ἀνυμνοῦντες τὴν θείαν φυλάττουσι πόλιν. Εἰ δὲ καὶ ἀγγέλους τούτους ὑπολάβοι τις εἶναι, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας. «Παρεμβαλεῖ» γάρ φησιν «ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.» 7Οὐκ ἔστι γὰρ ὅμοιος ὑμῖν. Οὐδένα γὰρ ἄλλον φησὶ τοιο ῦτον εὑρήσετε δίκαιον, ἅγιον, ἀληθῶς θεόν, ἐπιμελῶς ὑμῶν προμηθούμενον. Οὕτω καὶ ὁ μακάριος ἔφη Μωυσῆς· «Τίς ὅμοιός σοι ἐν θεοῖς κύριε; Τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις;» Οὕτω καὶ ὁ θ εῖος Δαυίδ· «Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς κύριε καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.» Οὕτω καὶ ὁ θεῖος Ἱερε μίας· «Πόθεν ὅμοιός σοι κύριε; Πόθεν ὅμοιός σοι βασιλεῦ τῶν ἐθνῶν;» Ἐὰν διορθώσῃ καὶ ποιήσῃ Ἱερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς, καύχημα ἐν τῇ γῇ. Τοῦτο δὲ μαθήσῃ τῆς προτέρας ἀγνοίας ἀπαλλα γ εῖσα καὶ τοὺς αἰχμαλωτεύσαντάς σε δαίμονας ἀνδρείως καταγωνισαμένη. 8Ὤμοσε κύριος κατὰ τῆς δόξης αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ, εἰ ἔτι δώσει τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου ἐφ' ᾧ ἐμόχθησας, 9ἀλλ' οἱ ςυναγα γόντες φάγονται αὐτὸν καὶ αἰνέσουσι τὸν κύριον καὶ οἱ συναγαγόντες πίονται αὐτὸν ἐν ταῖς ἐπαύλεσί μου ταῖς ἁγίαις. Σοῦ γὰρ γενναίως ἀγωνιζομένης ἐγὼ στρατηγήσω καί, ἐπειδὴ οὐδένα ἄλλον ἔχω μείζονα καθ' ὃν ὀμνύναι δεῖ, κατὰ τῆς οἰκείας δόξης καὶ κατὰ τῆς οἰκείας δυνάμεως ὄμνυμι, ὡς σοὶ τοὺς σοὺς φυλάξω καρποὺς καὶ οὐ συγχωρήσω τούτους ἁρπαγῆναι συνήθως, ἀλλὰ σὺ τῶν πόνων ἀπολαύσῃ τῶν σῶν. Σῖτον δὲ καὶ οἶνον καὶ βρώματα τροπικῶς τοὺς τῆς δικαιοσύνης νοητέον καρπούς. 10Πορεύεσθε, περιέλθετε διὰ τῶν πυλῶν μου, σκευάσατε τὴν ὁδὸν καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ ῥίψατε. Καὶ ταῦτα νομίζουσιν Ἰουδαῖοι τὴν αὐτῶν προλέγειν ἐπάνοδον, ἀλλ' οὐκ ἐᾷ νοεῖν οὕτω τὰ ἑξῆς. Φησὶ γάρ· Ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη· 11Ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς. Ἀκουστὸν δὲ ἕως ἐσχάτου τῆς γῆς πεποίηκεν ὁ θεὸς οὐ τὸ οἰκοδόμημα τῆς Ἱερουσαλὴμ ἀλλὰ τὸν σταυρὸν καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς τοῦ δεσπότου ἀνάληψιν καὶ τοῦ πνεύματος τοῦ ἁγίου τὴν ἐπιφοίτησιν καὶ τῶν μελ λόντων ἀγαθῶν τὴν ἐλπίδα. Τούτοις εὐτρεπισθῆναι κελεύει τοῖς κήρυξι τὴν ὁδὸν καὶ ὁμαλὴν ταύτην καὶ λείαν γενέσθαι τῆς δυσκολίας ἀναιρουμένης. Λίθους γὰρ καλεῖ τὰ κωλύματα. Οὕτω καὶ ἐν τοῖς πρόσθεν ὁ προφητικὸς ἔφη λόγος· «Ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία.» Εἶτα τῆς ὁδοῦ σκευασθείσης κελεύει τοῖς κήρυξιν εἰπεῖν τῇ θυγατρὶ Σιών, τουτέστι τῇ κατὰ τὴν οἰκουμένην ἐκκλησίᾳ· Ἰδοὺ ὁ σωτήρ σου παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν μετ' αὐτοῦ καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ 12καὶ καλέσει αὐτὸν λαὸν ἅγιον λελυτρωμένον ὑπὸ κυρίου. Οἱ προ φῆται ἔλεγον· «Ἰδοὺ κύριος μετὰ| 179 b| ἰσχύος ἔρχεται», ἐνταῦθα δὲ ἐκ προσώπου τῶν ἀποστόλων· Ἰδοὺ ὁ σωτήρ σου παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθόν. Τούτου δὲ τοῦ μισθοῦ καὶ ἄνω ἐμνήσθη καὶ τοῦ ἔργου ὁμοίως, καὶ οὐ χρὴ ταυ το λογίᾳ κεχρῆσθαι. Σὺ δὲ κληθήσῃ ἐπιζη τουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη. Πάλαι γὰρ ἐγκα τε λέλειπτο· οὔτε γὰρ Μωυσέα τὸν μέγαν οὔτε ἄλλον τινὰ ἐδέξατο τῶν προφητῶν οἰκιστήν. [̓ Ε ντεῦθεν ἡμᾶς ἡ προφητεία διδάσκει τοῦ πολέμου τὸν τρόπον, ὃν ὑπὲρ ἡμῶν ὁ δεσπότης ἀ ναδεξ άμενος καὶ νενίκηκε καὶ κατέλυσε τὸν πολέμιον καὶ συνέτριψε τὸν τῆς δουλείας ζυγόν. 631Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, οὗτος ὡραῖος ἐν στολῇ, βία μετὰ ἰσχύος πολλῆς; Σχηματίζει τὸν λόγον εἰς ἐρώτησιν ὁ προφήτης· μηνύει δὲ ὡς οἶμαι τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ δεσπότου. Καὶ τὸ ψαλμικὸν μεμίμηται σχῆμα· καὶ γὰρ ἐκεῖ ὁμοίως ἐρωτῶσί τινες· «Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;» οὐκ ἐπειδὴ ἠγνόουν αἱ ἐπουράνιαι δυνάμεις τὸν ἀνιόντα, ἀλλὰ διὰ τῆς ἐρωτήσεως καὶ ἀποκρίσεως ἡμᾶς ἀκριβέστερον ἐκδιδάσκουσαι τοῦ ἀναληφ θέντος τὴν φύσιν. Οὕτω καὶ ἐνταῦθα πυνθάνονταί τινες· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; Ἐδὼμ δὲ τὴνἐρυθρὰν ὀνομάζουσι γῆν, Βοσὸρ δὲ τὴν σάρκα· θαυμάζουσι δὲ ὅτι ἐν γηίνῃ καὶ σαρκίνῃ στολῇ ἄρρητον τοῦ περιβε βλη μένου τὸ κάλλος καὶ τοσοῦτον ὡς βιάζεσθαι τοὺς ὁρῶντας εἰς ἔρωτα. Τούτου τοῦ κάλλους καὶ ὁ μακάριος μέμ νηται Δαυίδ· «Ὡραῖος» γάρ φησι «κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Ὅτι Ἐδὼμ τὸ πυρρὸν ἑρμηνεύεται, ἄ ντικρυς τῆς νύμφης ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων βοώσης. «Ὁ ἀδελφιδός μου πυρρὸς καὶ λευκός». Δι πλῆ ἡ φύσις· διὸ λευκὸν μὲν καλεῖ τὸ ἀπρόσιτον τῆς θεότητος φῶς, πυρρὸν δὲ τὸ ἀνθρώπειον εἶδος. Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Τοῖς θαυμάζουσιν αὐτοῦ τὸ κάλλος ταύτην δέδωκε τὴν ἀπό κρισιν· Ἐγώ φησι διδάξω ὑμᾶς τῆς δικαίως γεγενημένης σωτηρίας τὸν τρόπον. Εἶτα πάλιν ἐρωτῶσιν· 2Ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς πάτημα τοῦ ληνοῦ; 3Πλήρης καταπεπατημένης. Στολὴν αὐτοῦ καὶ ἱμάτιον τὴν ἀνθρω πότητα προσαγορεύει· ἀπὸ δὲ τῆς πλευρᾶς αὐτοῦ «ἐξῆλθεν αἷμα καὶ ὕδωρ» κατὰ τὴν τοῦ εὐαγγελιστοῦ μαρτυρίαν. Ληνὸν δὲ ὀνομάζει τὴν τῶν πολεμίων κατάλυσιν· καθάπερ γὰρ ἐν ταῖς ληνοῖς ἅπαντες οἱ βότρυες ἀποθλίβονται, οὕτω καὶ τὸν διάβολον καὶ πᾶσαν αὐτοῦ τὴν φάλαγγα παντελῶς ὁ δεσπότης κατέλυσεν. Διδάσκει τοίνυν τοὺς ἐρομένους ὅπερ μαθεῖν ἐβουλήθησαν· Ληνὸν ἐπάτησα μονώτατος, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῦ· καὶ κατεπάτησα αὐτοὺς ἐν τῷ θυμῷ μου καὶ κατέθλασα αὐτοὺς ἐν τῇ ὀργῇ μου καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. Καὶ κατερ ράνθαι λέγει τὰ ἱμάτια τῷ κατανικήματι τῶν ἐχθρῶν. 4Ἡμέρα γὰρ ἀνταποδόσεως ἦλθεν αὐτοῖς καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν. Καιρὸς γάρ ἐστι καὶ τούτους δοῦναι ὧν ἐτόλμησαν δίκας καὶ τοὺς ἀδίκως αὐτοῖς δεδουλευκότας ἐλευθερίας τυχεῖν. 5Καὶ ἐπέβλεψα, καὶ οὐκ ἦν ὁ βοηθῶν· καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο· καὶ ἐρρύσατό με ὁ βραχίων μου. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ.» Οὕτω καὶ ἐνταῦθα ὁ κύριος ἔφη ὅτι οὐδεὶς ἦν ὁ βοηθῶν καὶ οὐδεὶς ἀντελαμβάνετο– οὐ γὰρ εἶχε συνερ γοῦσαν τὴν τῶν ἀνθρώπων δικαιοσύνην–, ἤρκεσε δὲ ὁ ἐμὸς βραχίων τοῦ καταλῦ σαι τοὺς πολεμίους. Βραχίονα δὲ καλεῖ τῆς δικαιοσύνης τὴν δύναμιν· ἀκηλίδωτον γὰρ καὶ ἁμ αρτίας ἐλευθέραν διεφύλαξε καὶ ἣν ἀνέλαβε φύσιν. Καὶ ὁ θυμός μου αὐτὸς ὑπέστη, 6καὶ κατεπάτησα αὐτοὺς ἐν τῇ ὀργῇ μου καὶ ἐμέθυσα αὐτοὺς ἐν τῷ θυμῷ μου καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς τὴν γῆν. Ἀντὶ τοῦ αἵματος οἱ Τρεῖς Ἑρμηνευταὶ «τὸ νεῖκος» τεθείκασιν. Δικαίᾳ χρησά μενός φησι κατ' αὐτῶν ὀργῇ πανωλεθρίᾳ παρέδωκα· καὶ οἷόν τινι κάρῳ τῇ συμφορᾷ κατε χόμενοι ἀκίνητοι κεῖνται ὑπὸ τῶν δορυαλώτων πατούμενοι. Ταύτης τοίνυν τῆς εὐεργεσίας ἀπολα ύσαντες καὶ τῆς πικρᾶς ἐκείνης ἀπαλλαγέντες δουλείας τὸν τούτων αἴτιον| 180 a| ἀνυμνήσωμεν. Αὐτὸς γὰρ τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος πόλεμον ἡμῖν ἔ δωκ ε τῆς νίκης καὶ τῆς εἰ ρήνης τὸ δῶρον, ὧν εἰς τὸ τέλος ἀπολαύοιμεν χάριτι τοῦ νενικηκότος, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ πανα γίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 20 ΤΟΜΟΣ Κʹ 7Τὸν ἔλεον κυρίου ἐμνήσθην, τὰς ἀρετὰς ἀναμνήσω, τὴν αἴνεσιν κυρίου ἐπὶ πᾶσιν οἷς ἡμῖν ἀνταποδίδωσιν. Τὴν ἄφατον τοῦ δεςπότου προθεσπίσας φιλανθρωπίαν καὶ τὴν διὰ τῆς ἐνανθρωπήσεως γεγενημένην σωτηρίαν προαγορεύσας μάλα εἰκότως ἐπήγαγεν· τὸν ἔλεον κυρίου ἐμνήσθην. Ἐλέου γὰρ καὶ φιλανθρωπίας ἡ τῆς ἐνανθρωπήσεως χάρις. Τὰς μέντοι ἀρετὰς ὁ μὲν Ἀκύλας «ὑμνήσεις», ὁ δὲ Θεοδοτίων καὶ ὁ Σύμμαχος «αἰνέσεις» ἡρμήνευσαν· τὸ δὲ ἀνταποδίδωσιν ὁ Σύμμαχος «εὐεργέτησεν» εἶπεν. Ἀκριβέστερον μέντοι οἱ Ἑβδομήκοντα τὸ ἀνταποδίδωσι τεθείκασιν· ἐπειδὴ γὰρ τιμωρίαν ὠφείλομεν, σωτηρίαν δὲ ἀντὶ τιμωρίας ἐλάβομεν, εἰκότως τὸ ἀνταποδίδωσι τεθείκασιν ἀντὶ τοῦ· τοῖς ἐναντίοις ἡμᾶς ἀμείβεται ἀντὶ κακῶν διδοὺς ἀγαθά. Ταύτην γὰρ τὴν διάνοιαν καὶ ὁ Ἀκύλας τέθεικεν. Κύριος κριτὴς δίκαιος τῷ οἴκῳ Ἰσραήλ, ἐπάγει ἡμῖν κατὰ τὸν ἔλεον αὐτοῦ καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ. Οὐ μόνῃ τῇ δικαιοσύνῃ κεχρημένος δικάζει, ἀλλ' ἐλέῳ κιρνᾷ τὸ δίκαιον, μᾶ λλον δέ· νικᾷ ἡ φιλανθρωπία τὸ δίκαιον. 8Καὶ εἶπεν· Οὐχὶ ὁ λαός μού ἐστι τέκνα μου καὶ οὐ μὴ ἀθετήσουσιν; Καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν 9ἐκ πάσης θλίψεως. Ἐχρήσατο δὲ φιλανθρωπίᾳ εἰς τὸν νέον ἀποβλέψας λαόν, ὃν καὶ τῆς υἱοθεσ ίας ἠξίωσεν· οἷς μαρτυρεῖ καὶ τὸ ἑδραῖον τῆς πίστεως· οὐ γὰρ μὴ ἀθετήσουσιν. Οὐ πρέσβυς οὐδὲ ἄγγελος ἀλλ' αὐτὸς ὁ κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν, αὐτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος. Διὰ τούτους φησὶ καὶ τῶν ἄλλ ων τῶν παρανομούντων ἠνέσχετο καὶ πάντων προμηθούμενος διετέλεσε καὶ παντοδαπῆς αὐτοὺς προνοίας ἠξί ωσεν οὐκ ἀγγέλοις διακόνοις τῆς σωτηρίας χρησάμενος ἀλλ' αὐτὸς τῆς ἐνανθρωπήσεως ἀναδεξάμενος τὸ μυστήριον. Τὸ δέ· Οὐ πρέσβυς οὐδὲ ἄγγελος, ὁ Θεοδοτίων «Οὐ πολιορκητὴς οὐδὲ ἄγγελος» ἔφη. Οὐδενὶ γὰρ ἄλλῳ τὸν ὑπὲρ ἡμῶν ἐνεχείρισε πόλεμον ἀλλ' αὐτὸς ἐπολέμησεν, αὐτὸς ἠρίστευσεν, αὐτὸς κατέλυσε τοῦ τυράννου τὸ κράτος. 10Αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, αὐτὸς κύριος ἐπολέμησεν αὐτούς. Αὐτὸς μὲν τῇ ἀρρήτῳ χρώμενος ἀγαθότητι πάντα ὑπὲρ τῆς αὐτῶν ἐπραγματεύσατο σωτη ρίας· οἱ δὲ πονηρίᾳ συζῶντες, τουτέστιν Ἰουδαῖοι, καὶ «ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες», ᾗ φησιν ὁ θεσπέσιος Στέφανος– ἐντεῦθεν δὲ κἀκεῖνος τὴν κατηγορίαν ὕφηνεν– οὐκ ἐδέξαντο τὴν σωτηρίαν ἀλλὰ τῆς εἰρήνης τὴν ἀφορμὴν πολέμου πρόφασιν ἐποιήσαντο· οὗ δὴ χάριν τῆς ἀχαριστίας αὐτοὺς εἰσεπράξατο δίκας. 11Καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων, Μωσῆ καὶ λαοῦ αὐτοῦ. Ἐμνήσθη δὲ καὶ τῶν πάλαι γεγενημένων ἐπὶ Μωυσέως τοῦ νομοθέτου· καὶ γὰρ οἱ ἐπ' ἐκείνου δυσσεβοῦντες καὶ παρανομοῦντες ἐν τῇ ἐρήμῳ καταναλώθησαν. Ποῦ ἐστιν ὁ ἀναγαγὼν ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων αὐτοῦ; Ποῦ ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον, 12ὁ ἀναγα γὼν τῇ δεξιᾷ τὸν Μωυσῆν; Ὁ δὲ Ἀκύλας οὕτως· «Ποῦ ὁ ἀναβιβάσας αὐτοὺς ἀπὸ θαλάσσης σὺν νομεῦσι ποιμνίου αὐτοῦ;» Καὶ ὁ Σύμμαχος δὲ καὶ ὁ Θεοδοτίων «ἀπὸ θαλάττης» ἀντὶ τῆς γῆς τεθείκασιν· οὕτω δὲ καὶ παρὰ τοῖς Ἑβδομήκοντα εὗρον κείμενον ἐν τῷ Ἑξαπλῷ. Μέμνηται δὲ ὁ προφητικὸς λόγος τῆς διὰ θαλάττης γεγεν η μένης πορείας· προορῶν γὰρ αὐτοὺς τῆς θείας κηδεμονίας ἐρήμους γεγενημένους καὶ κατὰ τὴν ἡ μῖν γ εγε νη μέ νην πρόρρησιν διασπασθέντα μὲν τοῦ ἀμπελῶνος τὸν φραγμόν, καταλυθέντα δὲ τὸν τοῖχ ον, αὐτὸν δὲ ὑπὸ πάντων πατού μενον, τῶν παλαιῶν ἐκείνων ἀναμιμνῄσκεται, ὅτε διῃρέθη μὲν τὸ πέλαγος, ἐγένετο δὲ αὐτοῖς ἱππήλατον πεδίον ὁ τῆς θαλάττης πυθμήν, εἶδον δὲ τοὺς πολεμίους ἅπαντ ας ὑποβρυχίους γεγενημένους, ἀπήλαυον δὲ καὶ προφητικῆς χάριτος, δι' ἐκείνων τοῦ παν αγίου πνεύματος τὰ ἐσόμενα προδηλοῦντος. Ὁ μέντοι θεῖος ἀπόστολος τοῦτο εἰς τὸν δεσπότην Χριστὸν οὐχ ὡς ἀληθῶς| 180 b| ἔλαβ εν ἀλλ' ὡς τυπικῶς ἐπὶ τὴν ἀλήθειαν μετήνεγκεν· καθάπερ τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων διωκ όντων διέβη τὴν θάλατταν ὁ λαὸς ἡγουμένου τοῦ Μωυσέως, οὕτως τοῦ διαβόλου καὶ τῶν δαιμόνων πολεμούντων συνέτριψε μὲν ὁ δεσπότης Χριστὸς τοῦ θανάτου τὰς πύλας καὶ πρῶτος ταύτας διῆλθεν, ἐξάγει δὲ καὶ πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν. Τούτου δὴ χάριν ὁ θεῖος ἀπόστολος ταῦτα τίθησιν ἐπὶ τοῦ δεσπότου Χριστοῦ τὰ ῥητὰ καί φησιν· «Ὁ ἀναγαγὼν ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν.» Τούτου ἐστὶν ὁ Μωυσῆς ὑπουργός τε καὶ τύπος· οὗτος γὰρ ὁ ἀληθινὸς «ποιμὴν ὁ τὴν ψυχὴν αὐτοῦ τεθεικὼς ὑπὲρ τῶν προ βάτων». Εἶτα τῶν τῇ Ἐρυθρᾷ Θαλάττῃ γεγενημένων ἀναμιμνῄσκει· Ὁ βραχίων τῆς δόξης αὐτοῦ κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ ποιῆσαι ἐν αὐτῷ ὄνομα αἰώνιον. Τῇ γὰρ ἐνεργείᾳ τοῦ θείου προστάγματος διῃρέθη τὸ πέλαγος καὶ ἐγένετο αὐτοῖς «τὸ ὕδωρ τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων». Τοῦτο γὰρ εἶπεν· κατίσχυσεν, τουτέστιν· ἔστη καὶ ἡ ῥοώδης φύσις ἐμιμεῖτο τειχῶν οἰκοδομίαν. 13Ἤγαγεν αὐτοὺς δι' ἀβύσσου ὡς ἵππον δι' ἐρήμου 14καὶ ὡς κτήνη διὰ πεδίου, καὶ οὐκ ἐκοπίασαν. Ἐν ταῖς ἐρήμοις εὐπετ ῶς ὁ ἵππος δύναται τρέχειν· οὐ γὰρ ἔστιν αἱμασιῶν καὶ δένδρων κωλύματα. Καὶ τὰ κτήνη δὲ ὡσαύ τως μετὰ πολλῆς μὲν δυσκολίας τὰ ὄρη διαβαίνει, εὐπετῶς δὲ μάλα τὰ πεδία διέρχεται. Τὴν πολλὴν τοίνυν τῆς διαβάσεως διὰ τούτων δεδήλωκεν εὐκολίαν, ὑποδείκνυσι δὲ καὶ τῶν γεγενημένων τὸ αἴ τιον· Κατέβη πνεῦμα παρὰ κυρίου καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου τοῦ ποιῆσαι σεαυτῷ ὄνομα δόξης. Ἡ θεία γὰρ αὐτοὺς ἐποδήγησε χάρις, καὶ δῆλος ἐγένετο πᾶσι τοῦ Ἰσραὴλ ὁ θεός. Ἐντεῦθεν πρὸς αὐτὸν τὸν θεὸν ὁ προφήτης μεταφέρει τὸν λόγον ὑπὲρ τοῦ λαοῦ τὴν ἱκετείαν προσφέρων· 15Ἐπίβλεψον ἐκ τοῦ οὐρανοῦ κύριε καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης. Ὁρῶν τὸν λαὸν τῆς προτέρας κηδεμονίας ἐστερη μένον καὶ τὸν ναὸν τῆς θείας χάριτος γενόμενον ἔρημον, ἱλεούμενος αὐτὸν λέγει· Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ κύριε, ἄνω θεν γὰρ ἐποπτεύειν δύνασαι τὰ ἡμέτερα· πλήρωσον πάλιν τὸν ναὸν τῆς χάριτός σου. Ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτε ἀνέσχου ἡμῶν· Μακροθυμῶν ἡμῖν ἀεὶ δέσποτα διετέλεις, ἔφερες τὴν ἡμετέραν παρανομίαν, ζήλῳ κατὰ τῶν πολεμίων ἐκέχρησο καὶ τὴν ἄμαχόν σου δύναμιν δήλην ἐποίεις. 16Σὺ γὰρ ἡμῶν πατὴρ εἶ, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σὺ κύριε πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς, ἀπ' ἀρχῆς τὸ ὄνομά σου ἐφ' ἡμᾶς ἐστιν. Οὐδεὶς ἡμᾶς ἐκείνων τῶν παλαιῶν προγόνων ἐπίσταται· διὸ σὲ μόνον καὶ δεσπότην καὶ πατέρα καλοῦμεν· σὸς γὰρ λαὸς ἐχρηματίσαμεν ἄνωθεν. 17Τί ἐπλάνησας ἡμᾶς κύριε ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; Ἡ πολλή σου μακροθυμία ταύτην ἡμῖν εἰργάσατο τὴν ἀναίδειαν· ἐπειδὴ γὰρ παρανομοῦντας οὐκ ἠνείχου κολάζειν, ἐπεμείναμεν παρανομοῦντες καὶ τῶν σῶν νόμων καταφρονοῦντες. Τοιοῦτόν ἐστι καὶ τὸ τῷ μακαρίῳ Μωυσῇ εἰρημένον· «Ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ.» Ἀνεξικα κ ί ᾳ γὰρ πολλῇ καὶ μακροθυμίᾳ χρησάμενος βατράχοις αὐτὸν καὶ σκνιψὶ καὶ μυίαις κατ' ἀρχὰς ἐ μασ τίγωσεν, ὁ δὲ ὑπέλαβε τὸν θεὸν μὴ δύνασθαι μείζοσιν αὐτὸν ὑποβάλλειν τιμ ωρίαις. Ὅτε δὲ τὰ πρωτότοκα τῶν Αἰγυπτίων ὁ ὀλοθρεύων διέφθειρε καὶ καθί κετο αὐτοῦ τῆς σκληρᾶς καὶ ἀντιτύπου καρδίας ἡ τῆς ὀδύνης αἴσθησις, τότε εἴξας ἀπέλυσε τὸν λαόν. Δῆλον δὲ το ί νυν ὅτι, εἰ τοῦ το εὐθὺς ἐξ ἀρχῆς γενέσθαι προσέταξεν, ἀφέθη ἂν ἐξ ἀρχῆς ὁ λαός. Ἐπειδὴ δὲ τῇ συ νήθει μακροθυμίᾳ καὶ φιλανθρωπίᾳ χρώμενος σμικρὰς αὐτῷ παιδείας προσήνεγκεν, ἀντέτεινεν ὀνει δίζων. Οὗ δὴ χάριν εἶπεν ὁ τῶν ὅλων θεός· «Ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ», τουτέστιν ἀνεξικακῶν καὶ μακροθυ μῶν. Καὶ γὰρ ἡμεῖς τοῖς συνεχῶς ἁμαρτάνουσιν οἰκέταις εἰώθαμεν λέγειν· Εἰ ἐξ ἀρχῆς ἐπαι δεύθης, οὐκ ἂν ἦσθα τοιοῦτος. Οὕτω καὶ ὁ προφήτης ἐκ προσώπου τοῦ λαοῦ τὸν| 181 a| δεσπότην ἀντιβολῶν ἔλεγεν· Τί ἐπλάνησας ἡμᾶς κύριε ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; Ἐπὶ πλεῖστόν φησιν ἐμακροθύμησας, ὁρῶν ἀδεῶς παρανομοῦντας οὐκ ἐπαίδευσας· ἐντεῦθεν ἀντίτυπον καρδίαν ἐσχήκαμεν, διὰ τοῦτο τὴν εὐθεῖαν ὁδὸν κατελίπομεν. Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, 18ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου. Ἀναμνήσθητι τῶν ἡμετέρων προγόνων, οἳ σοὶ θεράποντες ἐχρημάτισαν, ἀναμνήσθητι τῶν ἡμετέρων φυλῶν ἃς ἐν τῇ ἐρήμῳ διέκρινας, ἃς σὸν ὠνόμα σας κλῆρον, καὶ μὴ παντελῶς ἡμᾶς ἐξελάσῃς τῶν ἁγίων σου περιβόλων. Οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου. Τὰ ἄδυτα καὶ ἄψαυστα καὶ μόνοις τοῖς ἱερεῦσι βατὰ ἔρημα ἐγένετο καὶ ὑπὸ τῶν δυσσεβῶν πολεμίων κατεπατήθη. Δυσσεβεῖς γὰρ ἦσαν οὐ μόνον Βαβυλώνιοι ἀλλὰ καὶ Μακεδόνες καὶ Ῥωμαῖοι, ἡνίκα τὴν Ἱερουσαλὴμ ἐξεπόρθησαν. 19Ἐγενόμεθα ὡς τὸ ἀπ' ἀρχῆς ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμᾶς. Τῆς παντοδαπῆς ἐκείνης ἐγυμνώθημεν προμηθείας καὶ τοῖς ἡμετέροις ἐοίκα μεν προγόνοις, οἳ ἐν Αἰγύπτῳ δουλεύοντες οὐδέπω σὸς λαὸς ἐχρημάτιζον. Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται 641ὡς κηρὸς τήκεται ὑπὸ πυρός, καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους σου, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντίοις σου. Ταῦτα δὲ πεπόνθαμεν οὐ διὰ τὴν σὴν ἀσθένειαν ἀλλὰ διὰ τὴν ἡμετέραν παρανομίαν. Σοῦ γὰρ οὐρανόθεν τὴν οἰκείαν ἐπιφάνειαν ποιουμένου κλονεῖται τὰ ὄρη καὶ κηροῦ δίκην πυρὶ πελάζοντος διαλυθή σεται. Πῦρ δὲ τοὺς ἡμετέρους δυσμενεῖς δαπανήσει καὶ φανερὰ πᾶσιν ἡ σὴ γενήσεται δύναμις. Ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται· 2ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Πάντα σοι ῥᾴδια, πάντα σοι εὐπετῆ· σεῖσαι τὴν γῆν, ταράξαι τὰ ἔθνη. 3Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούςαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ. Δι' αὐτῶν μεμαθήκαμεν τῶν πραγμάτων ὡς σὺ μόνος ὑπάρχεις θεός· ἑτέρου γὰρ οὐδενὸς οὔτε ἐθεασάμεθα οὔτε ἠκούσαμεν ἔργα θεῷ πρέποντα. Καὶ τὰ ἔργα σου ἀληθινά. Οὐ γὰρ ἔοικας τοῖς τῶν εἰδώλων τεχνάσμασι καὶ ταῖς παντοδαπαῖς ἐξαπάταις. Καὶ ποιήσεις τοῖς ὑπομένουσί σε ἔλεον· 4συναντήσεται γὰρ ἔλεος τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Ἔδειξε τοῦ ἐλέου τὸ δίκαιον· οὔτε γὰρ ὁ ἔλεος τοῦ θεοῦ ἄκριτος οὔτε ἡ κρίσις ἀνέλεος. Διά τοι τοῦτο τοῖς ὑπομένουσι καὶ τοῖς ποιοῦσι τὸ δίκαιον τὴν τοῦ ἐλέου χορηγίαν συνέ ζευξεν. Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν. Ἀγανακτεῖς δὲ καθ' ἡμῶν οὐκ ἀδίκως· ἡ γὰρ ἡμετέρα παρανομία τὴν ὀργὴν παραθήγει. Οὕτω καὶ ὁ Σύμμαχος ἡρμήνευσεν· «Ἰδοὺ σὺ ὠργίσθης ἁμαρτανόντων ἡμῶν.» Οὐ γὰρ αὐτοῦ ὀργισθέντος ἥμαρτον, ἀλλ' ἐκείνων ἁμαρτόντων ὠργίσθη. Διὰ τοῦτο ἐπλανήθημεν 5καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες. Ἡμαρτηκότων ἡμῶν ὠργίσθης· ὀργισθεὶς δὲ τῆς σῆς ἡμᾶς προνοίας ἐγύμνωσας. Ἡμεῖς δὲ ταύτης γυ μνωθέν τες τῇδε κἀκεῖσε περιπλανώμεθα καὶ τῆς σῆς ἐστερήμεθα ἁγιωσύνης μυσαροί τινες καὶ ἀκάθαρτοι γεγε νημένοι. Καὶ ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν. Ἄξιον θαυμάσαι τοῦ προφήτου τὴν σύνεσιν· τῷ γὰρ ἀκαθάρτῳ ῥάκει οὐ τὴν ἁμαρτίαν ἀλλὰ τὴν δικαιοσύνην αὐτῶν ἀπείκασεν. Εἰ δὲ ἡ δικαιοσύνη ἐκείνῳ ἀπείκασται, οὐκ ἔχει εἰκόνα παραβαλλομένη ἡ ἁμαρτία. Καὶ ἐξερρύημεν ὡς φύλλα πάντες ἡμεῖς διὰ τὰς ἀνομίας ἡμῶν, οὕτως ἄνεμος οἴσει ἡμᾶς. Ἔδειξε καὶ διὰ τούτων τῆς τιμωρίας τὸ δίκαιον. Τῆς πολλῆς φησι παρανομίας τίνομεν δίκας καὶ ἐοίκαμεν φύλλοις ὑπὸ λαίλαπος φερομένοις. 6Καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου, ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ' ἡμῶν καὶ παρέδωκας ἡμᾶς ταῖς ἁμαρτίαις ἡμῶν. Εἰς ἀναλγησίαν ἐξεπέσαμεν καὶ τῶν ἐπικειμένων οὐκ| 181 b| αἰσθανόμεθα συμφορῶν οὐδὲ τὴν τούτων αἰτοῦμεν ἀπαλλαγήν· τῆς γὰρ σῆς γυμνωθέντες ἐπιμελείας διὰ τὴν πολλὴν παρανομίαν ἐξεδόθημεν τῇ δουλείᾳ. 7Καὶ νῦν κύριε πατὴρ ἡμῶν σὺ εἶ, ἡμεῖς δὲ πηλός· καὶ σὺ ὁ πλάστης ἡμῶν, ἔργα τῶν χειρῶν σου πάντες ἡμεῖς. Τῆς ἀρχαίας ἀναμιμνῄσκει δημιουργίας καὶ πατέρα καλεῖ καὶ δεσπότην καὶ πλάστην καὶ τὴν ἀνθρωπείαν φύσιν ὀνομάζει πηλόν, ἵνα καὶ διὰ τούτων ἀνοίξῃ τὰς τοῦ ἐλέου πηγάς. 8Μὴ ὀργίζου ἡμῖν κύριε ἕως σφόδρα καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Τό· μὴ ἐν καιρῷ, «μὴ εἰς τὸν αἰῶνα» ὁ Σύμμαχος εἴρηκεν ἀντὶ τοῦ· εἰς τέλος. Οὕτω καὶ ὁ μακάριος ἔφη Δαυίδ· «Ἵνα τί ὁ θεὸς ἀπώσω εἰς τέλος;», καὶ πάλιν· «Μὴ εἰς τὸν αἰῶνα ὀργισθῇς ἡμῖν», καὶ ἑτέρωθι· «Καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.» Κατὰ μέντοι τοὺς Ἑβδομήκοντα οὕτως νοή σω μεν· μὴ ἐν τῷ καιρῷ τῆς τῶν πολεμίων προσβολῆς τῶν ἡμετέρων ἁμαρτημάτων μνησθῇς. καὶ νῦν ἐπίβλεψον κύριε ὅτι λαός σου πάντες ἡμεῖς, 9πόλις τοῦ ἁγίου σου, τουτέστι τοῦ Δαυίδ· αὐτοῦ ἐχρη μάτιζε πόλις. Ἐγενήθη ἔρημος Σιὼν ὡς ἔρημος ἐγενήθη Ἱερουσαλήμ· εἰς κατάραν 10ὁ οἶκος τοῦ ἁγιάσματος ἡμῶν, καὶ ἡ δόξα ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν ἐγενήθη πυρί καυστος, καὶ πάντα τὰ ἔνδοξα ἡμῶν συνέπεσαν. Εἰ ἡμεῖς φιλανθρωπίας φησὶν ἀνάξιοι οἱ σὸς λαὸς χρηματίσαντες, τὴν πόλιν φειδοῦς διὰ τὸν ταύτης ἀξίωσον οἰκιστήν· ἔρημος γὰρ αὕτη γεγένηται. Καὶ τῇ μνήμῃ τῆς προσηγορίας εἰς ἔλεον διεγείρει· Ἐγενήθη ἔρημος Σιὼν ὡς ἔρημος ἐγενήθη Ἱερουσαλήμ. Τὸ δέ· εἰς κατάραν ὁ οἶκος τοῦ ἁγιάσματος ἡμῶν, οἱ μὲν Ἄλλοι «εἰς ἀφανισμὸν» ἡρμήνευσαν. Ἔχει δὲ καὶ ἡ κατάρα διάνοιαν τῷ πάθει πρόσφορον· εἰώθασι γὰρ πάντ ες λέγειν· Πάθοις ἃ ὁ δεῖνα πέπονθεν. Ὁ πολυθρύλητος τοίνυν νεώς, ὁ πλήρης ἁγιωσύνης, ὁ παρὰ πᾶσιν ἀοίδιμος πολεμικῷ μὲν ἐνεπρήσθη πυρί, πρόκειται δὲ τοῖς ἐπιτωθάζουσιν εἰς κατάραν. 11Καὶ ἐπὶ τούτοις πᾶσιν ἀνέσχου κύριε καὶ ἐσιώπησας. Ταῦτα δὲ πάντα ὁρῶ ὑπὸ τῶν πολεμίων γιγνόμενα ἠνέσχου μακροθυμῆσαι. Καὶ τὴν αἰτίαν διδάσκει· Καὶ ἐταπείνωσας ἡμᾶς ἕως σφόδρα. Ἵνα γὰρ ἡ μᾶς ταπεινώσῃς καὶ τὸ ἡμέτερον φρόνημα καταλύσῃς, οὐκ ἐβουλήθης κολάσαι τοὺς ταῦτα τετολ μηκότας. Ταύτης ὑπὸ τοῦ προφήτου τῆς ἱκετείας προσενεχθείσης ἀποκρίνεται ὁ τῶν ὅλων θεὸς τῇ αὐτῇ χρώμενος γλώττῃ· 651Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εἶπον· Ἰδού εἰμι ἰδού εἰμι ἐν ἔθνει οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου. Οὐ δέχομαί φησι τὴν ὑπὲρ τούτων πρεσβείαν· ἄλλον ἐξελεξάμην λαόν, οὐκέτι τῶν ἀχαρίστων ἀνέξομαι. Δῆλος τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσιν ἐγενόμην· εἶδον οἱ ἐν σκότει φῶς, ἔγνωσαν οἱ ἀγνοοῦντες τὸν ποιητήν, εὗρον οἱ μὴ ζητοῦντες τὸν θησαυρόν, οἱ προφήτας οὐκ ἐσχηκότες τῷ ὑπ' ἐκείνων κηρυττομένῳ πιστεύουσιν. 2Ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ἐν ὁδῷ οὐ καλῇ ἀλλ' ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Τὰ μὲν οὖν ἔθνη προφήτην οὐ δεξάμενα τὸν εὐεργέτην ἐπέγνω, οὗτοι δὲ παντοδαπῆς ἐπιμελείας τετυχηκότες ὄνησιν οὐδεμίαν ἐδέξαντο ἀλλὰ τῇ συνήθει παρανομίᾳ προσμένουσιν. Τὸ δέ· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου, δηλοῖ μὲν τὴν ἐν παντὶ τῷ χρόνῳ γεγενημένην αὐτῶν ἐπιμέλειαν, αἰνίττεται δὲ καὶ τοῦ σταυροῦ τὸ σωτήριον πάθος, ἐν ᾧ τὰς χεῖρας ἐξέτεινεν. Εἶτα καὶ τὴν πολλὴν αὐτῶν ἀσέβειαν καὶ παραν ομίαν γυμνοῖ· 3Ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντὸς αὐτοὶ θυμιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις 4τοῖς δαιμονίοις καὶ τοῖς οὐκ οὖσιν. Εἰδό τες ὡς ὁρῶ τὰ γιγνόμενα παρόντος μου τοὺς δαίμονας θεραπεύουσι, παροξύνειν με διὰ τῶν τολμωμένων βουλό μενοι. Ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι' ἐνύπνια. Σφᾶς| 182 a| αὐτοὺς ἐκδεδωκότες τῇ πλάνῃ καὶ ταῖς καθ' ὕπνον γινομέναις φαντασίαις ἀκολουθοῦσι καὶ τούτου χάριν καὶ παρὰ τοὺς τάφους καθεύδειν ἀνέχονται καὶ ἐν τοῖς ἀφωρισμένοις σπηλαίοις τοῖς δαίμοσιν. Οἱ ἐσθίοντες κρέας ὕειον καὶ ζωμοὺς θυσιῶν, μεμολυσμένα πάντα τὰ σκεύη αὐτῶν. Τῆς τοῦ νόμου παραβάσεως κατηγορεῖ διδάσκων, ὡς οὐκ ἀντεχόμενοι τοῦ νόμου οὐδὲ τὴν ἔννομον πολιτείαν ἀσπαζόμενοι τὴν μιαιφονίαν ἐκείνην ἐτόλμησαν καὶ τὸν εὐεργέτην τῷ ξύλῳ προσήλωσαν– παρανομοῦσι γὰρ οἵ γε τὸν νόμον ἀεὶ ἀδεῶς παραβαίνοντες– ἀλλὰ συνήθως ἀχάριστοι περὶ τὰς θείας γενόμενοι εὐεργεσίας. 5Οἱ λέγοντες· Πόρρω ἀπ' ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι. Τοιοῦτοι ἦσαν οἱ τοῦ σωτῆρος κατηγοροῦντες καὶ λέγοντες· «Ἵνα τί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;» Τοιοῦτος ἦν ὁ Φαρισαῖος ὁ «ἐν αὐτῷ λέγων· Εἰ ἦν οὗτος προφήτης, ᾔδει τίς καὶ ποταπὴ ἡ γυνὴ αὕτη ἡ ἁπτομένη αὐτοῦ». Τοιοῦτος ἦν ὁ ἐν τῷ ἱερῷ προσευχόμενος καὶ λέγων· «Εὐχαριστῶ σοι, ὁ θεός, ὅτι οὔκ εἰμι ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων ἄδικοι, πλεονέκται, μοιχοί, οὐδὲ ὡς οὗτος ὁ τελώνης.» Εἶτα δεικνὺς τοῦ τύφου τὴν βλάβην ἐ πάγει· Οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας. Ὥσπερ γὰρ τὰ ξύλα διεγείρει τὴν φλόγα, οὕτως ὁ τῦφος, οὕτως καὶ ἡ ἀλαζονεία τὸν ἐμὸν ἐξάπτει θυμόν. 6Ἰδοὺ γέγραπται ἐνώπιον ἐμοῦ· Οὐ μὴ σιωπήσω, ἕως ἂν ἀποδώσω εἰς τὸν κόλπον αὐτῶν 7πάσας τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν ἐπὶ τὸ αὐτό, λέγει κύριος. Ἐπειδὴ πάσῃ συζῶντες παρανομίᾳ ὡς ἄκ ρας ἀρετῆς ἐπειλημμένοι τῶν ἄλλων ὑπερφρονοῦσι, δρέψονται ὧν τολμῶσι τἀπίχειρα καὶ δι δάσκει ὡς οὐ μόνον κατὰ τὸν παρόντα βίον ἀλλὰ κἀν τῷ μέλλοντι δώσουσι δίκας· τούτου γὰρ χά ριν εἴρηκεν· Καὶ τῶν πατέρων αὐτῶν ἐπὶ τὸ αὐτό, λέγει κύριος. Οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων. Περὶ τῶν πατέρων αὐ τῶν ταῦτα λέγει. Καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με. Ἀποδώσω τὰ ἔργα αὐτῶν πρῶτον εἰς τὸν κόλπον αὐτῶν. Τὴν ἐσομένην ἐν τῷ μέλλοντι βίῳ δεδήλωκε κρίσιν. Εἶτα διδάσκει, τίνος χάριν οὕτως α ὐτῶν παρανομούντων ἐπὶ πλεῖστον ἠνέσχετο χρόνον· 8Οὕτως λέγει κύριος· Ὃν τρόπον ἐὰν εὑρεθῇ ῥὰξ ἐν τῷ βότρυι καὶ ἐροῦσιν· Μὴ λυμήνῃ αὐτήν, ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτῇ, οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι· τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας. Ὥσπερ γάρ φησιν, εἴ τις ἐν βότρυι μίαν εὕροι πέπειρον ῥᾶγα, δι' ἐκείνην παντὸς τοῦ βότρυος φείδεται, ἵνα τῷ θεῷ τὴν ἀπαρχὴν προσενέγκῃ, οὕτως ἐγὼ ἐπαγγειλάμενος τῷ Ἀβραὰμ ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν τὰ ἔθνη πάντα δι' ἐκεῖνο τὸ σπέρμ α παντὸς τοῦ Ἰσραὴλ ἠνεσχόμην παρανομοῦντος, διὰ τοῦτο οὐ περιεῖδον Αἰγυπτίοις δουλεύοντας, τούτου χάριν αὐτ οὺς τῆς τῶν Βαβυλωνίων ἠλευθέρωσα δυναστείας. 9Καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος μου τὸ ἅγιον. Ἄντικρυς ἡμῖν τὸν προφητευόμενον ὁ προφητικὸς ὑπέδειξ ε λόγ ος· τοῦ γὰρ σπέρματος ἀναμνήσας, δι' οὗ τὴν εὐλογίαν τοῖς ἔθνεσι δώσειν ὁ θεὸς ἐπηγγείλατο, τοῦ Ἰακὼ β ἐμ νημό νευσε καὶ τοῦ Ἰούδα. Ἣν γὰρ διὰ τῶν προγόνων καὶ ὑπὸ τοῦ θεοῦ τῶν προγόνων ὁ Ἰακὼβ εὐλογίαν ἐ δέξ ατο, ταύτην οὔτε τῷ Ῥουβὶμ τῷ πρωτοτόκῳ οὔτε τῷ Συμεὼν τῷ δευτέρῳ οὔτε τῷ Λευὶ τῷ τρίτῳ, ἐξ οὗ τὸ τῶν ἱερέων ἐβλάστησε γένος, οὔτε τῷ Ἰωσὴφ τῷ ποθουμένῳ ἀλλὰ τῷ Ἰούδᾳ δέδωκεν· «Οὐκ ἐκλείψει» γὰρ ἔφη «ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Τούτου χάριν ὁ τῶν ὅλων ἔφη θεός· Καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ ἐξ Ἰούδα, τουτέστι τὴν τῶν ἐθνῶν προσδοκίαν, δι' ἧς εὐλογήσειν ἐπηγγειλάμην πάσας τῆς γῆς τὰς φυλάς. Εἶτα μετὰ τοῦ δεσπότου Χριστοῦ καὶ τῶν εἰς αὐτὸν πεπιστευκότων ἀποστόλων καὶ τῶν ἄλλων τῶν τὸ ἐκείνων διαδεξαμένων κήρυγμα μνημονεύει·| 182 b| Καὶ κληρο νομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοι κήσουσιν ἐκεῖ. Ἔπειτα καὶ τῶν ἐθνῶν προλέγει τὴν κλῆσιν· 10Καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου οἳ ἐζήτησάν με. Δρυμὸν τὰ ἔθνη καλεῖ διὰ τὴν προτέραν ἀ πιστίαν, ἐπαύλεις δὲ τὰς ἐκκλησίας καλεῖ, ποίμνια δὲ τοὺς ἐν ταύταις ἀθροι ζομένους λαούς. Διὰ δὲ τῆς Ἀχὼρ φάραγγος αἰνίττεται τὴν ἐν ταῖς ἐκκλησίαις γινομένην κατάνυξιν· τὸν γὰρ Ἄχαρ ἢ καὶ Ἀχὼρ κεκλοφότα καὶ τὸν περὶ τοῦ ἀναθέματος παραβεβηκότα νόμον ἔν τινι κατέλ ευσαν φάραγγι καὶ διὰ τοῦτο τὸ πάθος πολλῆς ἐνεπλήσθησαν κατανύξεως. 11Ὑμεῖς δὲ οἱ ἐγκαταλείποντές με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῇ τύχῃ τράπεζαν καὶ πληροῦντες τῷ δαίμονι κέρασμα, 12ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες σφαγῇ πεσεῖσθε. Πάντα γὰρ δυσσε βείας μεστά· πρῶτον μὲν τὸ τὸν εὐεργέτην καταλιπεῖν καὶ τοῦ ἀφιερωμένου τῷ θεῷ καταφρονῆσαι ναοῦ, εἶτα τὸ ἀντὶ θεοῦ τοῖς δαίμοσι τοῖς ἀντιθέοις δουλεῦσαι καὶ ἀντὶ τῆς τοῦ θεοῦ προνοίας προελέσθαι τὴν τύχην καὶ ταύτην νομίζειν οἰκονομεῖν τὰ ἀνθρώπεια πράγματα καὶ ταύτην προσφέρειν τὰ ὑπὸ θεοῦ χορηγούμενα. Ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε. Ἐκάλεσε μὲν αὐτοὺς καὶ διὰ τῶν προφητῶν, καὶ ἀντιτείνοντες διετέλεςαν· ἐκάλεσε δὲ αὐτοὺς καὶ ἐνανθρωπήσας· «Ἰησοῦς» γάρ φησιν «ἔκραξε καὶ εἶπεν· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω», καὶ πάλιν· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτιςμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Ἀλλὰ τὴν σωτήριον οὐκ ἐδέξαντο κλῆσιν, τὰς δὲ νομικὰς παρατηρή σεις καὶ τὰς θυσίας, ἃς οὐκ ἐβούλετο, τῆς δωρουμένης αὐτοῖς προετίμησαν χάριτος. 13Διὰ τοῦτο τάδε λέγει κύριος· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· 14ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ καρδία, ὑμεῖς δὲ κεκράξετε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν καὶ ἀπὸ συντριβῆς πνεύμα τος ὀλολύξετε. Ἡ τῶν ἐναντίων παράθεσις μείζονα τοῖς κολαζομένοις τὴν ὀδύνην ἐργάζεται· αὐτίκα τοίνυν Ἰουδαίους οὐχ οὕτως ἡ σφετέρα δυσημερία λυπεῖ, ὅσον ἀνιᾶ τῆς ἐκκλησίας ἡ εὐπραξία. 15Καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ κύριος ὁ θεός. Τό· εἰς πλη σμονήν, οἱ Τρεῖς Ἑρμηνευταὶ «εἰς ὅρκον» τεθείκασιν. Εἰώθασι δὲ πολλοὶ λέγειν οὕτως· Μὴ πάθοιμι ἃ ὁ δεῖνα πέπονθεν. Καὶ τ ῶ ν Ἑβδομήκοντα δὲ ἡ ἑρμηνεία ἔργῳ θεωρεῖται· βδελυκτὸν γὰρ καὶ προσκορὲς καὶ αὐτὸ τῶν Ἰουδαίων τὸ ὄνομα. Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, 16ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Καὶ ἤδη τοῦτο προεῖπε τὸ ὄνομα. Καινὸν δέ ἐστι καὶ οὐ παλαιόν· μετὰ γὰρ τὴν ἐπιφάνειαν τοῦ δεσπότου Χριστοῦ Χριστιανοὶ προσηγο ρεύθησαν οἱ πιστεύσαντες. Ἀντὶ πάσης δὲ τοῦτο προσφέ ρουσιν εὐφημίας οἱ ἄνθρωποι· ὅταν γὰρ ἐπαινέσαι βουληθῶσι, μετὰ τὰς πολλὰς εὐφημίας ἐπιλέγειν εἰώθασιν· ἀληθῶς Χριστιανός. Καὶ παρακαλοῦντες πάλιν εἰώθασι λέγειν· Ὡς Χριστιανὸς ποίησον, ὃ πρέπει Χριστιανῷ ποίησον. Οὕτως εὐλογίας καὶ εὐφημίας ἡ προσηγορία μεστή. Εὐλογήσουσι γὰρ τὸν θεὸν τὸν ἀληθινόν, τουτέστιν οἱ τοῦ καινοῦ ὀνόματος ἀξιούμενοι. Καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν. Ἀπορρίψουσι γὰρ τῶν εἰδώλων τὴν μνήμην καὶ τὸν ἀληθινὸν θεὸν ἐν τῷ στόματι διατελέσουσι περιφέροντες. Ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. Θλῖψιν τὴν πλάνην ἐκάλεσεν ὡς πρόξενον συμφορῶν. 17Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδὲ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, 18ἀλλ' εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ ὅσα ἐγὼ κτίζω. Τοῦτο καὶ| 183 a| ὁ ἀπόστολος ἔφη· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα.» Οὕτω καὶ διὰ τοῦ προφήτου· Εὐφροσύνη φησίν ἐστι καὶ ἀγαλλίαμα ὅσα ἐγὼ κτίζω. Σωτηρίαν γὰρ αἰώνιον παρέξουσι τὰ ὑπ' ἐμοῦ γιγνόμενα· γέγονε δὲ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ τοῖς πάλαι πλανωμένοις καὶ ταῦτ α θεο ποιοῦσιν· ἐπέγνωσαν γὰρ τὸν τούτων δημιουργὸν καὶ ἔμαθον ὡς οὐ θεοὶ ταῦτα ἀλλὰ θεοῦ ποιή ματα. Καινὰ τοίνυν ἐστὶ τοῖς ἕτερα ἀνθ' ἑτέρων ὁρῶσιν· παυσαμένης γὰρ τῆς πλάνης ὤφθη τὸ ποίη μα ποίημα καὶ ὁ ποιητὴς ποιητής. Ἰδοὺ ἐγὼ ποιῶ τὴν Ἱερουσαλὴμ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην 19καὶ ἀγαλλιάσομαι ἐπὶ Ἱερουσαλὴμ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου, καὶ οὐκέτι οὐ μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ καὶ φωνὴ κραυγῆς. Περὶ τῆς καινῆς κτίσεως προθεσπίσας ἀναγκ αίως Ἱερουσαλὴμ ἐκείνην ὀνομάζει, περὶ ἧς καὶ ὁ θεῖος ἀπόστολος· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν», καὶ πάλιν· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς.» Ἐκείνην ἀγαλλίαμα ποιήσειν λέγει καὶ τὸν ἐκείνης λαὸν εὐφροσύνην, ἐκείνην ἐλευθέραν ὀνομάζει κλαυθμοῦ. Εἰ δὲ μὴ πείθονται Ἰουδαῖοι, δειξάτωσαν τὴν αὐτῶν Ἱερουσαλὴμ δακρύων ἀπαλλαγεῖσαν· συμφοραῖς γὰρ αὕτη παρεδόθη μ ὲν πολλαῖς, ἐκείνη δὲ μόνη βιοτὴν ἄλυπον ἔχει καὶ δακρύων ἀπηλλαγμένην. Μαρτυρεῖ δὲ καὶ τὰ ἑξῆς τῇδε τῇ διανοίᾳ· Καὶ οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος ἡμέραις καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος υἱὸς ἑκα τὸν ἐτῶν, ὁ δὲ ἀποθνῄσκων ἁμαρτωλὸς υἱὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται. Καὶ τῶν δικαίων καὶ τῶν ἁμαρτωλῶν ἴσην ἔχει τὴν ἡλικίαν· ἀθάνατος γὰρ καὶ ἡ τῶν δικαίων ἀπόλαυσις καὶ τῶν ἡμαρτηκότων ἡ κόλασις. Καὶ τὰς διαφόρους δὲ ἡλικίας ἐκβάλλει, καὶ τὴν ἄωρον καὶ τὴν ἔξωρον, τὸν δὲ τέλειον ἀριθμόν, τουτέστι τὸν ἑκατόν, τέθεικεν ἐπὶ τῆς ἀτελευτήτου ζωῆς. Τὸ δέ· υἱὸς ἑκατὸν ἐτῶν, κατὰ τὸ Ἑβραίων καὶ Σύρων ἰδίωμα τέθεικεν ἀντὶ τοῦ· ἑκατὸν ἐτῶν. 21Καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσι, καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γενήματα αὐτῶν· 22καὶ οὐ μὴ οἰκοδομήσουσι καὶ ἄλλοι ἐνοικήσουσι, καὶ οὐ μὴ φυτεύ ουσι καὶ ἄλλοι φάγονται. Τροπικῶς ταῦτα κατὰ τὸ οἰκεῖον ἰδίωμα τέθεικεν, οἰκίας καὶ ἀμπελῶνας τὴν ἀρετὴν ὀνομάζων. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος· «Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὁ σπείρων εἰς τὴν σάρκα αὐτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα αὐτοῦ ἐκ τοῦ πνεύματος αὐτοῦ θερίσει ζωὴν αἰώνιον», καὶ πάλιν· «Ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ' εὐλο γίαις ἐπ' εὐλογίαις καὶ θερίσει», καὶ ἑτέρωθι· «Ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.» Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου, τὰ ἔργα τῶν πόνων αὐτῶν παλαι σουσιν. Πῶς δύναται ταῦτα προσαρμοσθῆναι τοῖς τὸν θνητὸν τοῦτον διοδεύουσι βίον; αἰώνιον γὰρ ὁ προφητικὸς λόγος ὑπισχνεῖται ζωήν. Περὶ γὰρ ἐκείνου τοῦ ξύλου ἔφη ὁ θεός· «Μήποτε ἐκτείνῃ Ἀδὰμ τὴν χεῖρα αὐτοῦ καὶ φάγῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα.» Γέγονε δὲ ἡμῖν ξύλον ζωῆς ὁ σωτήριος σταυρός· ἐδέξατο γὰρ οἷόν τινα καρπὸν τὸ ζωοποιὸν σῶμα, εἰς ὃ οἱ τὰς χεῖρας ἐκτείνοντες καὶ τοῦ καρποῦ μεταλαμβάνοντες τὴν αἰώνιον ζῶσι ζωήν. Οἱ ἐκλεκτοί μου 23οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα εὐλογημένον ὑπὸ τοῦ θεοῦ εἰσι καὶ τὰ ἔγγονα αὐτῶν μετ' αὐτῶν. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν κυρίῳ.» Τέκνα δὲ καὶ ἔγγονα εὐλογημένα τοὺς διὰ τῆς πίστεως ἀναγεννωμένους καλεῖ, περὶ ὧν καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ| 183 b| εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Καὶ Γαλάταις δὲ γράφων οὕτως ἔφη· «Τεκνία μου οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» 24Καὶ ἔσται πρὶν ἢ κεκρᾶξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν ἐρῶ· Τί ἐστιν; Οὕτως ἐν Ἱεροσολύμοις καθειργμένῳ τῷ Παύλῳ ὤφθη ὁ κύριος λέγων· «Θάρσει Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτως σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.» Οὕτως ἐν Φιλίπποις ἔσεισε τὰ θεμέλια τοῦ δεσμωτηρίου καὶ διέλυσε τὰ δεσμά, οὕτω τὸν κορυφαῖον τῶν ἀποστόλων ἐξήγαγε τῆς φυλακῆς, οὕτως ἅπαντα τὸν τῶν ἀποστόλων χορὸν καθειργμένον ἀπέλυσεν. 25Τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα. Ταῦτα καὶ ἤδη προείρηκε, τῆς ἐξ Ἰεσσαὶ ῥάβδου προαγορεύσας τὴν βλάστην. Ὁρῶμεν δὲ τ ῆς προφητείας τὸ τέλος· κατὰ ταὐτὸν γὰρ καὶ ἄρχοντες καὶ ἀρχόμενοι καὶ βασιλεῖς καὶ ὑπήκοοι καὶ σοφοὶ καὶ ἰδιῶται μίαν ἔχουσι τράπεζαν, τὴν διδασκαλίαν τοῦ πνεύ ματος. Ἄρνας γὰρ ἐκάλεσε τοὺς ἐπιεικείᾳ συζῶντας, τοὺς δὲ τοῦ πλείονος ἐφιεμένους λύκους ὠνόμασε, λέοντα δὲ τὸν τῆς βασιλείας ἐπειλημμένον, βοῦς δὲ τοὺς ἱερωσύνης ἠξιωμένους, ἄχυρα δὲ τὴν βουσὶν ἀφωρισμένην τροφήν, τουτέστιν· οὐκέτι σαρκοβόρος ἔσται ὁ λέων ἀλλὰ τῆς τῶν βοῶν τροφῆς μεταλήψεται. Ὄφις δὲ γῆν ὡς ἄρτον. Ταύ την γὰρ αὐτῷ τὴν τροφὴν ἐξ ἀρχῆς ὁ δίκαιος ἀπένειμε δικαστής· «Καὶ ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.» Ὄφιν δὲ καλεῖ τὸν κοινὸν τῶν ἀνθρώπων ἐχθρόν· τοῦτον ὑπέβαλε ταῖς ἀρχαίαις ἀραῖς. Δηλοῖ δὲ καὶ τὰ ἑξῆς· Οὐκ ἀδικήσουσιν οὐδὲ λυμανοῦνται ἐπὶ παντὶ τῷ ὄρει μου τῷ ἁγίῳ, λέγει κύριος. Ἐπὶ τῆς γῆς γὰρ ἰλυσπώμενος καὶ ὑπὸ τῶν ἁγίων καταπατούμενος καὶ τῷ ξύλῳ τοῦ σταυροῦ συντριβόμενος πάσης ἰσχύος ἐστέρηται. Εἰ δὲ κατὰ τὸ ῥητὸν ἔσεσθαι ταῦ τα προσμένου σιν Ἰουδαῖοι, εἰπάτωσαν ποῖον ὄφελος ἐντεῦθεν γενήσεται· τί γὰρ οἱ ἄνθρωποι κερ δαν οῦσι λεόντων μὲν ἄχυρα ἐσθιόντων, τῶν ὄφεων δὲ τὴν γῆν ποιουμένων τροφήν; Ἀλλὰ τὴν τούτω ν ἄνοιαν καταλιπόντες τῆς ἑρμηνείας ἐχώμεθα. 661Οὕτως λέγει κύριος· Ὁ οὐρανός μοι θρόνος καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον τοῦτον οἶκον οἰκο δομήσετέ μοι; λέγει κύριος, καὶ ποῖος οὗτος τόπος τῆς κατοικήσεώς μου; 2Πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ ταῦτα πάντα, λέγει κύριος. Τὴν τοπι κὴν διὰ τούτων ἐκβάλλει λατρείαν καὶ δείκνυσιν ἑαυτὸν οὐρανοῦ καὶ γῆς ποιητὴν καὶ τῶν ἄλλων ἁπάντων δημιουρ γὸν καὶ χειροποιήτου ναοῦ μὴ δεόμενον. Διδάσκει δὲ αὐτοὺς καὶ τὸ οἰκεῖον μέ γε θος, ἕως οἷοί τε μαθεῖν ἦσαν· Εἰ τὸν οὐρανὸν θρόνον ἔχω, πηλίκον οἶκον οἰκοδομῆσαί μοι δύνασθε; Οὐ τῆς ὑμετέρας δέομαι συνεργίας ὁ ταῦτα πάντα τεκτη νάμενος λόγῳ καὶ οὐ διὰ τὴν ἐμαυτοῦ χρείαν ἀλλὰ διὰ τὴν τῶν ἀνθρώπων εὐεργεσίαν πεποιηκώς. Εἶτα διδάσκει οἷς ἀρέσκεται· Καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; Οἶκον ἀληθινὸν ἐγὼ καὶ ναὸν ἅγιον τὸν κατὰ τὰς ἐμὰς ἐντολὰς πολιτευόμενον ἔχω, τὸν δεδιότα καὶ τρέμοντα τὴν τῶν ἐμῶν προσταγμάτων παράβασιν, τὸν πράῳ τρόπῳ καὶ ταπεινῷ φρονήματι χρώμενον. 3Ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον ὡς ὁ τύπτων ἄνδρα, θυσιάζων πρόβατον ὡς ὁ ἀποκτείνων κύνα, ὁ δὲ ἀναφέρων σεμίδαλιν ὡς αἷμα ὕειον, ὁ διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσφημος. Τὴν νομικὴν λατρείαν διὰ τού των ἐξέβαλε διδάσκων ὡς ἐκείνων χάριν ἐξ ἀρχῆς ταῦτα νενομοθέτηκεν, οὐ ταῖς θυσίαις ἀ ρεσκό μενος ἀλλ' ἐκείνων ὡς ἀσθενῶν προμηθούμενος. Διὰ τοῦτο τὰ συγκεχωρημένα τοῖς ἀπηγο ρευμένοις συγ κ ρ ίνει· τὸ μὲν γὰρ θύειν μόσχον καὶ θυσιάζειν πρόβατον καὶ προσφέρειν σεμίδαλιν καὶ λιβανωτὸν ὑπὸ τοῦ θεοῦ συνεκεχώρητο πάλαι, τὸ δὲ ἄρχειν χειρῶν ἀδίκων καὶ βλασφημίᾳ τὴν γλῶτταν μολύνειν πα ντελῶς ἀπηγόρευτο, ὕες δὲ καὶ κύνες ἀκάθαρτα ἐνενόμιστο. Καὶ αὐτοὶ ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησεν. Οὐ τοῖς ἐμοῖς ἐπεί σθησαν| 184 a| λόγοις ἀλλὰ τοῖς οἰκείοις ἠκολούθησαν λογισμοῖς. 4Καί γε ἐγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν ἀνταποδώσω αὐτοῖς, ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο. οὐχ ἅπερ ἐβουλόμην ἀλλ' ἅπερ ἠθέλησαν, ἐπάξω κἀγὼ τιμωρίας αὐτοῖς, ἃς αὐτοὶ μὲν οὐ βούλονται ἐγὼ δὲ δικαίως ἐποίσω. Ἐμπαίγματα γὰρ τὰς τιμωρίας ἐκάλεσεν. Ἐκάλεσα γὰρ αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου. Οὕτω ταῦ τα κατὰ τῶν ἀντιλεγόντων προαγορεύσας πρὸς τοὺς πεπιστευκότας μεταφέρει τὸν λόγον· 5Ἀκού σατε τὸ ῥῆμα κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ, εἴπατε· Ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσο μένοις, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ ὑμῶν, κἀκεῖνοι αἰσχυνθήσονται. Τοῦτο καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις νομοθετεῖ· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς.» Διὰ τοῦτο ὁ μακάριος ἔλεγε Παῦλος· «Ηὐχόμην αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται.» Διὰ τοῦτο ὁ μακάριος Στέφανος τοῖς ἀπιστοῦσι διαλεγόμενος ἔλεγεν· «Ἄνδρες ἀδελφοὶ καὶ πατέρες ἀκούσατε.» Τοῦτο καὶ διὰ τοῦ προφήτου παρεγγυᾷ τῶν ὅλων ὁ κύριος τοῖς τρέμουσι τὸν λόγον αὐτοῦ, ἀδελφοὺς καλεῖν τοὺς μισοῦντας καὶ βδελυσσομένους, ὥστε δοξασθῆναι τοῦ σωτῆρος τὸ ὄνομα. Τοῦτο γάρ φησιν ὑμῖν μὲν εὐ φρο σύνην ἐκείνοις δὲ προξε νήσει αἰσχύνην. Μετὰ ταῦτα τῆς πόλεως τὴν πολιορκίαν προδιαγ ράφει· 6Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις αὐτῷ. Τὴν ἐσομένην κατὰ τὸν καιρὸν τῆς ἁλώσεως ὀλολυγὴν ὁ προφητικὸς δεδήλωκε λόγος καὶ τῆς τιμωρίας διδάσκων τὸ δίκαιον εἶπεν ὅτι τῶν ὅλων ὁ κύριος δίκας πράττεται τοὺς ἀντικειμένους αὐτῷ. Οὕτω δείξας τῶν Ἰουδαίων τὸν ὄλεθρον τὰς τῆς ἐκκλησίας ὠδῖνας θ εσπί ζει καὶ τὸν ἐν ἀκαρεῖ βλαστήσαντα νέον λαόν φησιν· 7Πρὶν τὴν ὠδίνουσαν τεκεῖν καὶ πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. Καὶ τὸ σύντομον τῆς γεννήσεως καὶ τὸ ἰσχυρὸν τοῦ γεννηθέντος δεδήλωκεν· διὰ γὰρ τοῦ ἄρρενος τὴν ἰσχὺν παρεδήλωσεν. Εἶτα ἐκπληττόμενός φησιν· 8Τίς ἤκουσε τοιοῦτον ἢ τίς ἑώρακεν οὕτως; Εἰ ὤδινε γῆ ἐν ἡμέρᾳ μιᾷ καὶ ἔτεκεν ἔθνος εἰς ἅπαξ; Ὅτι ὤδινε Σιὼν καὶ ἔτεκε τὰ παιδία αὐτῆς. Ἃ διὰ τῶν λόγων ὁ προφήτης ἐδίδαξεν, ἡ πεῖρα δείκνυσιν ἐναργῶς· τοῦ γὰρ μεγάλου δημηγορήσαντος Πέτρου ὁμοῦ τρισχιλίους ἡ χάρις ἐγέννησε καὶ πάλιν ἄλλην διδασκαλίαν προσενεγκόντος πεντακισχιλίους κατὰ ταὐτὸν ἀπεκύησεν· οὗτοι δὲ «πάντες ζηλωταὶ τοῦ νόμου» ἐτύγχανον, ᾗ φησιν ὁ θεῖος Ἰάκωβος. Ταῦτα διὰ τῆς προφητικῆς γλώττης προηγόρευσεν ὁ τῶν ὅλων θεός, τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς δηλοῖ· 9Ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην καὶ ἐγὼ οὐ γεννήσω; Προεῖπόν φησι καὶ οὐ δώσω τῇ προρ ρή σει τὸ τέλος; ἀλλ' ἐγὼ μὲν ταῦτα ποιῶ, οἱ δὲ πονηρίᾳ συζῶντες τοιαύτην ὁρῶντες τὴν θα υματουρ γίαν ἐπιμένουσιν ἀπιστοῦντες. Καὶ οὐκ ἐμνήσθης μου, λέγει κύριος. Οὐκ ἰδοὺ γεννῶσαν καὶ στεῖραν ἐγὼ ἐποίησα; λέγει κύριος ὁ θεός σου. Σὺ πάλαι ἐγέννησας προφήτας, ἡ δὲ ἐξ ἐθνῶν ἐκκλησία στεῖρα ἦν κατ' ἐκεῖνον τὸν καιρόν. Νῦν δὲ τοὐναντίον ἐγένετο· σὺ μὲν γὰρ ἐπαύσω τοῦ τίκτειν, αὕτη δὲ τῆς πολυπαιδίας τὴν χάριν ἐδέξατο. 10Εὐφράνθητε ἅμα Ἱερουσαλὴμ καὶ πανηγυρίσατε ἐν αὐτῇ πάντες οἱ ἀγαπῶντες αὐτήν, χάρητε ἅμα αὐτῇ χαρᾷ πάντες ὅσοι ἐπενθεῖτε ἐπ' αὐτῇ, 11ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστῶν παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλά σαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. Μετὰ τῶν ἐξ Ἰουδαίων τοὺς ἐξ ἐθνῶν προσκαλεῖται καὶ παρακ ε λεύεται κοινωνῆσαι τοῖς ἐκ τούτων σεσωσμένοις τῆς εὐφροσύνης, ὑποσχόμενος διὰ τούτων παρέ ξειν| 184 b| αὐτοῖς παράκλησιν· διὰ γὰρ τῶν ἱερῶν ἀποστόλων οἱ ἐξ ἐθνῶν πεπιστευκότες καὶ ἀνεγεννή θησαν καὶ ἐτρά φ ησαν. 12Ὅτι τάδε λέγει κύριος· Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν. Ταῦτα περὶ τῶν ἱερῶν ἀποστόλων λέγει, οὓς ἀοιδίμους καὶ πολυθρυλήτους παρὰ πᾶσιν ἀνθρώποις ἀπέφηνεν. Τούτων τὸ γέρας καὶ τὸ κλέος ποταμῷ ἀπείκασε καὶ χειμάρρῳ πλημμυροῦντι. Τὰ παιδία αὐτῶν ἐπ' ὤμων ἀρθήσεται καὶ ἐπὶ γονάτων παρακληθήσεται. Ταύτης Κορινθίοις μετέδωκε τῆς τροφῆς ὁ θεῖος ἀπόστολος λέγων· «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε.» Καὶ ἀλλαχοῦ δὲ ἔστιν ἀκοῦσαι λεγόντων αὐτῶν· «Ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε.» Οὕτω πάλιν ὁ θεσπέσιος Παῦλος Ἐφεσίους παρα καλεῖ λέγων· «Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ», καὶ Κορινθίοις· «Παρακαλῶ ὑμᾶς ἀδελφοί, ἵνα τὸ αὐτὸ λέγητε πάντες», καὶ Ῥωμαίοις· «Παρακαλῶ οὖν ὑμᾶς ἀδελφοὶ διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ», καὶ πάλιν· «Τὰ σπλάγχνα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται, οὐ στενοχω ρεῖσθε ἐν ἡμῖν.» 13Ὡς εἴ τινα μήτηρ αὐτοῦ παρακαλέσει, οὕτως κἀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε 14καὶ ὄψεσθε, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ. Οὐ γὰρ μόνον κατὰ τὸν παρόντα βίον διὰ τῶν ἐμῶν κηρύκων παντοίαν ὑμῖν προσοίσω παράκλησιν ἀλλὰ κἀν τῇ ἐπουρανίῳ πόλει παντο δαπῆς ὑμᾶς εὐφροσύνης ἐμπλήσω, τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν δωρούμενος. Ταύτην γὰρ παρεδήλωσε, βοτάνῃ φυομένῃ τῶν ὀστῶν ἀπεικάσας τὴν βλάστην. Καὶ γνωσθήσεται ἡ χεὶρ κυρίου τοῖς φοβουμένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν. Καὶ διδάσκων τῆς ἀπειλῆς τὸ εἶδός φησιν· 15Ἰδοὺ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν αὐτοῦ καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός. Τὴν δευτέραν τοῦ κυρίου παρουσίαν διὰ τούτων προλέγει. Ἔοικε δὲ τούτοις καὶ τὰ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις εἰρημένα· «Ὄψεσθε» γάρ φησι «τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης μετὰ τῶν ἐκλεκτῶν ἀγγέλων», καὶ πάλιν· «Φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Σκοτισθήσεται γὰρ ὁ ἥλιος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ὡς πίπτει φύλλα ἀπὸ ἀμπέλου.» Τὸν μέντοι ἀποσκορακισμὸν «ἐπιτίμησιν» ἐκάλεσαν οἱ Λοιποί. 16Ἐν γὰρ πυρὶ κυρίου κριθήσεται πᾶσα ἡ γῆ καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει», καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὁ κύριος· «Πᾶς γὰρ πυρὶ ἁλισθήσεται.» Καὶ γὰρ τὸν χρυσὸν τὸν δόκιμόν τε καὶ κίβδηλον τὸ πῦρ δοκιμάζει. Ῥομφαίαν δὲ καλεῖ τὴν τιμωρητικὴν ἐνέργειαν. Οὕτω καὶ ὁ θεῖ ος ἔφη Δαυίδ· «Πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ», καὶ ὁ θεσπέσ ιος Δανιήλ· «Ποταμὸς πυρὸς πορευόμενος εἷλκεν ἔμπροσθεν αὐτοῦ.» Πολλοὶ τραυματίαι ἔσονται ὑπὸ κυρίου 17οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι ἐν τοῖς κήποις καὶ ἐν τοῖς προθύροις· οἱ ἐσθίοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν μῦν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, λέγει κύριος, 18καὶ ἐγὼ τὸν λογισμὸν αὐτῶν καὶ τὰ ἔργα αὐτῶν ἐπίσταμαι καὶ ἀντα ποδώσω αὐτοῖς. Τραυματίας καλεῖ τοὺς τῇ πονηρίᾳ παρα δεδομένους, ἁγνιζομένους δὲ καὶ καθαριζομένους ἐν κήποις καὶ ἐν προθύροις τοὺς ἀπολουσμοῖς κεχρημένους. Διδάσκει δὲ ὡς καὶ τῆς κατὰ νόμον λατρείας εὐθύνας ἀπαιτήσει τοὺς πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως ὑπ' ἐκείνῳ γεγενημένους. Τούτου χάριν καὶ κρεῶν ὑείων καὶ τῶν ἄλλων τῶν κατὰ τὸν νόμον ἀπηγορευμένων ἐμνήσθη. Ἀπαιτῶ δὲ αὐτοὺς τούτων φησὶν εὐθύνας, ἐπει δὴ τὸν σκοπὸν αὐτῶν ἀκριβῶς ἐπίσταμαι· ὡς γὰρ τῶν ἐμῶν προσταγμάτων| 185 a| καταφρονοῦντες τὰ νενομοθετημένα παρέβαινον. Ἰδοὺ συναγαγεῖν ἔρχομαι πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου, 19καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖον. Σαφῶς δεδήλωκεν ὡς οὐ μόνης τῆς Ἰουδαίων ἕνεκα σωτηρίας ἀνέλαβε τὴν τοῦ δούλου μορφὴν ἀλλὰ πᾶσι τοῖς ἔθνεσι τὴν σωτηρίαν ὀρέγων. Σημεῖον δὲ καλεῖ τοῦ σωτηρίου σταυροῦ τὸν τύπον. Καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη· εἰς Θαρσὶς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, αἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα οὐδὲ ἑωράκασί μου τὴν δόξαν, καὶ ἀναγγελοῦσι τὴν δόξαν μου ἐν τοῖς ἔθνεσιν. Τοῖς ἱεροῖς ἀποστόλοις ὁ δεσπότης ἔφη· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» Ἐπ' ἐκείνων ἡ προκειμένη προφητεία τὸ πέρας ἐδέξατο· ἐκεῖνοι γὰρ ἅπασι τοῖς ἔθνεσι τὸ θεῖον προσήνεγκαν κήρυγμα. Θαρσὶς δὲ καλεῖ τὴν Καρχηδόνα, τὴν τῆς Λιβύης μητρόπολιν, καὶ Φοὺδ αὐτὸ ἅπαν τῶν Λιβύων τὸ ἔθνος, Λοὺδ δὲ Λυδοὺς καὶ Μοσὸχ Καππαδόκας καὶ Θοβὲλ Ἴβηρας, λέγει δὲ καὶ τὴν Ἑλλάδα καὶ τὰς νήσους καὶ διὰ τούτων πάντα τὰ ἔθνη τὰ μήτε ἐγνωκότα τὸν τῶν ὅλων θεὸν μήτε πεῖραν αὐτοῦ τῆς δυνάμεως ἐσχηκότα. Οὗτοι δέ φησιν ἄξουσι τούτους παρ' ἐμοῦ πεμπόμενοι· Ἄξουσι τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον τῷ θεῷ μεθ' ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδείων εἰς τὴν ἁγίαν πόλιν εἰς Ἱερουσαλήμ, εἶπε κύριος, ὡς ἂν εἰσενέγκοιεν οἱ υἱοὶ Ἰσραὴλ ἐμοὶ τὰς θυσίας αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶκον κυρίου· 21καὶ ἀπ' αὐτῶν λήψομαί μοι ἱερεῖς καὶ Λευίτας, εἶπε κύριος. Ἀδελφοὺς αὐτῶν καλεῖ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας διὰ τὸ ὁμοφυὲς τῆς φύσεως. Ἦσαν δὲ καὶ ἐν τοῖς ἔθνεσιν Ἰουδαῖοι, καὶ ἐξ ἐθνῶν πλεῖστος ἐπίστευσεν ὅμιλος. Ἐκ τούτων ἦν Κρῖσπος ὁ ἀρχισυνάγωγος καὶ Σωσθένης πάλιν ἀρχισυνάγωγος, οἳ τῆς τοῦ θεσπεσίου Παύλου διδασκαλίας ἀπήλαυσαν, καὶ ἄλλοι δὲ μυρίοι ἔν τε Ἀντιοχίᾳ τῆς Πισιδίας καὶ Ἰκονίῳ καὶ Λύστροις κἀν ταῖς ἄλλαις πόλεσιν, οἳ τὴν σωτήριον διδασκαλίαν ἐδέξαντο. Τούτους οἷόν τινα δῶρα τῷ θεῷ τῶν ὅλων προσήνεγκαν οἱ θεῖοι ἀπόστολοι μετά τινος ἀρρήτου τιμ ῆς. Διὰ γὰρ δὴ τῶν ἵππων καὶ τῶν λαμπηνῶν καὶ τῶν σκιαδείων τὴν ἐσομένην τιμὴν π αρεδή λωσεν, ἐπειδὴ ταῦτα παρ' ἀνθρώποις ἐστὶν ἀξιέραστα. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη ὅτι «εἰς ἀέρα ἁρπαγησόμεθα». Καὶ καθάπερ πάλαι ὁ Ἰσραὴλ τὰς κατὰ νόμον μοι θυσίας προσέφερεν ᾄδων τε καὶ χορεύων, οὕτω μοι τὰ λογικὰ ταῦτα προσοίσουσι θύματα τῆς ἀληθείας οἱ κήρυκες, ἐξ ὧν κατὰ τόνδε τὸν βίον ἱερέας τε καὶ Λευίτας χειροτονήσω. Τοῦτο δὲ σαφῶς ἔδειξε τήν τε Ἰουδαίων ἀποβολὴν καὶ τῶν ἐθνῶν τὴν κλῆσιν· οὐκέτι γὰρ τοὺς ἐκ Λευὶ τὸ γένος κατάγοντας ἱερέας καλεῖ, ἀλλ' ἐκ τῶν πεπιστευκότων ἐθνῶν τούτους χειροτονεῖ. 22Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ ἃ ἐγὼ ποιῶ μενεῖ ἐναντίον ἐμοῦ, λέγει κύριος, οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν. Ὥσπερ ἅπασαν τὴν ὁρωμένην μεταβαλὼν κτίσιν καινὴν ἀπεργάσομαι, οὕτως ὑμῶν ἀείμνηστον φυλάξω τὸ γένος, οὐχ ὑμῶν δὲ μόνων ἀλλὰ καὶ τῶν δι' ὑμῶν πεπιστευκότων. 23 Καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλήμ, εἶπε κύριος. Τὴν ἐν τοῖς οὐρανοῖς διαγράφων πολιτείαν καὶ τῶν διαφόρων μονῶν ἐμνημόνευσε, περὶ ὧν ὁ κύριος εἶπεν· «Πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου», τουτέστιν ἀξιωμάτων διαφοραί. Τούτους λέγει διὰ παντὸς ἑορτάζοντας ἀγάλλεσθαι καὶ χορεύειν· μῆνα γὰρ καὶ σάββατον τὰς ἑορτὰς ὀνομάζει, ἐν ταύταις γὰρ ἑώρταζον Ἰουδαῖοι· «Τὰς» γὰρ «νεομηνίας ὑμῶν» φησι «καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι.» Περὶ ταύτης τῆς εὐφροσύνης καὶ ὁ μακάριος ἔφη Δαυὶδ τῆς ἐπουρανίου μεμνημένος Ἱερουσαλήμ·| 185 b| «Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί», καί· «Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.» 24 Καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί. Ἔδειξε κἀν τοῖς θείοις εὐαγγελίοις ὡς καὶ ὁ Λάζαρος ἑώρα τοῦ πλουσίου τὴν κόλασιν, κἀκεῖνος τοῦ Λαζάρου τὴν εὐφροσύνην. Διδάσκει τοίνυν κἀνταῦθα ὡς οἱ τῆς εὐφροσύνης ἐκείνης ἀπολαύοντες τοὺς κολαζομένους ὁρῶσι τίνοντας ὧν ἐπλημμέλησαν δίκας, διαφερόντως δὲ τοὺς αὐτὸν τὸν τῆς οἰκουμένης δεσπότην τῷ ξύλῳ προσηλῶσαι τετολμηκότας. Οὕτω καὶ διὰ τοῦ θεσπεσίου Ζαχαρίου φησίν· «Ὄψονταί με σὺν ᾧ ἐξεκέντησαν», τουτέστι μεθ' ο ὗ προσήλωσαν σώματος· οὐ γὰρ ἐμὲ ἐξεκέντησαν ἀλλ' ὃ ἐνδέδυμαι σῶμα. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ἱκανὸν ὁρᾶν πάσῃ σαρκί. Τὸ διηνεκὲς τῆς τιμωρίας διὰ τούτων δεδήλωκεν· καὶ γὰρ τὸ πῦρ ἄσβεστον καὶ ὁ σκώληξ ἀτελεύτητος. Ταύτην ἠπείλησεν ἐκείνοις τὴν τιμωρίαν, οὐκ ἐκείνοις δὲ μόνοις ἀλλὰ καὶ τοῖς τοὺς θείους αὐτοῦ παραβαίνουσι νόμους. Ινα τοί νυν μὴ ταύτης αὐτοῖς κοινωνήσωμεν τῆς τιμωρίας, φύγωμεν τῆς παρανομίας τὴν κοινωνίαν· οὕτω γὰρ τοῦ χοροῦ τῶν εὐφραινομένων ἐσόμεθα. Ταῦτα κατὰ τὸ μέτρον τῆς δοθείσης ἡμῖν γνώσεως ἡρ μηνεύσ αμεν καὶ τὸ προφητικὸν ἀνεπτύξαμεν γράμμα. Ὑμεῖς δὲ οἱ ἐντυγχάνοντες, εἰ μὲν εὕροιτέ τι τῶν πό νων ἄξιον, τὸν τούτων χορηγὸν ἀνυμνήσατε· εἰ δὲ τῆς ὑποσχέσεως ἀποδέουσαν τὴν σαφήνειαν, τὸν σκοπὸν ἀποδεξάμενοι δότε συγγνώμην καὶ τὸ εὑρισκόμενον συλλέγοντες κέρδος ἱκετείαν τῶν πόνων ἀμείψασθε, ἵνα σὺν ὑμῖν καὶ ἡμεῖς τὴν ἀξιάγαστον ἐκείνην καὶ τριπόθητον ἴδωμεν πόλιν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ πνεύματι ν ῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.