Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentaria in Isaiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
21Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς περὶτῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ. Ἐν τῇ Ὀζίου βασιλείᾳ– ἐν ἐκείνῃ γὰρ τῆς προφητείας ἤρξατο– καὶ τούτους προσετάχθη διαπορθμεῦσαι τοὺς λόγους, οὐ κατὰ τὸν αὐτὸν μέντοι καιρόν· οὗ δὴ χάριν ἑτέρῳ πάλιν ἐχρήσατο προοιμίῳ. 2Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν. Τὸ περιφανὲς καὶ περί βλεπτον τῆς εὐσεβείας προλέγει καὶ ὅτι σβεσθήσεται μὲν ἡ τῶν εἰδώλων θεραπεία, ὁ δὲ τοῦ θεοῦ οἶκος παρὰ πάντων τὸ προσῆκον δέξεται σέβας. Διὰ γὰρ τῶν ὀρέων καὶ τῶν βουνῶν οὐ τὸ ὕψος μόνον δηλοῖ ἀλλὰ καὶ τὴν ἐν τούτοις πάλαι κρατήσασαν πλάνην· ἐν γὰρ ταῖς ἀκρω ρείαις καὶ τοῖς ὑψηλοῖς λόφοις τεμένη τοῖς εἰδώλοις ἀνέστησαν καὶ ἄλση κατεφύτευσαν καὶ τὴν διὰ θυσιῶν αὐτοῖς προσέφερον θεραπείαν. Μετὰ δὲ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν τὸ μὲν ἐκείνων διελήλεγκται ψεῦδος,| 99 b| δέδεικται δὲ τῆς ἀληθείας τὸ κάλλος, καὶ ὁρῶμεν τῆς προφητείας τὸ τέλος. Ἐσχάτας δὲ ἡμέρας τὰς μετὰ τὴν δεσποτικὴν ἐπιφάνειαν λέγει. Οὕτω καὶ διὰ Ἰωὴλ τοῦ προφήτου φησίν· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα»– τοῦτο δὲ κατὰ τὴν ἡμέραν τῆς πεντηκοστῆς ἔλαβε πέρας–, καὶ ὁ θεῖος ἀπόστολος· «Πολυμερῶς καὶ πολυτρόπως» ἔφη «πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ.» Καὶ ἥξουσιν ἐπ' αὐτὸν πάντα τὰ ἔθνη, 3καὶ πορεύσονται λαοὶ πολλοὶ καὶ ἐροῦσιν· δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. Ταῦτα διπλῆν ἔχει τὴν ἑρμηνείαν, ἑκατέρας δὲ τὸ τέλος ὁρῶμεν· κἄντε γὰρ τὴν Ἱερουσαλὴμ νοήσωμεν ὄρος εἶναι τοῦ θεοῦ, ὁρῶμεν ἐκεῖσε τοὺς πεπιστευκότας ἐκτρέχοντας καὶ ἐξ ἁπάσης τῆς οἰκουμένης ἐκτρέχοντας καὶ ἀφικνουμένους τοὺς τὸ κήρυγμα δεξαμένους καὶ τὴν ἐκεῖθεν βλαστήσασαν εὐλογίαν ἁρπά σαντας· κἄντε τὰς πανταχοῦ γῆς καὶ θαλάττης ἐκκλησίας φῶμεν οἶκον θεοῦ– τῷ θείῳ Παύλῳ πειθόμενοι· «Οἶκος γὰρ αὐτοῦ» φησίν «ἐσμεν ἡμεῖς»–, καὶ οὕτως ἔστιν ἰδεῖν τὴν τῆς προφητείας ἀλήθειαν· περιφανὴς γὰρ ἡ τοῦ θεοῦ ἐκκλησία, καὶ τὴν πάλαι κρατήσασαν ἀσέβειαν τὰ ἔθνη καταλιμπάνοντα ταύτῃ πρόσεισι καὶ παρὰ ταύτης φωτίζεται. Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ. 4Καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν καὶ ἐλέγξει λαὸν πολύν. Θαυμάζω τοὺς ἑτέρως νοεῖν τόδε τὸ χωρίον ἀνεχομένους καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οἰομένους διὰ τούτων προλέγεσθαι. Ποῖα γὰρ ἔθνη μετὰ τὴν δευτέραν τοῦ ναοῦ οἰκοδομίαν ἐκεῖσε ἔδραμεν; Ποῖος δὲ νόμος ἐκεῖσε ἐδόθη; Τὸν γὰρ παλαιὸν νόμον οὐκ ἐν τῇ Σιὼν ἀλλ' ἐν τῷ Σινὰ ὄρει δέδωκεν ὁ θεός. Εὔδηλον τοίνυν ὡς τὴν καινὴν αἰνίττεται διαθήκην, ἐκεῖ μὲν πρώτοις δοθεῖσαν τοῖς ἀποστόλοις, δι' ἐκείνων δὲ πᾶσι παρασχεθεῖσαν τοῖς ἔθνεσιν. Οὐ μόνον νόμον ἀλλὰ καὶ λόγον ἐκεῖθεν ἐξελεύσε σθαι προθεσπίζει· οὕτω δὲ τὸ εὐαγγελικὸν ὠνόμαζε κήρυγμα. Τοῦτο γὰρ καὶ ὁ μακάριος ἡμᾶς διδάσκει Λουκᾶς· «ὡς παρέδοσαν ἡμῖν οἱ ἐξ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι». Λόγον γὰρ ἐνταῦθα οὐ τὸν θεὸν λόγον καλεῖ ἀλλὰ τὴν τοῦ θείου λόγου διδασκαλίαν· οὐ γὰρ ὁ θεὸς λόγος ἐκ Σιὼν ἐξελήλυθεν, ἀλλ' ἐν τῇ Σιὼν τὴν ἀλήθειαν ἐξεπαίδευσεν. Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Οὐδὲ ταῦτα μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον γεγενημένα εὑρίσκομεν· πόλεμοι γὰρ ἐπάλληλοι ἦσαν κατὰ πᾶσαν τὴν οἰκουμένην, εἰς πολλὰ τῆς βασιλείας μεμερισμένης καὶ τῶν κατ' ἔθνος βασιλευόντων ἐπανισταμένων ἀλλήλοις. Τῇ δὲ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐπιφανείᾳ συνήκμασεν ἡ τῶν Ῥωμαίων ἀρχή, αὕτη δὲ τὰς πολλὰς καταλύσασα βασιλείας τὸ κατὰ πάντων ἀνεδήσατο κράτος, ὑπ' ἐκείνην δὲ τὰ ἔθνη τελοῦντα οὐκέτι τοῖς πολεμικοῖς ὀργάνοις κέχρηνται κατ' ἀλλήλων, τῶν δὲ ἀπὸ γεωργίας ἅπαντες ἀπολαύουσιν ἀγαθῶν. Τοσαύτη δὲ πάλαι διάστασις ἦν, ὅτι καὶ ὁ Ἰσραὴλ διχῇ διῃρημένος ἦν καὶ ἑαυτὸν κατανήλισκεν καὶ ἐν μιᾷ γωνίᾳ τῆς οἰκουμένης, μᾶλλον δὲ ἐν ἐπαρχίᾳ μιᾷ– τῇ Παλαιστίνῃ φημί– Ἀλλόφυλοι καὶ Μωαβῖται καὶ Ἀμμανῖται καὶ Ἰδουμαῖοι καὶ Ἀμαληκῖται κατ' ἀλλήλων ἐστράτευον. Ἀλλὰ ταῦτα| 100 a| πάντα ἡ τοῦ σωτῆρος ἡμῶν ἔσβεσεν ἐνανθρώπησις. Κατ' αὐτὴν γὰρ τὴν ςωτήριον τῆς παρθένου γέννησιν ἔπεμψέ φησιν Αὔγουστος «ἀπογράψασθαι πᾶσαν τὴν οἰκουμένην». Ἐντεῦθεν ἀρχὴν ἔλαβεν ἡ εἰς εἰρήνην τῶν πολέμων μεταβολή, καὶ τὸ κήρυγμα ἔτρεχεν ἀκωλύτως τῶν κατ' ἔθνος ἐσβεσμένων πολέμων, καὶ τῶν ἐθνῶν ἁπάντων ὑπὸ μίαν ἐξουσίαν τελούντων ἀδεῶς οἱ κήρυκες τῆς ἀληθείας διέβαινον τὰ σωτήρια διαπορθμεύοντες δόγματα. Οὕτω ταῦτα προθεσπίσαι κελευσθεὶς ὁ προφήτης τῷ λαῷ παραινεῖ τῷ καλουμένῳ Ἰακὼβ τὸ φῶς τῆς ἀληθείας εἰσδέξασθαι, λέγει δὲ οὕτω· 5Καὶ νῦν, σὺ οἶκος τοῦ Ἰακώβ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου· 6ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰσραήλ. Οἶκον Ἰακὼβ τοὺς ἐξ Ἰακὼβ ὀνομάζει. Τούτων δὲ οἱ μὲν πιστεῦσαι θελήσαντες προσελήφθησαν, οἱ δὲ ἀπιστήσαντες ἀπερρίφησαν. Προτρέ πει τοίνυν ὁ προφητικὸς λόγος μηκέτι προσεδρεύειν τῷ λυχνιαίῳ φωτὶ τοῦ νόμου, ἀλλὰ τῷ ἀληθινῷ τὰς ψυχὰς καταυγάζειν· οὐκέτι γὰρ τῆς προτέρας ἐπιμελείας οἱ ἀντιλέγοντες ἀπολαύσονται. Εἶτα δείκνυσιν, ὡς οὐκ ἐννόμως ἀλλὰ καὶ λίαν παρανόμως πολιτευόμενοι τὴν ὑπὲρ τοῦ νόμου δῆθεν σπουδὴν ἐπεδεί κνυντο καὶ τὴν καινὴν οὐκ ἐδέχοντο διαθήκην, καὶ διδάσκει τὰ ὑπ' αὐτῶν τολμώμενα· Ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ' ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν ὡς ἡ τῶν Ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς. Ἀμφότερα ὁ νόμος ἐναργῶς ἀπηγόρευσε, καὶ τὸ ἀλλοφύλοις ἐπιμίγνυσθαι καὶ τὰς πρὸς ἐκείνους ἐπιγαμίας ποιεῖσθαι καὶ τὸ κληδόσι κεχρῆσθαι· ἀμφότερα δὲ οὗτοι παρέβησαν. 7Ἐνεπλήσθη ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ αὐτῶν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν. Καὶ ἵπποις θαρρεῖν καὶ τῇ τοῦ πλούτου δυνάμει ὁ θεῖος ἀπηγόρευσε νόμος· «οὐ ποιήσεις» γάρ φησι «σεαυτῷ ἅρματα οὐδὲ πληθυνεῖς ἵππους.» Ταῦτα δὲ ἀπηγόρευσεν, ἵνα μὴ τῇ οἰκείᾳ δυνάμει θαρρῶσιν ἀλλὰ τὴν θείαν ῥοπὴν ἀναμέ νωσιν. Οὕτω καὶ ὁ μακάριος Δαυὶδ βοᾷ· «Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ», καὶ πάλιν· «Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐτοῖς», καὶ αὖθις· «Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με.» 8Καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Ἀποχρώντως αὐτῶν τὴν ἄνοιαν ἐκωμῴδησε τῆς ἀσεβείας κατηγορῶν· ἃ γὰρ ταῖς χερσὶ καὶ τοῖς δακτύλοις εἰργά ζοντο, ταῦτα θεοὺς ἐπωνόμαζον καὶ τὸ θεῖον αὐτοῖς προσέ φερον σέβας. Εἶτα πάλιν αὐτῶν ὀλοφύρεται τὴν τῆς ἀξίας μεταβολήν· 9Καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς. Ὁ γὰρ κατ' εἰκόνα θείαν γεγενημένος καὶ τῶν ἐν τῇ γῇ πάντων τὴν ἐξουσίαν λαχὼν ἐξ ἀβουλίας τῆς βασιλείας ἐξέπεσεν· καὶ δέον αὐτὸν ἔχειν τὸ γέρας, αὐτὸς τοῖς χειροποιήτοις ἀπονέμει τὸ σέβας κύπτων καὶ προσκυνῶν καὶ τῇ τῶν δαιμόνων δεσποτείᾳ προστρέχων. Ἐγὼ δέ φησι ταῦτα οὐ παρόψομαι, ἀλλὰ δίκας αὐτοὺς τῆς ἀσεβείας εἰσπράξομαι. Τίνες δὲ αὗται,| 100 b| διὰ τῶν ἐπαγομένων διδάσκει· 10Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Διὰ δὲ τούτων τὸν Ῥωμαϊκὸν πόλεμον προθεσπίζει· ἐκείνης γὰρ τῆς στρατιᾶς ἐπελθούσης, εἰς τὰ ὄρη καὶ τὰς ἐν τούτοις οἱ πλεῖστοι κατεκρύπτοντο καταδύσεις. 11Οἱ γὰρ ὀφθαλμοὶ κυρίου ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός· καὶ ταπεινωθήσεται τὸ ὗψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Οἱ γὰρ ἐπιτωθάζοντές φησι τῷ σωτῆρι παραγενομένῳ καὶ ἀλαζονικῶς αὐτῷ προσδιαλεγόμενοι τῇ πείρᾳ μαθήσονται τῆς φύσεως τὸ διάφορον καὶ ὅτι ὁ μέν ἐστιν ὕψιστος ὡς θεός, αὐτοὶ δὲ «γῆ καὶ σποδὸς» κατὰ τὴν θείαν γραφήν. 12Ἡμέρα γάρ φησι κυρίου Σαβαὼθ παραγίνεται ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται, 13καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασὰν 14καὶ ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν 15καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλὸν καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν 16καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης καὶ ἐπὶ πᾶσαν θέαν κάλλους πλοίων· 17καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος, καὶ πεσεῖται τὸ ὕψος τῶν ἀνθρώπων. Καὶ ὑψω θήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὅταν ἐπελθόντες πολέμιοι περιγένωνται, οὐ μόνον τοὺς ἄνδρας ἀναιροῦσιν ἀλλὰ καὶ τὴν γῆν δῃοῦσι καὶ τὰ δένδρα ἐκτέμνουσι καὶ τοῖς περιβόλοις προσφέρουσι μηχανήματα καὶ θαλαττοκρά τορες γινόμενοι τὰς ἐμπορίας κωλύουσιν. Ταῦτα δὲ πάντα κατὰ ταὐτὸν Ἰουδαίοις συνέβη τῆς Ῥωμαϊκῆς αὐτοῖς στρατιᾶς ἐπελθούσης. Εἰ δὲ καὶ τροπικῶς τις νοεῖν βούλεται δρῦς μὲν τοὺς ἐπὶ ῥώμῃ σώματος μέγα φρονοῦντας, κέδρους δὲ τοὺς ἐπὶ δυναστείᾳ εὐθηνουμένους, πλοῖα δὲ τοὺς ὀξεῖς τὴν διάνοιαν καὶ τἆλλα τούτοις παραπλησίως, εὐρήσει καὶ οὕτως τὴν τῆς προφητείας ἀλήθειαν. Οὐδὲν γὰρ ὤνησεν Ἰουδαίους ἐν τῷ τοῦ πολέμου καιρῷ οὔτε στρατηγὸς ἄριστος οὔτε σοφὸς σύμβουλος, οὐχ οἱ τῷ πλούτῳ κομῶντες, οὐχ οἱ γαυριῶντες ἐπὶ τῇ δυνάμει· ἀλλὰ πάντα κατὰ ταὐτὸν ἐξηλέγχθη, καὶ μόνου τοῦ θεοῦ τῶν ὅλων ἐδείχθη τὸ κράτος. Ἡνίκα μὲν γὰρ αὐτῶν ἐκήδετο, πάντων ῥᾳδίως περιεγί νοντο· ὅτε δὲ αὐτοὺς τῆς οἰκείας προμηθείας ἐγύμνωσεν, εὐχείρωτοι πᾶσιν ἐγένοντο. 18Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν 19εἰσενέγ καντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς ἀπὸ προσώπου τοῦ φόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Καὶ τῆσδε τῆς προφητείας ἐθεασάμεθα τὴν ἀλήθειαν· πλεῖστοι γὰρ τῇ πλάνῃ δουλεύοντες τῆς εὐσεβείας τὸ κράτος θεώμενοι κατέκρυψαν μὲν ἐν σπηλαίοις τισὶ καὶ ἄντροις τοὺς ὑπ' αὐτῶν προσκυνουμένους θεούς, ἐφωράθησαν δὲ καὶ τὴν αἰσχύνην ἐδρέψαντο, καὶ τὰ τούτων εἴδωλα τῆς εὐσεβείας οἱ τρόφιμοι παρέδοσαν τῷ πυρί. Ταὐτὰ διαφόρως εἴρηκεν. Πέρατος μὲν ταῦτα τετύχηκε μετὰ τὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐπιφάνειαν, μάρτυρες δὲ τούτων ἡμεῖς αὐτόπται γενόμενοι. Θρηνῆσαι δὲ ἄξιον τὴν τῆς πλάνης ὑπερβολήν, ὅτι καὶ τῶν εὐτελῶν| 101 a| νυκτερίδων εἰκόνας ἄνθρωποι τεκτηνάμενοι θεοὺς τὰς εἰκόνας ὠνόμαζον. Πρόςφορος δὲ τοῖς τυφλώττουσιν ἡ τούτων θεοποιία· καὶ γὰρ ἐκεῖναι τὸ φῶς δραπετεύουσαι καταφεύγουσιν εἰς τὸ σκότος, καὶ οὗτοι ὁμοίως τὸ νοερὸν ἰδεῖν οὐ βουλόμενοι φῶς ἠσπάζοντο τῆς ἀγνοίας τὸν ζόφον. 22Παύσασθε ὑμῖν ἀπὸ τοῦ ἀνθρώπου, ὡς ἔστιν ἀναπνοὴ ἐν μυκτῆρι αὐτοῦ· ὅτι ἐν τίνι ἐλογίσθη αὐτοῖς οὕτως; Ταῦτα μετὰ ἀστερίσκων προσκείμενα εὕρομεν. Παρακε λεύεται δὲ ὁ προφητικὸς λόγος μὴ μόνον τῶν εἰδώλων φυγεῖν τὴν προσκύνησιν ἀλλὰ καὶ αὐτὴν τῶν ἀνθρώπων γνωρίζειν τὴν φύσιν καὶ τῇ τούτων μὴ θαρρεῖν προστασίᾳ. Τὴν γὰρ ζωήν φησιν ἐν ταῖς ἀναπνοαῖς ἔχουσιν· κἂν ταύτας ἀποφράξῃς, ἀποστερήσεις αὐτοὺς τῆς ζωῆς. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ Δαυὶδ εἰρημένα· «Μὴ πεποίθατε ἐπ' ἄνθρωπον, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία· ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὐτοῦ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.» 31Ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰούδα καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, 2γίγαντα καὶ ἰςχύοντα καὶ ἄρχοντα πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον 3καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν· 4καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Καὶ ταῦτα κατὰ τὴν Ῥωμαϊ κὴν αὐτοῖς συνέβη πολιορκίαν. Ὅτε μὲν γὰρ ὁ Σεναχηρὶμ αὐτοῖς ἐπεστράτευσεν, εἶχον τὸν Ἐζεκίαν εὐσεβῆ βασιλέα καὶ τὸν Ἡσαΐαν ἐπισημότατον προφήτην καὶ τοὺς ἄρχοντας εὐσεβείᾳ κοσμουμένους· οὐδὲ γὰρ τὰ ῥήματα τῆς βλασφημίας ἤνεγκαν ἀπαθῶς, ἀλλὰ τὴν ἐσθῆτα διέρρηξαν. Καὶ ἡνίκα δὲ Ναβουχοδονόσορ αὐτοὺς πολιορκήσας ἐξηνδραπόδισεν, εἶχον μὲν τὸν θαυμασιώτατον Ἱερεμίαν τὸν προφήτην, εἶχον δὲ τὸν μακάριον Ἰεζεκιὴλ καὶ πρὸς τούτοις τὸν θειότατον Δανιήλ, καὶ Οὐρίας δὲ ὁ Σαμαίου κατὰ τὸν αὐτὸν ἦν χρόνον. Ἡνίκα δὲ αὐτοὺς οἱ Ῥωμαίων κατεπολέμησαν βασιλεῖς, οὔτε βασιλεῖς εἶχον οὔτε στρατηγοὺς εὖ καὶ καλῶς τὴν στρατιὰν διατάττοντας οὔτε συμβούλους ἀγχινοίᾳ κοσμουμένους, ἀλλὰ τοὺς τῆς στάσεως ἀρχηγούς, δυσσεβεῖς ἄνδρας καὶ μιαιφόνους· καὶ ταῦτα σαφῶς Ἰώσηπος ἱστορεῖ. Τούτους νεανίσκους καλεῖ καὶ ἐμπαίκτας ἐπονομάζει ὡς νεωτεροποιίαις μὲν χαίροντας, καταπαίζον τας δὲ τῶν ὑπηκόων. Τὸ δὲ ἐπιστήσω κατὰ τὸ τῆς γραφῆς ἰδίωμα πρόκειται· ἔθος γὰρ τῇ θείᾳ γραφῇ τὴν τοῦ θεοῦ συγχώρησιν ὡς ἐνέργειαν ὀνομάζειν· δῆλον δὲ ὡς οὐκ αὐτὸς τούτους κεχειροτόνηκεν, ἀλλὰ κωλῦσαι δυνάμενος διαστασιάζειν αὐτοὺς συνεχώρησεν. Τὸν μέντοι γίγαντα ὁ Σύμμαχος μὲν καὶ ὁ Ἀκύλας «ἀνδρεῖον», ὁ δὲ Θεοδοτίων «ἰσχύοντα» ἡρμήνευσαν· τὸν δὲ στοχαστὴν «μάντιν» οἱ Τρεῖς συμφώνως. Εἶτα σαφέστερον ἐξηγεῖται τὴν στάσιν· 5Καὶ συμ πεσεῖται ὁ λαός, ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· προσκόψει τὸ παιδάριον| 101 b| πρὸς τὸν πρεσβύτερον καὶ ὁ ἄτιμος πρὸς τὸν ἔντι μον. Οὔτε γὰρ πολιὰ ἦν ἐκείνοις αἰδέσιμος, οὔτε γένους ἢ πλούτου περιφάνεια ἐδόκει τινὸς εἶναι ἀξία τιμῆς, ἀλλὰ καὶ οἱ εὐτελεῖς ἐπανίσταντο τοῖς δυνατοῖς, καὶ οἱ νέοι τοὺς πρεσβυτέρους ἐγέλων. 6Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ λέγων· Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Τοσαύτη φησὶν ἔσται σπάνις ἀρχόντων καὶ τοσαύτη αὐτῶν ἀταξία κρατήσει, ὡς καὶ τοῖς τυχοῦσι τὴν ἀρχὴν ἐπιτρέπειν. Οὕτω δὲ φευκτὴν ἅπαντες τὴν ἀρχὴν νομίσουσιν, ὡς τὸν ἄρχειν παρακαλούμενον εἰπεῖν· 7Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου· οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος οὐδὲ ἱμάτιον· οὐκ ἔσομαι ἀρχηγός. Καὶ τὴν αἰτίαν τούτων δεικνὺς ἐπήγαγεν· 8Ὅτι ἀνεῖται Ἱερουσαλήμ. Ἀντὶ τοῦ· ἐγκαταλέλειπται καὶ τῆς ἄνωθεν προνοίας οὐκ ἀπολαύει. Καὶ ἡ Ἰουδαία συμπέπτωκε, πρὸς ἑαυτὴν στασιάζουσα. Καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς τὸν κύριον ἀπειθοῦντες. Ταῦτα δὲ αὐτοῖς συνέβη διὰ τὰς βλασφήμους αὐτῶν φωνάς, αἷς κατὰ τοῦ σωτῆρος ἐχρήσαντο ταῖς θείαις αὐτοῦ διδασκαλίαις προφανῶς ἀντι λέγοντες. Διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, 9καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Πάλιν αὐτοὺς τῆς συγγενείας ἀναμιμνῄσκει τῶν τρόπων. Καὶ γὰρ ἐν τοῖς προοιμίοις ἄρχοντας αὐτοὺς Σοδόμων καὶ λαὸν Γομόρρας ὠνόμασεν· ἐνταῦθα δὲ τῇ ἐκείνων ἀνομίᾳ τὴν παρανομίαν αὐτῶν παρατίθησιν, οὐκ ἐπειδὴ τὰ αὐτὰ ἐκείνοις δεδράκασιν ἀλλ' ὅτι, καθάπερ ἐκείνων κεκήρυκται πανταχοῦ γῆς καὶ θαλάττης καὶ τῆς ἀκολασίας καὶ τῆς τιμωρίας τὸ δρᾶμα, οὕτως καὶ ἡ τούτων ἀσέβεια πᾶσιν ἀνθρώποις ἐγένετο φανερά. Τίς δὲ αὕτη, σαφέστερον διδάςκει· Οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, 10εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Ταῦτα ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔστιν εὑρεῖν ὑπὸ Ἰουδαίων εἰρημένα. Ὁ μὲν γὰρ Καϊάφας ἔφη τοῖς ὁμοτρόποις· «Ὑμεῖς οὐκ οἴδατε οὐδέν, οὐδὲ λογίζεσθε ὅτι συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» «Οἱ δὲ Φαρισαῖοι πάλιν συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν.» Καὶ ἄλλα πολλὰ τοιαῦτα εὕροι τις ἂν τῶν θείων εὐαγγελίων ἀναγινώσκων τὴν ἱστορίαν. Τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται. Ἐοίκασι γὰρ τοῖς σπέρμασιν οἱ καρποί· καὶ ὁ μὲν πυροὺς σπείρων θερίζει πυρούς, ὁ δὲ ἀκάνθας ταύτας ἕξει καρπόν. 11Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ συμβήσεται αὐτῷ κατὰ τὰ ἔργα αὐτοῦ. Τὰ εἰρημένα σαφέστερον εἴρηκε καὶ καθόλου τὴν ψῆφον ἐξήνεγκεν· πᾶς γάρ φησι πονηρίᾳ χρώμενος κατάλ ληλα τὰ ἐπίχειρα δρέψεται. Τοσαῦτα αὐτοῖς ἀπειλήσας δεινὰ τὴν οἰκείαν πάλιν| 102 a| ἀγαθότητα δείκνυσι καὶ τῷ τῆς οἰκειότητος ὀνόματι δείκνυσιν· 12Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύσουσιν ὑμῶν. Ἐνταῦθα δοκεῖ μοι κατηγορεῖν μὲν τῶν ἱερέων καὶ διδασκάλων, τὸν δὲ λαὸν διδάσκειν, ὡς οὐ διὰ τὴν τῶν ψυχῶν ἐπιμέλειαν ἀποτρέπουσιν αὐτοὺς προσέχειν τῷ θείῳ κηρύγματι ἀλλὰ διὰ τὰς προσφερομένας αὐτοῖς ἀπαρχὰς καὶ δεκάτας ἃς ἀνάγκην ἐπιτιθέντες εἰσέπραττον. Λαός μου, οἱ μακαρίζον τες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράττουσιν. Τῇ γὰρ τοῦ νόμου φυλακῇ παραινοῦντες προσμένειν καὶ τοὺς τοῦτο ποιοῦντας μακαρίους καλοῦντες οὐκ εἴων προστρέχειν τῷ σωτηρίῳ κηρύγματι. Καὶ καθόλου δὲ ὁ ἔπαινος οὐκ εἰς καιρὸν γινόμενος βλάβην ἐπιφέρει τοῖς δεχομένοις· ταῖς γὰρ εὐφημίαις θαρροῦντες καὶ τὸ πᾶν κατωρθωκέναι νομίζοντες οὐχ ὁμοίως εἰς τὸ τῆς ἀρετῆς τρέχουσι στάδιον. Εἶτα δείκνυσι, τίνες οἱ πράκτορες καὶ τίνες οἱ μακα ρίζοντες· 13Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ· 14αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Κριτής ἐστι τῶν ὅλων ὁ κύριος καὶ δίκας εἰσπράξεται τοὺς ἄρχειν πεπιστευμένους καὶ τῆς διδασκαλίας τὴν διακονίαν ἐγκεχειρισμένους τῆς εἰς τὸν λαὸν παρα νομίας. Καὶ διὰ τοῦ θεσπεσίου Ἰεζεκιὴλ τοῦτο ἐδίδαξεν· «Κρινῶ» γάρ φησιν «ἀνὰ μέσον ποιμένος καὶ προβάτου». Οὕτω κἀνταῦθα τοῖς ἄρχουσι λέγει· Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἀπαρχὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; 15Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὰ πρόσωπα τῶν ταπεινῶν καταισχύνετε; φησὶ κύριος κύριος στρατιῶν. Ἐμπυρισμὸν δὲ καλεῖ τὸν οὐ κατ' ἐπίγνωσιν ζῆλον. «Μαρ τυρῶ γὰρ αὐτοῖς» φησιν ὁ θεῖος ἀπόστολος «ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ' οὐ κατ' ἐπίγνωσιν.» Τούτῳ πυρπολούμενοι ἐβόων· «Αἶρε αἶρε, σταύρωσον αὐτόν.» Ταῦτα δὲ αὐτοὺς οἱ δυσσεβεῖς ἐδίδαξαν ἄρχοντες, ἀρχιερεῖς καὶ Φαρισαῖοι καὶ γραμματεῖς, οὐ κατὰ ἀλήθειαν τῆς νομικῆς ἀντεχόμενοι πολιτείας, ἀλλὰ πρόφασιν ταύτην ἀδίκου πλούτου ποιούμενοι. Ἐπειδὴ δὲ τὴν αὐτὴν τοῖς ἀνδράσι καὶ αἱ γυναῖκες ἐνόσουν ἀλαζονείαν τε καὶ ἀπείθειαν, ἀπειλεῖ καὶ ταύταις ἀνδρῶν ἐρημίαν τε καὶ πενίαν ἐσχάτην καὶ τῆς προτέρας εὐπραξίας τὴν στέρησιν· 16Τάδε λέγει κύριος· ἀνθ' ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν καὶ ἐπορεύθησαν ὑψηλῷ τρα χήλῳ καὶ νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, 17καὶ ταπεινώσει ὁ θεὸς ἀρχούσας θυγατέρας Σιών, καὶ κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν 18ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἔδειξεν αὐτῶν διὰ μὲν τοῦ τραχήλου τὸν τῦφον, διὰ δὲ τῶν ὀφθαλ μῶν καὶ τῶν ποδῶν τὴν ἀκόλαστον γνώμην. Μάλιστα δὲ τῶν εὐπόρων κατηγορεῖ, αὐτὰς γὰρ ἀρχούσας| 102 b| καλεῖ, καὶ ἀπειλεῖ αὐταῖς τοῦ πολυτελοῦς σχήματος τὴν ἀφαίρεσιν. Εἶτα τούτου τὰ κατὰ μέρος διέξεισιν, ἱματισμὸν ποικίλον λέγων καὶ χρυσία παντοδαπὰ καὶ β....... ν διαπλοκήν· ἐνδιατρίβειν γὰρ τοῖς οὐ δεομένοις ἑρμηνείας περιττὸν εἶναι νομίζω. Ὁ μέντοι Σύμμαχος τοὺς μηνίσκους «μανιάκας» καλεῖ· τοὺς δὲ κοσύμβους ὁ Ἀκύλας «τελαμῶνας», αἰνίττεται δὲ τὰ κρήδεμνα. Εἶτα τὴν εἰς τοὐναντίον προλέγει μεταβολήν· 24Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός, ἀντὶ δὲ ζώνης σχοινίον ζώσῃ. Οὐκέτι τῶν παντοδαπῶν ἀπολαύσῃ μύρων, ἀλλὰ τὸν ἀπὸ τοῦ πολεμικοῦ πλήθους ἐσόμενον δέξῃ κονιορτόν· σχοινίον δέ σοι πληρώσει τῆς ζώνης τὴν χρείαν. Τοιαῦτα γὰρ τῶν αἰχμαλώτων τὰ πάθη. Καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ χιτῶνός σου τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον. Αἱ κακουχίαι τὰς νόσους ἐπάγουσιν, αἱ δὲ νόσοι πολλάκις ἀφαιροῦνται τὰς τρίχας· οὐκέτι γὰρ τὴν ἀπὸ τῆς τροφῆς ἀρδείαν δεχόμεναι διαρρέουσιν. Καὶ ὁ σάκκος δὲ σημαίνει τὸ πένθος. Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ. Ἐπειδὴ τοσούτων ἀγαθῶν ἀπολαύουσαι τὸν εὐεργέτην οὐκ ἔγνωτε, δέξασθε κακοπραγίαν ἀντὶ τῆς προτέρας εὐημερίας. Τούτοις προστέ θεικε καὶ τῶν ἀγαπητῶν υἱῶν τὴν ἀναίρεσιν καὶ τὴν τῶν ἀνδρῶν ἀπώλειαν καὶ τὴν ἐσχάτην πενίαν. 26Θρηνήσουσι γάρ φησιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν. Τουτέστιν· ἔρημοι μενοῦσι τῶν πολεμίων σφετεριζομένων τὰ ἐν αὐταῖς. Εἶτα πρὸς αὐτὴν τὴν πόλιν τρέπει τὸν λόγον· Καὶ κα ταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. Τούτων γὰρ συμβαινόντων καὶ τῶν μὲν ἀνδρῶν ἀναιρουμένων, ἐξανδρα ποδιζομένων δὲ τῶν γυναικῶν ἔρημος τῶν οἰκητόρων μενεῖς οὔτε ταῖς λαμπραῖς οἰκίαις κοσμουμένη οὔτε τὴν ἀπὸ τῶν περιβόλων ἀσφάλειαν ἔχουσα· ταῦτα γὰρ πάντα κατα λύσουσιν οἱ πολέμιοι. 41Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνθρώπου ἑνὸς λέγουσαι· Τὸν ἄρτον ἡμῶν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα, πλὴν τὸ ὄνομά σου κεκλήσθω ἐφ' ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν. Τοσαύτη δὲ ἔσται ἀνδρῶν ἐρημία, ὡς γυναικῶν πλῆθος ἑνὸς ἀνδρὸς ἑλέσθαι τὴν προστασίαν καὶ ὑπὸ τὴν τούτου κηδεμονίαν βιοτεύειν παρακαλέσαι. 2Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ· 3καὶ ἔσται τὸ καταλειφθὲν ἐκ τοῦ Ἰσραὴλ ἐν Σιὼν τὸ καταλειφθὲν Ἱερουσαλὴμ ἅγιοι κληθήσονται, πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Τοῦτο καὶ ἀλλαχοῦ φησιν· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.» Κατάλειμμα δὲ τοὺς εὐσεβείᾳ κοσμουμένους προσαγορεύει. Τούτοις ὑπισχνεῖται τὴν περιφάνειαν ὁ προφητικὸς λόγος καὶ τὴν τῶν ἁγίων προσηγορίαν. Γνόντες γὰρ ἅπαντες, τίνος ἕνεκεν τὴν πολιορκίαν ἐκείνην καὶ τὸν ἀνδραποδισμὸν ὑπέμειναν Ἰουδαῖοι, τοὺς τοῦ σωτηρίου κηρύγματος ὑπη ρέτας πάσης τιμῆς καὶ θεραπείας ἠξίωσαν. Τούτων καὶ μετὰ θάνατον τὸ κλέος ἀείμνηστον, καὶ παρὰ πάντων ἀνθρώπων ἡ τούτων γεραίρεται μνήμη, οὗτοι καὶ εἰς τὴν ἄνω ἀπεγράφησαν Ἱερουσαλήμ, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ| 103 a| ἐπουρανίῳ καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς.» 4Ὅτι ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν καὶ τὸ αἷμα Ἱερουσαλὴμ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. Πάλιν αἵματος καὶ καθάρσεως μνημονεύει, αἷμα μὲν ἐκεῖνο λέγων ὃ καθ' ἑαυτῶν καὶ τῶν τέκνων ἐξέχεαν βοήσαντες· «Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν», κάθαρσιν δὲ τὴν διὰ λουτροῦ παλιγγενεσίας προλέγων. Πνεύματι δὲ κρίσεως καὶ πνεύματι καύσεως ἐπιτελεῖσθαι τοῦτό φησιν, ἐπειδή, ὥσπερ ἐν πυρὶ χρυσὸς χωνευόμενος ἀποφαίνεται δόκιμος, οὕτως οἱ βαπτιζόμενοι τὸν τῶν ἁμαρτημάτων ἰὸν ἀποτίθενται. Τοῦτο δὲ καὶ ὁ μακάριος Ἰωάννης ὁ βαπτιστὴς εἴρηκεν· «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί.» 5Καὶ ἥξει κύριος, καὶ ἔσται πᾶς τόπος ὄρους Σιὼν καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός· καὶ πάσῃ τῇ δόξῃ σκεπασθήσεται, 6καὶ ἔσται εἰς σκιὰν ἡμέρας ἀπὸ καύ ματος καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. Ἡνίκα τὸν Ἰσραὴλ ὁ θεὸς ἠλευθέρωσε τῆς Αἰγυπτίων δουλείας, ἦγεν αὐτὸν νεφέλης ἐπικειμένης καὶ νύκτωρ μὲν δᾳδουχούσης καὶ τοῦ φωτὸς χορηγούσης τὴν χρείαν, μεθ' ἡμέραν δὲ σκηνὴν καὶ ὄροφον μιμουμένης καὶ τῆς ἡλιακῆς ἀκτῖνος τὸ λυποῦν ἀπειργούσης. Τούτων ἀπολαύσειν νοητῶς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν τοὺς εἰς αὐτὸν πεπιστευκότας ἡ προφητεία προλέγει καὶ διὰ τῆς νεφέλης ταύτης ἀπαλλαγήσεσθαι καὶ ὑετοῦ σκληρότητος καὶ καύματος καταφλέγοντος, σκεπασθήσεσθαι δὲ ἐν ἀποκρύφῳ, τουτέστιν ἀοράτῳ. Οἱ γὰρ τῆς πνευματικῆς ἀπολαύοντες χάριτος καὶ ἐν εἰρήνῃ τιμῶσι τὴν τάξιν καὶ τὰς τῶν δυσσεβῶν ἀποκρούονται προσβολὰς κατὰ τὴν δεσποτικὴν παραίνεσιν τὴν φάσκουσαν· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι», καί· «Μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν», καί· «Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Οὕτω ταῦτα τοῖς εἰς αὐτὸν πεπιστευκόσι προαγορεύσας πάλιν τοῦ ἀμπελῶνος τὴν ἀκαρπίαν θρηνεῖ· 51Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. Ἔστιν ᾆσμα πανηγυρικὸν καὶ γαμήλιον καὶ ἔστι θρηνητικόν τε καὶ πενθικόν· ᾄδουσι γὰρ οὐ μόνον ὑμεναίους ἀλλὰ καὶ θρήνους οἱ ἄνθρωποι. Οὕτω καὶ ὁ μακάριος Μωυσῆς τὰ δεινὰ ἐκεῖνα προειπὼν Ἰουδαίοις ᾠδὴν τὴν διαμαρτυρίαν ἐκάλεσεν. Ὁ μέντοι Σύμμαχος οὕτω ταῦτα ἡρμήνευσεν· «Ἄσω δὴ τῷ ἠγαπημένῳ μου ᾆσμα τοῦ ἀγαπητοῦ μου εἰς τὸν ἀμπελῶνα αὐτοῦ.» Ἀγαπητὸς δὲ ὁ μονογενὴς τοῦ θεοῦ προσαγορεύεται λόγος· «Οὕτω γάρ» φησιν «ἠγά πησεν ὁ θεὸς τὸν κόσμον, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» Καὶ αὐτὸς δὲ ὁ πατὴρ οὐρανόθεν ἐμαρ τύρησε λέγων· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα.» Οὗτος ἐξ ἀρχῆς τὸν τοῦ Ἰσραὴλ ἀμπελῶνα ἐφύτευσεν. Ἀμπελὼν γάρ φησιν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. 2Καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα καὶ ἐφύτευσα ἄμπελον ἐκλεκτὴν σωρὴχ καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν,| 103 b| ἐποίησε δὲ ἀκάνθας. Ἀμπελῶνα τὸν λαὸν ὀνομάζει– οὕτω γὰρ καὶ ὁ μακάριος ἔφη Δα υίδ· «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν», καὶ διὰ τοῦ Ἱερεμίου αὐτὸς ὁ θεός· «Ἐγὼ δὲ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν», καὶ ὁ κύριος ἐν τοῖς εὐαγγελίοις· «Ἀνθρωπός τις ἐφύτευσεν ἀμπελώνα καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν»–, πύργον δὲ τὸν ὀπωροφυ λακίῳ προσεοικότα– οὕτω γὰρ αὐτὸν ὠνόμασεν ἄνω–, προλήνιον δὲ τὸ θυσιαστήριον. Οὐδὲ γὰρ ἦν ἐκεῖνο ληνὸς ἀλλὰ προλήνιον· ἐν αὐτῷ γὰρ ἑαυτὴν ἡ ἀλήθεια προδιέ γραφεν· ληνοὺς γὰρ νῦν ἔχομεν τὰ θεῖα θυσιαστήρια, ἐν αἷς τῆς ἀληθινῆς ἀμπέλου τὸν μυστικὸν ἀποθλίβομεν οἶνον καὶ τὰ ἐπιλήνια λέγομεν ᾄσματα. Τὸ δὲ σωρὴκ ὁ Σύμμαχος «ἐκλεκτὴν» ἡρμήνευσεν. Ἔχει δὲ ἡ ἑρμηνεία τὸ ἀληθές· ἐκλεξάμενος γὰρ Ἀβραὰμ τὸν πατριάρχην ὁ τῶν ὅλων θεὸς ἐκ τῶν τούτου κλημάτων τὸν ἀμπελῶνα ἐφύτευσεν. Κέρας δὲ τὴν βασιλείαν τροπικῶς ὀνομάζει· ὥσπερ γὰρ τὰ κερασφόρα ζῷα ὅπλον ἔχει τὰ κέρατα, οὕτως ὁ βασιλεὺς τῶν ὑπηκόων ὑπερμαχεῖ. Τόπον δὲ πίονα τὴν Παλαιστίνην καλεῖ· ταύτην γὰρ καὶ ἐν τῷ Νόμῳ ὠνόμασε «γῆν ῥέουσαν γάλα καὶ μέλι». Ἀλλ' ὅμως πάσης ἀπολαύσας τῆς ἐπιμελείας ὁ ἀμπελὼν μεμένηκεν ἄκαρπος· ἀκάνθας γὰρ ἀντὶ σταφυλῆς τῷ φυτουργῷ προσήνεγκε καὶ τοιούτῳ στεφάνῳ τὴν δεσποτικὴν ἐταινίωσε κεφαλὴν καὶ ὄξος πάλιν ὡς ἄχρηστος αὐτῷ προσεκόμισεν ἀμπελών. Ταύτην ποιησάμενος τὴν γραφὴν αὐτοὺς ποιεῖται τοὺς ὑπευθύνους κριτὰς καί φησιν· 3Καὶ νῦν, ἄνθρωπος τοῦ Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. 4Τί ποιήσω τῷ ἀμπελῶνί μου ἔτι καὶ οὐκ ἐποίησα αὐτῷ; Διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. Τοῦτο καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὁ αὐτὸς δεσπότης πεποίηκεν· τὴν γὰρ τοῦ ἀμπελῶνος παραβολὴν τοῖς Ἰουδαίοις προσενεγκὼν αὐτοὺς κυρίους τῆς ψήφου κατέστησεν. Ἐπήγαγε γάρ· «Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος τοῖς γεωργοῖς ἐκείνοις;» Οὐ μόνον δὲ αἱ ἐρωτήσεις ἀλλήλαις ἐοίκασιν, ἀλλὰ καὶ αὐτὴ τῶν ῥητῶν ἡ διάνοια. Ἐνταῦθα γὰρ λέγει· «Τί ποιήσω τῷ ἀμπελῶνί μου καὶ οὐκ ἐποίησα αὐτῷ;» Ἐν δὲ τοῖς εὐαγγελίοις· «Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.» Ταύτην κἀνταῦθα κα τὰ τῶν Ἰουδαίων ἐξήνεγκε τὴν ψῆφ ον· 5Νῦν οὖν ἀναγγελῶ ὑμῖν τί ἐγὼ ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς κατα πάτημα, 6καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν. Ἐπειδὴ γὰρ παντοδαπὴν αὐτοῦ ποιησά μενος πρόνοιαν ἄχρηστον εἶδον καὶ ἄκαρπον, πάσης λοιπὸν αὐτὸν προμηθείας γυμνώσω καὶ τοῖς πατεῖν καὶ κατεσθίειν βουλομένοις γενήσεται πρόχειρος· οὐκέτι δὲ αὐτῷ τὴν λογικὴν γεωργίαν προσοίσω, ἀλλὰ χερσούμενον καὶ ἀκανθῶν πληρούμενον περιόψομαι· οὐκέτι τῆς προφη τικῆς ἀρδείας τὰ νάματα δέξεται. Νεφέλας γὰρ τοὺς προφήτας καλεῖ ὡς ἐκ τῆς πνευματικῆς θαλάττης τὸν προφητικὸν ἕλκοντας ὑετόν. Εἶτα ἑρμηνεύει τὰ τροπικῶς εἰρημένα· 7Ὁ γὰρ ἀμπελὼν| 104 a| κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρω πος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. Τῇ κατηγορίᾳ πάσας ὑπέβαλε τὰς φυλάς· οἶκον γὰρ Ἰακὼβ πάντας τοὺς ἐξ ἐκείνου καλεῖ. Τὴν δὲ τοῦ Ἰούδα φυλὴν ὡς καὶ τὴν τῆς ἐπαγγελίας ἔχουσαν εὐλογίαν καὶ τῷ ναῷ κοσμουμένην νεόφυτον ἠγαπημένον ὠνόμασεν. Εἶτα τὴν σταφυλὴν καὶ τὰς ἀκάνθας δήλας ποιεῖ· Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν. Ἐντεῦθεν ἔστι διαγνῶναι σαφῶς, ὡς κατὰ τοῦ σωτῆρος λυττήσαντες τῆς θείας ἐγυμνώθησαν χάριτος· διὰ γὰρ τῆς κραυγῆς τὴν μανίαν ἐκείνην ἐδήλωσεν. Διδάσκει δὲ καὶ τῶν ἱερῶν εὐαγ γελίων ἡ ἱστορία ὡς ἐπὶ πλεῖστον ἔκραζον ποτὲ μὲν λέγοντες· «Αἶρε αἶρε, σταύρωσον αὐτόν», ποτὲ δέ· «Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν». Καὶ τὴν ἄλλην δὲ αὐτῶν ἀδικίαν ὁ προφήτης θρηνεῖ· 8Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Ἴδιον τοῦτο τὴν πλεονεξίαν νοσούντων· κόρον γὰρ οὐκ ἀνέχονται τοῦ πλούτου λαβεῖν. Οὐ μόνον δὲ αὐτοὺς θρηνεῖ ὁ προφήτης ἀλλὰ καὶ τοῖς ἐπαγομένοις ἐντρέπει· Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Τοῦτο γὰρ οὐ κατὰ ἀπόφασιν ἀλλὰ κατ' ἐρώτησιν ἀναγνωστέον. Ταύτην δὲ τὴν διάνοιαν πεποίηκεν ἡμῖν σαφεστέραν ὁ Σύμμαχος· «Ἆρα κατοικηθήσεσθε μόνοι ὑμεῖς ἐν τῇ γῇ;» Εἰ τὰ πελάζοντα βούλεσθε συνάπτειν τοῖς ὑμετέροις, ἀεὶ τοῦτο διατελέσετε δρῶντες; Τί οὖν; φησι, μόνοι τῆς γῆς ἁπάσης δεσπόται γενήσεσθε; Καὶ ποῖον ἐντεῦθεν καρπώσεσθε κέρδος; Ἐντίθησι δὲ αὐτοῖς καὶ δέος ὑποδεικνὺς τὸν κριτήν· 9Ἠκούσθη γάρ φησιν εἰς τὰ ὦτα κυρίου Σαβαὼθ ταῦτα. Οὐδὲν αὐτὸν λανθάνει τῶν γιγνομένων· οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἐπιβλέπουσι τὴν οἰκουμένην. Ἀπειλεῖ δὲ αὐτοῖς καὶ παντελῆ ἐρημίαν· Ἐὰν γὰρ γένωνται πολλαὶ οἰκίαι, εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαί, καὶ οὐκ ἔσονται οἱ ἐνοι κοῦντες ἐν αὐταῖς. 10Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία. Πρὸς τῇ ἐρημίᾳ καὶ ἀκαρπίαν ἠπείλησεν· διάφοροι γὰρ αἱ παιδεῖαι, ἐπειδὴ διάφορα τῶν ἀνθρώπων τὰ πλημμελήματα. Μετὰ τὴν πλεονεξίαν τῆς οἰνοφλυγίας καὶ τῆς γαστρι μαργίας κατηγορεῖ· 11Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. 12Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμ πάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα τοῦ θεοῦ οὐκ ἐμβλέπουσι, τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατα νοοῦσιν. Οὐδεὶς γὰρ κατὰ τὴν κυρίου φωνὴν δυσὶ κυρίοις δουλεύει. Πῶ ς γὰρ οἷόν τε τοὺς κωμαστικὸν βίον ἀσπαζο μένους καὶ μέθῃ καὶ κορδακισμοῖς κεχρημένους καὶ ἐν τούτοις διημερεύοντας τοῖς θείοις προσέχειν λογίοις καὶ τὴν ἐκεῖθεν ὠφέλειαν καρποῦσθαι; Τὸ μέντοι σίκερα ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας «μέθυσμα» ἡρμήνευσαν. Ἐγὼδὲ οἶμαι διὰ τούτων σημαίνεσθαι τὰς τῶν προπομάτων κατασκευάς· σίκερα δὲ κυρίως τὸ ἐκ φοινίκων ὀνομάζεται πόμα. 13Τοίνυν αἰχμάλωτος ἐγενήθη ὁ λαός μου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν κύριον, καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψαν ὕδατος. Σαφῶς ἐδήλωσε τῶν κακῶν τὴν αἰτίαν. Τὸν δὲ λιμὸν καὶ τὸ δίψος καὶ τὴν αἰχμαλωσίαν ἀκριβέστερον ἡμᾶς αἱ Ἰωσήπου διδάσκουσιν ἱστορίαι· ἐκεῖνος γὰρ καὶ τὸ ἀνιαρὸν ἐκεῖνο δρᾶμα τῆς τὸν υἱὸν διὰ λιμὸν καταφαγούσης συνέγραψεν. 14Καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξε τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν. Τὸ πλῆθος τῶν νεκρῶν διὰ τούτων δεδή λωκεν. Προσωποποιίᾳ δὲ ἐχρήσατο καὶ ὑπέδειξεν ἡμῖν τὸν θάνατον οἷόν τι κῆτος| 104 b| ἀνεῳγὸς ἔχον τὸ στόμα διηνεκῶς καὶ ἀπαύστως ὑποδεχόμενον τοὺς παρα πεμπομένους νεκρούς. Καὶ καταβήσονται εἰς αὐτὸν οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς καὶ ὁ ἀγαλλιώμενος ἐν αὐτῇ. Λοιμοὺς καλεῖ τοὺς οὐ μόνον σφᾶς αὐτοὺς διαφ θείροντας ἀλλὰ καὶ τοὺς ἄλλους εἰς τὴν αὐτὴν νόσον ἐκκα λουμένους. Τοιαύτη γὰρ καὶ ἡ τοῦ λοιμοῦ φύσις· μεταδιδόασι γὰρ οἱ νοσοῦντες τοῦ πάθους τοῖς ὑγιαίνουσιν. 15Καὶ ταπει νωθήσεται ἄνθρωπος, καὶ ἀτιμασθήσεται ἀνήρ, καὶ οἱ ὀφθαλ μοὶ οἱ μετέωροι ταπεινωθήσονται. Μετεώρους ὀφθαλμοὺς τοὺς ἀλαζονικοὺς ὀνομάζει, οὓς ἀναγκάζει διὰ τῆς τιμωρίας βλέπειν εἰς γῆν. 16Καὶ ὑψωθήσεται κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ὁ θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. Οἱ γὰρ ὁρῶντες τίνοντας δίκας τοὺς δυσσεβεῖς καὶ παρανόμους τὸν δίκαιον κριτὴν ἀνυμνήσουσιν. 17Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. Ὅτι τῶν εἰς τὸν κύριον πεπιστευκότων τὰς οὐσίας διήρπασαν οἱ τοῖς εὐαγγελικοῖς ἀντιλέγοντες δόγμασιν, ἄντικρυς ἡμᾶς ἐδί δαξεν ὁ ἀπόστολος· Θεσσαλονικεῦσι γὰρ ἐπιστέλλων οὕτως ἔφη· «Ὑμεῖς γάρ, ἀδελφοί μου, μιμηταὶ ἐγενήθητε τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ· τὰ γὰρ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας καὶ ἡμᾶς ἐκδιωξάντων καὶ θεῷ μὴ ἀρεσκόντων καὶ πᾶσιν ἀνθρώποις ἐναντίων.» Καὶ αὐτοῖς δὲ τοῖς Ἑβραίοις γράφων ὧδέ φησιν· «Ἀναμιμνῄσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατρι ζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μεθ' ἡδονῆς κατεδέξασθε.» Τούτους μετὰ τὸν ἐκείνων ὄλεθρον ταύροις ἀπεικάζει ἀδεῶς νεμομένοις· καὶ γὰρ ἀληθῶς φέροντες τὸν τοῦ κυρίου ζυγὸν πάντα ἐγεώργουν τὰ ἔθνη. Τούτους καὶ ἄρνας ὀνο μάζει· οὕτω γὰρ αὐτοὺς καὶ ὁ κύριος καλεῖ· «Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.» Τούτοις ἐπαγγέλλεται δώσειν τῶν ἑαλωκότων καὶ αἰχμαλώτων τὰ ἔρημα. Ἀπειλημμένους γὰρ τοὺς οἱονεὶ ἠγρευμένους καὶ δορυαλώτους ὠνόμασεν· ὁ μέντοι Σύμμαχος τούτους «παρανόμους» ἡρμήνευσεν. 18Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν. Χαλεπὸν μὲν τὸ ἁμαρτάνειν, τὸ δὲ ἐπιμένειν καὶ αὔξειν τὴν ἁμαρτίαν πολλῷ χαλεπώτερον. Τῶν τοιούτων ἐπὶ τοῦ παρόντος κατηγορεῖ ὡς τοῖς κακοῖς ἐπιμενόντων καὶ μεταμελείᾳ χρῆσθαι μὴ βουλομένων ἀλλὰ καὶ ταῖς προφη τικαῖς ἀντιλεγόντων προρρήσεσιν. Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν· 19Οἱ λέγοντες· Τὸ τάχος ἐγγι σάτω ἃ ποιήσει ὁ θεός, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν. Ταῦτα δὲ ἀπιστούντων ἐστὶ καὶ ψεῦδος τῆς προφητείας κατηγορούντων· τὸ δὲ καὶ ψεῦδος τῆς προφητείας κατηγορεῖν νικᾷ πᾶσαν ἀσεβείας ὑπερβολήν. Ἐντεῦθεν ἐπ' ἄλλην κατηγορίαν ἐτρέπετο· Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν. Τοιοῦτος δὲ τῶν κολάκων ὁ βίος· ἐπαινοῦσι τοὺς πονηρούς, κωμῳδοῦσι τοὺς ἀγαθούς, πάντα τῆς γαστρὸς ἕνεκα δρῶσιν. Τοιοῦτοι δὲ καὶ οἱ ἄδικοι δικασταί, οἱ δωροδόκοι, οἱ πωλοῦντες τὸ δίκαιον. Κατη γορεῖ καὶ τῶν ἐπὶ σοφίᾳ βρενθυομένων καὶ μὴ πειθομένων τῇ σοφωτάτῃ Ἄννῃ λεγούσῃ· «Μὴ καυχάςθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ.» 21Οὐαὶ γάρ φησιν οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Ἀναλαμβάνει καὶ τὴν τῶν μεθυόντων κατηγορίαν· 22Οὐαὶ οἱ| 105 a| ἰσχύοντες ὑμῶν οἱ τὸν οἶνον πίνοντες καὶ οἱ δυνάσται οἱ κιρνῶντες τὸ σίκερα. Κατηγορεῖ δὲ τῶν αὐτῶν ὡς ἀρχόντων μέν, ἀδίκως δὲ ἡγουμένων· 23Οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες ἀπ' αὐτοῦ. Τῆς γὰρ δίκης τούτῳ τὴν νικῶσαν ὀρεγούσης ψῆφον ὑμεῖς παρανόμως ταύτην ἁρπάζοντες τοῖς ἀδικοῦσι δίδοτε. Μετὰ τὴν κατηγορίαν ἐπιφέρει τῆς τιμωρίας τὴν ἀπειλήν· 24Διὰ τοῦτο, ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χοῦς ἔσται καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται. Τῇ μὲν εὐπρήστῳ ὕλῃ αὐτοὺς ἀπεικάζει, τῷ δὲ πυρὶ τὴν δίκην· ὥσπερ γὰρ ἐκείνην μετὰ τοῦ ἄνθους καὶ τὴν ῥίζαν δαπανηθῆναι· καλεῖ δὲ ῥίζαν μὲν αὐτούς, ἄνθος δὲ τῆς εὐημερίας τὸ πρόσκαιρον. Οὐ γὰρ ἠθέλησαν τὸν νόμον κυρίου Σαβαὼθ ποιεῖν, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Αὐτὸς γὰρ ἐδεδώκει τοῦ νόμου τὰ λόγια. 25Καὶ ἐθυμώθη κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς· καὶ παρωξύνθη ἐπὶ τὰ ὄρη, καὶ ἐγένετο τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. Διὰ τῶν ὀρῶν τοὺς ἐν τοῖς ὄρεσι παρ' αὐτῶν τιμωμένους ᾐνίξατο δαίμονας. Τῶν δὲ εἰρημένων ἁπάντων ἕνεκα καὶ αὐτὰ τὰ ὄρη καὶ τὰς ὁδοὺς ἐπλήρωσε νεκρῶν κόπρου δίκην ἐπὶ τῆς γῆς ἐρριμμένων κατὰ τὸ ὑπὸ τοῦ ψαλμῳδοῦ εἰρημένον· «Ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ.» Καὶ ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή. Οὐδὲ γὰρ αὐτοὶ τῆς παρανομίας ἀπέστησαν. Τοῦτο γὰρ καὶ ἐν τοῖς μετὰ ταῦτά φησιν· «Καὶ ὁ λαὸς οὐκ ἀπέστη ἕως ἐπλήγη.» Τὸ δέ· ἡ χεὶρ αὐτοῦ ὑψηλή, ἐκ μεταφορᾶς τέθεικε τῶν ἱμάντι ἢ ῥάβδῳ μαστιγούντων οἰκέτην καὶ τὴν χεῖρα ὑψούντων. 26Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακρὰν καὶ συριεῖ αὐτοὺς ἀπ' ἄκρου τῆς γῆς· καὶ ἰδοὺ αὐτοὶ κούφως ἔρχονται. Τοὺς Ῥωμαίους διὰ τούτων ᾐνίξατο· τοὺς γὰρ Βαβυλωνίους καὶ τοὺς Ἀσσυρίους πολλάκις μὲν ἐξ ὀνόματος, πολλάκις δὲ ἀπὸ τοῦ κλίματος προσαγορεύει, ὡς ὅταν λέγῃ· «Ἀπὸ βορρᾶ ἐκκαυθήσεται τὰ κακά», καί· «Τὸν ἀπὸ βορρᾶ ἐκδιώξω ἀφ' ὑμῶν», καί· «Ἐρῶ τῷ βορρᾷ· ἄγε.» Διὰ δὲ τοῦ συριεῖ τὸ δεσποτικὸν ἔδειξε κράτος· καθάπερ γὰρ δεσπότης οἰκέτην συρίζων καλεῖ, ὁ δὲ μετὰ δέους τρέχει πρὸς τὴν ἠχήν, οὕτως ὁ τῶν ὅλων θεὸς νεύει φησὶ καὶ ςυντρέχουσι Ῥωμαῖοι. Εἶτα αὐτῶν τὴν πολεμικὴν ἐμπειρίαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ἐν στρατείαις διδάςκει κακοπάθειαν· 27Οὐ πεινάσουσιν οὐδὲ κοπιάσουσιν οὐδὲ νυστάξουσιν οὐδὲ κοι μηθήσονται οὐδὲ λύσουσι τὰς ζώνας αὐτῶν ἀπὸ τῶν ὀσφύων αὐτῶν, οὐδὲ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν. Νικῶσί φησι τῇ πολεμικῇ προθυμίᾳ τὰ πάθη τῆς φύσεως, ἀπωθοῦνται τοῦ ὕπνου τὴν προσβολήν, ἀναπαύλης ἀπολαύειν οὐ βούλονται. Εἶτα τὴν πανοπλίαν αὐτῶν προδιαγράφει· 28Ὧν τὰ βέλη ὀξέα ἐστὶ καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα· οἱ πόδες αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσθησαν, οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίδες· 29ὁρμῶσιν ὡς λέοντες καὶ παρεστήκασιν ὡς σκύμνοι λεόντων, καὶ ἐπιλήψεται καὶ βοήσει ὡς θηρίον καὶ ἐκβαλεῖ, καὶ οὐκ ἔσται ὁ ῥυόμενος. Ἀλαλάζειν εἰώθασιν ἐν τοῖς πολέμοις, τοὺς ἀντιπαραταττο μένους τῇ κοινῇ φωνῇ δεδιττόμενοι. Ταύτην τὴν βοὴν βρυχηθμῷ λεόντων ἀπείκασεν· ὥσπερ γὰρ ὁ λέων βρυχώ μενος καὶ τὰ θηρία καὶ τὰ κτήνη φοβεῖ, οὕτως οὗτοι αὐτοβοεὶ τῶν πολεμίων περιγενέσθαι δυνήσονται. 30Καὶ βοήσει δι' αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς φωνὴ θαλάσ σης κυμαινούσης. Ἐνταῦθα καὶ τὸ πλῆθος ἔδειξε καὶ τοὺς λόχους| 105 b| κύμασιν ἐοικότας καὶ τῇ φωνῇ κατακτυ ποῦντας τῶν ἀντιπάλων τὰς ἀκοάς. Καὶ ἐμβλέψονται εἰς τὸν οὐρανὸν ἄνω καὶ εἰς τὴν γῆν κάτω, καὶ ἰδοὺ σκότος σκληρόν, σκότος ἐν τῇ ἀπορίᾳ αὐτῶν. Τότε φησὶν οἱ τῆς κατ' ἐμοῦ μανίας τίνοντες δίκας ἀνα βλέψουσι μὲν εἰς τὸν οὐρανὸν ἐπικουρίας τινὸς ἀντιβολοῦντες τυχεῖν, ὄψονται δὲ οὐ τὴν πρόνοιάν μου δίκην φωτὸς ἐπιφαι νομένην ἀλλὰ τὴν τιμωρητικὴν δύναμιν ζόφον αὐτῶν τοῖς ὀφθαλμοῖς ἐπιφέρουσαν. Ἐκεῖνοι μὲν οὖν ἐκεῖνα πεπλημμεληκότες ταύτην ἔτισαν τὴν δίκην· ἡμεῖς δὲ τῆς πονηρίας τὴν μίμησιν φύγωμεν, ἵνα καὶ τὴν τῆς τιμωρίας διαφύγωμεν κοινωνίαν καὶ μετὰ παρρησίας ἴδωμεν τὸν δεσπότην Χριστόν, ᾧ καὶ μεθ' οὗ τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι δόξα πρέπει, τιμὴ καὶ μεγαλοπρέπεια νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note