Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentaria in Isaiam
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
7 Θάνατον ἀπέστειλε κύριος ἐπὶ Ἰακώβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ. Διηγούμενος ἤδη τὴν κατὰ τῆς Ἱερουσαλὴμ τῶν δέκα φυλῶν ἐπανάστασιν καὶ τὴν κατὰ τοῦτο συμφωνίαν τούτων τε καὶ τοῦ τῆς Δαμασκοῦ βασιλέως καὶ δείξας τοῦ Δαυιτικοῦ γένους τὸ ἄμαχον διὰ τὸ ἐν αὐτῷ κρυπτόμενον σπέρμα καὶ προαγορεύσας τούτου τὸν τόκον καὶ μέντοι καὶ τὸν τοῦ τόκου τρόπον, ἀναλαμβάνει πάλιν τὸν κατὰ τοῦ Ἰσραὴλ λόγον. Τὸν δὲ αὐτὸν καὶ Ἰακὼβ καὶ Ἰσραὴλὀνομάζει· καὶ γὰρ ὁ πατριάρχης Ἰακὼβ τὰς δύο ταύτας εἶχε προσηγορίας, τὴν μὲν ὑπὸ τῶν πατέρων τὴν δὲ ὑπ' αὐτοῦ τεθεῖσαν τοῦ τῶν ὅλων θεοῦ· ἀλλὰ τὸ μὲν Ἰακὼβ φυσι κώτερον ἦν ὄνομα, τὸ δὲ Ἰσραὴλ ἐπίθετον ἦν τῆς κατὰ ψυχὴν ἀρετῆς. Δηλοῖ τοίνυν ἐνταῦθα ὡς τοῖς δυσσεβεστέροις καὶ οἱ ἐπιεικέστεροι τῆς τιμωρίας κεκοινωνήκασιν. Εἰδέναι μέντοι χρὴ ὡς οἱ Ἄλλοι Ἑρμηνευταὶ «λόγον» εἶπον, οὐ «θάνατον», ἀπεστάλθαι. Ἀλλ' ὅμως οὐκ ἔχει διαφωνίαν ἡ ἑρμηνεία· τὴν γὰρ τῆς τιμωρίας ψῆφον ὠνόμασαν λόγον. 8Καὶ γνώσεται πᾶς ὁ λαὸς τοῦ Ἐφραὶμ καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· 9Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε καὶ λαξεύσωμεν λίθους καὶ κόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργους. Ἐπιτείχισμα κατασκευάσαι κατὰ τῆς Ἱερουσαλὴμ ἐπειράθησαν, σαθρὰν καὶ πλίνθοις πεπτωκυίαις ἴσην τὴν ἐκείνων ὀνομάζοντες βασιλείαν. Τὰς δέ γε συκαμίνους «συκομόρους» ἔφασαν οἱ Λοιποί. Καὶ λίαν εἰκότως· τούτων γὰρ ἡ Παλαι στίνη πεπλήρωται, καὶ ἐκ τῶν ξύλων τῶν τοιούτων ὀροφοῦσι τὰς οἰκίας. 10Καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανισταμένους ἐπὶ ὄρος Σιὼν καὶ ἐπὶ Ἱερουσαλὴμ ἐπ' αὐτόν. Οἰκειοῦται ὁ θεὸς τὰ κατὰ τῆς Ἱερουσαλὴμ γινόμενα καὶ ὄλεθρον ἀπειλεῖ τοῖς δι' ἐκείνης αὐτῷ πολεμεῖν πειρωμένοις. Καὶ τοὺς ἐχθροὺς Ἰούδα διασ κεδάσει, 11Συρίαν ἀφ' ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ' ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν λαόν μου ὅλῳ τῷ στόματι. Οἱ Ἄλλοι Ἑρμηνευταὶ οὐ τοὺς Ἕλληνας ἀλλὰ» τοὺς Φυλιστιὶμ» ἡρμήνευσαν· οὗτοι δὲ ἦσαν οἱ γειτο νεύοντες Ἀλλόφυλοι. Εἰκὸς δὲ ἦν καί τινας τῶν Ἑλλήνων ἀποίκους μετὰ τῶν Ἀλλοφύλων οἰκεῖν ὡς καὶ Κυπρίους καὶ Καππαδόκας· τοῦτο γὰρ παρὰ τῶν ἄλλων ἐδιδάχθημεν προφητῶν. Λέγει τοίνυν ὡς οὐ μόνον τοῦ Ἰσραὴλ ταῦτα καταψηφίζομαι ἀλλὰ καὶ τοὺς τούτων καταλύω συμμάχους τούς τε πρὸς ἕω τούς τε πρὸς ἑσπέραν οἰκοῦντας. Ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή. Μὴ ληγούσης γὰρ τῆς τῶν ἀνθρώπων δυσσεβείας οὐδὲ ἡ τιμωρία δέχεται παῦλάν τινα. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπιφερομένων δεδήλωκεν. 12Καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἕως ἐπλήγη, καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν. Διὰ τοῦτο οὐκ ἀπεστράφη ὁ θυμός, ἐπειδὴ ὁ λαὸς οὐκ ἀπεστράφη· καὶ διὰ τοῦτο ἡ χεὶρ ὑψηλή, ἐπειδὴ τὸν κύριον οὐκ ἐξεζήτησαν. 13Καὶ ἀφεῖλε κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐράν. Τίνες δὲ αὗται, σαφέστερον λέγει· μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ. Τίς δὲ ὁ μέγας; 14Πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας– αὕτη ἡ ἀρχή. Πρόσωπα δὲ θαυμάζοντας τοὺς ἀδίκως κρίνοντας λέγει παρὰ τὸν νόμον τὸν λέγοντα· «Οὐ λήψῃ πρόσωπον δυνάστου.» Εἶτα καὶ τὸ ἄλλο δείκνυσι τάγμα· Καὶ προφήτην| 113 b| διδάσκοντα ἄνομα– οὗτος ἡ οὐρά. Ἦσάν τινες ψευδοπροφῆται τἀναντία τοῖς προφήταις προαγορεύοντες καὶ ταῖς θείαις προρρήσεσι πιστεύειν μὴ συγχωροῦντες. 15Καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες, καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς. Τούτους αὐτοὺς λέγει τοὺς τὰ ἡδέα ψευδῶς λέγοντας καὶ μισθοὺς ἁδροὺς καρπουμένους παρὰ τῶν ἀκουόντων. 16Διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας οὐκ ἐλεήσει· ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. Δίκαιον γὰρ τοὺς κοινωνοῦντας ἀλλήλοις τῆς πονηρίας κοινωνῆσαι καὶ τῆς τιμωρίας. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεῖρ αὐτοῦ ὑψηλή. Ὥσπερ γὰρ τῇ μετανοίᾳ τῶν ἀνθρώπων ἕπεται ἡ τοῦ δεσπότου φιλανθρωπία, οὕτως ἐπιμενούσης τῆς παρανομίας ἐπιτείνεται ἡ ὀργή. 17Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ καυθήσεται ὑπὸ πυρός. Ἐδίδαξεν ἀκριβῶς ὡς οἱ παρανομοῦντες ἐπισπῶνται τὴν τιμωρίαν. Τὴν γὰρ ἀνομίαν πῦρ ἐκάλεσε καὶ ξηρὰν ἄγρωστιν· καὶ καθάπερ ὁ σίδηρος τὸν ἰὸν τίκτει καὶ ὑπὸ τοῦ ἰοῦ καταναλίσκεται, οὕτως ὁ παρανομίᾳ συζῶν καὶ ἐργάζεται τὴν ἁμαρτίαν καὶ διαφ θείρεται ὑπ' αὐτῆς. Καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. 18Διὰ θυμὸν ὀργῆς κυρίου Σαβαὼθ συγκέκαυται ἡ γῆ ὅλη. Δρυμὸν δασὺν τὸ πλῆθος καλεῖ τὸ ἄκαρπον· καὶ γὰρ ὁ δρυμὸς δασὺς μὲν καὶ πυκνός, ἔρημος δὲ καρπῶν. Βουνοὺς δὲ ὀνομάζει τοὺς ἄρχοντας διὰ τὸ ὑψηλὸν καὶ περίβλεπτον. Καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. Τὸ σφο δρὸν τῶν πολεμίων διὰ τούτων δεδήλωκεν. Ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει. Τροπῆς γὰρ ἐν τοῖς πολέμοις γενομένης τῆς οἰκείας σωτηρίας ἕκαστος προμηθεῖται καὶ οὔτε πατὴρ υἱοῦ οὔτε υἱὸς πατρὸς οὔτε ἀδελφὸς ἀδελφοῦ κατὰ τὸν τῆς φυγῆς φροντίζει καιρόν. Εἶτα προλέγει τῶν δυσμενῶν καὶ τὴν ῥώμην καὶ τὴν νίκην· 19Ἀλλ' ἐκκλινεῖ εἰς τὰ δεξιὰ ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Ἐν τοῖς πολέμοις οἱ νικῶντες ποτὲ μὲν τοὺς κατὰ τὸ δεξιὸν κέρας διώκουσι ποτὲ δὲ κατὰ τοῦ εὐωνύμου χωροῦσιν, καὶ τὴν φύσιν ἀγνοεῖν ὁ θυμὸς ἀναγκάζει, καὶ ἐοίκασι μεμηνόσιν ἀνθρώποις οἳ τοὺς οἰκείους βραχίονας ὡς ἀλλοτρίους ἐσθίουσιν. Σημαίνει μέντοι διὰ τούτων καὶ αὐτοῦ τοῦ Ἰσραὴλ τὴν διάστασιν καὶ τῶν φυλῶν τὴν διχόνοιαν. Φάγεται γάρ φησιν Ἐφραὶμ τοῦ Μανασσῆ καὶ Μανασσῆς τοῦ Ἐφραίμ, ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν. Ὡς ἐσόμενα τὰ γεγενημένα λέγει κατὰ τὸ ἰδίωμα τῆς Ἑβραίων φωνῆς. Ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεῖρ αὐτοῦ ὑψηλή. Οὐδὲ γὰρ ἐχρῆν τὸν ἰατρὸν ἀποστῆναι τῆς θερα πείας, μὴ λωφησάσης τῆς νόσου. 101Οὐαὶ τοῖς γράφουσι πονηρίαν, γράφοντες γὰρ πονη ρίαν| 114 a| γράφουσιν. 2Ἐκκλίνοντες κρίσεις πτωχῶν, ἁρπάζοντες κρίματα πενήτων τοῦ λαοῦ μου ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τῶν ψευδοπροφητῶν καὶ τῶν ἀδίκων ἀρχόντων κατη γορεῖ, τῶν μὲν ὡς ἐπὶ λύμῃ πολλῶν τὰς ψευδεῖς συγγρα φόντων προρρήσεις, τῶν δὲ ὡς παρανόμως δικαζόντων καὶ προιεμένων τὸ δίκαιον. Εἶτα αὐτοὺς φοβεῖ τῇ μνήμῃ τῆς τιμωρίας· 3Καὶ τί ποιήσουσι τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἡμέραν γὰρ ἐπισκοπῆς ἐκάλεσε τὸν τῆς τιμωρίας καιρόν. Ὥσπερ γὰρ τὴν τοῦ θεοῦ μακροθυμίαν ὕπνον καλεῖ, οὕτω τὴν τιμωρίαν ἐπισκοπὴν ὀνομάζει. Ἡ γὰρ θλῖψις ὑμῶν πόρρωθεν ἥξει. Τὰ δύο σημαίνει κατὰ ταὐτόν, καὶ ὅτι πόρρωθεν ἥξει καὶ ὅτι τὰ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπταισμένα ἐν τῷ καιρῷ τῆς δίκης εἰς μέσον ἀχθήσεται καὶ ὑπὲρ πάντων εἰσπραχθήσονται δίκας. Καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; Ἐμοῦ γὰρ πολεμοῦντος τίς ἐπικουρῶν ὠφελήσει; Τοῦτο ἔοικε τῷ παρὰ τῷ μεγάλῳ Μωυσῇ εἰρημένῳ· «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι· καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» Καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν 4τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν; Ἡ παροῦσά φησιν εὐημερία αἰχμαλώτοις ὑμῖν γιγνομένοις οὐκ ἐπαρ κέσει· ἀπαγωγὴν γὰρ τὴν αἰχμαλωσίαν ἐκάλεσεν. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε καὶ οἱ Λοιποὶ δὲ ὁμοίως· «Καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν ὥστε μὴ καμφθῆναι ὑπὸ δεσμόν;» Καὶ ὑποκάτω ἀνῃρημένων πεσοῦνται. Πολ λάκις τινὲς ἐν τοῖς πολέμοις διαφυγεῖν τοὺς ἐναντίους πειρώμενοι μεταξὺ τῶν ἀνῃρημένων νεκρῶν σφᾶς αὐτοὺς κατακρύπτουσιν. Τὴν ὑπερβολὴν τοίνυν τῆς δειλίας αὐτῶν προσημαίνων τοῦτο κἀνταῦθα δεδήλωκεν. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή. Συνεχῶς ἐπιλέγει τοῦτο καὶ τῆς ἐκείνων ἀπειθείας κατηγορῶν καὶ τῇ τῆς τιμωρίας ἀπειλῇ δεδιττόμενος. Ταῦτα τῇ Σαμαρείᾳ καὶ ταῖς ὑπ' αὐτὴν φυλαῖς προαγο ρεύσας προλέγει καὶ τῶν Ἀσσυρίων τὴν ἔφοδον καὶ τὴν καταληψομένην αὐτοὺς ἐν τῇ τῆς Ἱερουσαλὴμ πολιορκίᾳ πανωλεθρίαν· 5Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ἡ ὀργή μού ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. Ζητητέον τί δήποτε θρηνοῦνται ὑπουργοὶ τῆς θείας τιμωρίας γιγνό μενοι. Χρὴ τοίνυν εἰδέναι τὸν τοῦτο μαθεῖν ἐφιέμενον, ὡς διακόνοις μὲν τῆς τιμωρίας Ἀσσυρίοις ἐχρήσατο οἷόν τινας δημίους κατὰ τῶν παρανομούντων καὶ δυσσεβούντων ὁπλίσας, οὗτοι δὲ οὐχ ὡς τῷ θεῷ τῶν ὅλων ὑπουργοῦντες ἔδρων ἃ ἔδρων ἀλλὰ τῇ οἰκείᾳ ῥώμῃ καὶ δυναστείᾳ θαρ ροῦντες κατὰ πάντων ἔχειν ἐφιλονείκουν τὸ κράτος. Διὰ τοῦτο καὶ αὐτοῖς ἔσχατον ὄλεθρον ἀπειλεῖ καὶ τοῦτον διὰ τοῦ οὐαὶ προσημαίνει. Τὴν ὀργήν μου 6εἰς ἔθνος ἄνομον ἀποστελῶ. Τούτους αὐτούς φησιν οἷς τὴν τιμωρητικὴν ἐνεχείρισα ῥάβδον. Καὶ ἐν τῷ ἐμῷ λαῷ συντάξω αὐτῷ τοῦ ποιῆσαι σκῦλα καὶ προνομὴν| 114 b| καὶ καταπατεῖν τὰς πόλεις αὐτοῦ καὶ θεῖναι αὐτὰς εἰς κονιορτὸν ὁδῶν. Τὴν πολλὴν ἐρημίαν διὰ τούτων δεδήλωκεν. Εἶτα γυμνοῖ τοῦ βασιλέως τῶν Ἀσσυρίων τοὺς λογισμούς· 7Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται. Οὐκ οἶδέ φησιν ὡς ἐμός ἐστιν ὑπουργὸς καὶ παρ' ἐμοῦ ἔλαβε τῆς τιμωρίας τὴν ἐξουσίαν. Ἀλλ' ἀπαλλάξει ὁ νοῦς αὐτοῦ τοῦ ἀφανίσαι καὶ τοῦ ἐξολοθρεῦσαι ἔθνη οὐκ ὀλίγα. Βεβούλευταί φησι τῇ οἰκείᾳ δυνάμει θαρρῶν πολλῶν ἐθνῶν καταλῦσαι τὴν μνήμην. 8Καὶ ἐὰν εἴπωσιν αὐτῷ· Οὐ σὺ μόνος εἶ ἄρχων, 9καὶ ἐρεῖ· Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνης, οὗ ὁ πύργος ᾠκοδομήθη; Καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν; 10Ὃντρόπον ταύτας ἔλαβον, οὕτω καὶ πάσας τὰς χώρας λήψομαι. Τούτοις πρὸς τὸν Ἐζεκίαν ὁ Σεναχηρὶμ τοῖς λόγοις ἐχρήσατο· «Μή σε ἀπατάτω ὁ θεός σου ἐφ' ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ λέγων· Οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Ἰδοὺ σὺ οὐκ ἤκουσας ἃ πεποιήκασι βασιλεῖς Ἀσσυρίων πάσῃ τῇ γῇ, ὡς ἀπώλεσαν αὐτήν, καὶ σὺ ῥυσθήσῃ; Μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν οὓς ἀπώλεσαν οἱ πατέρες μου, τήν τε Γοζὰν καὶ Ἄρραν καὶ Ῥαφὲς καὶ υἱοὺς Ἀδὰν οἵ εἰσιν ἐν χώρᾳ Θεσμάθ; Ποῦ εἰσιν οἱ βασιλεῖς Αἰμὰθ καὶ Ἀρφάδ; Καὶ ποῦ ὁ βασιλεὺς τῆς πόλεως Σεφαρίμ, Αἰνὰ καὶ Γαυά;» Ταῦτα μὲν οὖν ἐκεῖνος τῷ βασιλεῖ γεγράφηκεν Ἐζεκίᾳ· ἐνταῦθα δὲ τοῖς λέγουσιν· Οὐ σὺ μόνος εἶ ἄρχων, τὰ ὅμοια εἴρηκεν. Ὀλολύξατε τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ· 11ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ Ἱερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς. Καὶ ταῦτα τῷ αὐτῷ προσώπῳ συνήρμοσαν οἱ Λοιποὶ Ἑρμηνευταί. Νομίσας γὰρ ὁ ἀλαζὼν ἐκεῖνος καὶ δυσσεβὴς τοῖς ἄλλοις θεοῖς ἐοικέναι τῆς Ἱερουσαλὴμ τὸν θεόν, τοῖς μανικοῖς τούτοις κέχρηται λόγοις, καὶ τῷ Ἐζεκίᾳ δὲ γέγραφεν· Μή σε ἀπατάτω ὁ θεός σου ὅτι ῥύσεται τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου. 12Καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλήμ, ἐπισκέψεται ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. Νοῦν μέγαν τὸν ἀλαζονικὸν λέγει τὸν τὰ ὑπὲρ φύσιν τολμῶντα λογίζεσθαι. Ὕψος δόξης ὀφθαλμῶν τὴν ὑπερβάλλουσαν ὑπερηφανίαν καλεῖ, ᾗ τὸν περὶ τὰ τείχη Ἱερουσαλὴμ ὄλεθρον ἀπειλεῖ. Εἶτα τὸν τῦφον αὐτοῦ διέξεισι καὶ τῶν λόγων καὶ τῶν λογισμῶν. 13Εἶπε γάρ· Τῇ ἰσχύι τῆς χειρός μου ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεώς μου, ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοικου μένας 14καὶ τὴν οἰκουμένην τῇ χειρί μου καταλήψομαι ὡς νοσσιὰν καὶ ὡσεὶ καταλελειμμένα ᾠὰ ἀρῶ, καὶ οὐκ ἔστιν| 115 a| ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι ἀνοίγων στόμα καὶ στρουθίζων. Ταῦτα καὶ διὰ τῶν πρέσβεων καὶ διὰ τῶν γραμμάτων δεδηλώκει τῷ Ἐζεκίᾳ. Ἀλλ' ὁ πᾶσαν τὴν οἰκουμένην ὡς καλιὰν νεοττῶν ἁρπάσειν ἐλπίσας καὶ ὡς ᾠὰ ὑπὸ πτηνῶν πεφευγότων καταλελειμμένα ἀπονητὶ λήψεσθαι, οὗτος δίχα χειρὸς ἀνθρωπείας ἐγυμνώθη τῆς στρατιᾶς. Τὸ μέντοι· ἀνοίγων στόμα καὶ στρουθίζων, ἀπὸ τῆς κρατούσης συνηθείας παρὰ ἀνθρώποις εἴρηται τῇ γραφῇ. Εἰώθαμεν γὰρ λέγειν περὶ τῶν λίαν ἀγωνιώντων· οὐκ ἐτόλμησε γρύξαι. Οἱ δὲ Λοιποί φασιν· «οὐκ ἐτόλμησε τρύσαι.» Τὸ γοῦν· ἀνοίγων στόμα καὶ στρουθίζων, ἀντὶ τοῦ· οὐ μόνον οὐδεὶς ἀντιπαρατάξασθαί μοι τολμήσει ἀλλ' οὐδὲ γρύξαι στρουθοῖς παραπλησίως ἐπιχειρήσει. Πρὸς ταύτην αὐτοῦ τὴν ἀλαζονείαν ὁ τῶν ὅλων θεὸς ἀποκρίνεται· 15Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ὥστε κόπτειν ἑαυτήν; Ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκον τος αὐτόν; Ὡσαύτως ἐάν τις λάβῃ ῥάβδον ἢ ξύλον. Μὴ δίχα χειρῶν ἀνθρωπίνων ἡ ἀξίνη κόπτει ξύλα ἢ ὁ πρίων ταῦτα διχῇ καὶ τριχῇ καὶ τετραχῇ διαιρεῖ ἢ ῥάβδος ἢ ξύλον πλῆξαι δύναται μηδενὸς ἐνεργοῦντος; Πῶς οὖν σὺ μέγα φρονεῖς ὡς δίχα τῆς ἐμῆς βουλῆς περιγενόμενος τῶν ἡττη θέντων ἐθνῶν; Εἰκότως δὲ αὐτὸν καὶ τοῖς ἀψύχοις ἀπείκασεν ὡς ἀναισθησίαν νοσοῦντα καὶ ἀλογίαν ἐσχάτην. Καὶ οὐχ οὕτως. Οὐκ ἐάσω σέ φησιν ἐπὶ ταυτησὶ τῆς ἀνοίας, ἀλλὰ διὰ τῆς τιμωρίας μαθήσῃ τὸν πρύτανιν τοῦ παντός. 16Ἀλλ' ἀποστελεῖ κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. Μετὰ πολλῆς γὰρ δόξης ἐπιστρατεύσας μετὰ πλείονος ἔφυγεν ἀδοξίας. 17Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν φλογὶ καιομένῃ, καὶ φλέξει καὶ φά γεται ὡσεὶ χόρτον τὴν ὕλην. Φῶς τοῦ Ἰσραὴλ τὴν εὐσέβειαν ἐκάλεσεν· «Ἐν τῷ φωτὶ» γὰρ ὁ Ψαλμός φησι «τοῦ προσώπου σου πορεύσονται.» Τοῦτο τὸ φῶς τῷ μὲν Ἰσραὴλ τὴν φωτιστικὴν ἐνέργειαν χορηγήσει, τῇ δὲ καυστικῇ κατὰ σοῦ χρήσεται καὶ οἷόν τινα χόρτον πᾶςάν σου τὴν στρατιὰν δαπανήσει. Τῇ ἡμέρᾳ ἐκείνῃ 18ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν. Ὄρη τὸν βασιλέα καὶ τοὺς μετ' ἐκεῖνον ὑπάρχους καλεῖ, βουνοὺς δὲ τοὺς ὑπὸ τούτους τελοῦντας ἄρχοντας, δρυμοὺς δὲ τὸ λοιπὸν πλῆθος τὸ ἄκαρπον. Καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ πυρὸς καιομένου· 19καὶ οἱ καταλειφθέντες ἀπ' αὐτῶν ἔσονται ἀριθμός,| 115 b| καὶ παιδίον μικρὸν γράψει αὐτούς. Οὐ φαινομένων τῶν διωκόντων μετὰ πολλῆς σπουδῆς ἀποδρᾶσαι πειράσονται ὡς ὑπὸ φλογὸς κυκλου μένους καὶ ταύτην διαφυγεῖν πειρωμένους μιμούμενοι. Οὕτω δὲ ἔσονται οἱ τὴν τιμωρίαν διαφυγόντες εὐαρίθμητοι ὡς ῥᾷστον εἶναι καὶ τῷ τυχόντι παιδίῳ τὸν τούτων ἀριθμὸν ἀναγράψαι. Ταῦτα δὲ γεγένηται, ἡνίκα δι' ἑνὸς ἀγγέλου αἱ πέντε καὶ ὀγδοήκοντα πρὸς ταῖς ἑκατὸν διεφθάρησαν χιλιάδες. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ καὶ οἱ διασωθέντες τοῦ Ἰακὼβ οὐκέτι πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς. Ἄχαζ ὁ βασιλεὺς ὑπὸ τοῦ Φακεὲ καὶ τοῦ Ῥασὶν πολεμούμενος τὸν Ἀσσύριον εἰς συμμαχίαν ἐκάλεσε βασιλέα. Προλέγει τοίνυν ὁ προφητικὸς λόγος ὡς τῆς θείας ἀπο λαύσαντες προμηθείας καταφρονήσουσι μὲν τῆς ἀνθρωπίνης ἐπικουρίας, τῆς δὲ εἰς τὸν θεὸν ἐλπίδος ἀνθέξονται. Τοῦτο γὰρ δηλοῖ διὰ τῶν ἑξῆς· Ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. 21Καὶ ἀναστρέψει τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ θεὸν ἰσχύοντα. Ταύτην τοῦ λαοῦ τὴν εὐσέβειαν, ἣν Ἐζεκίας ὁ βασιλεὺς αὐτοὺς ἐξεπαί δευσε, καὶ ἡ τετάρτη τῶν Βασιλειῶν μαρτυρεῖ. Συνήφθησαν δὲ τῇ Ἱερουσαλὴμ καὶ ἐκ τῶν δέκα φυλῶν ὅσοι τὸν Σαλμα νάσαρ καὶ τὸν Σεναχηρὶμ διαφυγεῖν ἠδυνήθησαν, καὶ τῆς πλάνης ἀπαλλαγέντες τῇ τοῦ Ἐζεκίου ἠκολούθησαν εὐσεβείᾳ. 22Καὶ ἐὰν γένηται ὁ λαὸς τοῦ Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. Ἐπειδὴ τὰς δέκα φυλὰς τοῖς Ἀσσυρίων παρέδωκε βασιλεῦσι καὶ τὰς ἄλλας τοῦ Ἰούδα πόλεις πολιορκουμένας παρεῖδε, τὴν αἰτίαν τούτου διδάσκει ὅτι οὐκ εἰς πλῆθος ἀφορῶν ἀλλ' εὐσέβειαν ζητῶν. Τοῦτο γὰρ καὶ μετὰ ταῦτα γενήσεται τῶν μὲν πλείστων Ἰουδαίων μετὰ τὴν ἐνανθρώπησιν τοῦ σωτῆρος ἀντιλεγόντων, τῶν δὲ τῆς σωτηρίας ἐφιεμένων προθύμως δεχομένων τῶν ἀποστόλων τὸ κήρυγμα. Εἶτα διδάσκει καὶ τοῦ κηρύγματος τὸ σύντομον καὶ τῆς καινῆς διαθήκης τὸν τρόπον· Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, 23ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ. Ταύτης καὶ ὁ θεῖος ἀπόστολος ἐμνήσθη τῆς μαρτυρίας. Διδάσκει δὲ ἡμᾶς ὁ λόγος· ἅπερ ὁ νόμος πολλαῖς ἐντολαῖς καὶ θυσίαις καὶ τιμωρίαις χρώμενος οὐκ ἴσχυσε κατορθῶσαι, ταῦτα ὁ εὐαγγελικὸς κατώρθωσε λόγος σύντομον προσφέρων φάρ μακον σωτηρίας τὸ πανάγιον βάπτισμα. Διὰ γὰρ πίστεως τοῖς ἀνθρώποις σωτηρία δεδώρηται. Οὗτος ὁ συντετμημένος λόγος τῆς δικαιοσύνης συνεργός, ὃν οὐ μόνον Ἰουδαίοις ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις δέδωκεν ὁ θεός. Οὕτω περὶ τῆς καινῆς διαθήκης προαγορεύσας ἐπανάγει πάλιν εἰς τὴν προτέραν ἀκολουθίαν τὸν λόγον· 24Διὰ τοῦτο τάδε λέγει κύριος Σαβαώθ· Μὴ φοβοῦ ὁ λαός μου οἱ κατοι κοῦντες ἐν Σιὼν ἀπὸ Ἀσςυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε. Ῥάβδον ἐκάλεσεν ἐνταῦθα τὴν μετρίαν παιδείαν· καὶ γὰρ πολλὰς τῶν ὑποκειμένων ἐπολιόρκησε πόλεις. Πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου. Καὶ ταύτην δέ σοι τὴν παιδείαν ἐπήγαγον οὐκ ἀδίκως ἀλλὰ τῶν Αἰγυπτιακῶν ἐπιτηδευμάτων σε εἰσπραττόμενος εὐθύ νας·| 116 a| ἣν γὰρ παρ' Αἰγυπτίων ἐμεμαθήκεις εἰδωλο λατρείαν, ταύτην διατελεῖς φυλάττων. Ταύτην καὶ ὁ Σύμμαχος ἡρμήνευσε τὴν διάνοιαν· «Ἐν ῥάβδῳ πατάξει σε καὶ τὴν βακτηρίαν αὐτοῦ ἐπαρεῖ ἐπὶ σὲ διὰ τὴν ὁδὸν Αἰγύπτου», τουτέστι διὰ τὴν Αἰγυπτίων μίμησιν· ὁδὸν γὰρ πολλάκις τὸν βίον καλεῖ. 25Ἔτι γὰρ μικρὸν καὶ παύσεταί μου ἡ ὀργὴ ἡ κατὰ σοῦ. Ἐπαγαγών σοι τὴν παιδείαν μεταδώσω καὶ βοηθείας. Ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν. Τρέψω δὲ τὴν ὀργήν μου κατὰ τῶν πολεμούντων σοι. 26Καὶ ἐγερεῖ ὁ θεὸς ἐπ' αὐτοὺς μάστιγας κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως. Δύο πληγὰς ἴσμεν τοῦ Μαδιάμ· τὴν μὲν διὰ τοῦ μεγάλου Μωυσέως, τὴν δὲ διὰ τοῦ Γεδεὼν ἐπενεχθεῖσαν αὐτοῖς. Ἀμφότεραι δὲ παράδοξοι, παραδοξοτέρα δὲ ἡ δευτέρα· δίχα γὰρ ὅπλων κατηκοντίσθησαν. Ταύτην δὲ ἔδοσαν καὶ Ἀσσύριοι τὴν δίκην· οὐδενὸς γὰρ οὐ βέλος ἀφέντος, οὐκ ἀκοντίσαντος δόρυ, οὐ χρησαμένου σφενδόνῃ πολλαὶ τῷ θανάτῳ παρεπέμφθησαν μυριάδες. Τοῦτο καὶ ὁ μακάριος ἔφη Δαυίδ· «Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ θεὸς Ἰακώβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις.» Νυσταγμὸν δὲ ἐκάλεσε τοῦ θανάτου τὸ σύντομον. Εἶτα διηγεῖται ὡς βούλεται μὲν μετὰ τὴν πολιορκίαν τῆς Ἱερουσαλὴμ κατὰ τῆς Αἰγύπτου διὰ τῆς Παραλίας ὁρμῆσαι, οὐ μόνον δὲ ἐκείνης διαμαρτήσεται ἀλλὰ καὶ τῶν ἐν χερσὶ στερηθήσεται, τοῦ ἐπικειμένου τῇ Ἱερουσαλὴμ συντριβομένου ζυγοῦ. 27Καταφθαρήσεται γάρ φησιν ὁ ζυγὸς αὐτοῦ ἀπὸ τῶν ὤμων ὑμῶν. Ἔπειτα διδάσκει τὸν πλάνον ὃν ὑπομενεῖ φεύγων καὶ εἰς διαφόρους ὁδοὺς σκεδαννύμενος καὶ διερχόμενος τὴν Ἀγγαὶ καὶ τὴν Μαγεδδὼ καὶ τὴν Μαχμὰς καὶ τὴν Γαβαών. Ὅτι ἀγωνιάσει μὲν ἡ Ῥαμὰ τοῦ Σαοὺλ ἡ πόλις καὶ φεύξεται, βλάβην δὲ οὐ δέξεται, καὶ ἡ Γαλὶμ ἵππον γαυριῶντα μιμουμένη κατ' αὐτοῦ χρεμετίσει, ἥ τε Λαϊσὰ καὶ ἡ Ἀναθὼθ καὶ ἡ Μαδεβηνὰ καὶ ἡ Γαβὶρ ἐκπλαγήσονται τὴν ἀθρόαν τῶν πραγμάτων μεταβολήν. Ταῦτα περὶ τῶν ἄλλων εἰρηκὼς ὁ προφητικὸς λόγος τοὺς τὴν Ἱερουσαλὴμ οἰκοῦντας ψυχαγωγεῖ καὶ μένειν καὶ μὴ φεύγειν παρεγγυᾷ· 31Παρακαλεῖτε 32σήμερον ἐν ὁδῷ τοῦ μεῖναι, παρακαλεῖτε τῇ χειρὶ τὸ ὄρος τῆς θυγατρὸς Σιὼν καὶ τοὺς βουνοὺς τοὺς ἐν Ἱερουσαλὴμ καὶ Ἰούδᾳ. Οὕτωταῦτα περὶ τῶν Ἀσσυρίων προθεσπίσας καὶ τὴν παράδοξον τῆς Ἱερουσαλὴμ σωτηρίαν προαγορεύσας τῆς σωτηρίας τὴν αἰτίαν διδάσκει· 33Ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται καὶ οἱ μετέωροι ταπεινωθήσονται 34καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Οὐ μόνον φησὶ τοὺς δυναστεύοντας καὶ μέγα φρονοῦντας παραδώσει θανάτῳ, ἀλλὰ καὶ τὴν κρατοῦσαν τῶν εἰδώλων καταλύσει πλάνην. Λίβανον γάρ φησι τὴν πλάνην, ὑψηλὰ δὲ τὰ ἐν τοῖς ὑψηλοῖς τιμώμενα προση γόρευσεν εἴδωλα. Ἐπειδὴ γὰρ ἐν τῷ Λιβάνῳ πλείστη κατεῖχεν ἐξαπάτη δαιμόνων, ἀπὸ τοῦ μέρους τὸ πᾶν προσηγόρευσεν. 111Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται...........| 116 b| φησι τῆς ῥάβδου τῆς θείας ἀπολαύσεται προμηθείας. Ἄνω μὲν οὖν τὴν ἐκ παρθένου γέννησιν τοῦ Ἐμμανουὴλ προεδήλωσεν, εἶτα τὴν ἐκ πνεύματος ἁγίου ὑπέδειξε σύλληψιν· «Προ σῆλθον» γάρ φησι «πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν.» Ἐν γὰρ τῇ παρθενικῇ νηδύι τὸ πανάγιον πνεῦμα διέπλασε τὸν τοῦ θεοῦ λόγου ναόν, τὴν τοῦ δούλου μορφήν, ἣν ἐξ αὐτῆς τῆς κυήσεως ὁ θεὸς λόγος ἀναλαβὼν ἥνωσεν ἑαυτῷ. Μετὰ ταῦτα ἔδειξεν ἡμῖν τοῦ τεχθέντος παιδίου τὴν ἀξίαν καὶ τὰς θεοπρεπεῖς αὐτοῦ προσηγορίας ἐδίδαξεν, ὅτι θεὸς ἰσχυρός, ὅτι ἐξουσιαστής, ὅτι ἄρχων εἰρήνης, ὅτι πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἐνταῦθα δὲ καὶ τὴν σαρκικὴν αὐτοῦ διδάσκει συγγένειαν ὅτι ἐξ Ἰεσσαὶ κατὰ σάρκα βεβλάστηκεν· πατὴρ δὲ Ἰεσσαὶ τοῦ Δαυίδ. 2Καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· 3πνεῦμα φόβου θεοῦ ἐμπλήσει αὐτόν. Τῶν μὲν γὰρ προφητῶν ἕκαστος μερικήν τινα ἐδέξατο χάριν, ἐν αὐτῷ δὲ κατῴκησε «πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», καὶ κατὰ τὸ ἀνθρώπινον δὲ πάντα εἶχε τοῦ πνεύματος τὰ χαρίσματα· «Ἐκ γὰρ τοῦ πληρώματος αὐτοῦ» κατὰ τὸν θεσπέσιον Ἰωάννην «ἡμεῖς πάντες ἐλάβομεν.» Οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει. Οὐ γὰρ προσεῖχε τῇ δυναστείᾳ τῶν γραμματέων καὶ Φαρισαίων, ἀλλὰ μετὰ παρρησίας αὐτῶν τὴν παρανομίαν διήλεγχεν· «Οὐαὶ ὑμῖν» λέγων «γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί» καὶ τὰ ἄλλα ὅσα τοιαῦτα ἃ ῥᾴδιον τοῖς βουλο μένοις ἐν τοῖς ἱεροῖς εὐαγγελίοις κατανοεῖν. 4Ἀλλὰ κρινεῖ ἐν δικαιοσύνῃ ταπεινῷ κρίσιν. Τοὺς μὲν γὰρ τῆς τῶν δαιμόνων ἠλευθέρου μανίας, τοὺς δὲ τῆς τῶν παθημάτων ἐπικρατείας ἀπήλλαττε, τοῖς δέ γε πιστεύουσι τὴν ὀνησιφόρον καὶ ζωῆς πρόξενον διδασκαλίαν προσέφερεν. Καὶ ἐλέγξει ἐν εὐθύτητι τοὺς ἐνδόξους τῆς γῆς. Τοῦτο πράως μὲν ἐν τῇ προτέρᾳ ἐπιφανείᾳ πεποίηκε, βασιλικῶς δὲ καὶ ἐξουσιαστικῶς ἐν τῇ δευτέρᾳ ποιήσει τοῖς θείοις ἐγκαθήμενος θώκοις καὶ τὰς δικαίας ψήφους ἐκφέρων. Καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Τῇ γὰρ θεοπρεπεῖ τῶν ἀποστόλων διδασκαλίᾳ οὐρανὸν τὴν γῆν ἀπειργάσατο, πολλοὺς ἐν ἑκάστῳ ἔθνει τῶν γηίνων ἀποστήσας πραγμάτων καὶ τὴν οὐράνιον ἀσπάςασθαι πολιτείαν παρασκευάσας. Καὶ τῷ πνεύματι διὰ χειλέων ἀνε λεῖ τὸν ἀσεβῆ. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος περὶ τοῦ ἀντιχρίστου προείρηκεν· «Τότε» γάρ φησιν «ἀποκα λυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπι φανείᾳ τῆς παρουσίας αὐτοῦ.» Τοῦτο καὶ αὐτὸς οὗτος ὁ προφήτης μετ' ὀλίγα βοᾷ· «Ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου.» 5Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀςφῦν αὐτοῦ καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ. Τοῦτο καὶ ὁ μακάριος Δαυὶδ ἔφη· «Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου καὶ ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης.» Διὰ τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης πᾶν εἶδος συμπεριέλαβεν ἀρετῆς· ταύτας αὐτῷ καὶ ἀντὶ περιβολαίου καὶ ἀντὶ ζώνης γεγενῆσθαί φησιν. Εἶτα τῆς| 117 a… οἰκονομίας τὰ κατορθώματα λέγει· 6Τότε συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ λέων καὶ ταῦρος ἅμα βοσκηθήσονται. Διὰ τῶν ἡμέρων καὶ ἀγρίων ζῴων τροπικῶς τῶν ἀνθρωπείων ἠθῶν ἐδίδαξε τὴν διαφοράν. Λύκῳ μὲν γὰρ ἀπεικάζει τὸ ἁρπακτικὸν ἦθος, προβάτῳ δὲ τὸ ἥμερόν τε καὶ πρᾶον καὶ αὖ πάλιν παρδάλει μὲν τὸ ποικί λον– κατάστικτον γὰρ τὸ ζῷον–, ἐρίφῳ δὲ τὸ ἁπλοῦν τε καὶ ἄκακον· οὕτω λέοντι μὲν τὸ ὑπερήφανον καὶ ἀρχικόν, ταύρῳ δὲ τὸ θρασύ, μοσχαρίῳ δὲ τὸ τούτων ἀπηλλαγμένον. Ἀλλ' ὅμως κατὰ ταὐτὸν αὐτὰ νεμηθήσεσθαι λέγει. Καὶ ὁρῶμεν τῆς προφητείας ἐν ταῖς ἐκκλησίαις τὸ τέλος καὶ βασιλέας καὶ ὑπάρχους καὶ στρατηγοὺς καὶ στρατιώτας καὶ ἀποχειροβιώτους οἰκέτας τε καὶ προσαίτας τῆς ἱερᾶς κατὰ ταὐτὸν κοινωνοῦντας τραπέζης, τῶν αὐτῶν ἐπαΐοντας λόγων, τῆς αὐτῆς κολυμβήθρας ἀξιουμένους. Καὶ παιδίον μικρὸν ἄξει αὐτούς. Τοὺς γὰρ ἐπὶ δυνάμει γαυριῶντας καὶ ἐπὶ σοφίᾳ βρενθυομένους ἄνθρωπος τῇ κακίᾳ κατὰ τὴν ἀποστολικὴν παραίνεσιν νηπιάζων καὶ τῇ ἁλιευτικῇ ἁπλότητι διακοσμούμενος ἄγει καὶ νέμει. 7Καὶ βοῦς καὶ ἄρκος ἅμα συνβοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα. Ὁρῶμεν δὲ καὶ τούτων τὸ τέλος· πολλοὶ γὰρ πλούτῳ περιρρεόμενοι καὶ ἀφθόνους ἔχοντες τρυφῆς ἀφορμὰς τὴν νηστείαν τῆς χλιδῆς προτιμῶσι καὶ μιμοῦνται λέοντα σαρκοβόρον ἀχύρων μεταλαγχάνειν αἱρούμενον. 8Καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἀπογεγα λακτισμένον ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ. Τοιοῦτος ἦν ὁ μακάριος Παῦλος τοῖς Ἐπικουρείοις καὶ Στωικοῖς διαλεγόμενος φιλοσόφοις καὶ ἐπὶ τοῦ Ἀρείου πάγου δημηγορῶν καὶ κατατολμῶν τῶν ἀσπίδων καὶ οἷόν τινα χεῖρα τὸν ἁπλοῦν αὐτοῦ λόγον ὡς εἰς κατάδυσιν θηρίων τὴν τούτων ἀκοὴν ἐμβάλλειν ἐπιχειρῶν· καὶ γὰρ δαιμόνων ἦν κατάδυσις ἡ ἐκείνων καρδία. 9Καὶ οὐ μὴ κακοποιήσωσιν οὐδ' οὐ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. Τούτῳ ἔοικεν ἡ εὐαγγελικὴ τοῦ κυρίου φωνή· «Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Ὄρος τοίνυν ἅγιον τὸ ὑψηλὸν καὶ ἰσχυρὸν καὶ ἀκίνητον τῆς θείας αὐτοῦ διδασ καλίας καλεῖ καὶ τοῖς ἐπὶ τούτῳ ἑστῶσι τὸ ἀκαταγώνιστον ἐπαγγέλλεται. Εἶτα δείκνυσι τὴν τοῦ κηρύγματος δύναμιν· Ὅτι ἐνεπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψει θαλάσσας. Μέγιστον δὲ ἀληθῶς καὶ παραδοξότατον τὸ θαῦμα καὶ ἔοικε ψεκάσιν ὀλίγαις ἐπιφερομέναις θαλάττῃ καὶ τὴν ἐν ταύτῃ μεταβαλλούσαις πικρίαν καὶ γλυκείαν ἐργαζομέναις τὴν ταύτης ποιότητα· οὕτως γὰρ ὁ εὐαγγελικὸς λόγος κατέπαυσε μὲν τὴν τῆς οἰκουμένης ἀσέβειαν, πᾶσαν δὲ γῆν καὶ θάλατταν θεογνω σίας ἐπλήρωσεν. 10Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. Καὶ τῶν θείων ἀνέμνησεν ὑποσχέσεων καὶ τῶν Ἰακὼβ τοῦ πατριάρχου προρρήσεων. Ὁ μὲν γὰρ θεὸς πρὸς τὸν Ἀβραὰμ ἔφη· «Ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη τῆς γῆς.» Ταύτην δὲ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ δέδωκε| 117 b| τὴν ὑπόσχεσιν. Ὁ δὲ πατριάρχης Ἰακὼβ τῷ Ἰούδᾳ ἣν ἔλαβεν ἔδωκεν εὐλογίαν καί φησιν· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσ δοκία ἐθνῶν.» Ταύτην βεβαιοῖ τὴν προφητείαν καὶ ὁ θαυμάσιος οὗτος προφήτης καὶ δείκνυσιν αὐτὸν ἐξ Ἰεσσαὶ μὲν καὶ Δαυὶδ τὸ κατὰ σάρκα γένος κατάγοντα, ἄρχοντα δὲ οὐκέτι Ἰουδαίων ἀλλὰ τῶν ἐθνῶν καὶ εἰς αὐτὸν πιστεύοντας οὐκ Ἰουδαίους ἀλλὰ τὰ ἔθνη. Ἄξιον δὲ θρηνῆσαι τὴν Ἰουδαίων ἐμβροντησίαν, οἳ τῷ Ζοροβάβελ ταύτην προσαρ μόττουσι τὴν προφητείαν, ὃς οὐδὲ Ἰουδαίων ἦρξεν ἁπάντων ἀλλ' ὀλίγων τινῶν, ἐθνῶν δὲ οὐδὲ ὅλως. Ἀλλ' ἡμεῖς ἐκείνους καταλιπόντες τῆς ἑρμηνείας ἐχώμεθα. Καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Ἐπειδὴ γὰρ εἶπεν αὐτοῦ τὴν βλάστην καὶ τῆς οἰκονομίας τὰ κατορθώματα καὶ τὴν ἀρχὴν ὑπέδειξεν, ὑποδείκνυσι καὶ τὸ ἐν μέσῳ γενόμενον πάθος μεθ' ὃ τῆς οἰκουμένης ἐκράτησεν. Διά τοι τοῦτο ἀνάπαυσιν προσαγορεύει τὸν θάνατον καὶ τιμήν. Ἀγνοούμενος γὰρ πρὸ τῆς ἐνανθρωπήσεως ὑπὸ τῶν ἐθνῶν, μετὰ τὴν ἐνανθρώπησιν καὶ τὸ πάθος δέχεται παρὰ πάντων ὡς ποιητὴς καὶ θεὸς τὴν θείαν προσκύνησιν. 11Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι καὶ ζητῆσαι τὸ κατα λειφθὲν ὑπόλοιπον τοῦ λαοῦ ὃ ἐγκατελείφθη ὑπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ ἀπὸ Βαβυλῶνος καὶ ἀπὸ Αἰθιοπίας καὶ ἀπὸ Ἐλαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ Ἀραβίας καὶ ἀπὸ τῶν νήσων τῆς θαλάσσης. Ἐδίδαξεν ἡμᾶς ἡ ἱστορία τῶν Πράξεων, ὡς τὴν οἰκουμένην περινοστοῦντες οἱ θεῖοι ἀπόστολοι πρώτοις Ἰουδαίοις ἐκήρυττον. Ἀμέλει τοῖς ἀντιλέγουσιν ὁ μακάριος ἔφη Παῦλος· «Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, καθαροὶ ἡμεῖς ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορευ σόμεθα.» Πεπιστεύκασι δὲ ὅμως μυριάδες πολλαί, καὶ τρισχίλιοι καὶ πεντακισχίλιοι κατὰ ταὐτὸν ὑπ' αὐτῶν ἐζωγρήθησαν, καὶ ὁ θειότατος δὲ Ἰάκωβος τῷ θεσπεσίῳ Παύλῳ πολλὰς Ἰουδαίων πεπιστευκότων ὑπέδειξε μυριάδας. Περὶ τούτων ἡ τοῦ παναγίου πνεύματος χάρις καὶ διὰ Ἡσαΐου προηγόρευσε τοῦ προφήτου ὅτι αὐτοὺς καὶ ζητήσει καὶ τῆς σωτηρίας ἀξιώσει. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπαγομένων δεδήλωκεν· 12Τοι γαροῦν ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη καὶ συνάξει τοὺς ἀπο λομένους Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. Ποῖον δὲ σημεῖον ἀλλ' ἢ τὸ τοῦ σταυροῦ σύμβολον, δι' οὗ καὶ τοὺς ἐκ τοῦ Ἰσραὴλ καὶ τοὺς ἐκ τοῦ Ἰούδα πλανωμένους πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν; 13Καὶ ἀφαιρεθήσεται ὁ ζῆλος Ἐφραίμ, καὶ οἱ ἐχθροὶ Ἰούδα ἀπολοῦνται· Ἐφραὶμ οὐζηλώσει Ἰούδαν, καὶ Ἰούδας οὐ θλίψει τὸν Ἐφραίμ. Ταῦταπάλαι ἐγένετο τῆς βασιλείας διῃρημένης· μετὰ δὲ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τὴν παλαιὰν ἔσχον ὁμόνοιαν. 14Καὶ πετασθήσονται ἐν πλοίοις Ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύοντες καὶ τοὺς ἀφ' ἡλίου ἀνατολῶν καὶ Ἰδουμαίαν. Οὐ γὰρ μόνην τὴν ἤπειρον οἱ θεῖοι ἀπόστολοι ἀλλὰ καὶ τὴν θάλατταν περαιούμενοι καὶ ταῖς νήσοις προσέφερον τοῦ νοεροῦ φωτὸς τὴν ἀκτῖνα· καὶ γὰρ ἐν Κύπρῳ Βαρνάβας καὶ Παῦλος, τὸ ζεῦγος τὸ ἱερὸν τὸ τῶν ἐθνῶν τὴν γεωργίαν ἐγχειρισθέν, καὶ τοῦ Ἐλύμα τὸ ψεῦδος διήλεγξε καὶ τὴν ἀλήθειαν ἔδειξεν· καὶ τῆς| 118 a| Κρήτης τὸν Τίτον ἀπόστολον κεχειροτόνηκεν ὁ μακάριος Παῦλος καὶ τὸν Τιμόθεον τῆς Ἐφέσου. Ταῦτα τοίνυν τὸ πανάγιον πνεῦμα διὰ τοῦ προφήτου προείρηκεν ὅτι οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὴν θάλατταν προνομεύσουσι καὶ καθάπερ τινὲς στρατηγοὶ ἔθνη τινὰ ἀποστάντα καὶ πρὸς τύραννον αὐτομολήσαντα, περιγενόμενοι καὶ κρατήσαντες τῷ τῶν ὅλων προσάξουσι βασιλεῖ καὶ διαπεράσουσι τὰ πελάγη οὐκ Ἰουδαίους ἔχοντες κυβερνήτας καὶ ναύτας ἀλλ' ἀλλογενεῖς καὶ ἀλλοφύλους. Καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν, οἱ δὲ υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. Καὶ τοῦτο ἡμᾶς ὁ μακά ριος Παῦλος διδάσκει. Γαλάταις γὰρ ἐπιστέλλων ταῦτα μετὰ τὸ προοίμιον τέθεικεν· «Ὅτε εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι οὐδὲ ἀνῆλθον εἰς Ἱερουσαλὴμ πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.» Τῆς δὲ Ἀραβίας καὶ Μωαβῖται καὶ Ἀμμανῖται· ἡ μὲν γὰρ νῦν Φιλαδέλφεια προσαγορευομένη– ἐστὶ δὲ πόλις τῆς Ἀραβίας λαμπρά– Ἀμμὰν μέχρι καὶ τήμερον τῇ ἐπιχωρίῳ καλεῖται φωνῇ, Μωὰβ δὲ ἡ Χαραχμωβά, τῇ δὲ Ἀρειοπόλει πελάζει. Ἐδείχθη τοίνυνδιὰ τῆς ἀποστολικῆς μαρτυρίας ἡ τῆς προφητείας ἀλήθεια. 15Καὶ ἐρημώσει κύριος τὴν θάλασσαν Αἰγύπτου. Οὐ γὰρ μόνον τὰ εἰρημένα ἔθνη εἰς εὐσέβειαν ποδηγήσει ἀλλὰ καὶ τῆς Αἰγύπτου καταπαύσει τὴν πλάνην. Θάλατταν γὰρ Αἰγύπτου τὴν πικρὰν καὶ ἄποτον ἀσέβειαν προσηγόρευσεν. Καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ ποταμὸν πνεύματι βιαίῳ. Καὶ τὸν ποταμὸν δὲ ὡσαύτως ἀντὶ τῆς πλάνης τέθεικεν. Ὥσπερ γὰρ τῆς σωματικῆς ζωῆς τὰς ἐλπίδας εἰς τὸν ποταμὸν ἔχουσιν ὡς δι' ἐκείνου δρεπόμενοι τοὺς καρπούς, οὕτω τῇ τῶν εἰδώλων ἐδεδούλωντο πλάνῃ. Ἀλλ' ὅμως καὶ ἐπὶ τοῦτον τὸν ποταμὸν τὴν χεῖρα αὐτοῦ φησιν ἐπιβαλεῖ πνεύματι βιαίῳ. Πνεῦμα δὲ καλεῖ βίαιον τῶν εὐσεβῶν τὴν δυναστείαν, δι' ὧν ἀνετράπη τὰ τῶν εἰδώλων τεμένη καὶ νόμοις ἐκωλύθη τῶν δαιμόνων τὸ σέβας. Καὶ πατάξει αὐτὸν εἰς ἑπτὰ φάραγγας ὥστε διαπο ρεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν. Τῆς γὰρ βασιλείας αὐτῶν ὑπὸ Ῥωμαίων καταλυθείσης εἰς ἑπτὰ διῃρέθησαν ἐπαρχίας καὶ τὸ πρότερον κατέλυσαν θράσος καὶ βατοὶ τοῖς τῆς ἀληθείας ἐγένοντο κήρυξιν. 16Καὶ ἔσται δίοδος τῷ κατα λειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ καὶ ἔσται τῷ Ἰσραὴλ ὡς τῇ ἡμέρᾳ ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου. Ὅτι ὥσπερ ἐξήγαγον αὐτοὺς ἐκ τῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, οὕτως εἰσάξω πάλιν αὐτοὺς μετὰ θαυμάτων εἰς τὴν Αἴγυπτον καὶ διὰ τούτων κἀκείνους πρὸς τὴν ἀλήθειαν ποδηγήσω. 121Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Εὐλογήσω σε κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου ἀπ' ἐμοῦ καὶ ἠλέησάς με. 2Ἰδοὺ ὁ θεός μου σωτήρ μου κύριος, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ καὶ σωθήσομαι ὑπ' αὐτοῦ καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι σωτήρ. Ὁ ὕμνος τὴν ἐπίγνωσιν τῆς εὐεργε σίας δηλοῖ· οἱ γὰρ ταύτης τετυχηκότες τὸν ταύτης αἴτιον μεμαθηκότες οἷς δύνανται τὸν εὐεργέτην ἀμείβονται. Αὐτοῦ δὲ ἔστι νόμος σαφῶς διαγορεύων· «Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως», καὶ πάλιν· «Θυσία αἰνέσεως δοξάσει με. 3Καὶ ἀντλήσετε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Πηγὰς σωτηρίου τὰς θείας καλεῖ γραφάς, ἐξ ὧν οἱ γνησίως πεπιστευκότες μετ' εὐφροσύνης ἀρύονται. 4Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα| 118 b| αὐτοῦ, μιμνῄσκεσθε τὸ ὄνομα αὐτοῦ, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ταῦτα τῷ χορῷ τῶν ἀποστόλων ἁρμόττει καὶ τοῖς μετ' ἐκείνων ἐξ Ἰουδαίων πεπιστευκόσιν, οἳ καὶ εἰς τὰ ἔθνη διεπόρθμευσαν τὴν θείαν διδασκαλίαν καὶ παρηγγύων ἀλλήλοις τὴν δεσποτικὴν πληροῦν ἐντολὴν τὴν λέγουσαν· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» 5Ὑμνήσατε τὸ ὄνομα κυρίου ὅτι ὑψηλὰ ἐποίησεν, ἀναγ γείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. 6Ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες ἐν Σιών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς. Καὶ τὴν οἰκουμένην εἰς κοινωνίαν καλοῦσι τῆς εὐφροσύνης καὶ τῇ Σιὼν διαφερόντως ὑμνεῖν τὸν εὐεργέτην παρακελεύονται ὡς ἐν αὐτῇ τοῦ ἁγίου Ἰσραὴλ ὑψωθέντος. Αἰνίττεσθαι δέ μοι ὁ λόγος δοκεῖ οὐ μόνον τῶν θαυμάτων τὸ ὕψος ἀλλὰ καὶ τὸν σταυρὸν τὸν σωτήριον ᾧ τὸν δεσπότην προσήλωσαν. Καὶ γὰρ αὐτὸς ὁ δεσπότης οὕτω πρὸς Ἰουδαίους ἔφη· «Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι», καὶ πάλιν· «καθὼς Μωυσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου.» Ἡμεῖς δὲ οἱ εἰς αὐτὸν πεπιστευκότες εἰς αὐτὸν ἀπο βλέψωμεν, ἵνα, καθάπερ οἱ Ἰουδαῖοι τῇ τοῦ χαλκοῦ ὄφεως θεωρίᾳ τῶν ἰοβόλων ὄφεων ἤμβλυναν τὴν ἐνέργειαν, οὕτως ἡμεῖς τῇ εἰς αὐτὸν θεωρίᾳ τὰ τῆς ἁμαρτίας δήγματα θερα πεύσωμεν καὶ τῆς σωτηρίας τέλεον ἀπολαύσαντες καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν χάριτι τοῦ τὴν ψυχὴν αὐτοῦ τεθεικότος ὑπὲρ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ δόξα πρέπει σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 5 ΤΟΜΟΣ Εʹ 131Ὅρασις κατὰ Βαβυλῶνος ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμώς. Οἱ Ἀσσύριοι πάλαι μὲν εἶχον ἐν τῇ Νινευὴ τὰ βασίλεια, ὕστερον δὲ ἐν Βαβυλῶνι. Ὁ δὲ θεῖος προφήτης τὰ συμβη σόμενα τῷ Σενναχηρὶμ προθεσπίσας, ὃς τὴν Νινευὴ πόλιν εἶχε βασιλικήν, μεταφέρει τὴν προφητείαν ἐπὶ τὸν Ναβουχο δονόσορ καὶ τὴν ἐκείνου πόλιν, τὴν Βαβυλῶνα, καὶ προλέγει τὸν ἐσόμενον ὄλεθρον. 2Ἐπ' ὄρους πεδινοῦ ἄρατε σημεῖον. Τινὲς ἔφασαν ἐπ' ὄρους ὁμαλοῦ κεῖσθαι τὴν πόλιν· οὐ συμφωνοῦσι δὲ τῷ λόγῳ οἱ τῶν τόπων αὐτόπται. Οἶμαι τοίνυν διὰ μὲν τοῦ ὄρους τὸ παλαιὸν ὕψος τῆς Βαβυλῶνος δηλοῦσθαι, διὰ δὲ τοῦ πεδινοῦ τὴν μετὰ ταῦτα γενομένην ταπείνωσιν. Ὑψώσατε τὴν φωνὴν αὐτοῖς, μὴ φοβεῖσθε, παρακαλεῖτε τῇ χειρί. Τοῖς πολεμίοις ταῦτα ὁ προφητικὸς λόγος παρεγγυᾷ καὶ παρακαλεῖν ἀλλήλους καὶ τὸ δέος ἐξελάσαι καὶ τῇ πολεμικῇ δεδίττεσθαι φωνῇ καὶ τὰ πολεμικὰ σημεῖα εἰς τὸ ὕψος ἆραι. Ἀνοίξατε οἱ ἄρχοντες, 3ἐγὼ συντάσσω. Τοῖς ἔνδον τῇ πόλει παρακελεύεται ἀνοῖξαι δεσποτικῶς ὁ δεσπότης. Τινὲς δέ φασι πονηρὰς δυνάμεις εἶναι τοὺς ἄρχοντας, ἐγὼ δὲ οὐκ οἶμαι, ἀλλὰ δυοῖν θάτερον· ἢ τοὺς ὑπὸ τοῦ βασιλέως κεχειροτονημένους ἄρχοντας ἢ τοὺς ἐξ ἀρχῆς τὸ ἔθνος ἐγχειρισθέντας ἀγγέλους· «Ἔστησε» γὰρ «ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ.» Ἡγιασμένοι εἰσί, καὶ ἐγὼ ἄγω αὐτούς. Οὐχ ἁγίους καλεῖ τῶν Βαβυλωνίων τοὺς πολεμίους, δυςσεβεῖς γὰρ ἦσαν· ἀλλὰ κατὰ τὸ ἰδίωμα τῆς θείας γραφῆς, ὥσπερ τὸ ἀνάθημα καὶ ἐπὶ τοῦ ἄγαν ἁγίου καὶ ἀφιερωμένου τῷ θεῷ τίθησι τὰ θεῖα λόγια καὶ μέντοι καὶ ἐπὶ τοῦ ἄγαν ἐναγοῦς καὶ βεβήλου– ἀνάθημα γὰρ καλοῦμεν καὶ τὰ τῷ θεῷ προσφε ρόμενα καὶ τοὺς διά τινα παρανομίαν τῆς ἐκκλησίας ἐκβαλλομένους–, οὕτως ἁγίους οὐ μόνον τοὺς ἀφιερωμένους τῷ θεῷ ἀλλὰ καὶ τοὺς εἴς τινα χρείαν ἀφωρισμένους καλεῖ. Γίγαντες ἔρχονται τὸν θυμόν μου παῦσαι| 119 a| χαίροντες ἅμα καὶ ὑβρίζοντες. Τοὺς γίγαντας καὶ ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας «δυνατοὺς» ὠνόμασαν. Οὗτοι ἔχαιρον μὲν ἐπὶ τῇ σφετέρᾳ νίκῃ, ὕβρει δὲ καὶ παροινίᾳ κατὰ τῶν Βαβυλωνίων τῆς Ἑλλάδος ἐστράτευσεν. Διὰ τούτων δὲ ἅπαντες δυσσε βείας καὶ παρανομίας ποινὴν εἰσεπράττοντο. 6Ὀλολύζετε· ἐγγὺς γὰρ ἡ ἡμέρα κυρίου Σαβαώθ, καὶ συντριβὴ παρὰ τοῦ θεοῦ ἥξει. Πάλιν ἡμέραν κυρίου καλεῖ τὸν τῆς τιμωρίας καιρόν. 7Διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. Ἀπόχρη γὰρ καὶ ἡ φήμη τῶν πολεμίων τὴν δειλίαν ἐργάσασθαι. 8Καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες ἕξουσιν αὐτοὺς ὡς γυναικὸς τικ τούσης. Νόμος ἐστὶ τοὺς εἰς πρεσβείαν πεμπομένους ἀδεῶς καὶ λίαν θαρσαλέως τοῦτο ποιεῖν. Ἀλλὰ τηνικαῦτα οὐδὲ τοῦτο δίχα δέους ἐγίγνετο· οὕτως ἅπαντας ἐξεδειμάτωσε τῶν πολεμίων τὸ κράτος. Καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν. Τό· ταραχθήσονται οἱ πρέσβεις, ὁ Θεοδοτίων οὕτως ἡρμήνευσεν· «ταραχθήσονται περιοχαί»– σημαίνει δὲ τὰς πόλεις–, τὸ δέ· συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον, «ὠδινήσουσιν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ.» Δηλοῖ δὲ ὁ λόγος ὅτι ἀλλήλοις ἐκκαλύ ψουσι τὸ δέος καὶ τὸ τῶν προσώπων κατασβέσουσιν ἄνθος· ὥσπερ γὰρ τὸ πῦρ σβεννύμενον γίνεται κόνις, οὕτω καὶ τὸ εὐανθὲς τῶν προσώπων ἐκ τοῦ δέους μεταβάλλεται χρῶμα. 9Ἰδοὺ γὰρ ἡμέρα κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρ τωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Οἰκουμένην νῦν τὴν Βαβυλῶνα λέγει καὶ τὰς ὑπ' ἐκείνην τελούσας πόλεις καὶ κώμας. 10Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς αὐτῶν οὐ δώσουσι, καὶ σκοτι σθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. Ὥςπερ γὰρ ἡλίου ἀνίσχοντος ἀμβλύνεται μὲν τῆς σελήνης τὸ φῶς, οἱ δὲ ἀστέρες παντελῶς ἀπο κρύπτονται. Οὕτως τῆς ἐμῆς ἐπιφαινομένης δυνάμεως καὶ τοὺς δυσσεβεῖς τιμωρουμένης| 119 b| φροῦδος γίνεται τῶν παρὰ ἀνθρώποις βασιλευόντων ἡ περιφάνεια. 11Καὶ ἐντελοῦμαι ὅλῃ τῇ οἰκουμένῃ κακὰ καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν. Οὐ γὰρ μόνον τούτους ἀλλὰ καὶ τοὺς ἄλλους ἀνθρώπους δίκας εἰσπράξομαι τῆς δυσσεβείας. Καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Οἱ τὸ τῆς ἀλαζονείας εἰσδεχόμενοι πάθος ἀδεῶς παροινοῦσι καὶ προπηλακίζουσιν ἅπαντας. Ἀλλὰ καὶ τὴν εὐπραξίαν αὐτῶν ἀφελῶ καὶ τῆς εὐημερίας γυμνώσας διδάξω τὸ φρόνημα τῇ φύσει μετρεῖν. 12Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ἄνθρωπος ἔντιμος μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφίρ. Ἄπυρον χρυσίον τὸ καὶ δίχα πυρὸς φαινό μενον δόκιμον, τουτέστιν ἄπεφθον, ὃ νῦν οἱ πολλοὶ ὄβρυζον ὀνομάζουσιν· λίθον δὲ ἐκ Σουφὶρ λέγει τὸν τίμιον, ἀπὸ δὲ τοῦ τόπου τὴν προσηγορίαν τέθεικεν. Τούτων τιμιω τέρους φανήσεσθαι λέγει τοὺς μετὰ τὴν τιμωρίαν ὑπολει πομένους ἀνθρώπους. Τοιοῦτος ἦν καὶ Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ σὺν αὐτοῖς τῆς ἐπανόδου τετυχηκότες. Ἁρμόττει δὲ ἡ προφητεία διαφερόντως τοῖς μετὰ τὸ σωτήριον κήρυγμα πανταχοῦ πεπιστευκόσιν ἀνθρώ ποις. 13Ὁ γὰρ οὐρανὸς σαλευθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς διὰ θυμὸν ὀργῆς κυρίου Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ᾖ ἐὰν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ. Συναγανακτεῖν δοκεῖ καὶ ἡ κτίσις ἡ ἄψυχος τῷ ποιητῇ· οὐ γὰρ μόνον ἡ γῆ κλονεῖται, ἀλλὰ καὶ οὐρανόθεν πρηστῆρες φέρονται, καὶ σκηπτοὶ καὶ λίθοι χαλάζης σφενδονῶνται, καὶ ἕτερα μυρία παράδοξα γίγνεται δεδιττόμενα τοὺς ἀνθρώπους καὶ τοῦ θεοῦ σημαίνοντα τὴν ὀργήν. 14Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι. Τῶν Ἀσσυρίων ἡττηθέντων οἱ εἰς ἐπικουρίαν ἐληλυθότες ἐτρέποντο εἰς φυγήν, καὶ οἱ μὲν ὡς πρόβατα κατὰ τὰς ὁδοὺς ἐπλανῶντο, οἱ δὲ τῶν δορκάδων τὴν ὀξύτητα φεύγοντες ἐμιμοῦντο διὰ τὸ δέος τῶν πολεμίων, οὔτε βασιλέως οὔτε στρατηγοῦ στῆναι παρακελευομένου καὶ μάχεσθαι ἢ κοινῇ τὴν ἐνεγκοῦσαν καταλαμβάνειν. 15Ὃς γὰρ ἂν ἁλῷ ἐκκεντηθήσεται, καὶ οἵτινες συνηγμένοι εἰσὶ μαχαίρᾳ πεσοῦνται. Καὶ οἱ στῆναι καὶ πολεμῆσαι πειρώμενοι ὑπὸ τῶν πολεμικῶν ὅπλων δέχονται τῆς ζωῆς τὸ πέρας. 16Καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ῥάξουσι καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσι καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσιν. Ἅπερ δεδράκασι πεί σονται καὶ ὠμαῖς τιμωρίαις παραδοθήσονται, ὠμότητι κατ' ἄλλων χρησάμενοι. Εἶτα ἐπ άγει τὴν τῶν πολεμίων προσηγορίαν· 17Ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους οἳ οὐ λογίζονται ἀργύριον οὐδὲ χρυσίου χρείαν ἔχουσιν. Οὐκ ἀνέξονται χρήματα λαβόντες τὸν πόλεμον καταλῦσαι οὐδὲ φόρον ὑμῖν ἐπιθή σουσιν ἀλλ' ὄλεθρον ἐπάξουσι παντελῆ. 18Τοξεύματα νεανίσκων συντρίψουσι καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεή σουσιν, οὐδὲ ἐπὶ τοῖς υἱοῖς σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν. Τούς τε γὰρ παρ' ὑμῖν ἀριστεύοντας κατακοντίσουσι καὶ τὴν ἄωρον ἡλικίαν ἀφειδῶς κατασφάξουσιν. 19Καὶ ἔσται Βαβυλών, ἣ καλεῖται ἔνδοξος ὑπὸ βασιλέων Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα· οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον. Τῆς προτέρας φησὶ περιφανείας| 120 a| γυμνωθήσεται καὶ ἐρημίᾳ παραδοθήσεται παντελεῖ, ὡς Σοδόμοις καὶ Γομόρ ροις τὸ ταύτης ἀπεικάζεσθαι πάθος. Οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν. Ἐναντία δοκεῖ πως εἶναι τὰ εἰρημένα· τὸ μὲν γὰρ ἀορίστως εἴρηται τὸ δὲ περιωρισ μένως. Ἀλλὰ τὸ μὲν εἰς τὸν αἰῶνα χρόνον μὴ κατοικηθή σεσθαι ἀντὶ τοῦ· οὐκέτι βασιλέων κατοικητήριον ἔσται. Τὸ δέ· οὐ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, τουτέστιν οἰκήτορες, ἐπεὶ καὶ νῦν οἰκοῦσιν αὐτὴν ὀλίγοι τινές, οὔτε Ἀσσύριοι οὔτε Χαλδαῖοι ἀλλ' Ἰουδαῖοι. Οὐδὲ μὴ διέλθωσι δι' αὐτῆς Ἄραβες. Ἄραβας λέγει τοὺς παρ' ἡμῖν καλουμένους Σαρακηνούς, οἵτινες ἐμπορίας χάριν φοιτῶντες αὐτόσε τὰς ἀναγκαίας χρείας ἐκόμιζόν τε καὶ ἀντελάμβανον· Ἄραβας δὲ τοὺς Σαρακηνοὺς καὶ οἱ Παλαι στῖνοι καλοῦσιν. Τῆς δὲ τούτων ἐμπορίας καὶ ὁ μακάριος μέμνηται Μωυσῆς· «Ἰδοὺ» γάρ φησιν «Ἰσμαηλῖται ἔμποροι.» Οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσωνται ἐν αὐτῇ. Τὴν ὑπερβολὴν τῆς ἐρημίας διὰ τούτων ᾐνίξατο. Εἰ δέ τις καὶ τροπικῶς νοῆσαι βούλεται τὸ ῥητόν, ποιμένας λέγει τοὺς βασιλέας δίκην ποιμνίων τοὺς ὑπηκόους διαναπαύοντας. Ἀλλὰ τούτων πάντων φησὶν ἡ Βαβυλὼν ἐξαπίνης ἔρημος ἔσται. 21Καὶ ἀναπαύςεται ἐκεῖ θηρία. Καὶ τοῦτο δηλοῖ τὸ ἀοίκη τον. Καὶ ἐμπλησθήσονται αἱ οἰκίαι αὐτῶν ἤχων. Ὅταν μηδεὶς ἀνθρώπων ὁ φθεγγόμενος ᾖ μηδὲ ἵπποι χρεμετίζωσι μήτε βόες μυκῶνται μήτε ὄνοι βρομῶνται μήτε ἄλλος τις γίνηται κτύπος, ἠχὴν εἰσδέχονταί τινα μόνην αἱ ἀκοαί· τοῦτο δὲ καὶ ἡμεῖς ὑπομένομεν νύκτωρ ἡσυχίας παντελοῦς γινομένης. Ἢ τοῦτο τοίνυν ὁ λόγος αἰνίττεται ἢ ὅτι διὰ τὴν ἐρημίαν ἀντηχεῖ τοῖς φθεγγομένοις τῶν οἰκιῶν τὰ λείψανα. Καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχή σονται, 22καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσιν. Ἀσώ ματος μὲν ἡ τῶν δαιμόνων φύσις, ἐξαπατᾶν δὲ τοὺς ἀνθρώ πους εἰωθότες ἀλλόκοτά τινα τούτοις ἐπιδεικνύουσι σχήματα. Ἀπὸ τοίνυν τῆς κατεχούσης παρὰ τοῖς ἀνθρώποις δόξης τέθεικε τὰ ὀνόματα καὶ καλεῖ ὀνοκενταύρους μὲν ἃς οἱ παλαιοὶ μὲν ἐμπούσας οἱ δὲ νῦν ὀνοσκελίδας προσα γορεύουσι, σειρῆνας δὲ τοὺς ταῖς παντοδαπαῖς καταθέλ γοντας ἐξαπάταις. Οἱ μέντοι Λοιποὶ Ἑρμηνευταὶ ἀντὶ τῶν σειρήνων «στρουθοκαμήλους» τεθείκασιν. Καὶ νοσσο ποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῆς καὶ ἐν τοῖς ναοῖς τῆς σπατάλης αὐτῆς. Καὶ τοῦτο τὸ ζῷον φιλέρημον. Συνῆψε δὲ τῇ ἐρημίᾳ τῆς προτέρας ἀκρασίας τὴν μνήμην, τὸ δίκαιον τῆς τιμωρίας δεικνύς. Ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ. Ὀγδοήκοντα γὰρ καὶ ἑκατὸν χρόνοι μέσον ἐγένοντο τῆς προφητείας καὶ τῆς ἐρημίας. Καὶ αἱ ἡμέραι αὐτῆς οὐ μὴ ἐφελκυσθῶσιν. Οὐχ ὑπερβήσον ται τῆς τιμωρίας τὸν ὅρον. Οὕτω ταῦτα περὶ ἐκείνων προαγορεύσας προλέγει καὶ τὴν Ἰουδαίων ἀνάκλησιν. Συνῆπται γὰρ τῇ πανωλεθρίᾳ τῶν Βαβυλωνίων ἡ Ἰουδαίων ἐλευθερία· ἐν τῷ πρώτῳ γὰρ ἔτει τῆς βασιλείας ὁ Κῦρος ἐπανελθεῖν τῶν Ἰουδαίων τοὺς δορυαλώτους ἐκέλευσεν· δῆλον τοίνυν ὡς εὐθὺς καταλύσας τὴν Βαβυλῶνα τούτοις τὴν ἐλευθερίαν ἀπέδωκεν. 141Καὶ ἐλεήσει κύριος τὸν Ἰακὼβ καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραήλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γιώρας προστεθήσεται πρὸς αὐτοὺς καὶ προστεθήσεται πρὸς τὸν Ἰακώβ. Γιώρας τῇ Ἑλλάδι φωνῇ ὁ προσήλυτος ἑρμηνεύεται· προσηλύτους δὲ ἐκάλουν Ἰουδαῖοι τοὺς ἐκ τῶν ἐθνῶν προσιόντας| 120 b| καὶ τὴν νομικὴν πολιτείαν ἀσπαζομένους. 2Καὶ λήψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν, καὶ κατακληρονομήσουσι καὶ πληθυνθήσονται. Συναπέστειλε γὰρ αὐτοῖς ὁ Κῦρος τοὺς μετὰ τιμῆς αὐτοὺς καὶ θεραπείας εἰς τὴν ἐνεγκοῦσαν ἀπάξοντας. Καὶ καταδι ελοῦνται αὐτοὺς οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τῆς γῆς τοῦ θεοῦ εἰς δούλους καὶ δούλας. Περιγενόμενοι γὰρ τῶν πλησιοχώρων κατεδουλώσαντο αὐτοὺς καὶ ἐξανδραποδίσαντες δουλεύειν ἠνάγκασαν. Καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτοὺς καὶ κυριευθήσονται ὡς κυριεύσαντες αὐτῶν, Βαβυ λώνιοι καὶ πάντες Ἀσσύριοι. 3Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ᾗ ἂν ἀναπαύσῃ σε κύριος ἀπὸ τῆς ὀδύνης σου καὶ τοῦ θυμοῦ καὶ τῆς δουλείας σου τῆς σκληρᾶς ἧς ἐδούλευσας αὐτοῖς, 4καὶ λήψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος. Ἡ τῶν πραγμάτων μεταβολὴ καὶ λόγων ἐργάζεται μεταβολήν. Προλέγει τοίνυν κἀνταῦθα ὁ θεῖος προφήτης ποίοις μετὰ τὴν ἐλευθε ρίαν καὶ τὴν ἐπάνοδον πρὸς ἀλλήλους χρήσονται λόγοις τῶν Βαβυλωνίων τραγῳδοῦντες τὸν ὄλεθρον. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ ἀναπέ παυται ὁ ἐπισπουδαστής; Φόρον ἀπῄτει βαρύτατον πάντας τοὺς ὑπηκόους ὁ Βαβυλώνιος· τῆς δὲ βασιλείας καταλυ θείσης ἀπηλλάγησαν οἱ ἀρχόμενοι τοῦ δασμοῦ. 5Συνέτριψε κύριος τὸν ζυγὸν τῶν ἁμαρτωλῶν καὶ τὸν ζυγὸν τῶν ἀρχόντων, 6πατάξας ἔθνος θυμοῦ πληγῇ ἀνιάτῳ, παίων ἔθνος θυμοῦ πληγῇ ἣ οὐκ ἐφείσατο. Ἐπὶ πλεῖον Ἀσσύριοι τῆς οἰκουμένης κρατήσαντες, ἡνίκα κατὰ τοῦ θεοῦ τῶν ὅλων ἐλύττησαν καὶ τὸν θεῖον νεὼν ἐνέπρησαν, τῆς βασιλείας ἐξέπεσον· ἀνίατον γὰρ πληγὴν τὴν κατάλυσιν τῆς βασιλείας ἐκάλεσε καὶ τὴν τῆς βασιλικῆς πόλεως ἐρημίαν. 7Ἀνεπαύσατο πεποιθότως πᾶσα ἡ γῆ καὶ βοᾷ μετ' εὐφρο σύνης. Εὐφράνθησαν ἅπαντες τῷ τῶν Βαβυλωνίων ὀλέθρῳ· θηριωδίᾳ γὰρ ὅτι πλείστῃ κατὰ πάντων ἐχρήσαντο. 8Καὶ τὰ ξύλα τοῦ Λιβάνου εὐφράνθησαν ἐπὶ σοί, καὶ αἱ κέδροι τοῦ Λιβάνου ἐροῦσιν· Ἀφ' οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. Λίβανόν τινες ἐνταῦθα τὴν Ἱερουσαλὴμ ᾠήθησαν ὀνομάζεσθαι· ἐγὼ δὲ οἶμαι τοὺς κατὰ ἔθνος βασιλέας κέδρους κληθῆναι Λιβάνου, τοῦ τῆς βασιλείας ὕψους οὕτω τροπικῶς νοουμένου. 9Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι ἐρχομένου σου. Εἴωθεν ἡ θεία γραφὴ καὶ προσωποποιίᾳ κεχρῆσθαι ὥστε σαφέστερον δεῖξαι τὰ πράγματα. Κἀνταῦθα τοίνυν τὸν θάνατον οὐκ οὐσίαν ὄντα τινὰ ἀλλὰ πρᾶγμα συμβαῖνον ὡς ἐνυπόστατον εἰσάγει, ἔμψυχόν τε καὶ λογικόν, κατὰ τοῦ Βαβυλωνίων βασιλέως ἀγανακτοῦντα. Διήγειρε κατὰ σοῦ γίγαντας πάντας τοὺς ἄρξαντας τῆς γῆς οἳ ἀνέστησαν ἀπὸ τῶν θρόνων αὐτῶν. Πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν 10πάντες ἀποκριθήσονται καὶ ἐροῦσίν σοι. Ἅ παν τας συνήγαγέ φησι τοὺς περιφανεῖς καὶ περιβλέπτους.............................. τάς σου καὶ ἐπιτωθάζοντάς σου καὶ λέγοντας· Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. 11Κατέβη εἰς ᾅδου ἡ δόξα σου καὶ ἡ πολλὴ εὐφροσύνη σου. Ἐλέγχει δὲ διὰ τούτων ὁ προφητικὸς λόγος τὸ ὑπερφυὲς αὐτοῦ καὶ ὑπέρογκον φρό νημα· οὔτε γὰρ ἤλπισε τῷ θανάτῳ παραδοθήσεσθαι, ἀλλ' ἐνόμισεν εἶναι διὰ τὴν πολλὴν δυναστείαν θεός. Διὸ καὶ τὰ λοιπὰ προστέθεικεν· Ὑποκάτω σου στρώσουσι σῆψιν καὶ τὸ κατακάλυμμά σου σκώληξ. Εἰς τὸν οὐρανόν φησιν ἀνελθεῖν προσδοκήσας τῆς γῆς τὸν πυθμένα κατέλαβες καὶ ἀντὶ τῆς πολυτελοῦς ἁλουργίδος ἔχεις τῶν σκωλή κων τὸ κάλυμμα,| 121 a| ἀντὶ δὲ τῆς μαλακῆς στρώμνης τὴν σηπεδόνα καὶ τὸν δυσώδη ἰχῶρα. 12Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων; Συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. Ἐπειδὴ τοῖς ἀλαζονικοῖς ἑπόμενος λογισμοῖς εἰς τὸν οὐρανὸν ἤλπισεν ἀναβήσεσθαι, ἑωσφόρον αὐτὸν καλεῖ οὐχ ὡς τοῦτο ἀληθῶς ὄντα ἀλλ' ὡς τοῦτο εἶναι φαντασθέντα. Καὶ δεῖξαι βουληθεὶς τὴν ἀθρόαν τῆς περιφα νείας μεταβολήν, ἀπείκασεν ἑωσφόρῳ ἐκ τοῦ οὐρανοῦ εἰς τὴν γῆν πεσόντι. Εἶτα γυμνοῖ τὸν τῦφον τῶν λογισμῶν· 13Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήςομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν, 14ἀνα βήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. Ταῦτα ἡμᾶς καὶ ἡ προφητεία διδάσκει τοῦ Δανιήλ. Πρῶτον μὲν γὰρ καὶ τὴν εἰκόνα ἐκείνην τὴν παμμεγέθη τὴν χρυσῆν τεκτηνάμενος προσκυνεῖν αὐτὴν ἐκέλευσεν ἅπαντας, τὸ θεῖον σέβας ἁρπάζων· εἶτα τοῖς γενναίοις ἐκείνοις ἔλεγεν ἀθληταῖς· «Τίς ἐστι θεὸς ὃς ῥύσεται ὑμᾶς ἐκ τῶν χειρῶν μου;» Ὄρος δὲ ὑψηλὸν εἶναι λέγεται βορρᾶθεν Ἀσσυρίων καὶ Μήδων ἀπὸ τούτων τὰ Σκυθικὰ διορίζον ἔθνη, πάντων τῶν κατὰ τὴν οἰκουμένην ὀρῶν ὑψηλότατον. Δι' ἐκείνου πάντως ὑπέλαβεν ὡς εἰκὸς τῆς εἰς τὸν οὐρανὸν ἀνόδου κατατολμήσειν. Ταῦτα δὲ οὐχ οὗτος μόνος ἐφαντάσθη ἀλλὰ καὶ ὁ τοῦτον ταῦτα διδάξας. Καὶ τούτῳ μὲν κατὰ τύπον ἁρμόττει τῆς ἀλαζονείας τὰ ῥήματα, κατ' ἀλήθειαν δὲ τῷ ἐκ τῶν οὐρανῶν ἀληθῶς ἐκπεπτωκότι καὶ τὴν τοῦ θεοῦ προσηγορίαν ἁρπάσαντι καὶ τῶν ἀνθρώπων τοὺς πλείστους ἐξαπατήσαντι. 15Νῦν δὲ εἰς ᾅδου καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Ἀντὶ τοῦ· εἰς αὐτὸν τῆς γῆς τὸν πυθμένα. 16Οἱ ἰδόντες σε θαυμάσονται ἐπὶ σοὶ καὶ ἐροῦσι περὶ ςοῦ· Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν. Τό· παρ οξύνων τὴν γῆν, ὁ μὲν Σύμμαχος «ὁ ταράξας τὴν γῆν» ἡρμήνευσεν, ὁ δὲ Ἀκύλας «ὁ κλονήσας τὴν γῆν». Ὁ σείων βασιλεῖς, 17ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τὰς πόλεις αὐτῆς καθελὼν τοὺς ἐν ἐπαγωγῇ οὐκ ἠλέησεν. Τὰς μὲν γὰρ πόλεις ἐξεπόρθησε, τὴν δὲ τούτων ἐδῄωσε γῆν, τοὺς δὲ ἀνδραποδισθέντας φειδοῦς οὐκ ἠξίωσεν. Εἶτα προστίθησιν ὅτι οἱ μὲν ἄλλοι βασιλεῖς οἴκοι καθήμενοι τοῦ βίου τὸ τέλος ἐδέξ αντο, 19σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεθνηκότων ἐκ κεντημένων μαχαίρᾳ, καταβαινόντων εἰς ᾅδου. Οὐδεμία γὰρ ἔσται σοῦ καὶ τῶν ἄλλων διαφορά· παρα πλησίως γὰρ τοῖς ἄλλοις ὁπλίταις ἐπὶ τῆς γῆς ἐρριμμένος οἰωνοῖς καὶ θηρίοις βορὰ ἔσῃ. Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός. Καὶ τὴν αἰτίαν διδά σκει· Διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκ τεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον. Πρὸς αὐτὴν λέγει τὴν βασιλείαν, οὐ πρὸς τὸν βασιλέα μόνον. Πῶς γὰρ οἷόν τε ἦν ἄνθρωπον ὄντα εἰς αἰῶνα βιῶναι; Ἀλλὰ τὴν τῆς βασιλείας προλέγει κατάλυσιν. Λαὸν δὲ αὐτοῦ τὸν Ἰσραὴλ ὀνομάζει καὶ τὴν γῆν αὐτοῦ ὡσαύτως τὴν ἐκείνου γῆν. Ἐκείνη γὰρ εἶχε τὸν θεῖον νεών. Τὰ γὰρ μηδέπω αὐτὸν ἔθνη ἐπεγνωκότα οὐκ ἂν αὐτοῦ κυρίως κληθείη λαός. Σπέρμα πονηρόν, 21ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσι καὶ κληρονομήσωσι τὴν γῆν καὶ ἐμπλήσωσι τὴν γῆν πολέμων. Ταῦτα πρὸς αὐτὸν τὸν Ναβουχοδονόσορ λέγει· οἱ γὰρ τὴν ἐκείνου διαδεξάμενοι βασιλείαν ὑπὸ Μήδων καὶ Περσῶν κατελύθησαν. Διδάσκει ταῦτα ἡμᾶς καὶ ἡ τοῦ θειοτάτου Δανιὴλ προφητεία· τοῦ γὰρ Βαλτάσαρ κατὰ τῶν ἱερῶν μανέντος σκευῶν ἡ γραφὴ αὕτη ἐφάνη ἐν τῷ τοίχῳ· «θεκὲλ φαρὲς μανή», εἶτα ἑρμηνεύων ὁ θεσπέσιος Δανιὴλ ἔφη· «Δοθήσεται ἡ βασιλεία σου Μήδοις καὶ Πέρσαις.» 22Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει κύριος Σαβαώθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα, λέγει κύριος. Τουτέστιν· ὄλεθρον αὐτῶν καταψηφιοῦμαι παντελῆ. Εἶτα πάλιν προλέγει τῆς Βαβυλῶνος τὴν ἐρημίαν· 23Ἔσται γάρ φησιν εἰς οὐθέν, καὶ θήσω αὐτὴν πηλοῦ βάρα θρον εἰς ἀπώλειαν. Ἀντὶ τοῦ· τῶν ἐπιφερομένων οὐκ ἀπαλλαγήσεται συμφορῶν. Ἀπεικασθήσεται γὰρ τοῖς εἰς πηλοῦ βάραθρον ἐμπεπτωκόσι καὶ ἀνασπασθῆναι μὴ δυνηθεῖσιν. Ἔστι μέντοι ἰδεῖν καὶ κατὰ τὸ ῥητὸν τὴν τῆς προφητείας ἀλήθειαν· τοῦ γὰρ Εὐφράτου διῶρυξ μέσην αὐτὴν διατέμνει, ἐκ δὲ ταύτης ἡ ἀρδεία πάσῃ τῇ περὶ αὐτὴν προσφέρεται χώρᾳ· τῶν γεωργούντων τοίνυν ἀναιρεθέντων καὶ τῶν ὑδάτων ὡς ἔτυχε φερομένων, πηλοῦ βάραθρον ἀναγκαίως ἐγένετο. Τάδε λέγει κύριος Σαβαὼθ 24λέγων· Ὃν τρόπον εἴρηκα οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι οὕτως ἔσται. Καὶ....................| 121 b| οὐδέν με πείσει μὴ ἐπιθεῖναι τοῖς εἰρημένοις τὸ πέρας. 25Τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς καὶ ἐπὶ τῶν ὀρέων μου, καὶ ἔσονται εἰς καταπάτημα. Καὶ ἐντεῦθεν δῆλον ὡς τοὺς αὐτοὺς καὶ Ἀσσυρίους καὶ Βαβυλωνίους καλεῖ. Πάλιν γὰρ τὸν Ναβουχοδονόσορ καταλιπὼν καὶ τοὺς ἐξ ἐκείνου φύντας καὶ τῆς βασιλείας ἐκπεπτωκότας ἐπὶ τὸν Σεναχηρὶμ ἐπανή γαγε τὸν λόγον· ἡ γὰρ ἐκείνου στρατιὰ πολιορκοῦσα τὴν Ἱερουσαλὴμ τὸν πολυθρύλητον ἐκεῖνον ὑπέμεινεν ὄλεθρον. Καὶ ἀφαιρεθήσεται ἀπ' αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων αὐτῶν ἀφαιρεθήσεται. Ζυγὸν τὴν δου λείαν καλεῖ· αὕτη γὰρ τοῖς ὑπηκόοις ζυγοῦ δίκην ἐπίκειται. 26Αὕτη ἡ βουλὴ ἣν βεβούλευται κύριος ἐπὶ ὅλην τὴν οἰκουμένην, καὶ αὕτη ἡ χεὶρ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη. Ἡ γὰρ Ἀσσυρίων καὶ Βαβυλωνίων κατάλυσις τῶν ἐθνῶν ἦν ἁπάντων παραψυχή, ἐπειδὴ κατὰ πάντων τῶν τὴν Ἀσίαν καὶ τὴν Αἴγυπτον οἰκούντων εἶχον τὸ κράτος. Καὶ οἱ τὴν Εὐρώπην δὲ οἰκοῦντες τὴν ἀθρόαν τούτων μανθάνοντες μεταβολὴν ὄνησιν ἐντεῦθεν ἐδέχοντο. 27Ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; Καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει; Τοῦτο καὶ διὰ τοῦ μακαρίου Μωυσέως ἔφη· «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» Ἐνταῦθα συμπεράνας τὴν κατὰ Βαβυλῶνος πρόρρησιν πρὸς τοὺς Ἀλλοφύλους τρέπει τὸν λόγον. Τοὺς δὲ Ἀλλοφύλους Φυλιστιὶμ ἡ Ἑβραία φωνὴ καλεῖ, ἐξελληνιζόμενον δὲ τὸ ὄνομα τὴν Παλαιστίνην δηλοῖ. Τούτους οἱ Ἑβδομήκοντα Ἀλλοφύλους καλοῦσιν ὡς γειτονεύοντας μὲν τοῖς Ἰουδαίοις, ἀλλογενεῖς δὲ ὄντας καὶ κατὰ τὴν συγγένειαν Ἰουδαίοις οὐ κοινωνοῦντας. Φησὶ τοίνυν ὁ προφητικὸς λόγος· 28Τοῦ ἔτους οὗ ἀπέθανεν ὁ Ἄχαζ ὁ βασιλεὺς ἐγενήθη τὸ ῥῆμα τοῦτο. Διὰ τούτων ἐσήμανε τὸν τῆς προφητείας καιρόν. 29Μὴ εὐφρανθείητε πάντες Ἀλλόφυλοι, ὅτι συνετρίβη ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς. Δυσσεβὴς ὁ Ἄχαζ γενόμενος τῆς θείας ἐπικουρίας οὐκ ἔτυχεν. Τούτου χάριν εὐχείρωτος πᾶσι τοῖς πλησιοχώροις ἐγένετο, καὶ οὐ μόνον αὐτὸν αἱ δέκα φυλαὶ μετὰ τῶν Σύρων κατεπολέμησαν, ἀλλὰ καὶ Ἀλλόφυλοι πρὸς τοῖς ἄλλοις πολλὰς αὐτοῦ πόλεις καὶ κώμας διήρπασαν. Ἥσθησαν δὲ ὅμως τούτου μεμαθηκότες τὴν τελευτήν, πάσας ἐλπίσαντες λήψεσθαι τῶν Ἰουδαίων τὰς πόλεις. Τούτοις ὁ προφητικὸς παρακελεύεται λόγος μὴ ἡσθῆναι, ὡς τῆς καταγωνιζομένης αὐτοὺς βασιλείας παντελῶς καταλυθείσης διὰ τὴν τοῦ Ἄχαζ ἀσέβειαν. Ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσεται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι. Ὁ θαυ μάσιος Ἐζεκίας εὐσεβὴς γενόμενος καὶ τῆς θείας διὰ τοῦτο ῥοπῆς ἀπολαύσας ἔπαυσε τὴν τῶν Ἀλλοφύλων θρασύτητα. Τοῦτον ἔκγονα ἀσπίδων καλεῖ οὐχ ὡς τὴν ἐκείνων πονηρίαν μιμούμενον ἀλλ' ὡς τοῖς Ἀλλοφύλοις τοιαύτην ἐπενεγκόντα πληγήν. 30Καὶ βοσκηθήσονται πτωχοὶ διὰ κυρίου, πένητες δὲ ἄνθρωποι ἐπ' εἰρήνης ἀναπαύσονται. Οἱ νῦν φησι παρ' ὑμῶν ὡς εὐτελεῖς καταφρονούμενοι Ἰουδαῖοι ὑπὸ τοῦ θεοῦ ποιμανθήσονται καὶ τῶν ἐπιόντων ἀπαλλαγήσονται λύκων καὶ ἐν εἰρήνῃ διατελέσουσιν. Σημαίνει δὲ διὰ τούτων τὴν τῶν Ἀσσυρίων ἀπαλλαγήν. Ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελεῖ. Ἐνδείᾳ σε καὶ λιμῷ κατατήξει καὶ τῷ οἰκτίστῳ παραδώσει θανάτῳ. Διὰ δὲ τούτων τὴν πολιορκίαν σημαίνει τὴν ὑπὸ Βαβυλωνίων γεγενημένην. Δηλοῖ δὲ καὶ τὰ ἑξῆς· 31Ὀλολύζετε πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τετα ραγμέναι, οἱ Ἀλλόφυλοι πάντες, ὅτι καπνὸς ἀπὸ βορρᾶ ἔρχεται καὶ οὐκ ἔ τι τοῦ μεῖναι ἐν τοῖς συντεταγμένοις αὐτοῦ. Αἱ πύλαι οὔτε λογικαί εἰσιν οὔτε ἔμψυχοι· διὰ τῶν πυλῶν τοίνυν τοὺς ἐπὶ τῶν πυλῶν ἑστῶτας καὶ τὰ ἐπιόντα κακὰ θρηνοῦντας αἰνίττεται. Καπνὸν δὲ ἀπὸ βορρᾶ ἐρχό μενον τὸν Ἀσσύριον λέγει, οὗ ἐπιόντος οὐδεὶς ἀντιπαρα τάξεται· τοὺς γὰρ συντεταγμένους διαλύσει τὸ δέος. 32Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; Ὅτι κύριος ἐθεμελίωσε τὴν Σιών, καὶ δι' αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ αὐτοῦ.| 122 a| Ἀλλὰ πάντων ὑμῶν ἁλισκομένων ἡ Σιὼν ἀπονητὶ περιέσται τῶν πολεμούντων, καὶ δι' αὐτῶν μαθήσεσθε τῶν πραγμάτων ὡς ὁ τῶν ὅλων αὐτῆς κύριος προμηθεῖται καὶ τῶν ἐπιόντων αὐτὴν ἀπαλλάττει κακῶν διὰ τὴν τῶν οἰκητόρων εὐσέβειαν. Οὕτω συμπ εράνας καὶ τῶν Ἀλλοφύλων τὴν πρόρρησιν Μωαβίταις προλέγει τὰ ἐσόμενα· 151Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Νύκτα καλεῖ ὡς οἶμαι τῶν συμβησομένων τὴν ἄγνοιαν ἢ τῆς ἀσεβείας τὸν ζόφον. Εἰκὸς δὲ καὶ ἐν νυκτὶ γενέσθαι τὴν τῆς πόλεως ἅλωσιν. Μωαβῖται δὲ ἀπὸ τοῦ Λὼτ τὸ γένος κατάγουσιν· μητρόπολιν δὲ εἶχον τὴν νῦν καλουμένην Χαραχμωβάν. 2Λυπεῖσθε ἐφ' ἑαυτοῖς. Ἀπολεῖται δὲ καὶ Δεβών, οὗ ὁ βωμὸς ὑμῶν ᾠκοδομήθη. Δεβὼν πόλις ἦν καὶ αὐτὴ ὑπ' ἐκείνην τελοῦσα· Χαμὼς δὲ τῶν Μωαβιτῶν τὸ εἴδωλον ᾧ τὸν βωμὸν ᾠκοδόμησαν. Ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαῦ καὶ Μηδαβὰ τῆς Μωαβίτιδος. Πόλεις ἦσαν καὶ αὗται· ἡ δὲ Μηδαβὰ κώμη νῦν ἐστι τῆς Ἀραβίας μεγίστη. Λέγει δὲ αὐτοὺς παρὰ τὸν βωμὸν κλαίειν κωμῳδῶν αὐτῶν τὰς ἀνοήτους θυσίας. Εἶτα ὀλολύζειν παρακελεύεται καὶ τῷ κομμῷ τοὺς βραχίονας αἱμάττειν καὶ τῇ τοῦ σάκκου περιβολῇ δεικνύναι τὸ πένθος καὶ ἐν οἰκίαις καὶ ἐν ἀγυιαῖς ὀλοφύρεσθαι ὡς τῆς Ἐσεβὼν καὶ τῆς Ἐλεηλὰ ἀναστάτων γεγενημένων καὶ μέχρι τῆς Ἰασὰ διαδραμόντος τοῦ θρήνου. 4Διὰ τοῦτο ἡ ὀσφῦς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται, 5ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν ἑαυτῇ ἕως Σηγώρ. Διὰ τῆς ὀσφύος τὴν δειλίαν ἐδήλωσε, διὰ δὲ τῆς ψυχῆς καὶ τῆς καρδίας τὸ πένθος. Ἐπειδὴ γὰρ ἡ ὀσφῦς δέχεται τὴν ζώνην, ἡ ἐκείνης λύσις τὴν δειλίαν δηλοῖ, ἐπεὶ καὶ τὴν ἀνδρείαν πάλιν δι' ἐκείνης σημαίνει. «Ζῶσαι» γάρ φησιν «ὡς ἀνὴρ τὴν ὀσφῦν σου», καὶ πάλιν· «Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι», καὶ ἑτέρωθι· «Ζωσάμενοι τὰς ὀσφύας ὑμῶν ἐν ἀληθείᾳ». Ἕως δὲ τῆς Σηγὼρ ἔφη διελθεῖν τὴν τοῦ θρήνου βοήν. Δάμαλις γάρ ἐστι τριετής. Τὸ ἄτακτον αὐτῆς διὰ τούτων ᾐνίξατο· θρασεῖα γὰρ καὶ ἄτακτος ἡ τοιαύτη δάμαλις. Ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς Λουὶθ κλαίοντες ἀναβήσονται πρὸς σὲ ἐν τῇ ὁδῷ Ἀρωνιείμ. Τόπων καὶ ταῦτα ὀνόματα δι' ὧν λέγει παραγίνεσθαι τοὺς τὰ λυπηρὰ προση μαίνοντας. Εἶτα παρακελεύεται αὐτῇ βοᾶν καὶ ὀδύρεσθαι τὸν τῶν πόλεων ὄλεθρον καὶ τὴν τῶν πραγμάτων μεταβολήν, καὶ ὅτι 6Τῆς Νεμερὴξ τὸ ὕδωρ ξηρανθήσεται καὶ ὁ χόρτος πᾶς ἐκλείψει. Δυνατὸν δὲ καὶ τροπικῶς ταῦτα νοῆσαι καὶ χόρτον χλωρὸν καὶ ὕδωρ ἀναβλύζον τὴν εὐημερίαν καλέσαι· εἰκὸς δὲ καὶ ταῦτα οὕτω συμβῆναι. Εἶτα ἀπειλεῖ καὶ τῶν Ἀράβων τὴν παρεμβολήν· Ἄραβαςδὲ κἀνταῦθα τοὺς Ἰσμαηλίτας καλεῖ. 8Συνῆψε γὰρ ἡ βοὴ τοῦ ὁρίου τῆς Μωαβίτιδος τῇ Ἀγαλιίμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Ἐλίμ. Πᾶσά φησι πόλις τὰ οἰκεῖα θρηνήσει κακὰ καὶ οἷά τις συναυλία θρήνων γενήσεται. Ἔπειτα προλέγει τῶν ἀναιρουμένων τὸ πλῆθος· τοσοῦτον γάρ φησιν ἔσται ὡς καὶ τὸ ὕδωρ τὸ Ῥεμμὼν κραθήσεσθαι τῷ αἵματι τῶν Ἀράβων ἐπιόντων καὶ τὸν φόνον ἐργαζο μένων. 9Καὶ ἀρῶ τὸ σπέρμα Μωάβ, καὶ Ἀριὴλ καὶ τὸ κατά λοιπον Ἀδαμά. 161 Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν. Ἀριὴλ ἡ νῦν καλουμένη Ἀρεόπολις, Ἀδαμὰ δὲ ἄλλη τιςἦν ὁμώνυμος τῇ πάλαι μετὰ τῶν Σοδομιτῶν δεξαμένῃ τὸν ὄλεθρον. Τοὺς ἐκ τούτων αἰχμαλώτους εἰς γῆν κύπτειν ἠναγκασμένους τοῖς ἐπὶ γῆς ἕρπουσιν εἰκότως ἀπείκασεν. Μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος τῆς θυγατρὸς Σιών; Οὐκ ἐπετώθαζές φησι τῇ Ἱερουσαλήμ, ὄρος αὐτὴν ἀποκαλοῦσα ξηρόν; Μάθε τοίνυν διὰ τῶν πραγμάτων ὡς ἐκείνη μὲν τοῦ Ἀσσυρίου τὰς χεῖρας διέφυγε, μᾶλλον δὲ τὴν ἐκείνου κατηνάλωσε στρατιάν, σὺ δὲ 2ἔσῃ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος. Ὥσπερ γὰρ οἱ τῶν γεγεννηκότων ἔρημοι νεοττοὶ εὐχείρωτοι λίαν εἰσίν, οὕτω καὶ σὺ εὐάλωτος ἔσῃ, τῆς ἐμῆς προνοίας οὐκ ἀπολαύουσα. Ἔπειτα δὲ Ἀρνὼν πλείονα 3βουλεύου· μείζοσι γὰρ καὶ σὺ περιβληθήσῃ κακοῖς. Καὶ ποιεῖτε σκέπην αὐτοῖς πέν θους διὰ παντός· ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν· Μὴ ἀχθῇς. Ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσι κυρίως μὲν οἱ τὸ ἀληθινὸν φῶς ἰδεῖν οὐκ ἐθέλοντες ἀλλὰ τὸ σκότος τῆς ἀγνοίας τοῦ φωτὸς προτιμῶντες· εἴποι δ' ἄν τις καὶ τοὺς ἐν συμφοραῖς ὄντας σκότος ὁρᾶν ἐν μεση μβρίᾳ. Ὁ δὲ Θεοδοτίων τό· ἐξέστησαν μὴ ἀχθῇς, σαφέστερον ἡρμήνευσεν· «Μεταναστεύοντά» φησι «μὴ ἀποκαλύψῃς», ὁ δὲ Σύμμαχος· «Ἀνάστατον μὴ ἀπο διώξῃς.» Ἐπειδὴ γὰρ οἱ Μωαβῖται φεύγοντες πρὸς τὴν Ἀρνὼν κατέφευγον, παρακελεύεται αὐτῇ ὑποδέξασθαι καὶ μὴ ἀποδιῶξαι τούτους, ὠφεληθήσῃ γὰρ ἐκ τούτων. Τοῦτο γὰρ τὰ ἑξῆς διδάσκει·| 122 b| 4Παροικήσουσί σοι οἱ φυγάδες Μωάβ, ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου. Ἔρημος εἶ φησι τῶν βοηθούντων· ἐὰν δὲ τούτους ὑποδέξῃ, ἔσονταί σοι ἐπίκουροι. Εἶτα προλέγει καὶ τοῦ Ἀσσυρίου τὸν ὄλεθρον· Καὶ ὁ ἄρχων ἀπολεῖται ὁ καταπατῶν τὴν γῆν. Καὶ διδάσκων καὶ ποῦ ἀπώλετο καὶ τίνος χάριν ἀπώλετο, ἐπιφέρει· 5Καὶ διορθωθήσεται μετ' ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ' αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ κρίνων καὶ ἐκζητῶν κρίσιν καὶ σπεύδων ἐπὶ δικαιοσύνην. Περὶ τοῦ Ἐζεκίου ταῦτά φησιν· περὶ τούτου γὰρ καὶ ἡ τετάρτη τῶν Βασιλειῶν καὶ ἡ δευτέρα τῶν Παραλειπομένων φησὶν ὅτι «ἐπορεύθη ἐν τῇ ὁδῷ κυρίου ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ· οὐκ ἐξέκλινε δεξιὰ ἢ ἀριστερά.» Εἶτα τοῦ Μωὰβ τὴν ἀλαζονείαν ἐκτραγῳδεῖ· 6Ἠκούσαμεν τὴν ὕβριν Μωάβ, ὑβριστής ἐστι σφόδρα· τὴν ὑπερηφα νείαν αὐτοῦ ἐξῆραν καὶ ἡ ὕβρις αὐτοῦ καὶ ἡ μῆνις αὐτοῦ. Ὑπερηφανείαν μὲν τὴν κατὰ τοῦ θεοῦ λέγει, ὕβριν δὲ καὶ μῆνιν τὴν κατὰ τοῦ λαοῦ· τούτους γὰρ ἐξύβριζον καὶ τούτοις ἐμνησικάκουν. Εἶτα ἐπιφέρει· Οὐχ οὕτως ἡ μαντεία σου, 7οὐχ οὕτως. Ἕτερά φησι προὔλεγόν σοι οἱ τῶν δαιμόνων χρησμοί, τἀναντία δὲ ἐκείνων ἑώρακας. Ἡγοῦμαι δὲ τὸν προφήτην καὶ τῆς τοῦ Βαλαὰμ αὐτοὺς ὑπομιμνῄσκειν προρρήσεως, ὡς ὁ ἐξ Ἰσραὴλ ἀνίσχων «θραύσει ἀρχηγοὺς Μωάβ». Εἶτα πάλιν τούς τε θρήνους αὐτοῦ διέξεισι, καὶ τὸ ἀσθενὲς αὐτοῦ καὶ τὸ σφαλερὸν κωμῳδεῖ· τοῖχον γὰρ ὀστράκινον τὸ εὐάλωτον αὐτοῦ καλεῖ. Προλέγει δὲ καὶ τῆς γῆς τὴν δῄωσιν καὶ τῆς σπειρομένης τὴν ἀκαρπίαν καὶ τῆς πεφυτευ μένης τὴν ἐρημίαν, καὶ παρακελεύεται τοῖς τὰ ἔθνη κατα πίνουσιν Ἀσσυρίοις καταπατῆσαι τὰς ἀμπέλους, καὶ οἷόν τινας ὅρους αὐτοῖς τιθεὶς παρεγγυᾷ ἕως Ἰαζὴρ συνάψαι τὸν πόλεμον. Εἶτα τῶν φυγάδων διηγεῖται τὸν πλάνον· οἱ μὲν γάρ φησιν ἐν τῇ ἐρήμῳ ἀλῶνται, οἱ δὲ καὶ τὴν Ἐρυθρὰν διέβησαν Θάλασσαν. Ἀναμιμνήσκει δὲ καὶ δὶς καὶ τρὶς τῶν αὐτῶν, τῆς ἀμπέλου Σαβαμὰ καὶ τῶν δένδρων Ἐσεβὼν καὶ Ἐλεηλά, δεικνὺς τὴν τῆς προφητείας ἀλήθειαν. 9Ὅτι ἐπὶ τῷ θερισμῷ καὶ τῷ τρυγητῷ σου κατάλεγμα καταπατούν των ἔπεσεν. Οὐκέτι γὰρ σὺ τὰ ἐπιλήνια ᾄσματα ἐρεῖς, ἀλλ' ἄλλοι σε καταπατοῦντες τὸ πολεμικὸν ᾄσονται μέλος· τῆς δὲ τῶν ἀμπελώνων εὐφροσύνης οὐκ ἀπολαύσεις. 11Διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει καὶ τὰ ἐντός μου ὡς τεῖχος ὃ ἐνεκαίνισας. Ὁ δὲ Σύμμαχος οὕτως· «Ἡ κοιλία μου τῷ Μωὰβ ὡς ψαλτήριον ἠχήσει καὶ τὰ ἐντός μου τῷ τείχει τῷ ὀστρακίνῳ.» Ταύτην φησὶ τὴν προφητείαν ὄργανον τοῦ παναγίου γενόμενος πνεύματος τῷ Μωὰβ οἷόν τινα ἠχὴν κιθάρας προσήνεγκα καὶ τῷ τείχει ὃ ἀσφαλείας εἵνεκα κατεσκεύασας. 12Καὶ ἔσται ἐν τῷ τραπῆναί σε ὅτι κοπιάσει Μωὰβ ἐν τοῖς βουνοῖς καὶ εἰσε λεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνωνται ἐξελέσθαι αὐτήν. Δι' αὐτῶν μαθήσῃ τῶν πραγμάτων τὴν τῶν εἰδώλων ἀσθένειαν· μετὰ γὰρ τὰς πολλὰς ἑκατόμβας καὶ χιλιόμβας τῆς παρ' αὐτῶν συμμαχίας οὐ τεύξῃ. 13Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν ὁ κύριος ἐπὶ Μωὰβ ὁπότε καὶ ἐλάλησεν. Ταῦτά φησιν ὁ προφήτης οὐκ ἐγὼ προεῖπον ἀλλ' αὐτὸς ὁ τῶν ὅλων θεός. 14Καὶ νῦν ἐλάλησε κύριος λέγων· Ἐν τρισὶν ἔτεσι μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ καὶ καταλειφθήσεται ὀλιγοστὴ καὶ οὐκ ἔντιμος. Φιλάνθρωπος ἡ ψῆφος· τρισὶ γὰρ ἔτεσι περιώρισε τὴν τιμωρίαν καὶ μισθωτῷ ἀπείκασε τὸν ὡρισμένον ἀναμένοντι χρόνον καὶ ψυχαγωγουμένῳ τῇ ἐλπίδι τοῦ τέλους. Μετὰ μέντοι τὸν ὡρισμένον χρόνον οὐ τὴν παλαιὰν αὐτῇ ἐπαγ γέλλεται εὐπραξίαν ἀλλ' ὀλίγους οἰκήτορας καὶ τούτους οὐκ ἄρχοντας· καταλειφθήσεται γὰρ ὀλιγοστὴ καὶ οὐκ ἔντιμος. Ταῦτα τοίνυν εἰδότες ἐξιλεωσώμεθα τὸν κριτὴν τῇ τῶν ἐντολῶν αὐτοῦ φυλακῇ καὶ προφθάσωμεν τὸ πρόςωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα διαφύγωμεν αὐτῶν τῶν λυπηρῶν τὴν πεῖραν καὶ ὑπ' αὐτοῦ κυβερνώμενοι τόν τε παρόντα ἐξ οὐρίων διαπλεύσωμεν βίον καὶ εἰς τοὺς ἀπηνέμους αὐτοῦ καθορμίσωμεν λιμένας ἀνυμνοῦντες αὐτὸν καὶ τὸν μονογενῆ υἱὸν αὐτοῦ καὶ τὸ πανάγιον πνεῦμα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 6 ΤΟΜΟΣ ῃʹ 171 Τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ. Ἴσως ἄν τις ζητήσειε, τί δήποτε τὰ συμβησόμενα Βαβυλωνίοις καὶ Μωαβίταις, Δαμασκηνοῖς τε καὶ Αἰγυπτίοις καὶ Ἰδουμαίοις καὶ Τυρίοις προειρηκὼς ὁ προφήτης τἆλλα καταλέλοιπεν ἔθνη. Χρὴ τοίνυν εἰδέναι ὡς ταῦτα τὰ ἔθνη συνεχῶς κατεπολέμει τὴν Ἰουδαίαν· καὶ τούτου χάριν ὁ προφήτης, ἅτε δὴ Ἰουδαίων προφήτης, τὰς τούτων συμφορὰς προθεσπίζει, ἐνίων δὲ προλέγει καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν καὶ τὴν ἐσομένην εὐσέβειαν, ὥστε καὶ ταύτῃ παραθῆξαι τοὺς ὁμοφύλους εἰς τὴν περὶ τὰ θεῖα σπουδήν. Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεως καὶ ἔσται εἰς πτῶσιν. Θεγλαθφαλσὰρ αὐτὴν πολιορκήσας καὶ τοὺς μὲν ἀνελὼν τοὺς δὲ ἐξανδραποδίσας ἑτέρους εἰς αὐτὴν ἀποίκους ἐξέπεμψεν. Ἐπεστράτευσε δὲ τοῦ Ἄχαζ ἔτι περιόντος. Ἐπισημήνασθαι γὰρ καὶ τοῦτο δεῖ, ἐπειδὴ τῆς τοῦ Ἄχαζ ἐμνημόνευσε τελευτῆς. Ἐβουλήθη γὰρ τὴν κατ' ἐκεῖνον ἱστορίαν τε καὶ προφητείαν πληρῶσαι, εἶθ' οὕτω τὰ κατὰ τῶν ἄλλων ἐθνῶν παραθεῖναι θεσπίσματα. 2Καταλελειμμένη εἰς τὸν αἰῶνα εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν βουκόλων, καὶ οὐκ ἔσται ὁ διώκων· 3καὶ οὐκ ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν ἐκεῖ τὸν Ἐφραίμ· οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ. Τό· εἰς τὸν αἰῶνα, οὐ τῇ ἐρημίᾳ τῆς πόλεως ἀλλὰ τῇ βασιλείᾳ συνήρμοσται. Οἰκεῖται μὲν γὰρ ἡ Δαμασκός, οὐ μὴν βασιλεύει ἀλλὰ βασιλεύεται, ἔρημος δὲ ἐπὶ πλεῖστον ἐγένετο· ἀλλὰ πάλιν ἀνῳκοδομήθη καὶ πλείστους ἔσχεν οἰκήτορας, οὐ μὴν τὴν προτέραν εὐπρα ξίαν ἀπέλαβεν. Πάλαι γὰρ τῆς Συρίας πάσης προὐκάθητο· αὐτὴ γὰρ εἶχε τὰ τοῦ βασιλέως τῶν Σύρων βασίλεια. Ὅθεν ἐπάγει· Καὶ τὸ κατάλοιπον τῶν Σύρων ἀπολεῖται. Ἀντὶ τοῦ αἰχμάλωτον ἔσται· ἐκοινώνησαν γὰρ τῇ μητροπόλει τῆς συμφορᾶς αἱ ὑπήκοοι πόλεις. Οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν. Εἰ γὰρ τὸν ἀφιερωμένον μοι λαόν, τὸν πολυθρύλητον Ἰσραήλ, διὰ τὴν ἀσέβειαν παρέδωκα, πῶς ἂν δικαίως ἐφεισάμην τῆς παντελῶς ἀρνουμένης με; Τί δὲ πείσεται ὁ Ἰσραήλ, διὰ τῶν ἐπαγομένων δηλοῖ· 4Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται. Μετὰ γὰρ τὴν ἅλωσιν τῆς Δαμασκοῦ τὰς δέκα φυλὰς ἀπῴκισαν οἱ Ἀσσύριοι. Εἶτα τῆς κατ' αὐτῶν νίκης τὴν εὐκολίαν διδάσκει· 5Καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα ἐν τῷ βραχίονι αὐτοῦ καὶ σπέρμα σταχύων ἀμῆται. Καθάπερ φησὶν ὁ γεωργὸς μάλα ῥᾳδίως θερίζει καὶ ταῖς ἀγκάλαις τὸ δρ άγμα συνάγει, οὕτω λίαν εὐπετῶς οἱ Ἀσσύριοι τῶν δέκα φυλῶν περιέσονται. Καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀστάχυας ἐν φάραγγι στερεᾷ 6καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥᾶγες τρυγηθείσης ἐλαίας δύο ἢ τρεῖς ἐπ' ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν τῶν μετεώρων καταλειφθῶσιν. Ὀλίγοι φησὶν τὰς τῶν δυσμενῶν διαφεύξονται χεῖρας, καθάπερ τινὲς εὐτελεῖς καὶ εὐαρίθ μητοι ἐλαῖαι διαφεύγουσι τοὺς τρυγῶντας διὰ τὸ ἐν τοῖς ἄκροις μετεωρισθῆναι τῶν κλάδων ὑπ' ἐκείνων καταφρο νούμεναι ἢ καλάμη τις ἐν φάραγγι ὀλίγῃ στερεᾷ τε καὶ δια β όρῳ καταλιμπανομένη. Σημαίνει δὲ διὰ τούτων τοὺς ἐν τοῖς παρακειμένοις διαφεύγοντας ὄρεσι καὶ τούτῳ τῷ τρόπῳ τὴν σωτηρίαν ποριζομένους. Τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ· 7Τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται. Τῇ πείρᾳ γὰρ μεμαθηκότες τὴν τῶν εἰδώλων ἀσθένειαν τὸν τῶν ὅλων θεὸν εἰς συμμαχίαν καλοῦσιν. 8Καὶ οὐ μὴ πεποι θότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ| 124 a| ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκέτι ὄψονται τὰ δένδρα οὐδὲ τὰ βδελύγματα αὐτῶν. Ἀκριβῶς μαθήσονται ὡς τὰ μέν ἐστιν ἄψυχα φυτά, τὰ δὲ χειροποίητα εἴδωλα ἐκ μὲν τῆς ὕλης τὴν οὐσίαν ἐκ δὲ τῆς τέχνης τὸ εἶδος ἠρανισμένα. Εἶτα προλέγει τὴν τῶν πόλεων ἐρημίαν καὶ παραβάλλει ταύτην τῇ παλαιᾷ ἣν ἐπήγαγον αὐτοὶ τοῖς Ἀμορραίοις καὶ Εὐαίοις τῆς Αἰγυπτίων ἀπαλλαγέντες δουλείας. Καθάπερ γάρ φησιν ὑμεῖς ἐκεῖνα τὰ ἔθνη καταλύσαντες τὰς ἐκείνων διενείμασθε πόλεις, οὕτω νῦν δορυαλώτων ὑμῶν γενομένων ἄλλοι ταύτας οἰκήσουσιν· ᾤκησαν δὲ αὐτὰς οἱ καλούμενοι Σαμαρῖται. Καὶ τὴν αἰτίαν τούτου διδάσκει· 10Διότι κατέλιπας τὸν θεὸν τὸν σωτῆρά σου καὶ κυρίου τοῦ θεοῦ σου οὐκ ἐμνήσθης. Ἡ ἀχάριστος γνώμη τὰς συμφοράς σοι γεννήσει. Διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον. Τὸν χρόνον ἐνήλλαξε καὶ ἀντὶ τοῦ παρεληλυθότος τὸν μέλλοντα τέθεικεν. Ἐπειδὴ ἀγνώμων φησὶ περὶ τὸν εὐεργέτην ἐγένου, τὴν ἀπιστίαν ἐφύτευσας καὶ τὴν ἀσέβειαν ἔσπειρας. Ἀλλὰ συμβαίνοντας τοῖς φυτοῖς καὶ τοῖς σπέρμασι δρέψῃ καρπούς. Τοῦτο γὰρ ἐπήγαγεν· 11Τῇ δὲ ἡμέρᾳ ᾗ ἐὰν φυτεύσῃς πλανηθήσῃ· τὸ δὲ πρωὶ ἐὰν σπείρῃς, ἀνθήσει εἰς ἀμητόν· καὶ ᾗ ἂν ἡμέρᾳ θερίσῃς, κληρώσῃ, καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσει τοῖς υἱοῖς αὐτοῦ. Ἡ μὲν γὰρ πλάνη τῆς τοιαύτης αἰτία σπορᾶς, ἡ δὲ σπορὰ τὸν ἀμητὸν προξενεῖ· ὁ δὲ τοιοῦτος ἀμητὸς καρπός ἐστι τῶν πονηρῶν γεωργῶν, οὐ μόνον αὐτοῖς ἀλλὰ καὶ τοῖς υἱοῖς φυλαττόμενος. 12Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν. Ἀναγκαίως δείκνυσι τοὺς τῆς κακῆς γεωργίας καρποὺς καὶ προτίθησι τῆς προρρήσεως θρῆνον καὶ– ἵνα μὴ καὶ τὰ σαφῶς εἰρημένα πλατύνων μηκύνω– ἀπεικάζει θαλάττῃ κυμαινούσῃ τῶν πολεμίων τὸ πλῆθος καὶ τοὺς ἐκείνων λόχους τοῖς κύμασιν, αὐτοὺς δὲ τοὺς πολεμουμένους κόνει λεπτοτάτῃ, ἣν τροχὸς ἁμάξης ἐλέπτυνε καὶ σφοδρὸς ἐσκέδασεν ἄνεμος· ταὐτὸ δὲ τοῦτο καὶ τοῦ ἀχύρου τὸν χοῦν πάσχειν ὑπὸ τοῦ πνεύματος λέγει. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ μακαρίου Δαυὶδ εἰρημένα· «Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ' ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.» Ταῦτα ταῖς δέκα φυλαῖς καὶ τοῖς τούτων ἐπικούροις προαγορεύσας Δαμασκηνοῖς, πρὸς τὴν Ἰουδαίαν μεταφέρει τὸν λόγον καί φησιν· 14Αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων καὶ κληρονομία τῶν ὑμᾶς κληρονομησάντων. Προειρήκαμεν δὲ ἤδη ὡς πολλὰς αὐτῶν μυριάδας οὗτοι κατὰ ταὐτὸν γενόμενοι καὶ κατηκόντισαν καὶ αἰχμαλώτους ἀπήγαγον. 181Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας. Ὁ τῆς Δαμασκοῦ βασιλ εὺς δείσας τῶν πολεμίων τὴν προσβολὴν Αἰγυπτίους καὶ Αἰθίοπας εἰς συμμαχίαν ἐκά λεσεν· ὀξέως δὲ ταύτης τυχεῖν ἐφιέμενος διὰ θαλάττης τοὺς πρέσβεις ἀπέστειλεν. Πτέρυγας μέντοι τὰ πλοῖα ἐκάλεσεν, ἐπειδήπερ οἱ ἐν τῇ γῇ κατοικοῦντες ἄνθρωποι, ταχέως κατορθῶσαι τὰς προ κει μένας βουλόμενοι χρείας, καθάπερ τισὶ πτεροῖς κεχρημένοι τοῖς πλοίοις τάχιστα καὶ μακρὰν ὁδὸν ἐξανύουσιν. 2Ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος. Τὰς βυβλίνας «παπυρίνας» ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν. Δηλοῖ δὲ τοὔνομα τὸν χάρτην· ἀπὸ παπύρου γὰρ οὗτος κατα σ κευά ζεται. Ὅ μηρα δὲ τοὺς πρέσβεις ἐκάλεσε τοὺς ἀποσταλέντας πρὸς Αἰγυπτ ίους καὶ Αἰθίο πας· οὕτω γὰρ ὁ Ἀκύλας· «ὁ ἀποστέλλων ἐν θαλάσσῃ πρεσβευτάς». Πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον καὶ ξένον, λαὸν χαλεπόν, οὗ ἐπέκεινα ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. Τὸ ἀσθενὲς τῶν Αἰγυπτίων διὰ τούτων ᾐνίξατο. Χαλεπὸν μὲν καὶ μετέωρον τοῦτο τὸ ἔθνος ἐκάλεσε τὴν κατὰ τῶν ὑπηκόων σημαίνων βαρύτητα, ἀνέλπιστον δὲ ὡ ς μηδεμίαν ἐλπίδα σωτηρίας τοῖς κατα φεύγουσι παρέχειν δυνάμενον· τὸ δὲ καταπεπατημένον σημαίνει τὸ εὐχεί ρωτον καὶ εὐάλωτον. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων δεδήλωκεν· Οὗ διήρπασαν οἱ ποταμοὶ| 124 b| τῆς γῆς 3πάντες. Ποταμοὺς τῆς γῆς τοὺς βασιλέας καλεῖ τοὺς διαφόρως ἐκείνων περιγενομένους. Καὶ γὰρ Ναβουχο δονόσορ αὐτοὺς κατέλυσε, καὶ μετὰ ταῦτα Καμβύσης καὶ ἕτεροι Περσῶν βασιλεῖς καὶ μέντοι καὶ Μακεδόνες αὐτοὺς δουλεύειν ἠνάγκασαν. Ὡς χώρα κατοικουμένη κατοικη θήσεται ἡ χώρα αὐτῶν, ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται. Οὐκέτι φησὶ βασιλευθή σονται ἀλλὰ τοῖς ἄλλοις ἔθνεσι παραπλησίως δουλεύσουσιν. Καὶ ἔσται αὐτῶν ἐπίσημος ἡ δουλεία ὡς σημεῖον ἐφ' ὑψηλοῦ ὄρους αἰρόμενον καὶ ὡς διὰ σάλπιγγος πάντοσε ἐκκηρυτ τομένη. Ταῦτα μὲν οὖν τῇ Δαμασκῷ καὶ τοῖς ἐκείνης ἐπικούροις γενήσεται, ἡ δὲ Ἱερουσαλὴμ τῆς παρ' ἐμοῦ τεύξεται προμη θείας. 4Ἀσφάλεια γάρ φησιν ἔσται ἐν τῇ ἐμῇ πόλει ὡς φῶς καύματος μεσημβρίας καὶ ὡς νεφέλη δρόσου ἐν ἡμέρᾳ ἀμή του. Ἀπεικάζει καύματι μὲν καὶ ἀμήτῳ τῶν ἄλλων τὰς συμφοράς, φωτὶ δὲ καὶ δρόσῳ τὴν πρόνοιαν, ἧς ἡ Ἱερουσαλὴμ τετύχηκεν. Πρὸ γὰρ τῶν ταύτης περιβόλων αἱ πολλαὶ τῶν Ἀσσυρίων ἔπεσον μυριάδες. Εἶτα προλέγει τῆς Δαμασκοῦ καὶ τῶν δέκα φυλῶν τὰς παντοδαπὰς συμφοράς· 5Ὅταν συντελεσθῇ ἄνθος καὶ ὄμφαξ ἀνθήσῃ τὸ ἄνθος ὀμφακίζον, καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις καὶ τὰς κληματίδας ἀφελεῖ καὶ ἀποκόψει 6καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. Δυσμενῶν ὑπέδειξε τρύγητον· οὐδεὶς οἰκείαν τρυγῶν ἄμπελον ἀνθοῦντας ἔτι τοὺς βότρυας ἢ ὀμφακίζοντας ἀλλὰ πεπείρους τρυγᾷ οὔτε μὴν σὺν τοῖς βότρυσι καὶ τὰ κλήματα ἐκτέμνει. Τροπικῶς τοίνυν τὰ ὑπὸ τῶν πολεμίων ἐσόμενα προλέγει καὶ καλεῖ κλήματα μὲν τοὺς γεγεννηκότας, βοτρύδια δὲ μικρὰ τὰ ἐκείνων βρέφη, δρέπανα δὲ τὰ πολεμικὰ ὄργανα, τὰ δὲ καταλιμπανόμενα οἰωνοῖς καὶ θηρίοις τοὺς πίπτοντας νεκρούς. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων δεδήλωκεν· Καὶ συναχθήσεται ἐπ' αὐτοὺς πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τῆς γῆς ἐπ' αὐτοὺς ἥξει. Οὕτω τῆς Δαμασκοῦ καὶ τῶν δέκα φυλῶν τὸν ὄλεθρον ἐπιδείξας εἰς τὴν Ἱερουσαλὴμ τὴν προφητείαν μετέθηκεν· 7Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα κυρίῳ Σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον. Λαὸν τεθλιμμένον καὶ τετιλμένον τὸν τῆς Ἱερουσαλὴμ λέγει· αὕτη μὲν γὰρ ἐν ἀγῶνι διῆγε καὶ δέει, αἱ δὲ ὑπ' αὐτὴν ἑάλωσαν πόλεις, ὅθεν αὐτῇ καὶ τὸ τετιλμένον ἁρμόζει. Λαὸν δὲ μέγαν τὸν Χριστιανικὸν καλεῖ, οὗ πᾶσα πλήρης ἡ οἰκουμένη· οὗτος γὰρ εἰς τὸν αἰῶνα χρόνον δῶρα κυρίῳ προσφέρει καὶ τὴν τοῦ Σεναχηρὶμ παράδοξον κατάλυσιν ἐν ταῖς ἐκκλησίαις ἀκούων ὕμνοις τὸν δυνατὸν καὶ φιλάνθρωπον δεσπότην ἀμείβεται. Ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τόπον, οὗ τὸ ὄνομα κυρίου Σαβαὼθ ἐπικέκληται, ὄρους Σιών. Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν «Ἔθνος ἐλ πίζον καὶ διηρπασ μένον, οὗ διήρπασαν οἱ ποταμοὶ τὴν γῆν.» Καλεῖ δὲ ποταμοὺς τῶν Ἀσσυρίων τοὺς βασιλέας τοὺς π ολεμίους, διηρπα σμένον δὲ ἔθνος καὶ ἐλπίζον τὸν ἐν Ἱεροσολύμοις λαόν. Εὐσεβείᾳ γὰρ κοσμούμενος τούτων ὁ βασιλεύς, ὁ θαυμάσιος Ἐζεκίας, εἰς τὴν εὐθεῖαν αὐτοὺς ὁδὸν ἐποδήγησεν. Οὗτοί φησι τὰ κατὰ τῶν Ἀσσυρίων γεγενημένα θεασάμενοι ἑορτὴν μεγίστην ἐπιτελέσουσι, θυσίας καὶ δῶρα τῷ σωτῆρι προςφέροντες. Οὕτω συμπεράνας τὰ κατὰ τῆς Δαμασκοῦ καὶ τῶν δέκα φυλῶν προηγορευμένα καὶ δείξας τῆς Ἱερουσαλὴμ τὴν πα ρά δοξον σωτηρίαν, ἐπὶ τὴν Αἴγυπτον μεταφέρει τὴν προφητείαν. Ἐπειδὴ πρὸς τούτους κατέ πεμψεν ὁ τῆς Δαμασκοῦ βασιλεύς, μάλα εἰκότως καὶ τὰ περὶ τούτων προλέγει καὶ τὴν τῆς βα σιλεί ας αὐτῶν προαγορεύων κατάλυσιν καὶ τὴν τῆς ἀσεβείας ἀπαλλαγήν· 191Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον. Μαρτυρεῖ τῇ προφητείᾳ τῶν ἱερῶν εὐαγγελίων ἡ ἱστορία· τῷ γὰρ Ἰωσὴφ ἄγγελος παρηγγύησε τὴν Αἴγυπτον κατα λαβεῖν σὺν τῷ παιδίῳ καὶ τῇ τούτου μητρί. Νεφέλην τοίνυν κούφην τὴν ἀνθρωπείαν καλεῖ φύσιν, ἣν ὁ θεὸς λόγος ἀνέλαβεν· γα μικ ὸν γὰρ ὑετὸν ἡ σύλληψις οὐκ ἐδέξατο. Εἶτα διδάσκει τὴν τῆς δεσποτικῆς παρουσίας| 125 a| ἐνέργειαν· Καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ. Μαρτυρεῖ τῇ προρρήσει τὰ πράγματα· ἔσβεσται γὰρ αὐτῶν ἡ πολύθεος πλάνη, καὶ ὁ ἐπὶ τῆς νεφέλης τῆς κούφης καθήμενος ὑπ' αὐτῶν προσκυνεῖται. Καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Ἔστιν ἧττα καὶ νίκης ἀμείνων. Ταύτην καὶ ἐν τοῖς πρόσθεν εἰρημένοις καταδέξασθαι τοῖς ἔθνεσιν ὁ προφητικὸς παρηγγύησε λόγος· «Γνῶτε» γὰρ ἔφη «ἔθνη καὶ ἡττᾶσθε.» Καὶ ἐνταῦθα τοίνυν διδάσκει ὅτι οἱ πάλαι ἀντιλέγοντες καὶ ἀντικρὺ λέγοντες· Οὐκ οἶδα τὸν κύριον, ἡττήθησαν καὶ βοῶσιν· Οἶδα τὸν κύριον. 2Ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους, καὶ πολε μήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ· πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν. 3Καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω. Τοῦτο καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς προηγόρευσεν εὐαγγελίοις· «Ὅτι οὐκ ἦλθον βαλεῖν εἰρήνην εἰς τὸν κόσμον ἀλλὰ μάχαιραν, διχάσαι ἄνθρωπον ἀπὸ τοῦ πλησίον αὐτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὐτοῦ, θυγατέρα ἀπὸ τῆς μητρὸς αὐτῆς, νύμφην ἀπὸ τῆς πενθερᾶς αὐτῆς.» Τὴν γὰρ τῆς ἀσεβείας ὁμόνοιαν διελὼν δι' αὐτῶν τῶν τῆς ἀσεβείας τροφίμων ἐκήρυξε τὴν ἀλήθειαν· καὶ τὴν βλαβερὰν διασκεδάσας ὁμόνοιαν τὴν ὀνησιφόρον ὁμοφροσύνην εἰσήγαγε καὶ ἀντέταξε τοῖς δυσσεβέσι τοὺς εὐσεβεῖς, τῷ νόμῳ τῆς ἀπιστίας τὸν νόμον τῆς πίστεως. Καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους. Οἱ δὲ ἀπιστοῦντές φησι τὰ μαντεῖα περινοστήσουσι καὶ νεκυίαις χρήσονται καὶ στερνομάντεις καλοῦσι, μηχανάς τινας κατὰ τῆς εὐσε βείας ἐπιζητοῦντες. Ἐγὼ δὲ καὶ ἄλλως αὐτῶν καταμαλάξω τὸ ἀπειθές· 4Παραδώσω γάρ φησιν Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν. Τὴν Ῥωμαϊκὴν βασιλείαν διὰ τούτων ᾐνίξατο. Ταύτην γὰρ καὶ ἡ τοῦ Δανιὴλ προφητεία σίδηρον ἀπεκάλεσεν· ἐκείνῳ γάρ φησι παραπλησίως «λεπτυνεῖ πάντα καὶ δαμάσει». Ἁρμοδίως δὲ καὶ ταύτην τὴν προφητείαν τῇ περὶ τοῦ κυρίου συνῆψε προρρήσει. Αὐγούστου γὰρ βασιλεύοντος ὁ παρ θενικὸς ἐγένετο τόκος. Αὔγουστος δὲ τὴν Αἰγυπτίων βασι λείαν παντελῶς καταλύσας ὑπάρχοις βασιλείας παρέδωκεν. Τάδε λέγει κύριος Σαβαώθ· 5καὶ πίονται Αἰγύπτιοι ὕδωρ τὸ παραθαλάσσιον, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηραν θήσεται. Προεῖπεν ὁ προφήτης ἐν τοῖς ἔμπροσθεν εἰρημένοις· «Ὅτι πληρωθήσεται ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψει θαλάσσας.» Τοῦτό φησι τὸ ὕδωρ μεταβαλεῖ καὶ τὴν Αἴγυπτον καὶ τοῦτο αὐτοῖς ἔσται πότιμον μόνον· ὃ δὲ πρότερον ἔπινον, τουτέστι τῆς πολυθέου πλάνης τὰ νάματα, ἄποτον ἔσται. Ποταμὸν γὰρ καλεῖ τὴν πλάνην, διώρυγας δὲ τὰς πολυσχεδεῖς αὐτῆς ἀτραπούς. Τοῦτο γὰρ ἐπήγαγεν· 6Καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ πᾶν ἕλος καλάμου καὶ παπύρου. 7Καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ πᾶν τὸ σπειρό μενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἐν ἀνεμοφθορίᾳ. Μάλα εἰκότως τὴν ἀσέβειαν καλάμῳ καὶ παπύρῳ καὶ χιλῷ ἀπει κάζει χλωρῷ. Ἄκαρπος γὰρ ἡ πλάνη, ἀνεμόφθορα δὲ καὶ τὰ διὰ ταύτης σπειρόμενα κέκληκεν. Ἡ γὰρ τῶν εἰδώλων προσκύνησις οὐδεμίαν μὲν ἀγαθῶν μετουσίαν, κακῶν δὲ φορὰν τοῖς ἀνθρώποις προσφέρει. 8Καὶ στενάξουσιν οἱ ἁλιεῖς καὶ στενάξουσι πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμὸν, καὶ οἱ βάλλοντες σαγήνας καὶ ἀμφιβολεῖς πενθήσουσιν. Ἀμφιβολεῖς καὶ ἁλιέας καὶ ἀγκιστροθηρευτὰς τοὺς τῶν εἰδώλων ἱερέας καλεῖ. Οὗτοι γὰρ παυσαμένης τῆς πλάνης ἔστενον καὶ ὠλοφύροντο τὰς τῆς εὐπορίας οὐκ ἔχοντες ἀφορμάς. Ἐξαπατῶντες γὰρ τὰ πλήθη καὶ οἱονεὶ σαγηνεύοντες, εἰς ἑαυτοὺς τὸν ἐκείνων μετέφερον πλο ῦτον. 9Καὶ αἰσχύνη λήψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον, 10καὶ ἔσονται οἱ ἐργαζόμενοι αὐτὰ ἐν ὀδύνῃ. Τῶν καλουμένων φιλοσόφων τὴν ἐν λόγοις λεπτουργίαν διὰ τούτων αἰνίττεται· καὶ γὰρ οὗτοι διὰ τῆς εὐγλωττίας τῇ πλάνῃ συνήργουν. Διάφορα δὲ καὶ τούτων τὰ δόγματα· διὸ σχιστὸν τὸ λίνον ἐκάλεσεν. Αἰσχύνονται δὲ καὶ οὗτοι τῆς τῶν δογμάτων δυσσεβείας| 125 b| ἐλεγχομένης καὶ ἀνιῶνται καταγωνίζεσθαι τὴν ἀλήθειαν οὐκ ἰσχύοντες. Καὶ πάντες οἱ ποιοῦντες τὸν ζῦθον λυπηθήσονται καὶ τὰς ψυχὰς πονήσουσιν. Πόμα ἐστὶν ὁ ζῦθος ἐπινενοημένον, οὐ φυσικόν· καὶ αὐτὸ δὲ ὀξῶδές τε καὶ δυσῶδες καὶ βλάβην, οὐκ ὄνησιν ἐργαζόμενον. Τοιαῦτα δὲ καὶ τῆς ἀσεβείας τὰ δόγματα, οὐκ οἴνῳ προσεοικότα τῷ «εὐφραίνοντι καρδίαν ἀνθρώπου». Εἶτα διδάσκει ὡς καὶ τῆς Τάνεως οἱ ἄρχοντες– πόλις δὲ αὕτη πάλαι βασιλεύσασα τῆς Αἰγύπτου– ἀνοηταίνοντες αἰσχυνθήσονται καὶ μηχανὴν οὐδεμίαν εἰσενεγκεῖν κατὰ τῶν τῆς εὐσεβείας κηρύκων δυνήσονται. Ἔπειτα τὸ ἀλαζο νικὸν αὐτῶν διελέγχει φρόνημα· 11Πῶς ἐρεῖτε τῷ βασιλεῖ· Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; 12Ποῦ εἰσιν οἱ σοφοί σου; Καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτω σάν σοι, τί βούλεται κύριος Σαβαὼθ ἐπ' Αἴγυπτον. Οὔτε γὰρ ἀστρολόγοι οὔτε χρησμολόγοι διδάξαι σε τοῦ θεοῦ τὴν οἰκονομίαν δυνήσονται. Πρὸς τούτοις προλέγει καὶ τὴν ἐσομένην τῶν Αἰγυπτίων διαίρεσιν καὶ τὴν βασιλικὴν μετάστασιν· 13Ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανῶσιν Αἴγυπτον κατὰ φυλάς. 14Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως. Ἡ ἀλήθεια οὐ πλανᾷ ἀλλὰ τοὺς ἀντικειμένους καὶ ἀντιλέγοντας ἀκυβερνήτους ἐᾷ. Ἐστερη μένοι δὲ οὗτοι τοῦ κυβερνῶντος εἰκότως πλανῶνται. Τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς δεδήλωκεν· Καὶ ἐπλάνησεν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα. Ἀντὶ τοῦ· εἴασεν αὐτοὺς ἀκυβερνήτους διὰ τὰ ἔργα αὐτῶν. Καὶ ὁ μεθύων δὲ γνώμῃ τὸ πάθος εἰσδέχεται. Τὴν ὑπερβολὴν δὲ τῆς πλάνης δηλῶν ἀπείκασεν αὐτοὺς ἀκρατεῖ ἀνθρώπῳ πίνοντι κατὰ ταὐτὸν καὶ ἐμοῦντι, ὃν οὐδὲ ὁ ἐμετὸς τοῦ πίνειν ἀφίστησιν. Καὶ γὰρ οὗτοι πολλὰς συμφορὰς διὰ τὴν ἀσέβειαν ὑπομείναντες ἀσεβοῦντες ἐπὶ πλεῖστον διέμειναν, οἱ δὲ προειρημένοι ἄρχοντες τῆς ἐξα πάτης αἴτιοι διάφορα αὐτοὺς δυσσεβείας διδάσκοντες δόγματα. Οἱ μὲν γὰρ κύνα οἱ δὲ λέοντα οἱ δὲ πίθηκον ἐθεοποίουν καὶ οἱ μὲν λύκον οἱ δὲ πρόβατον, τὰ ἐναντία ἀλλήλοις. Διὰ τοῦτο ὁ προφητικὸς ἔφη λόγος· Καὶ πλανῶσιν Αἴγυπτον κατὰ φυλάς. Οὐ τοίνυν ὁ κύριος αὐτοὺς ἐπλάνησεν, ἀλλ' οἱ τούτων διδάσκαλοι· ὁ δὲ κύριος τῆς ἀχαριστίας ἠνέσχετο. 15Καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος. Ἀτέλεστά φησιν αὐτῶν τὰ βουλεύματα ἔσται, καὶ σύγχυσις ἀρχόντων καὶ ἀρχομένων γενήσεται. 16Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς κυρίου Σαβαὼθ ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. Χεῖρα κυρίου τὴν Ῥωμαϊκὴν ἐκάλεσε βασιλείαν, ἧς τὸ δέος τὸ τῶν Αἰγυπτίων κατέλυσε φρόνημα καὶ γυναιξὶν ἐοικότας ἀπέφηνεν. 17Καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον· πᾶς ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλὴν ἣν βουλεύεται κύριος Σαβαὼθ ἐπ' αὐτήν. Τινές φασι τὰ κατὰ τὸν Σεναχηρὶμ διὰ τούτων σημαίνεσθαι καὶ ὡς τούτων πανταχοῦ μηνυθέντων ἐφοβήθησαν τοὺ ς Ἰουδαίους οἱ Αἰγύπτιοι. Ἀλλ' οὐχ εὑρίσκω τοῦτο οὕτως ἔχον· ἐπεστράτευσαν μὲν γὰρ μετὰ τ αῦτα κατὰ τ ῶν Ἰουδαίων οἱ Αἰγύπτιοι καὶ τὸν Ἰώχας, τὸν τούτων βασιλέα, δορυά λωτον ἤγαγον καὶ............. τὸν Ἰωσίαν ἀνεῖλον καὶ φόβον τοῖς Ἰουδαίοις ἐπέβαλον. Οἶμαι τοίνυν τὸν προ φήτην προλέγειν ὡς τῆς πλάνης ἀπαλλαγέντες οἱ Αἰγύπτιοι καὶ τὸ ἀποστολικὸν δεξάμενοι κήρυγμα φοβηθήσονται τὴν Ἰουδαίαν γῆν ὡς ἐν αὐτῇ καὶ γεννηθέντος τοῦ τῆς οἰκουμένης σωτῆρος καὶ τὸ σωτήριον ὑπομείναντο ς πάθος καὶ μέντοι καὶ ὡς ἁγιασθεῖσαν καὶ τῷ σταυρῷ καὶ τῷ τάφῳ καὶ τῷ τῆς ἀντι.......... Τούτ ου χάριν μέχρι καὶ τήμερον Αἰγύπτιοι μετὰ τῶν ἄλλων ἀνθρώπων εἰς ἐκείνην τὴν χώ ραν συντρέχουσιν. 18Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου Σαβαώθ· Πόλις Ἀσεδὲκ κληθήσεται ἡ μία πόλις. Ἀσεδὲκ πόλις δικαιοσύνης ἑρμηνεύεται· καὶ γὰρ ὁ Μελχισεδὲκ κατὰ τὸν θεῖον ἀπόστολον «βασιλεὺς δικαι οσύνης»| 126 a| ὀνομάζεται. Χανανίτιδα δὲ γλῶσσαν τὴν Ἑβραΐδα λέγει, ἐπειδὴ τὴν Χαναναίαν εἰσῴκησαν οἱ Ἑβραῖοι. Τινὲς δὲ ταῦτα ἔφασαν γεγενῆσθαι κατὰ τὸν τῶν Μακεδόνων καιρόν, ἀλλ' οὐ συμβαίνει τῇ προφητείᾳ ἡ ἑρμηνεία. Αἰγυπ τίων γὰρ λέγει μεταβολήν, οὐχ Ἑβραίων ἀποικίαν προλέγει. Καὶ ταῦτα τοίνυν τετύχηκε πέρατος μετὰ τὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐπιφάνειαν. Τὰς δὲ πέντε πόλεις οὐχ ὡρισμένον λέγει τινὰ ἀριθμόν, ἀλλὰ τὸν τέλειον οὕτω ἐκάλεσεν. Πέντε γὰρ καὶ τοῦ ἀνθρώπου αἰσθήσεις· ὄψις ὄσφρησις γεῦσις ἁφή τε καὶ ἀκοή. Εἰ δὲ καὶ ἀριθμόν τις βούλεται ὡρισμένον εἶναι τὸν τῶν πέντε πόλεων ἀριθμόν, οὐδὲ οὕτως ψεῦδος περιθήσει τῷ λόγῳ· ὀλίγοι γὰρ ἐξ ἀρχῆς τὸ σωτήριον δεξάμενοι κήρυγμα, ηὐξήθη δὲ κατὰ μέρος τῆς εὐσεβείας τὰ σπέρματα. Μίαν δὲ πόλιν Ἀσεδὲκ καλουμένην, τουτέστι πόλιν δικαιοσύνης, οὐ μίαν τινὰ ἐξαίρετον λέγει ἀλλ' ἀντὶ τοῦ μίαν ἑκάστην. 19Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ τῶν Αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ. Εἰ δὲ τὰ ἐπὶ Ὀνίου γεγενημένα φαῖεν Ἰουδαῖοι προηγορεῦσθαι, τῆς ἀληθείας διαμαρτάνουσιν. Τοῦ γὰρ Νόμου σαφῶς διαγορεύσαντος μὴ χρῆναι πανταχοῦ τῷ θεῷ θύειν, ἕνα δὲ ταῖς θυσίαις ἀφορίσαντος τόπον, παράνομον ἦν ἄντικρυς τὸ ἐν Αἰγύπτῳ γενόμενον. Οὐκ ἂν δὲ τὰ παράνομα ὡς ἔννομα ὁ προφητικὸς προηγόρευσε λόγος. Δῆλον τοίνυν ὡς θυσιαστήριον τὸ ἡμέτερον λέγει καὶ στήλην τὸν θεῖον νεών. Ἑνικῶς δὲ καὶ οὐ πληθυντικῶς λέγει, ἐπειδὴ καὶ τὴν ἐκκλησίαν πολλάκις τὴν καθ' ὅλης τῆς οἰκουμένης ἑνικῶς ὀνομάζει «ἥτις ἐστί» φησιν «ἐκκλησία θεοῦ ζῶντος» ὁ θεῖος ἀπόστολος, καί· «Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν.» Καὶ ἡμεῖς προσευχόμενοι ὑπὲρ τῆς ἁγίας καὶ μόνης καὶ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας φαμέν. Οὕτω τοίνυν κἀνταῦθα διὰ τοῦ ἑνὸς θυσιαστηρίου τὰ πολλὰ σημαίνει καὶ διὰ τῆς μιᾶς στήλης τοὺς πολλοὺς εὐκτηρίους οἴκους. Ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον ὃς σώσει αὐτούς,. Οὐδὲ τοῦτο ἁρμόζει τῷ Ὀνίᾳ· οὐδὲ τῶν Αἰγυπτίων τὸν θεὸν ἱκετευσάντων οὗτος εἰς τὴν ἐκείνων ἐπικουρίαν ἐπέμφθη ἀλλὰ φεύγων εἰς τὴν Αἴγυπτον ἀπελήλυθεν. Τινὲς μὲν οὖν τῶν ἑρμηνευτῶν τὸν κύριον ἔφασαν διὰ τούτων σημαίνεσθαι, ἐγὼ δὲ ταύτην οὐ προσίεμαι τὴν διάνοιαν· οὐ γὰρ αὐτὸς ἀπεστάλη εἰς Αἴγυπτον ἀλλ' αὐτὸς ἀπέστειλεν ἄνθρωπον· πρὸ δὲ τῶν ἄλλων ὁ μακάριος Μᾶρκος ὁ εὐαγγελιστὴς ἐκείνων ἡγήσατο καὶ τὸν ἱερὸν αὐτῶν διεκόσμησε θρόνον. 21Καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώ σονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ποιήσουσι θυσίαν καὶ δῶρον. Ἡμέραν δὲ τὸν καιρὸν καλεῖ, θυσίαν καὶ δῶρον τὴν μυστικὴν λειτουργίαν. Καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν. Εὐχὰς καλεῖ τὰς ὑποσ χέ σεις, ἃς οἱ πολλοὶ καλοῦσι τάγματα. Τοῦτο καὶ ὁ ψ αλ μῳδὸς δηλοῖ· «Ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου.» Καὶ δηλοῖ τί ἐπηγγείλατο· «Ὁλοκαυτώ ματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν, ἀνοίσω σοι βόας μετὰ χιμάρων.» 22Καὶ πατάξει κύριος τοὺς Αἰγυπτίους πληγῇ καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς κύριον, καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς. Πληγὴν λέγει τὴν τῆς βασιλείας ἀφαίρεσιν, ἴασιν δὲ τὴν θείαν ἐπίγνωσιν. Καταλύσας γὰρ αὐτῶν τὴν βασιλείαν ἐδίδαξε τὴν εὐσέβειαν. 23Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς ἀπὸ Αἰγύπτου πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι πρὸς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους· καὶ δουλεύ σουσιν Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. Ἀσσύριοι πάλαι καὶ οἱ Σύροι προσηγορεύοντο. Σημαίνει τοίνυν τὴν ἐπιμιξίαν τὴν μετὰ ταῦτα Σύροις καὶ Αἰγυπτίοις γεγενημένην κατὰ τὴν Αἰγυπτίων ὑποταγήν. Καὶ γὰρ ἐπὶ τῶν ἡμετέρων πατέρων εἰς τὴν Σύρω ν ἐπαρχίαν ἡ ἀρχὴ ἐπιστεύετο· ἐν Ἀντιοχείᾳ δὲ οὗτος, τῇ Σύρων μητροπόλει, καθήμενος Αἰγυπτίοις..............| 126 b| Τὴν πολλὴν τοίνυν τῶν Αἰγυπτίων μεταβολὴν διὰ τούτων ἡ προφητεία δεδήλωκεν. Εἰ δέ τις ταύτην οὐ προσίεται τὴν διάνοιαν, εἰδέναι χρὴ ὡς διάφορα ἐν διαφόροις ἐσόμενα καιροῖς οἱ προφῆται θεσπίζουσιν. Καὶ γὰρ τοῖς Ἰουδαίοις ἄνω προαγορεύσας οὗτος αὐτὸς ὁ προφήτης τοῦ Ἐμμανουὴλ τὴν σωτήριον γέννησιν, συνῆψεν εὐθὺς τὰ κατὰ τὸν Φακεὲ καὶ τὸν Ῥαασίν, ἔφη γάρ· «Καὶ καταλειφθήσεται ἡ γῆ ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων.» Τοῦτο δὲ συνέβη κατ' αὐτὸν τὸν καιρὸν καθ' ὃν τοῦτο ὁ προφήτης ἐθέσπισεν, τὰ δὲ κατὰ τὸν Ἐμμανουὴλ μετὰ πλείονα ἢ ἑξακόσια ἔτη τὸ πέρας ἐδέξατο· συνημμέναι δὲ ὅμως εἰσὶν αἱ προφητεῖαι, καὶ οὐκ ἔστι διορίζον οὐδέν. Οὕτω τοίνυν νοήσομεν καὶ τῆς Αἰγύπτου τὴν πρόρρησιν, ὡς ἐκεῖνα μὲν τὰ τὴν εὐσέβειαν προσημαί νοντα μακροῖς ὕστερον ἐγένετο χρόνοις, τὰ δέ γε κατὰ τοὺς Ἀσσυρίους κατ' ἐκεῖνον τὸν καιρὸν τετύχηκε πέρατος εἰς βεβαίωσιν τῆς μακροτέρας προρρήσεως. Καὶ ὅτι οἱ Αἰγύπτιοι Ἀσσυρίοις ἐπῆλθον– Φαραὼ γὰρ Νεχαὼ τοῦτο δέδρακε–, καὶ ἡ δευτέρα διδάσκει τῶν Παραλειπομένων καὶ τῶν Βασιλειῶν ἡ τετάρτη. Καὶ Ἀσσύριοι αὐτοῖς ἐπῆλθον, καὶ ἐδούλευσαν τοῖς Ἀσσυρίοις Αἰγύπτιοι, ἐπὶ δὲ τοῦ Ναβουχο δονόσορ τοῦτο συνέβη. 24Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τρίτος Ἰσραὴλ ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις, εὐλογημένος ἐν τῇ γῇ, 25ἣν εὐλόγησε κύριος Σαβαὼθ λέγων· Εὐλογημένος ὁ λαός μου ἐν Αἰγύπτῳ καὶ ἔργον χειρός μου ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ἰσραήλ. Τὴν ἀνάκλησιν τῶν Ἰουδαίων διὰ τούτων δεδήλωκεν. Ὥσπερ γάρ φησι τῆς Αἰγυπτίων αὐτοὺς ἠλευθέρωσα δουλείας, οὕτως αὐτοὺς ἐκ Βαβυλῶνος ἐπανάξω καὶ περιβλέπτους ἐργάσομαι καὶ τὴν εὐλογημένην γῆν οἰκῆσαι παρασκευάσω. Οὗτος γὰρ ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ τῆς ἐμῆς ἐπικουρίας τυχὼν δείξει μου τὴν ἰσχὺν ἐν Ἀσσυρίοις, τῆς ἐκείνων δι' ἐμοῦ δουλείας ἀπαλλαγείς, καὶ ἔσται μου πάλιν κληρο νομία. Τούτοις ἔτι συνάπτει ὁ προφήτης, ὡς στρατηγοῦ τινος Ἀσσυρίου, Τανάθαν ὀνομαζομένου, τὴν Ἄζωτον κατειληφότος καὶ ἀνάστατον αὐτήν τε καὶ τὴν χώραν πεποιηκότος ἐκελεύσθη παρὰ τοῦ θεοῦ τῶν ὅλων καὶ τὸν ἐκ τριχῶν κατασκευασμένον ἀποδύσασθαι χιτῶνα καὶ γυμνοῖς βαδίσαι ποσὶ καὶ συνάψαι τοῖς λόγοις τὸ σχῆμα καὶ δεῖξαι τῆς προφητείας τῶν λόγων διὰ τῶν ἔργων τὸ ἀληθές. Ἐμοῦ δέ φησι ταῦ τα πεποιηκότος αὐτὸς ὁ κύριος ταῦτα ἔφη ὀργάνῳ τῇ ἐμῇ χρησάμενος γλώττῃ· 203Ὃν τρόπον πεπόρευται ὁ παῖς μου Ἡσαΐας γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν· 4ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους, ἀνακεκαλυμμένους τὴν αἰςχύνην Αἰγύπτου. Περιώρισε τρισὶν ἔτεσι τὸν τῶν σημείων καιρὸν τῶν τὸν ἐσόμενον ὄλεθρο ν προδηλούντων καὶ διδάσκει, ὡς κατ' ἐκεῖνο τοῦ προφήτου τὸ σχῆμα πᾶσαν ἡλικίαν τῶν Αἰθιό πων καὶ Αἰγυπτίων γυμνώσαντες οἱ Ἀσσύριοι δορυαλώτους ἀπάξουσιν. 5Καὶ αἰσχυνθήσονται ἡττηθέντες ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ' οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι, οἳ ἦσαν αὐτοῖς εἰς δόξαν. Τῶν Ἀσσυρίων ἐπιόντων τοὺς Αἰθίοπας εἰς συμμαχίαν ἐκάλεσα ν. Καὶ οὗτοι μὲν ἀντελάβον το τῆς βοηθείας, κοινῇ δὲ τὴν ἧτταν ἐδέξαντο. 6Καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν· καὶ αὐτοὶ οὐκ ἐδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων, καὶ πῶς ἡμεῖς σωθησόμεθα; Νῆσον καλεῖ τὴν Αἴγυπτον ὡς θαλαττουμένην τῷ ποταμῷ καὶ ὡς ταῖς διώρυξι κυκλουμένην. Οὗτοί φησι μετὰ τὴν ἧτταν ἐροῦσιν ὅτι μάτην ἐθαρρήσαμεν Αἰθίοψιν, οὐδὲ γὰρ σφίσιν αὐτοῖς ἴσχυσαν ἐπαρκέςαι. Τοῦτο τέλος τῆς Αἰγυπτίων προρρή σεως. Ἐπειδὴ δὲ τῶν Ἀσσυρίων ἐμνήσθη, τῆς Βαβυλῶνος προα γορ εύ ει τὸν ὄλεθρον· 21Τὸ ῥῆμα τῆς ἐρήμου θαλάσ σης. Ἔρημον θάλασσαν τὴν| 127 a| Βαβυλῶνα καλεῖ, θάλασσαν μὲν διὰ τὴν προτέραν εὐημερίαν καὶ τῶν οἰκητόρων τὸ πλῆθος κύματα μιμουμένων, ἔρημον δὲ διὰ τὴν ἐπενεχθεῖσαν ὕστερον συμφοράν. Ὡς καταιγὶς δι' ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη, ἐκ γῆς φοβερᾶς. Ἠθοποιία ἐστὶν ἐκ προσώπου τῆς Βαβυλῶνος λεγομένη. Καλεῖται δὲ καταιγίδα τῶν Περσῶν καὶ Μήδων τὴν στρατιάν, ἣν εὔχεται διελθεῖν καὶ μὴ κατ' αὐτῆς χωρῆσαι. Εἶτα τὸ δέος αὐτῆς γυμνοῖ· Φοβερὸν 2τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. Ἀνιαρά φησι καὶ χαλεπὰ προορῶ. Ὁ ἀθετῶν ἀθετεῖ, καὶ ὁ ἀνομῶν ἀνομεῖ. Ἐπ' ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ' ἐμὲ ἔρχονται. Ταῦτα ὁ Σύμμαχος οὕτως εἴρηκεν· «Ὁ ἀθετῶν ἀθετεῖται, καὶ ὁ ταλαιπωρίζων ταλαιπωρεῖ. Ἀνάβηθι Ἐλάμ, πολιορκεῖτε Μῆδοι.» Πάλαι φησὶν ἐγὼ ἠθέτουν, νῦν δὲ ἐγὼ ἀθετοῦμαι· πάλαι ἄλλους ἐγὼ ταλαιπώρους ἐποίουν, νῦν δὲ πάσχω ἃ ἔδρων. Δικαία ἡ ψῆφος. Ἀνάβηθι τοίνυν Ἐλάμ– ἔθνος δὲ τοῦτο Περσικόν–, πολιορκεῖτε ὦ Μῆδοι. Νῦν οὖν στενάξω καὶ παρακαλέσω ἐμαυτόν. Παραμυ θεῖται τὸν ὀδυνώμενον ὁ στεναγμός. Οἷον γάρ τις καπνὸς ἐκ τοῦ τῆς ἀθυμίας πυρὸς ἔνδοθεν ἐκ τῆς καρδίας ἐκπέμπεται, εἰκότως τοίνυν ἔφη· Στενάζω καὶ παρακαλέσω ἐμαυτόν. Διὰ τί δ έον στενάζειν; ὅτι 3ἐνεπλήσθη ἡ ὀσφῦς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἡ γὰρ εὔζωνος πάλαι καὶ γενναία, ἡ κατὰ πάντων τῶν ἐθνῶν στρατεύουσα νῦν τῆς ἰσχύος ἐστέρημαι καὶ ὀδύνην ἔχω μιμουμένην ὠδῖνας. Τίς δὲ τῆς μεταβολῆς ἡ αἰτία; Ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν. 4Ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέσ τηκεν εἰς φόβον. Οὐκ ἠνεσχόμην φησὶ τῶν τοῦ Δανιὴλ συμβολῶν– ἐκεῖνος γὰρ ἔλεγε τῷ Ναβουχοδονόσορ· «Βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ ἐν ἐλεημοσύναις ἀπόλουσαι τὰς ἁμαρτίας σου καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρ μοῖς πενήτων»–, εἶδον θαύμα τα μέγιστα καὶ τὸ δέον συνιδεῖν οὐκ ἠθέλησα, τὴν κάμινον ἐκείνην τοὺς γενναίους οὐ κατακαίουσαν ἀθλητάς. Τοῦτο γὰρ λέγει· Ἠδίκησα τοῦ μὴ εἰσακοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν. Ταῦτα ἐκ προσώπου τῆς Βαβυλῶνος τεθεικὼς ὁ προφήτης δείκνυσι τὸν θεὸν κελεύοντα τοῖς πολεμίοις καταθαρρῆσαι τῆς Βαβυλῶνος· 5Ἑτοιμάσατε γάρ φησι τὴν τράπεζαν, σκοπεύσατε τὴν σκοπιάν, φάγετε, πίετε· ἀναστάντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς. Εἶτα διδάσκει ὡς προσετάχθη στῆσαι κατασκόπους ἔν τινι περιω πῇ καὶ τὸ ὁρώμενον ἀπαγγεῖλαι. Καὶ τοῦτο δράσας εἶδε δύο ἱππεῖς, τὸν μὲν ἐπὶ ὄνου τὸν δὲ ἐπὶ καμήλου ὀ χού μενον. Σημαίνει δὲ διὰ μὲν τῶν ἵππων τὴν ἱππικὴν στρατιάν, διὰ δὲ τῆς ὄνου καὶ τῆς καμήλου τὰ σκευοφόρα ζῷα. 7Καὶ εἶπέ μοί φησιν· Ἀκρόασαι ἀκρόασιν πολλὴν 8καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιάν· κύριος εἶπεν. Ἡσυχίαν ἄγε φησί, καὶ ἡ μὲν γλῶττα πεπαύ σθω, ἡ δὲ ἀκοὴ ἀκροάσθω. Ἔχε δὲ κοινωνὸν τὸν Οὐρίαν· «Ἐπὶ γὰρ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.» Εἶτα ἔστη εἰς σκοπιὰν ὡς πανημέριον καὶ παννύχιον ἔτι τὸ ἀπαγγελησόμενον περιμένων καὶ εἶδέ τινα ἐπὶ ξυνω ρ ίδος ὀχ ούμενον κα ὶ β οῶντα ὡς 9Πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβη εἰς τὴν γῆν. Δῆλον δὲ ὡς ἀόρατοι δυνάμεις ἦσαν αἱ ταῦτα διαπορθμεύουσαι. Τούτων ἀκούσας ὁ προφήτης τῶν λόγων οὐκ ἀνέχεται κρύψαι ἀλλὰ τοῖς ὁμοφύ λοις σημαίνει· 10Ἀκούσατε οἱ καταλελειμμένοι καὶ ὀδυ νώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου Σαβαώθ, ἃ ὁ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν. Ἱκανὰ δὲ ἦν ταῦτα τοῖς πιστεύουσιν ἐνθεῖναι ψυχαγωγίαν. Οὕτω τὰ περὶ τῆς Βαβυλῶνος προθεσπίσας καὶ τῇ περὶ Αἰγυπτίων ταῦτα προφητείᾳ συνάψας τὴν σωτηρίαν τῆς Ἰδου μαίας προλέγει. Ἰδουμ αίαν δὲ ἐνταῦθα τοῦ Ἠσαῦ τὸ γένος καλεῖ· Ἐδὼμ γὰρ οὗτο ς ἀπὸ τῆς πυρρᾶς ὠνομάσθη μορφῆς. Ἠ σαῦ δὲ καὶ Ἰακὼβ ἀδελφοί· ἀλλ' ὅμως καίπερ ἐξ Ἀ βραὰμ τὸ γένος κατάγοντες Ἰσραηλῖται καὶ Ἰδουμαῖοι μάλα δυσμενῶς περὶ ἀλλήλους διέκειν το....................| 127 b|... τως τὸ προ γονικὸν ἐφύλαξαν μῖσος. Ἀλλὰ ταῦτα σαφέστερον ἐν ταῖς τῶν ἄλλων προφητῶν δεδηλώκαμεν προφητείαις. 11Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηίρ. Σηὶρ τὸ ὄρος τῶν Ἰδουμαίων καλεῖται· ἐκ δὲ τοῦ Ἠσαῦ καὶ αὐτὸ τὴν προσηγορίαν ἐδέξατο· ἐπειδὴ γὰρ δασὺς ἦν, Σηὶρ ὠνομάσθη, τουτέστι τετριχωμένος. Φύλασσε ἐπάλξεις. Τί ὀλολύζεις; φυλάσσοντι ἀπὸ νυκτὸς 12εἶπον· φυλάσσων ἦλθε τὸ πρωὶ καὶ τὴν νύκτα. Ἐπειδὴ γὰρ δεδιότες τοὺς πολεμίους ἠγρύ πνουν καὶ τῷ τείχει προσήδρευον νύκτωρ καὶ μεθ' ἡμέραν φυλάσσοντες καὶ φυλάσσοντες ἐβόων φοβεῖν ταύτῃ τοὺς ἐναντίους νομίζοντες, εἰκότως αὐτοῖς ὁ προφητικὸς λόγος ἐπιτωθάζων φησίν· Φύλασσε τὰς ἐπάλξεις, ἀντὶ τοῦ· Καλῶς ποιεῖς τῆς ἀσφαλείας προμηθούμενος, ἀνθ' ὅτου δὲ ὀλολύζεις φυλάσσων, καὶ οὐ νύκτωρ μόνον ἀλλὰ καὶ μεθ' ἡμέραν· ὅμως ἐὰν, ζητεῖτε· ἐπιστρέψατε, ἔλθετε καὶ παρ' ἐμοὶ οἰκεῖτε 13ἐν τῷ δρυμῷ. Εἰ σωτηρίαν ζητεῖτε, πρὸς ἐμὲ ἔλθετε, μὴ ἑαυτοῖς θαρρεῖτε. Μέμνημαι τῆς τοῦ Ἀβραὰμ συγγενείας· διὰ τοῦτο καταφεύγοντας ὡς ἐν δρυμῷ τινι κατακρύψω καὶ κρείττους ποιήσω τῶν πολεμίων. Μετὰ τοὺς Ἰδουμαίους τοῖς Ἰσμαηλίταις τὰ ἐσόμεναπρολέγει· αὐτοὺς γὰρ Ἄραβας ὀνομάζει. Ἑσπέρας κοιμηθήσονται ἐν τῇ ὁδῷ Δαιδανίμ. 14Εἰς συνάντησιν διψῶντι φέρετε ὕδωρ, οἱ κατοικοῦντες ἐν χώρᾳ Θαιμάν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν. Δείκνυσι καὶ τούτους δραπετεύοντας τὸν Ἀσσύριον καὶ παρακελεύεται τοῖς πελάζουσι καὶ ἄρτους παρασχεῖν καὶ ὕδωρ ὡς φεύγουσιν. Διδάσκει δὲ καὶ τῆς φυγῆς τὴν αἰτίαν· πολύ φησι πλῆθος μαχαιροφόρων, πολὺ δὲ καὶ τοξοτῶν. Οὗ δὴ χάριν οἱ πλεῖστοι πεπτώκασιν. 16Διότι οὕτως εἶπέ μοι κύριος· Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, καὶ ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδάρ, 17καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τοῦ ἀριθμοῦ τῶν ἰσχυρῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι κύριος ὁ θεὸς Ἰσραὴλ οὕτως ἐλάλησεν. Ἔδειξε τῶν εἰρημένων τὸ ἀληθές, τὸν εἰρηκότα δηλώσας· θεὸς γὰρ οὗτος καὶ κύριος. Τὸν μέντοι Κηδὰρ ἐν τῷ γένει τοῦ Ἰσμαὴλ εὑ ρήκαμεν. Λέγει τοίνυν οὐχ ὅτι παντελῶς τὸ τοιοῦτον καταλυθήσεται γένος, ἀλλ' ὅτι ἡ δόξα κατασβεσθήσεται καὶ ὀλίγοι ἀντὶ πολλῶν ἔσονται. Καὶ τοῦτο ἐγένετο μὲν ἐν τῇ τῶν Ἀσσυρίων προσβολῇ, ηὐξήθησαν δὲ πάλιν τῷ χρόνῳ. Ἀψευδὴς γὰρ ὁ τῷ Ἀβραὰμ ὑποσχόμενος τῶν τοῦ Ἰσμαὴλ ἀπογόνων τὸ πλῆθος. Μετὰ τούτους πρὸς τὴν Ἱερουσαλὴμ ποιεῖται τοὺς λόγους. Καλεῖ δὲ αὐτὴν φάραγγα Σιὼν διὰ τὴν ὑπὸ Ῥωμαίων αὐ τοῖς ἐπενεχθεῖσαν ἐρημίαν· ταύτην γὰρ ἐνταῦθα προ λέγει. 221Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώματα 2μάταια; Ἐνεπλήσθη ἡ πόλις βοώντων, ἡ πόλις γαυριῶσα. Τί τὸ καινόν φησι, τί τὸ παράδοξον, ὅτι ἡ κατὰ πάντων φρυαττομένη πόλις ταραχῆς τε καὶ θορύβου πεπλή ρωται, ὡς αὐτὰ κα ταλα βεῖν τὰ δώματα καὶ ἄνωθεν περισκοπεῖν τῶν πολεμίων τὸ πλῆθος; Οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου. Οὐχ οἱ πολέμιοί φησιν ἰσχυροὶ γεγένηνται κατὰ σοῦ, ἀλλ' ἐγώ σε προὔδωκα διὰ τὴν κατ' ἐμοῦ μανίαν. Διὰ τοῦτο 3οἱ ἄρχοντές σου πεφεύγασιν καὶ ὅ σοι ἑάλ ωσαν ἐπεδήθησαν· καὶ οὐ μόνον οἱ ἄρχοντες ἀλλὰ καὶ τῶν στρα τιωτῶν οἱ ἀριστεύειν εἰω θότες οἱ μὲν ἀπέδρασαν οἱ δὲ ἁλόντες ἐδέθησαν. Ταῦτα προθεσπίσας ὁ προφήτης ἐπάγει· 4Διὰ τοῦτο εἶπον· Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. Ἀπαραμύθητά φησι τὰ συμβάντα τῇ πόλει κακά. Θυγατέρα δὲ γένους αὐτὴν καλεῖ ὡς ἐξ αὐτῆς καὶ αὐτὸς κατάγων τὸ γένος. 5Ὅτι ἡμέρα ταραχῆς καὶ ἀπω λείας καὶ καταπατήματος καὶ πλανήσεως παρὰ κυρίου Σαβαώθ· ἐν φάραγγι Σιὼν πλανῶνται, ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὄρη. Συμφορῶν αὐτοῖς φησιν ἐπέστη καιρός, διὸ δὴ εὐάλωτοι πᾶσιν ἐγένοντο οἱ λί αν ἀκαταφρόνητ οι. Διὰ τοῦτο καὶ τὴν πόλιν καταλιπόντες εἰς τὰ ὄρη πλανῶνται δρ ασμῷ περιποιήσεσθ αι τὴν σωτηρίαν ἐλπίζοντες. 6Οἱ δὲ Ἐλαμῖται ἔλαβον φαρέτρας. Ἐλαμίτας τοὺς Σαμαρίτας καλεῖ· ἐκ γὰρ τῆς Περσικῆς μετῳκίσθησαν χώρας. Ἀπεχθῶς δὲ διακείμενοι| 128 a| πρὸς Ἰουδαίους συνεμάχουν κατ' αὐτῶν ἀναγκαίως Ῥωμαίοις. Εἶτα πάσῃ ὁμοῦ τῇ στρατιᾷ παρακελεύεται· Ἀνάβητε ἄνθρωποι ἐφ' ἵππους, καὶ συναγωγὴ παρατάξεως. Τούτων δέ φησι γενομένων· 7Καὶ φάραγγες πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς τὰς πύλας ἐμφράξουσι 8καὶ ἀνακαλύψουσι τὰς πύλας Ἰούδα, τουτέστιν ἀνοίξουσιν. Ἐναντίον δὲ τῷ ἀνοῖξαι τὸ ἐμφράξαι. Ἀμφότερα δὲ ὅμως ἐποίουν· τοὺς μὲν γὰρ πολιορκουμένους ἐκώλυον φεύγειν, τοῖς δὲ πολεμίοις τὰς θύρας ἀνεπετάννυσαν. Καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως 9καὶ ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυίδ. Πάσας φησὶ μηχανὰς σωτηρίας ἀνερευνήσουσι καὶ τὰς ὑψηλὰς περισκοπήσουσ ιν οἰκίας, ταύτῃ λογιζόμενοι κρείττους ἔσεσθαι τῶν δυσμενῶν, καὶ τὴν ἄκραν Δαυὶδ καταλήψονται. Π ό λιν δὲ τὴν Σιὼν ὀνομάζει. Καὶ εἶδον ὅτι πλείους εἰσὶ καὶ ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν 10καὶ τοὺς οἴκους Ἱερουσαλὴμ ἠρίθμησαν καὶ καθεῖλον τοὺς οἴκους εἰς ὀχύρωμα τείχους τῇ πόλει. Τὰ πλεῖστα τούτων καὶ Ἰώσηπος ἱστορεῖ τὴν Ἰουδαϊκὴν ἱστορίαν συγγράψας. Ὥσπερ γὰρ εἶδον ἀπολλ υμένην τὴν πόλιν, οἱ τῆς στάσεως ἀρχηγοὶ πολλὰς τῶν οἰκιῶν καταλύσαντες τὴν Ἀντωνίαν καὶ τὸν ναὸν ἀσφαλέστερον ᾠκοδόμησαν. 11Καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀναμέσον τῶν δύο τειχῶν ἐσώτερον τῆς ἀρχαίας κολυμβήθρας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπ' ἀρχῆς κτίσαντα αὐτὴν καὶ τὸν ποιήσαντα αὐτὴν πόρρωθεν οὐκ εἴδετε. Οὐδενὸς ἂν τούτων ἐδεήθης, εἰ τὴν ἐμὴν ἐπεκαλέσω ῥοπήν· ἐν ἀκαρεῖ γὰρ ἂν τοὺς πολεμίους ἐσκέδασα. Ἐγκαλεῖ δὲ πρὸς τούτοις ὅτι, δέον πενθεῖν καὶ ὀλοφύρε σθαι καὶ τὸν θεὸν ἱλεοῦσθαι διὰ τὸ μέ γεθος τῶν συμφορῶν, δημοθοινίαις ἐχρῶντο καὶ εὐωχούμενοι διετέλουν 13λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. Ταῦτα δέ φησιν ἅπαντα καὶ ἑώρα καὶ ἤκουσεν ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν. 14Ἀνακεκαλυμμένα γάρ φησίν ἐστι ταῦτα ἐν τοῖς ὠσὶ κυρίου Σαβαώθ, καὶ οὐκ ἀφεθήσεται ὑμῖν ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνητε, εἶπε κύριος ὁ θεὸς τῶν δυνάμεων. Καὶ ἀληθῶς παγχάλεπόν ἐστι καὶ συγγνώμην οὐκ ἔχον ἀγανακτοῦντος τοῦ δεσπότου τοὺς οἰκέτας τρυφᾶν καὶ τῷ γέλωτι δεικνύναι τὴν καταφρόνησιν. Ἐνταῦθα τοίνυν τὴν τούτου προφητείαν ἐπέρανεν· μετὰ δὲ ταῦτα διδά σκει ὡς ἐκελεύσθησαν 15εἰσελθεῖν εἰς τὸ παστοφόριον πρὸς Σομνᾶν τὸν ταμίαν καὶ εἰπεῖν αὐτῷ· 16Τί σοι ὧδε καὶ τί σοί ἐστιν ὧδε, ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον καὶ ἐλάξευσας σεαυτῷ ἐν πέτρᾳ σκηνήν; Παστοφόρια τοῦ θείου νεὼ τὰς ἐξέδρας εὑρή καμεν ὠνομασμένας τὸν Ἰεζεκιὴλ ἑρμηνεύοντες. Δῆλος τοίνυν οὗτός ἐστιν, ὡς ἱερατικὴν λαχὼν ἀξίαν τῆς θείας κατημέλησε λειτουργίας εἰς π λοῦ τον καὶ τρυφὴν τὴν σπουδὴν μεταθείς. Οὗ δὴ χάριν καὶ περίβλεπτον αὐτῷ κατεσκεύασε μνῆμα, ἀοίδιμος ἐντεῦθεν ἔσεσθαι προ σδοκῶν. Ταμίαν δὲ αὐτὸν ἡγοῦμαι καλεῖσθαι ὡς τὰ ἱερὰ σκεύη πεπιστευμένον. Εἶτα αὐτῷ τὸν ὄλεθρον ἀπειλεῖ· 17Ἰδοὺ δὴ κύριος Σαβαὼθ ἐκβαλεῖ ἄνδρα καὶ ἐκτρίψει σε καὶ ἀφελεῖ τὴν στολήν σου 18καὶ τὴν κίδαρίν σου καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον. Ταῦτα τὸν ἀρχιερατικὸν κόσμον ἐπλήρωσεν. Ἐντεῦθεν δῆλ ον ὅτι τῶν πρώτων ἦν ἱερέων. Καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, κἀκεῖ ἀποθανῇ. Φασί τινες, ὡς ἥλω φεύγων ὑπὸ τῶν Ἀσσυρίων καὶ δορυάλωτος ἀπήχθη. Καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς ἀπώλειαν. 19Καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου, καὶ ἐκ τῆς στάσεώς σου καθελεῖ σε. Εἶτα δῆλον ποιεῖ τὸν διαδεξάμενον τὴν ἐκείνου τιμήν· Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καλέσω τὸν παῖδά μου Ἐλιακὶμ τὸν τοῦ Χελκίου. Τούτου μέμνηται καὶ ἡ κατὰ τὸν Ἐζεκίαν ἱ στορία· οὗτος γὰρ οὐκ ἐνεγκὼν τοῦ Ἀσσυρίου τὴν βλασφημίαν τὴν ἐσθῆτα διέρρηξεν. Τοῦτον ὑπισχνεῖται ἐνδύσειν τὴν στολὴν καὶ τῷ στεφάνῳ τὴν κεφαλὴν δια κοσμή σειν καὶ τὸ κράτος αὐ τῷ καὶ τὴν οἰκονομίαν δώσειν. Ἐπαινεῖ δὲ αὐτὸν ὡς ἠπ ίου πατρὸς φι λο στοργίαν μι μούμενον καὶ τῶν τῆς Ἱερουσαλὴμ οἰκητόρων| 128 b| καὶ τῶν περιοίκων ἐπιμελῶς προμηθούμενον. 22Καὶ δώσω τὴν δόξαν Δαυὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων· καὶ δώσω αὐτῷ τὴν κλεῖδα οἴκου Δαυὶδ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ἀνοίξει, καὶ οὐδεὶς κλείσει, καὶ οὐκ ἔσται ὁ ἀνοίγων. Ἐν τούτῳ καὶ τὰ ἡμέτερα προτυποῦται. «Ὃ ἂν δήσητε» γάρ φησιν «ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.» 23Καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς θρόνον δόξης τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. Κατὰ ταὐτὸν καὶ ἱερατικὴν αὐτῷ δίδωσι καὶ ἀρχοντικὴν ἐξουσίαν. Διὸ καὶ τοῦ Δαυὶδ ἐμνημόνευσεν· ὁ γὰρ Δαυὶδ οὐχ ἱερεὺς ἀλλὰ βασιλεύς, ἀλλ' ὅμως καὶ τὴν ἱερωσύνην διέταξεν. 24Καὶ ἔσται πεποιθὼς ἐπ' αὐτῷ πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ ἀπὸ μικροῦ ἕως μεγάλου, πᾶν τὸ σκεῦος τὸ μικρὸν, ἀπὸ σκεύους τῶν ἀγανώθ, «κρατήρων» ἡρμήνευσαν ὅ τε Σύμμαχος καὶ ὁ Ἀκύλας. Διὰ μέντοι τῶν προειρημένων τὸ περὶ αὐτὸν ἐδήλωσε φίλτρον καὶ τῶν ἀρχόντων καὶ τῶν ἀρχομένων καὶ τῶν πλουτούντων καὶ τῶν πενομένων. Τροπικῶς γὰρ σκεύη ἐκάλεσε τούς τε μεγάλους καὶ τοὺς μικρούς. Καὶ γὰρ τῶν σκευῶν τὰ μὲν ἦν ἅγια τὰ δὲ ἁγιώτερα, καὶ τὰ μὲν ἐν τῇ αὐλῇ ἔκειτο τὰ δὲ ἐν τῷ ναῷ. Τάδε λέγει κύριος Σαβαώθ· Κινηθήσεται ἄνθρωπος ἐστηριγμένος ἐν τόπῳ πιστῷ καὶ ἀφαιρεθήσεται καὶ πεσεῖται, καὶ ἐξολοθρευθήσεται ἡ δόξα ἡ ἐπ' αὐτόν, ὅτι κύριος ἐλάλησεν. Τὸν περὶ τοῦ Σομνᾶ ἀνέλαβε λόγον καὶ ἔδειξεν αὐτὸν ὠφέλειαν μὲν οὐδεμίαν ἐκ τῆς ἱερωσύνης δεξάμενον, τιμω ρίαν δὲ ἐκ τῆς ῥᾳθυμίας δρεψάμενον. Πρόκειται δὲ ἡμῖν εἰς ὠφέλειαν ἡ ἱστορία καὶ ἡ ταύτῃ συνηρμοσμένη προφητεία. Δυνατὸν γάρ, ἂν ἐθελήσωμεν τοῦ μὲν μισῆσαι τὴν πονηρίαν τοῦ δὲ ζηλῶσαι τὴν ἀρετήν, καὶ τὴν αὐτὴν εὔκλειαν καὶ εὐφημίαν καρπώσασθαι. Δίκαιος γὰρ ὁ κριτὴς ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 7 ΤΟΜΟΣ Ζʹ 231Τὸ ῥῆμα Τύρου. Καὶ τὴν Τύρον οἱ Ἀσσύριοι πολιορκήσαντες ἐξεπόρθησαν. Καὶ τοῦτο τοίνυν τοῖς πνευμα τικοῖς ὀφθαλμοῖς προϊδὼν ὁ προφήτης προλέγει. Ὀλολύξατε πλοῖα Καρχηδόνος, ὅτι ἀπώλοντο καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιαίων. Ἔνια τῶν ἀντιγράφων· «ὅτι ἀπώλετο», τουτέστιν ἡ Τύρος. Καρχηδὼν μέν ἐστιν ἡ τῆς Λιβύης τῆς νῦν Ἀφρικῆς καλουμένης μητρόπολις· παρὰ μέντοι τῷ Ἑβραίῳ «Θαρσὶς» κέκληται. Κιτι εῖς δὲ ἢ «Χετιίμ»– οὕτω γὰρ καὶ παρὰ τῷ Ἑβραίῳ καὶ παρὰ τοῖς Λοιποῖς Ἑρμηνευταῖς κεῖται τὸ ὄνομα– ἡ Κύ προς καλεῖται· αὕτη γὰρ καὶ πόλισμα ἔχει Κίτιον καλούμενον μέχρι τοῦ νῦν. Τούτοις τοίνυν τοῖς μὲν ὡς νη σιώταις τοῖς δὲ ὡς παραλίμοις παρακελεύεται θρηνεῖν ὡς ἀναστάτου γενομένης τῆς Τύρου, ἐν ᾗ τῆς ἐμ πορίας εἶχον τὰς ἀφορμάς. Ἤχθησαν αἰχμάλωτοι, τουτέστιν οἱ Τύριοι. Τίνι 2ὅμοιοι γεγόνασιν οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ; Νήσῳ ἔοικεν ἡ τῆς Τύρου θέσις· ἰσθμὸς γάρ ἐστιν ἐν τῇ θαλάσσῃ κείμενος μίαν εἴσοδον ἔχων. Μεταβόλοι φοινίκης. Τοὺς ἐ μπ όρους οὕτω. καλεῖ ὡς τόδε μὲν κομίζοντας τόδε δὲ ἀντι λαμβάνοντας. Ἀντὶ τοῦ· καὶ οἱ πρόγονοι αὐτῶν τοῦτον εἶχον τὸν βίον. Ὡς ἀμητοῦ εἰσφερομένου οἱ μεταβόλοι τῶν ἐθνῶν. Ἔοικέ φησι τῶν ἐμπόρων τὰ πλοῖα εἰς τοὺς λιμένας καταίροντα τοῖς ἀπὸ τῶν ἀγρ ῶν ἐν τῷ καιρῷ τοῦ θερισμοῦ εἰς τὰς ἅλως τὰ δράγματα μεταφέρουσιν. 4Αἰσχύνθητι, Σιδὼν εἶπεν, ἡ θάλασσα. Ἡ Σιδὼν ὑπέκειτο καὶ πάλαι τῇ Τύρῳ. Εἰσάγει τοίνυν αὐτὴν ὁ λόγος τῇ Τύρῳ λ έγουσ αν– ταύτην γὰρ ἐκάλεσε θάλασσαν–· Αἰσχύνθητι, ἀντὶ τοῦ· Παῦσαι τοῦ θράσους, γνῶθι σαυτήν. Οὐ γὰρ............ ἡ θάλασσα τῇ Σιδῶνι εἶπεν· Αἰσχύν θητι, ἀλλ' ἡ Σιδὼν τῇ καλουμένῃ θαλάσσῃ, τουτέστι τῇ ἔξω θαλάσσῃ, ᾗ τὴν Τύρον ἀπεικάζει διὰ τὸ πλῆθος τῶν οἰκητόρων. Καὶ τοῦτο δηλοῖ τὰ ἑξῆς· Ἡ ἰσχὺς τῆς θαλάσσης εἶπεν· Οὐκ ὤδινα οὐδὲ ἔτεκον οὐδὲ ἐξέθρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους. Λόγους ταῖς πόλεσιν ὁ προφητικὸς περιτίθησι λόγος καὶ τὴν μὲν Σιδῶνα λέγουσαν· Αἰσχύνθητι, τὴν δὲ Τύρον ὁμολογοῦσαν ὅτι τὸ πλῆθος τὸ τοῖς θαλαττίοις κύμασιν ἐοικὸς οὐχ ἡ αὐτῆς δύναμις ἔτεκε καὶ ἐξέθρεψεν. Προσωποποιεῖ δὲ ταῦτα ἡ χάρις τοῦ πνεύματος διδάσκουσα μὴ ἐφ' ἑαυτοῖς μέγα φρονεῖν ἀλλ' εἰδέναι τὸν τῶν ἀγαθῶν χορηγόν. 5Ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήψεται αὐτοὺς ὀδύνη περὶ Τύρου. Ἀπὸ γὰρ τῶν συμφορῶν τοῦ Τύρου οἱ Αἰγύπτιοι σφ ᾶς αὐτοὺς μεριμνήσουσιν. 6Ἀπέλθετε εἰς Καρχηδόνα, ὀλολύξατε| 129 a| οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ. Παλαιὰ ἦν Καρχηδονίοις καὶ Τυρίοις φιλία, καὶ τὰ τῆς ἐμπορίας συμβόλαια πρὸς ἀλλήλας αἱ πόλεις ἐποιοῦντο. Οὗ δὴ χάριν καὶ τοῖς Καρχηδονίοις ὀλολύζειν παρακελεύεται. 7Οὐχ αὕτη ἦν ὑμῶν ἡ ὕβρις ἡ ἀπ' ἀρχῆς πρὶν ἢ παραδοθῆναι αὐτήν; Διδάσκει ὁ λόγος τῆς τιμωρίας τὸ δίκαιον. Ὕβρις γάρ, τουτέστι παρανομία καὶ ἀλαζονεία, τῆς πολιορκίας ἡγήσατο. Ἀπάξουσιν αὐτὴν οἱ πόδες αὐτῆς πόρρωθεν εἰς ἀποικίαν. Πόδας αὐτῆς καλεῖ τὴν ὁδὸν αὐτῆς, τουτέστι τῶν βίων τὰ ἐπιτηδεύματα. Διὰ ταῦτα γὰρ ἐγένετο δορυάλωτος. Τοῦτο καὶ ἀλλαχοῦ λέγει ὁ αὐτὸς προφήτης· «Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.» 8Τίς ταῦτα ἐβουλεύσατο ἐπὶ Τύρον; Τίς ταύτην κατ' αὐτῆς τὴν ψῆφον ἐξήνεγκεν; Μὴ ἥσσων ἐστὶν ἢ οὐκ ἰσχύει; Ἀντὶ τοῦ· Μὴ μικρὰ πόλις ἐστὶ καὶ ὀλίγην ἔχουσα δύναμιν, οὐκ ἀποχρῶσαν τοῖς πολεμίοις ἀνθίστασθαι; Εἶτα δείκνυσιν αὐτῆς τὴν εὐπραξί αν· Οἱ ἔμποροι αὐτῆς ἄρχοντες Χαναάν, καὶ οἱ μεταβόλοι αὐτῆς ἔνδοξοι τῆς γῆς. Καὶ μὴν βασιλικωτά τη πόλις ἐστὶ καὶ πολυθρύλητον τῆς οἰκουμένης ἐμπόριον. Τίς τοίνυν ἡ αἰτία τῶν συμφορῶν; 9Κύριος Σαβαὼθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς. Ἐνδόξους ἐνταῦθα τοὺς ἀλαζόνας καὶ ὑπερηφάνους καλεῖ. Τούτοις γὰρ ἀντιτάσσεται. Οὐ γὰρ τοὺς τῆς ἀρετῆς ἔχοντας κλέος τῆς δόξης γυμνοῖ ἀλλὰ τοὺς τὴν φύσιν ἀγνοοῦντας καὶ ὑπὲρ ταύτην φρονοῦντας. 10Ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος. 11Ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν παροξύνουσα βασιλεῖς. Παῦσαι ἀπὸ τῆς ἐμπορίας καὶ ἔχου τῆς γεωργίας καὶ ἀντὶ τῆς θαλάσσης ἐργάζου τὴν γῆν. Οὐκέτι γὰρ ἴσως τῆς ἀπὸ θαλάττης ἀφθονίας ἀπολαύσεις οὐδὲ ἐπίφθονος ἔσῃ τοῖς πελάζουσι βασιλεῦσιν. Κύριος Σαβαὼθ ἐντέταλται περὶ Χαναὰν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν. 12Καὶ ἐροῦσιν· Οὐκέτι μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν παρθένον θυγατέρα Σιδῶνος. Χαναὰν οὐ τὴν φύσιν ἀλλὰ τὸν τρόπον καλεῖ. Καὶ δηλοῖ αὐτὰ τὰ ῥήματα· τῆς γὰρ Τύρου κατηγορῶν κήδεται τῆς Σιδῶνος, ἡ δὲ Σιδὼν π ρω τότοκος τοῦ Χαναάν· «Χαναὰν» γάρ φησιν «ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον.» Ἄξιον δὲ θαυμάσαι τε κ αὶ ὑμνῆσαι τὴν τοῦ δεσπότου φιλανθρωπίαν, ὅτι τῶν δύο πόλεων, καὶ τῆς Τύρου καὶ τῆς Σιδῶνος, τὴν ἀσέ βειαν καὶ τὴν παρανομίαν ἀσπαζομένων τῆς μὲν κατηγορεῖ τῆς δὲ κήδεται, ἐπειδὴ ἡ μὲν Τύρος ἠδίκ ησεν ἀφορμὴν εἰς ἀλαζονείαν τὴν περιφάνειαν ἔχουσα, ἠδικεῖτο δὲ παρ' αὐτῆς ἡ Σιδών· καὶ οὐκ ἀφεώρα ὁ φ ιλάνθρωπος θεὸς εἰς τὴν αὐτῆς ἀσέβειαν ἀλλ' εἰς ἣν ὑπέμεινεν ἀδικίαν. Καὶ ἐὰν ἀπέλθῃς εἰς Κιτιεῖς, οὐδὲ ἐκεῖ ἀνάπαυσις ἔσται σοι· 13καὶ εἰς γῆν Χαλδαίων, καὶ αὐτὴ ἠρήμωται ὑπὸ τῶν Ἀσσυρίων, οὐδὲ ἐκεῖ ἀνάπαυσις ἔσται σοι, ὅτι πέπτωκε τὸ τεῖχος αὐτῆς, ἐθεμελίωσεν αὐτὴν σιίμ, ἔστησεν ἐπάλξεις αὐτῆς, ἐξήγειραν βάρεις αὐτῆς· ὁ τοῖχος αὐτῆς πέπτωκεν. Ὡς τῶν πολεμίων πανταχόθεν προσβαλόντων καὶ παν το δαπῶν αὐτὴν κυκλωσάντων κακῶν ἐρώτησιν αὐτῇ προσάγει· Ποῦ φησι βεβούλευσ αι ἀπελθεῖν; εἰ ς Κι τιεῖς, τουτέστιν εἰς Κύπρον; Ἀλλ' οὐδὲ ἐκεῖ παῦλαν εὑρήσεις κακῶν. Ῥᾴδιον γὰρ τοῖς ἔχουσι ν αῦ ν, πρ οσ χρ ησα μένοις δυνάμει κἀκεῖθεν ἀγαγεῖν σε καὶ ἀπαγαγεῖν δορυάλωτον. Ἀλλὰ τὴν Βα βυλῶνα καταλαβεῖν ἐβουλεύσω τῇ ἀρχαίᾳ συγγενείᾳ θαρροῦσα;– καὶ γὰρ Νεβρὼδ ὁ ταύτην δείμα ς ἐκ τοῦ Χαναὰν κατάγει τὸ γένος– ἀλλὰ καὶ ταύτην ἔρημον εἰργάσατο τῶν οἰκητόρων ὁ δυσσεβὴς καὶ παρά νομος βίος. Τοῦτο γὰρ ὁ λόγος αἰνίττεται λέγων· Ἠρήμωται ὑπὸ τῶν Ἀσσυρίων, τουτέστιν.... αὐτῆς καὶ τῆς οἰκείας δυσσεβείας τε καὶ παρανομίας. Πέπτωκε τὸ τεῖχος αὐτῆς, ἀντὶ τοῦ· ἀσφαλείας πάσης γεγύμνωται. Ἐθεμελίωσεν αὐτὴν σιίμ– τὸ σιὶμ γὰρ ὁ Ἀκύλας «ἐξερχομένους» ἡρμ ήνευσεν–, ἀντὶ τοῦ· ἄνωθεν ταύτην ἔλαβε τὴν ἀπόφασιν ὥστε γενέσθαι δορυάλωτος. Καὶ ἡνίκα τὰς ἐπάλξεις καὶ τοὺς περιβόλους ἐδέχετο καὶ τὰς ἔνδοθεν οἰκίας, ταύτην εἶχε τὴν ψῆφον. Ὁ δὲ Σύρος τὸ σιὶμ| 129b| «δαιμόνια» ἡρμήνευσεν. Καὶ ἔστιν ἀληθὴς ἡ ἑρμηνεία· εὗρον γὰρ παρὰ τούτῳ τῷ προφήτῃ κείμενον τὸ σιίμ, ἔνθα λέγει· «Καὶ συναντήσει δαιμόνια ὀνοκενταύροις»· τοῦτο τὸ σιὶμ οἱ Ἑβδομήκοντα «δαιμόνια» ἡρμήνευσαν. Δῆλοι τοίνυν εἰσὶν ἑκόντες αὐτὸ καταλελοιπότες ἐπὶ τῆς Βαβυλῶνος ἀνερμήνευτον, ἵνα μήτις ὑπολάβῃ δαίμονας τῆς πόλεως γεγενῆσθαι δημιουργούς. Δῆλον δὲ ὡς τὴν τῆς πονηρίας οἰκοδομίαν ὁ προφητικὸς λόγος τοῖς δαίμοσιν ἀνατίθησι, δι' ἣν καὶ τὴν ἐρημίαν ἡ πόλις ἐδέξατο. Καὶ γάρ, ὅταν ὁ ἀπόστολος λέγῃ· «Ἐγὼ ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα», οὐ λίθους νοοῦμεν ἀλλ' εὐσεβεῖς λόγους. Ὁ μέντοι προφήτης πάλιν τῷ ναυτικῷ τῆς Καρχηδόνος ὀλολύζειν παρεγγυήσας προλέγει καὶ τῆς ἐρημίας τῆς Τύρου τὸν χρόνον· 15Καταλειφθήσεται γάρ φησι Τύρος ἑβδομήκοντα ἔτη ὡς χρόνον βασιλέως ἑνός, ὡς χρόνον ἀνθρώ που. Ἀμέτρητος ἡ τοῦ δεσπότου φιλανθρωπία. Αὐτοὶ γὰρ ἐν πολλαῖς ἐξήμαρτον γενεαῖς, αὐτὸς δὲ περιγράφει τὴν τιμωρίαν μακροβίου βασιλέως ἀρχῇ ἢ ἑνὸς ἀνθρώπου ζωῇ. Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἔσται Τύρῳ ὡς ᾆσμα πόρνης. 16Λάβε κιθάραν, ῥέμβευσον πόλις πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται. Τὴν πολλὴν αὐτῆς ἀκολασίαν καὶ ἀκρασίαν ἡ προφητεία διδάσκει· παρακελεύεται γὰρ αὐτῇ τοῖς τῆς εὐημερίας ἐπιτηδεύμασι χρήσασθαι καὶ ἐν αὐτῇ τῇ κακοπραγίᾳ. Εἰρωνικῶς δὲ τοῦτο ποιεῖ διδάσκων τοῦ τοιούτου βίου τὸ βλαβερόν. 17Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Καὶ ταῦτα καταστέλλει τῶν Ἰουδαίων τὸν τῦφον· ὃν γὰρ ὥρισε χρόνον τῇ τῆς Ἱερουσαλὴμ ἐρημίᾳ, καὶ τῇ Τύρῳ διὰ τὴν πολλὴν δέδωκεν ἀγαθότητα, διδάσκων ὡς οὐκ Ἰουδαίων μόνον ἀλλὰ καὶ τῶν ἐθνῶν ἐστι θεός· «Αὐτοῦ γὰρ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.» 18Καὶ ἔσται ἡ ἐμπορία αὐτῆς καὶ ὁ μισθὸς ἅγια τῷ κυρίῳ· οὐκ αὐτοῖς συναχθήσεται οὐδὲ ἀποτεθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου ἔσται πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς συμβολὴν μνημόσυνον ἔναντι κυρίου. Τό· εἰς συμβολήν, ὁ μὲν Σύμμαχος καὶ ὁ Θεοδοτίων «εἰς τὸ περιβαλέσθαι» ἡρμήνευσαν, ὁ δὲ Ἀκύλας «ἐσθῆτα». Δηλοῖ δὲ ὁ λόγος τὴν πολλὴν ἐπὶ τὰ κρείττω τῆς Τύρου μεταβολήν· τὴν γὰρ παρανόμως καὶ δυσσεβῶς πάλαι πολιτευομένην ἔφη προσοίσειν τῆς ἐμπορίας τὰ κέρδη τοῖς ἐσχολακόσι τῇ τοῦ θεοῦ θερα πείᾳ, ὥστε αὐτοὺς ἐκ τούτων καὶ τῆς τροφῆς τὴν χρείαν καὶ τὴν περιβολὴν ἔχειν. Ταῦτά τινες ἔφασαν μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον γεγενῆσθαι, τῶν Τυρίων τοῖς ἐν Ἱεροσολύμοις ἱερεῦσι ταῦτα προσ φερόντων τὰ δῶρα· τινὲς δὲ εἰρήκασι τὸν Γὼγ καὶ Μαγὼγ τὴν Τύρον πεπορθηκότας κατὰ τῆς Ἱερουσαλὴμ ὁρμῆ σαι, εἶτα ἐκεῖ θεηλάτῳ πληγῇ καταλῦσαι τὸν βίον, τὸν δὲ ὑπ' ἐκείνων συναθροισθέντα πλοῦτον ἀνατεθῆ ναι τῷ τῶν ὅλων θεῷ. Ἐγὼ δὲ ὁρῶν τῆς προφη τείας τὸ τέλος πολλῶν οὐ δέομαι λογισμῶν· μάρτυρες γὰρ τῆς ἀληθείας οἱ ὀφθαλμοί. Τὰ γὰρ λαμπρὰ καὶ περίβλεπτα κ αὶ πολυτάλαντα δαιμόνων τε μένη, ἃ οἱ παλαιοὶ τῆς Τύρου κατεσκεύασαν βασιλεῖς, ταῦτα....................... καὶ θείους ἐκ τούτων σηκοὺς οἱ τῆς εὐσεβείας κατεσκεύασαν ἱ ερεῖ ς. Ὁρῶ μεν δὲ καὶ μέχρι τῆς τ ήμερον πολλὰ παρὰ πάντων δῶρα προσφερόμενα τῷ θεῷ, καὶ τὰ κτήματα δέ, ἐξ ὧν οἱ τοῦ θείου ἱερεῖς καὶ τρέ φ ονται καὶ περιβάλλονται, τὰ μέν τινες ἔτι ζῶντες τὰ δὲ τε τελευ τηκότες ἀνέθηκαν τῷ θεῷ. Μαρτυρ εῖ τοίνυν τῇ προφητείᾳ τῶν πραγμάτων ἡ θεωρία. Ὁ μέντοι προφητικὸς λόγος ἐνταῦθα συμπεράνας τῆς Τύρου τὴν πρόρρησιν τὰ πᾶσιν ἀνθρώποις συμβησόμενα προθεσπίζει· 241Ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ. Διπλῆν ὁ λόγος ἔχει τὴν προφητείαν· σημαίνει γὰρ καὶ τὰ κατὰ διαφόρους καιροὺς ἐν τοῖς πολέμοις γιγνόμενα καὶ τὰ ἐν τῇ συντελείᾳ τοῦ παρόντος ἐσόμενα αἰῶνος. 2Καὶ ἔσται| 130 a| ὁ λαὸς ὡς ὁ ἱερεὺς καὶ ὁ παῖς ὡς ὁ κύριος καὶ ἡ θεράπαινα ὡς ἡ κυρία καὶ ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος καὶ ὁ ὀφείλων ὡς ᾧ ὀφείλει. Ταῦτα κυρίως μὲν καὶ ἀληθῶς μετὰ τὴν ἀνάστασιν ἔσται· τότε γὰρ μεταβάλλεται τοῦ παρόντος βίου τὸ σχῆμα καὶ παύεται μὲν ἡ τῶν ἀξιωμάτων διαφορά, ἀντεισάγεται δὲ ἡ τῆς ἀρετῆς καὶ τῆς κακίας διαφορά, καὶ πολλάκις ἱερεῖς παρανομίᾳ συζήσαντες τιμωρίᾳ παρα δοθήσονται, τινὲς δὲ εἰς τὸν τοῦ λαοῦ τελοῦντες κατάλογον εἰς τὸ ἐκείνων μεταβήσονται τάγμα, καὶ οἰκέται μὲν συνα ριθμήσονται τοῖς σῳζομένοις, δεσπόται δὲ τοῖς κολαζομένοις· οὕτως ὁ Λάζαρος ἐνδιῃτᾶτο τοῖς κόλποις τοῦ Ἀβραάμ, ὁ δὲ πλούσιος κατεφλέγετο. Ἀλλ' ὅμως καὶ ἐν τοῖς πολέμοις ταὐτὸ τοῦτο ἔστιν ἰδεῖν γιγνόμενον· οὐκ ἴσασι γὰρ οἱ πολέμιοι δούλου καὶ δεσπότου διαφοράν, οὐκ εὐγενοῦς τε καὶ δυσγενοῦς, ἀλλὰ πᾶσιν ὁμοίως ἐπιφέρουσι τὸν τῆς δουλείας ζυγόν. Εἶτα πάλιν προειρηκὼς τὴν ἀπὸ τῆς θείας ψήφου ἐσομένην τῆς οἰκουμένης διαφ ορὰν καὶ τῶν ἐπὶ πλούτῳ καὶ δυνάμει γαυριώντων τὰς ὀλοφύρσεις, ἐπήγαγεν· 5Ἡ δὲ γῆ ἠνόμησε διὰ τοὺς κατοικοῦντας ἐν αὐτῇ, διότι παρῆλθον τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα, διεσκέδασαν δια θήκην αἰώνιον. Ἐπειδὴ γὰρ ἡ γῆ ἄλογός τε καὶ ἄψυχος, εἰκότως ἐδίδαξεν ὡς οἱ οἰκήτορες αὐτὴν ἀνομίας ἐνέπλησαν. Νόμον δὲ καὶ προστάγματα οὐ μόνον τὸν Μωυσέως λέγει ἀλλὰ καὶ τὸν ἄνωθεν ἐν τῇ φύσει γραφέντα. Αὐτοδίδακτος γὰρ τῆς τῶν ἀγαθῶν καὶ τῶν κακῶν διαφορᾶς ἡ φύσις τῶν ἀνθρώπων· καὶ μαρτυροῦμεν ἀγαθῶν μὲν ἀπολαύειν βουλό μενοι, παραιτούμενοι δὲ πάσχειν κακῶς. Τοῦτο καὶ ὁ θεσπέσιος ἡμᾶς ἀπόστολος ἐξεπαίδευσεν· «Ὅταν γάρ» φησιν «ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος.» 6Διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἥμαρτον οἱ κατοι κοῦντες ἐν αὐτῇ. Τοῦτο καὶ νῦν ὁρῶμεν γιγνόμενον· ἀκρίδος γὰρ ἐμβολὴ καὶ ἐρυσίβης ψεκάδες καὶ χαλάζης σφενδόναι καὶ ὄμβρων ὑπερβολή τε καὶ ἔνδεια καὶ φυτοῖς ἐπιφέρεται καὶ ληίοις διὰ τὴν ἡμετέραν παρανομίαν. Τοῦτο καὶ ὁ προφητικὸς ἔφη λόγος. 7Πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσι πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν. 8Πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθάδεια καὶ πλοῦτος δυσ σεβῶν, πέπαυται φωνὴ κιθάρας. 9Ἠσχύνθησαν καὶ οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν αὐτό. 10Ἠρημώθη πᾶσα πόλις, κλεισθήσονται αἱ οἰκίαι τοῦ μὴ εἰσελθεῖν. Ἐπειδὴ γὰρ εἰς τρυφὴν ἐξώκειλε τῶν ἀνθρώπων ἡ φύσις, τοῖς ἐναντίοις θεραπεύεται φαρμάκοις· τῇ ἐνδείᾳ ἡ εὐπορία, τῇ τῆς γῆς ἀκαρπίᾳ τὰ ἐκ τῆς πολυκαρπίας σκιρτήματα, τῇ τῶν πόλεων ἐρημίᾳ ἡ τῶν οἰκητόρων ἀταξία. Εἶτα πάλιν παρακελεύεται τοῖς τῇ γαστ ρὶ τὴν εὐδαιμονίαν μετροῦσι θρηνεῖν τοῦ οἴνου τὴν ἔνδειαν καὶ τὴν παῦλαν τῆς εὐφροσύνης καὶ τὰς τῶν πό λεων ἐρημίας καὶ τῶν οἰκητόρων τὸ ἀοίκητον. Ἔπειτα εἰκό να τῶν ἀπολλυμένων προτίθησιν. 13Ὃν τρόπον ἐάν τις καλαμᾶται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς. Καὶ ἐὰν παύσηται ὁ τρύγητος, 14οὗτοι φωνῇ βοήσουσιν, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ὑμνοῦντες τὸν ἐνδοξασμὸν τοῦ κυρίου ἅμα. Ταῦτα ὁ Σύμ μαχος οὕτως ἡρμήνευσεν· «Ὡς καλαμητὸς ἐλαίας, ὡς ἐπιφυλλίδες, ὅταν συντελεσθῇ τρύγητος. Οὗτοι δὲ ἐπαροῦσι φωνὴν αὐτῶν, ἀγαλλιάσονται ἐν τῷ δοξασθῆναι κύριον.» Ταύτης τῆς παραβολῆς καὶ ἐν τοῖς κατὰ τ ῆς Δαμασκοῦ ἐμνημόνευσ ε καὶ εἶπέ τινας ὑπολειφθῆναι ὡς «καλάμην ἐν φάραγγι στερεᾷ ἢ ὡς ῥᾶγας ἐλαίας δύο ἢ τρεῖς ἢ τέσσαρας ἢ πέντε ἐπ' ἄκρου μετεώρου». Καὶ ἐνταῦθα δείκνυσι τοὺς μὲν ἀπολλυμένους, τοὺς δὲ ὑπολοίπους καὶ τῆς σωτηρίας ἀπολαύοντας καὶ τὸν εὐεργέτην ὑμνοῦντας θεόν. Εὕροι δ' ἄν τις καὶ ἐν τῷ καιρῷ τῆς συντελείας τοῦτο ἐσόμενον· «Δύο» γάρ φησιν «εὑρεθήσονται ἐπὶ τῆς κλίνης, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται, δύο ἀλήθουσαι ἐν τῷ μυλῶνι, μία παραλαμβάνεται καὶ μία ἀφίεται», καὶ πάλιν· «Οὗτοι ἀπελεύσονται εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς κόλασιν καὶ αἰσχύνην αἰώνιον.» Ὅτι τῇ δόξῃ κυρίου ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης. 15Διὰ τοῦτο ἡ δόξα κυρίου ἔσται ἐν ταῖς νήσοις τῆς θαλάσσης, ἐν ταῖς νήσοις τὸ ὄνομα κυρίου θεοῦ Ἰσραὴλ| 130 b| ἔνδοξον ἔσται. Δόξαν κυρίου κέκληκε τὰ διὰ τῶν ἀποστόλων γενόμενα θαύματα, ὕδωρ δὲ θαλάσσης τῶν ἀνθρώπων τὸ πλῆθος. Δίκην γὰρ θαλάττης διεταράττοντο καὶ οἱ μὲν ἀντέλεγον οἱ δὲ ἐν τοῖς κηρυττομένοις ἐπίστευον. Νήσους δὲ τὰς ἐν μέσῳ τῆς θαλάττης ταύτης ἀνοικοδομηθείσας ἐκκλησίας καλεῖ καὶ δεχομένας μὲν τῆς θαλάττης τὰ κύματα, ἀβλαβεῖς δὲ φυλαττομένας κατὰ τὴν τοῦ κυρίου ὑπόσχεσιν· ἐν ταύταις τὸ θεῖον ὄνομα παρὰ τῶν εὐσεβούντων ὑμνεῖται. Ταῦτα δὲ διὰ τῆς πνευματικῆς χάριτος ὁ προφήτης μεμαθηκὼς πρὸς τὸν δεσπότην φησίν· Κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, 16ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν. Πτέρυγας τῆς γῆς τὴν πίστιν καὶ τὴν θεογνωσίαν ὠνόμασεν· οἱ γὰρ γήινοι διὰ τούτων ἀνιπτάμενοι θεωροῦσι τὰ θεῖα. Τέρατα δὲ καλεῖ τά τε περὶ τῆς συντελείας προηγορευμένα καὶ τὰ περὶ τῶν ἐκκλησιῶν τεθεσπισμένα. Εἶτα δείκνυσι τῶν εἰρημένων τὸ ἐπικερδές· ἐπάγει γάρ· Ἐλπὶς τῷ εὐσεβεῖ. Ὁ γὰρ ἐννόμως καὶ εὐσεβῶς πολιτευόμενος τὰς τοῦ μέλλοντος αἰῶνος ἀντιδόσεις μανθάνων φέρει γενναίως τῆς ἀρετῆς τοὺς πόνους, τῆς ἐλπίδος ὑπερει δούσης. Τίς δὲ ἡ ἐλπίς, ὦ θεσπέσιε προφῆτα; Ἀγαθῶν μέν φησιν ἐδεξάμην ἐλπίδα, τὰ δὲ ταύτης εἴδη σαφῶς οὐ μεμάθηκα. Τοῦτο γὰρ ἐπήγαγεν· Καὶ εἶπεν· Τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς. Διὰ τοῦτο ὁ θεῖος ἀπόστολος περὶ τούτων αὐτῶν διαλεγόμενος ἔφη· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἡμῖν δὲ ὁ θεὸς ἀπεκάλυψε διὰ τοῦ πνεύματος αὐτοῦ.» Οὕτω καὶ ἐνταῦθα ὁ θεὸς διὰ τοῦ προφήτου φησίν· Τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς. Οὕτω μυσταγωγήσας τοὺς εὐσεβεῖς κατὰ τῶν παρα νομούντων τρέπει τὸν λόγον· Οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες ἀθεσίαν ἀθετούντων τὸν νόμον. Ἀθετοῦσι τὸν νόμον οἱ παρὰ τὸ τούτου συμβιοτεύοντες βούλημα. Νόμον δὲ πάλιν ἐνταῦθα οὐ τὸν Μωσαϊκὸν μόνον λέγει, ἀλλὰ καὶ τὸν φυσικόν· περὶ πάντων γὰρ ἀνθρώπων ὁ λόγος. 17Φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ' ὑμᾶς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 18Καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ὁ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος. Ἐπάλληλα λέγει κακὰ καὶ τὰ δεύτερα τῶν προτέρων χαλεπώτερα· ὁ γὰρ τὸ ἔλαττόν φησι διαφυγὼν τῷ χαλεπωτέρῳ περιπεσεῖται. Ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. Τὴν ἐποψίαν τοῦ θεοῦ τῶν ὅλων διὰ τούτων δεδήλωκεν. Τούτοις ἔοικε τὸ ὑπὸ τοῦ θειοτάτου Δαυὶδ εἰρημένον· «Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς οἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνίων ἢ ἐκζητῶν τὸν θεόν.» Εἶτα πάλιν τὰ ἐκ τῆς θείας ἐποψίας συμβησόμενα λέγει, τὴν ἁπάντων ταραχήν, τοῦ πρακτέου τὴν ἀπορίαν· μεθύουσι γάρ φησιν ἐοικότες ἅπαντες τῇδε κἀκεῖσε περιπλανῶνται. Καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι· κατίσχυσε γὰρ ἐπ' αὐτὴν ἡ ἀνομία. Τὸ ὀπωροφυλάκιον πρόσκαιρός ἐστι σκηνή. Οὕτω καὶ τοῦ βίου τὸ σχῆμα χρόνῳ τινὶ περιώρισται· τοῦτο δὲ παράγειν ὁ μακάριος ἔφη Παῦλος. 21Καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ ἐν τῷ ὕψει τὴν χεῖρα αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐπὶ τὰς βασιλείας τῆς γῆς ἐπὶ τῆς γῆς. 22Καὶ συνάξουσι συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα. Καὶ ταῦτα τοῦ παντὸς δηλοῖ τὴν συντέλειαν· τότε γὰρ κατὰ τὴν τοῦ κυρίου φωνὴν «Ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς», καὶ πάλιν· «Πεσεῖται τὰ ἄστρα τοῦ οὐρανοῦ ὡς πίπτει φύλλα ἀπὸ ἀμπέλου καὶ ὡς ἐκρεῖ φύλλα ἀπὸ συκῆς.» Τότε αἱ ἐπὶ τῆς γῆς βασιλεῖαι δέξονται τέλος καὶ οἱ κολάσεως ἄξιοι ὡς εἰς ὀχύρωμά τι καὶ δεσμωτήριον καθειρχθήσονται τὸ ἀφωρισμένον τοῖς κολαζομένοις χωρίον. Διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν. Πολλῆς γάρ φησι καὶ ἐπὶ πλεῖστον μακροθυμίας ἀπέλαυσαν. 23Καὶ τακήσεται ἡ πλίνθος, τὸ γήινον φρόνημα. Καὶ πεσεῖται τὸ τεῖχος, ἡ νομιζομένη τῶν ἐν δυναστείαις ἀσφάλεια. Καὶ ἐντραπήσεται ἡ σελήνη, καὶ αἰσχυνθήσεται ὁ ἥλιος, τῶν ἀσεβῶν ἡ πολύθεος πλάνη. Ἐπειδὴ γὰρ πᾶσαν τὴν κτίσιν ἐθεοποίησαν, ἀπὸ τῶν λαμπροτάτων μορίων τῆς κτίσεως ὑπέδειξε τὴν παντελῆ τῆς πλάνης κατάλυσιν. Οὐδὲ γὰρ αὐτὰ τὰ στοιχεῖα λέγει καταισχυνθήσεσθαι τὰ ἄψυχά τε καὶ ἄλογα ἀλλὰ τοὺς ταῦτα θεοποιήσαντας. Ὅθεν ἐπήγαγεν· Ὅτι βασιλεύσει κύριος ἐν Σιὼν καὶ ἐν Ἱερουσαλὴμ καὶ ἐνώπιον τῶν πρεσβυτέρων αὐτοῦ δοξασθήσεται. Σιὼν καὶ| 131 a| Ἱερουσαλὴμ τὴν ἐπουράνιον λέγει. «Προσελη λύθατε» γάρ φησιν ὁ θεῖος ἀπόστολος «Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» Ἐν ἐκείνῃ τοίνυν τῇ πόλει δεικνυμένης τῆς τοῦ θεοῦ βασιλείας αἰσχυν θήσονται οἱ λατρεύσαντες τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ταῦτα πάλαι προδιδαχθεὶς ὁ προφήτης ὕμνον ὑφαίνει τῷ ταῦτα ποιοῦντι θεῷ καί φησιν. 251Κύριε ὁ θεός μου δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. Ἄνωθεν γὰρ ταῦτα προώρισας, νῦν δὲ αὐτὰ διὰ πραγμάτων ἐδήλωσας. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος· «Τὸ μυστήριόν» φησι «τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι», καὶ πάλιν· «Λαλοῦμεν σοφίαν θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν», καὶ αὖθις· «Ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ», καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις· «Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Τοῦτο καὶ ὁ προφήτης ἔφη· Ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. Γένοιτο κύριε, τουτέστι· τῶν εἰρημένων τὸ τέλος. 2Ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυράς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια. Ἤλεγξάς φησι καὶ τῶν ἀνθρωπείων πραγμάτων τὸ πρόσκαιρον καὶ τὸ σὸν ἔδειξας κράτος. Ἀσεβῶν πόλις τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. Καθολικῶς μὲν ὁ λόγος εἴρηται, δοκεῖ δέ μοι καὶ τὴν Ἱερουσαλὴμ αἰνίττεσθαι κατὰ τὴν τοῦ κυρίου φωνὴν τὴν λέγουσαν· «Οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθῇ.» 3Διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων φοβουμένων σε εὐλογήσουσί σε. Λαὸν πτωχὸν τὸν εὐσεβῆ καλεῖ τὸν μετρίῳ φρονήματι χρώμενον· τοῦτον γὰρ καὶ ὁ κύριος μακαρίζει, «Μακάριοι» λέγων «οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Διὰ δὲ τῶν πόλεων τῶν ἀδικουμένων μὲν ὑπ' ἀνθρώπων τὸν δὲ θεὸν φοβουμένων τὴν ἀποστολικὴν πολιτείαν ᾐνίξατο· τούτους γὰρ πάλιν μακαρίζων ὁ κύριος ἔλεγεν· «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» 4Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψών των καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων. Πᾶσι τὰ κατάλληλα προσφέρει· τοῖς ἀδικουμένοις βοήθειαν, τοῖς ἀθυμοῦσι ψυχαγωγίαν, πᾶσι τοῖς δεομένοις τὴν χρείαν. 5Ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιὼν ἀπὸ ἀνθρώπων πονηρῶν οἷς ἡμᾶς παρέδωκας. Ὡς ἐκ τοῦ ἀποστολικοῦ ταῦτα λέγει χοροῦ· Διψῶμεν τὴν ἐπουράνιον Σιὼν καὶ ἀπαλλαγῆναι τῶν δυσσεβῶν ἀνθρώπων ἀντιβολοῦμεν, οἷς ἡμᾶς εἰς γυμνασίαν καὶ δοκιμασίαν ἐξέδωκας. Καύσων ἐν σκέπῃ νέφους κληματίδα ἰσχυρῶν ταπεινώσει. Ταῦτα μετὰ ἀστερίσκων πρόσ κειται. Διδάσκει δὲ ὅτι φλογμὸς ἡλίου μετὰ νέφους γιγνόμενος καὶ τὰς ἰσχυρὰς καὶ τεθηλυίας κληματίδας ξηραίνει. Συνῆπται δὲ ἡ διάνοια τῷ πρὸ τούτου ῥη τῷ. Ὀλιγοψυχοῦμέν φησι καὶ τὴν ἐπουράνιον διψῶμεν Σιών· πολλὰ γὰρ ἡμῖν πανταχόθεν προσβάλλει δεινά, καὶ τὸ μὲν σὸν κρύπτεται φῶς, τὸ δὲ τῶν διωκόντων ἐπικείμενον νέφος ἱκανόν ἐστι δαπανῆσαι τὴν νοτίδα τῆς πίστεως. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ θειοτάτου ἀποστόλου εἰρημένα· «Ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατάν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· καὶ ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ. Καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται», καὶ πάλιν· «Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν.» Ἐντεῦθεν πά λιν ὁ προφήτης προθεσπίζει τὴν δοθεῖσαν τοῖς ἔθνεσι μυστικὴν δωρεάν· 6Καὶ ποιήσει κύριος ὁ θεὸς Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο πότον λιπασ μάτων, πότον τρυγιῶν· πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον. 7Καὶ παραδοθήσονται ἐν τῷ ὄρει τούτῳ παραδόσει καὶ καταπίεται ἐν τῷ ὄρει τούτῳ. Ὄρος καλεῖ τῆς θεογνωσίας τὸ ὕψος· τοῦτο γὰρ καὶ ἐν τοῖς προειρημένοις ἐδείξαμεν. Τῶν δὲ τῆς θεογνω σίας μυστηρίων σύμβολα τὰ προειρημένα. Συνῆπται δὲ τούτοις ἡ εὐφροσύνη· τῶν θεοσδότων γὰρ πότ ων τούτων ἅπαντα μεταλήψεσθαι προλέγει τὰ ἔθνη. Καὶ συμφωνεῖ τοῖς ὑπὸ τοῦ δεσπότου πρὸς τοὺς ἱεροὺς| 131 b| ἀποστόλους εἰρημένοις· «Πορευ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» Ταῦτα τὰ ἔθνη καὶ τῷ ὄρει λέγει παραδοθήσεσθαι, τουτέστι τῇ τῆς θεογνωσίας διδασκαλίᾳ. Συμφωνεῖ δὲ τούτοις καὶ τὰ ἑξῆς· Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. Οὐ γάρ, ὥσπερ τὸν νόμον μόνοις δέδωκεν Ἰουδαίοις, οὕτω καὶ τὴν καινὴν διαθήκην μόνοις αὐτοῖς παρέσχεν, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι τὴν ἐντεῦθεν φυομένην προὔθηκε σωτηρίαν. Εἶτα, ἐπειδὴ συμβαίνει τοὺς ἀγνοοῦντας τὸ τῆς οἰκονομίας μυστήριον καὶ μετὰ τὴν ἀπόλαυσιν τοῦ θείου βαπτίσματος ὁρῶντας κρατοῦντα τὸν θάνατον ἀπιστεῖν τῇ δυνάμει τῆς χάριτος, ἐπήγαγεν· 8Κατέπιεν ὁ θάνατος ἰσχύσας. Ἡμεῖς φησι δεδώκαμεν τῷ θανάτῳ τὴν ἰσχὺν διὰ τῆς ἁμαρτίας. Καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα. Ἀλλ' ἀγαθότητι κυβερ νῶν τὰ καθ' ἡμᾶς ὁ δεσπότης κατέλυσε μὲν τὸν θάνατον, ἔπαυσε δὲ τὰ ἐπὶ τοῖς τελευτῶσι γιγνόμενα δάκρυα, τῆς ἀναστάσεως δεδωκὼς τὴν ἐλπίδα, καὶ τὰ τῆς ἁμαρτίας περιεῖλεν ὀνείδη. Ταῦτα δὲ οὐκ ἐγώ φησιν ἐφθεγξάμην ἀλλ' αὐτὸς δι' ἐμοῦ τῶν ὅλων ὁ κύριος. 9Καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ θεὸς ἡμῶν, ἐφ' ὃν ἠλπίζομεν καὶ ἠγαλ λιώμεθα, καὶ σώσει ἡμᾶς, οὗτος κύριος, ὑπεμείναμεν αὐτῷ· καὶ ἀγαλλιασόμεθα καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν. 10Ἀνάπαυσιν δώσει ὁ θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Οἱ τῆς σωτηρίας τετυχηκότες τῶν ἐλπιζομένων ἀγαθῶν τὸ τέλος ὁρῶντες τοῦτον τῷ σεσωκότι τὸν ὕμνον προσφέρουσιν. Οὗτός φησι τῆς ὑπομονῆς ὁ καρπός· εὐφροσύνη καὶ θυμηδία τέλος οὐκ ἔχουσα. Τούτους ἀπὸ τοῦδε τοῦ ὄρους ἐδρεψάμεθα τοὺς καρπούς, τουτέστι τῆς εὐσεβείας. Καὶ καταπατηθήσεται ἡ Μωαβῖτις ἐν τῷ τόπῳ αὐτῆς, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις· 11καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ ὡς ἁπλοῖ ὁ λουόμενος εἰς τὸ κολυμβῆσαι. Τῆς πολυθεΐας τὴν πλάνην καὶ τὸν τούτων διδάσκαλον διὰ τούτων ᾐνίξατο· τοῦτο γὰρ καὶ διὰ τοῦ Βαλαὰμ ἡ χάρις τοῦ πνεύματος προηγόρευσεν· «Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἐξεγερθήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ καὶ προνομεύσει πάντας τοὺς υἱοὺς Σήθ.» Ἀρχηγοὶ δὲ Μωὰβ Χαμὼς καὶ Βεελφεγὼρ καὶ τἆλλα εἴδωλα· διὰ τούτων τοίνυν τῆς τῶν εἰδώλων πλάνης τὴν παῦλαν δεδήλωκεν· διὰ δὲ τῶν υἱῶν Σὴθ πάντων ἀνθρώπων τὴν σωτηρίαν· ἐκ γὰρ τοῦ Σὴθ ὁ Νῶε κατάγει τὸ γένος, πάντων δὲ τῶν ἄλλων ἀνθρώπων τῇ τοῦ κατακλυσμοῦ πανωλεθρίᾳ παραδοθέντων ἐκ τούτου πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ἀνήνθησεν. Τὸν τῆς πλάνης τοίνυν ἔφη δι δάσ καλον καταπατηθήσεσθαι κατὰ τὴν τοῦ κυρίου φωνήν· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Καὶ τῆς ἁμάξης δὲ τῆς τὴν ἅ λωνα λεπτυνούσης σαφέστερον ἡμᾶς ἐν ἑτέρῳ χωρίῳ ὁ αὐτὸς προφήτης ἐδίδαξε τὴν διάνοιαν· «Ἰδοὺ» γάρ φησιν «ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς.» Καὶ ὁ νηχόμενος δὲ ἄλλο μὲν οὐδὲν ἐρ γάζεται, προμηθεῖται δὲ τῆς ἑαυτοῦ σωτηρίας· οὕτω τοίνυν καὶ ὁ τῆς πλάνης διδάσκαλος καὶ οἱ τὴν ἐκείνου δεξάμενοι διδασκαλίαν ἐν τῷ μέλλοντι βίῳ τῇ τιμωρίᾳ παραδοθέντες οὐκέτι μὲν ἄλλως τὴν ἀπάτην ἀγρεύουσι, τὸν δὲ οἰκεῖον θρηνοῦσιν ὄλεθρον. Ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν τοῦ ἀπολέσαι, οὕτως ταπεινωθήσεται τὸ ὕψος αὐτοῦ, ἐφ' ᾧ τὰς χεῖρας ἐπέβαλεν· 12καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ καταβήσονται ἕως τοῦ ἐδάφους ἕως κόνεως. Ἐταπείνωσεν αὐτ ῶν τὴν φύσιν ἀποστήσας τοῦ ποιητοῦ καὶ τῆς πλάνης τὰς ἀτραποὺς ὑποδείξας. Ταπεινωθήσεται δὲ ἐπαιρ όμενος καὶ ἐλεγχθήσε ται δαίμων ὢν πονηρὸς ἀλλ' οὐ θεός. Τοῦτο γὰρ εἶπεν· ἐφ' ᾧ τὰς χεῖρας ἐπέβαλεν· ἥρπασε γὰρ τὸ μὴ προσῆκον ὄνομα. Καταφυγὴν δὲ τοῦ τοίχου αὐτοῦ καλεῖ τοὺς ὑπ' αὐτοῦ πλανηθέντας· καὶ γὰρ αὐτοὶ τιμωρίᾳ παραδοθήσονται κατὰ τὴν τοῦ κυρίου φωνήν· «Πορεύεσθε» γάρ φησιν «οἱ κατηραμένοι εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» 261Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ τῆς γῆς Ἰούδα λέγοντες· Ἰδοὺ πόλις ἰσχυρά, καὶ σωτήριον ἡμῶν θήσει τεῖχος καὶ περίτειχος. 2Ἀνοίξατε πύλας, εἰσελθέτω δίκαιος λαὸς φυλάσσων δικαιοσύνην καὶ φυλάσσων ἀλήθειαν, 3ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων| 132 a| εἰρήνην τελείαν, ὅτι ἐπὶ σοὶ 4ἠλπίσαμεν κύριε ἕως τοῦ αἰῶνος. Ὅτι ὁ θεῖος ἀπόστολος οὐ μόνον τὸν ἐν τῷ φανερῷ ἀλλὰ καὶ τὸν ἐν τῷ κρυπτῷ οἶδεν Ἰουδαῖον, σαφῶς μεμα θήκαμεν. Διδάσκει τοίνυν ὡς τῶν εὐσεβῶν ὁ χορὸς ὁρῶν τὴν τῶν πολεμίων κατάλυσιν ἀνυμνεῖ τὸν εὐεργέτην θεὸν καὶ τῆς εὐσεβοῦς πολιτείας τὸ ἄμαχον δείκνυσι παρακαλεῖ δὲ καὶ τὰς ἐπουρανίους ἀνοιγῆναι πύλας τῷ τῆς δικαιοσύνης τροφίμῳ λαῷ τῷ καὶ τὴν περὶ ἀνθρώπους δικαιοσύνην καὶ τῶν θείων δογμάτων φυλάξαντι τὴν ἀλήθειαν καὶ τὴν πρὸς τὸν θεὸν εἰρήνην ἐντελῶς κτησαμένῳ καὶ ἐπὶ τῆς εἰς αὐτὸν ἐλπίδος βεβαίως ἐρηρεισμένῳ. Ὁ θεὸς ὁ μέγας ὁ αἰώνιος, 5ὃς ταπεινώσας κατήγαγες τοὺς κατοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς καὶ κατάξεις ἕως ἐδάφους, 6καὶ πατήσουσιν αὐτὰς πόδες πραέων καὶ ταπεινῶν ἴχνη. Τοῦτο καὶ ἡ ἁγία παρθένος ὑμνοῦσα ἔλεγεν· «Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς.» Οὗτος καὶ τῶν κατὰ τῆς εὐσεβείας μαινομένων πόλεων τὸ θεομάχον φρόνημα καταλύσας τοῖς ἀποστολικοῖς αὐτὰς ὑπέταξεν ἴχνεσι καὶ τοῖς τὴν ἐκείνων διδασκαλίαν ἐκδεξαμένοις. 7Ὁδὸς εὐσεβῶν εὐθεῖα, τρίβος εὐσεβῶν, εὐθεῖα ἐγένετο ἡ ὁδὸς τῶν εὐσεβῶν καὶ παρασκευασμένη· 8ἡ γὰρ ὁδὸς τοῦ κυρίου κρίσις. Ἄνωθεν ταύτην τὴν ὁδὸν ὁ θεὸς τοῖς ἀνθρώποις ὑπέδειξεν. Τοῦτο δὲ καὶ ὁ λόγος ᾐνίξατο· Εὐθεῖα ἡ ὁδὸς τῶν εὐσεβῶν καὶ παρεσκευασμένη. Οὗ δὴ χάριν καὶ διὰ τοῦ Νόμου διδάσκει· «Ὁδῷ βασιλικῇ πορεύσῃ, οὐκ ἐκκλινεῖς δεξιὰ ἢ ἀριστερά.» Ταύτην οἱ τῆς εὐσεβείας ὥδευσαν τρόφιμοι. Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ τῇ μνείᾳ, 9ᾗ ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν ἐπιθυμίᾳ ψυχῆς. Πάσης μνήμης ἀγαθῆς ἀξιεραστοτέρα ἡμῖν ἡ τοῦ ὀνόματος μνήμη. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ μακαρίου Δαυὶδ εἰρημένα· «Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην», καὶ πάλιν· «Εὐφρανθήτω καρδία ζητούντων τὸν κύριον.» Ἐπειδὴ δὲ πολλοῖς ὕστερον χρόνοις ταῦτα ἔμελλεν ἔσεσθαι, διδάσκει ὁ προφήτης πόθεν ταῦτα μεμάθηκεν· Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ ὁ θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Νύκτα καλεῖ τὸν πρὸ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου καιρόν, ὄρθρον δὲ τὴν προφητικὴν πρόγνωσιν. Ἡμέρα γὰρ ἡ τῆς θεογνωσίας ἀνατολή. Καὶ γὰρ αὐτὸς ὁ κύριος «φῶς ἀληθινὸν» καὶ ἥλιος δικαιοσύνης ὠνόμασται. Λέγει τοίνυν ὁ προφήτης ὅτι ἔτι νυκτὸς οὔσης ὑπὸ τοῦ σοῦ φωτιζόμενος πνεύματος τῆς σῆς ἡμέρας τὸν ὄρθρον ὁρῶ, οὐδὲ γὰρ αὐτὰ βλέπω τὰ πράγματα ἀλλὰ τὰς τούτων εἰκόν ας. Διὸ δὴ καὶ ὁ κύριος ἔλεγεν· «Πολλοὶ προφῆται καὶ βασιλεῖς δίκαιοι ἐπεθύ μησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον.» Καὶ αὐτὰ δέ φησι τὰ προστάγματά σου φωτὸς δίκην ὑποδείκνυσι τὴν εὐθεῖαν ὁδόν. Δικαιοσύνην μάθετε οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Καὶ διδάσκων τὴν τῆς μαθήσεως εὐκολίαν ἐπήγαγεν· 10Πέπαυται γὰρ ὁ ἀσεβής, οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσῃ. Τῆς γὰρ τοῦ διαβόλου τυραννίδος διὰ τῆς δεσποτικῆς ἐπιφανείας καταλυθείσης ῥᾴων γέγονε τῆς ἀρετῆς ἡ κατόρθωσις. Ἐκεῖνος δὲ οὐδὲν ἐντεῦθεν ἀπώνατο· τὴν γὰρ δικαιοσύνην μαθεῖν οὐκ ἠνέσχετο. Δι ὸ ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου. Οὐκ ὄψεται γάρ φησι τὸ ἀκήρατον φῶς τὸ τοῖς ἁγίοις ηὐτρεπισ μένον. 11Κύριε, ὑψηλός σου ὁ βραχίων καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνθήτωσαν. Τοῦτο καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη· «Καὶ τότε ὄψονται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Δῆλον δὲ ὡς οἱ ἐν ἑκάστῳ ἔθνει τοῖς δε σπο τικοῖς κ ηρύ γμασιν ἀπ ι στήσαντες θρηνή σουσι τὴν οἰκείαν ἀσθένειαν. Ζῆλος λήψεται λαὸν ἀπαί δευτον. Τοὺς Ἰουδαίους αἰνίττεται διὰ ζῆλον δῆθεν τῷ σταυρῷ τὸν κύριον προσηλώσαντας. Τοῦτο καὶ ὁ θεῖός φησιν ἀπόστολος· «Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ' οὐ κατ' ἐπίγνωσιν.» Καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. Ἐπειδὴ γὰρ τὸ φῶς οὐκ ἐδέξαντο, παραδοθήσονται τῷ πυρὶ καὶ τῷ σκότει. 12Κύριε ὁ θεὸς ἡμῶν εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ τὰ ἔργα ἡμῶν ἀπέδωκας ἡμῖν. 13Κύριε ὁ θεὸς ἡμῶν κτῆσαι ἡμᾶς, κύριε ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Τὴν σὴν ἠσπασάμεθα δεςποτείαν. Μὴ ἐκπέ σωμέν σου τῆς προμηθείας· οὐδένα γὰρ ἄλλον ἴσμεν θεόν. Ταῦτα καὶ τὴν τοῦ Ἀρείου καὶ Εὐνομίου διελέγχει παραπληξίαν. Πῶς γὰρ δύνανται λέγειν· Ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, κτιστὸν θεὸν τὸν υἱὸν ὀνομάζοντες; Ἡμεῖς δὲ μίαν οὐσίαν τῆς τριάδος κηρύττοντες ἀληθεύομεν λέγοντες· Ἐκτὸς σοῦ ἄλλον| 132 b| οὐκ οἴδαμεν. 14Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν. Νεκροὺς καλεῖ τοὺς τοῖς ἀγαθοῖς ἔργοις νενεκρωμένους. Οὕτω γὰρ καὶ ὁ κύριος ἔφη· «Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς.» Οὗτοί φησι τῆς ἀληθοῦς ζωῆς στερηθήσονται· ἐν ὀδύνῃ γὰρ τὸν αἰῶνα διάξουσιν. Οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσιν. Θεοῦ γὰρ κολάζοντος τίς ἐπαμῦναι δυνήσεται; Διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας αὐτοὺς καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. Τό· ἦρας πᾶν ἄρσεν αὐτῶν, ὁ Σύμμαχος «πᾶσαν τὴν μνήμην αὐτῶν» ἡρμήνευσεν, Ἀκύλας δὲ καὶ Θεοδοτίων «πᾶν τὸ μνημόσυνον αὐτῶν». Ταὐτὸ δὲ τοῦτο καὶ οἱ Ἑβδομήκοντα διὰ τοῦ ἄρσενος ᾐνίξαντο· διὰ γὰρ τῶν ἀρρένων μᾶλλον ἡ τῶν πατέρων φυλάττεται μνήμη. 15Πρόσθες αὐτοῖς κακὰ κύριε, πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς. Εἰς εὐκτικὸν τὸ προαγορευτικὸν ὁ προφήτης μετέβαλε σχῆμα καὶ προλέγει τὸν ὄλεθρον τῶν διωκόντων τοὺς εὐσεβεῖς. 16Κύριε ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. 17Καὶ ὡς ἡ ἐν γαστρί, ἡ ἔγκυος, ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραγεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου. Δείξας τῶν διωκόν των τὴν ταλαιπωρίαν ἐπιδείκνυσι τῶν διωκομένων τὴν ὠφέλειαν. «Ἡ» γὰρ «θλῖψις» κατὰ τὸν μακάριον Παῦλον «ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.» Καὶ ἐνταῦθα δὲ ὁ προφήτης τῆς θλίψεως καρπὸν τοῦ θεοῦ τὴν μνήμην ὑπέδειξεν, ὑπέδειξε δὲ καὶ τὴν ταχεῖαν ἀντίληψιν· τικ το ύσῃ γὰρ παραπλησίως ὀδυνηθέντες διὰ τὸν ἀγαπητόν σου υἱὸν ἀπηλλάγημεν τῆς ὀδύνης. Καὶ ἐπιμένων τῇ τ ροπῇ ἐπή γαγεν· Διὸ τὸν φόβον σου κύριε 18ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐποίησας ἐπὶ τῆς γῆς. Ἐπειδὴ γὰρ ὠδινούσῃ ἑαυτοὺς ἀπείκασαν γυναικί, ἔδειξαν τὸν τῶν ὠδίνων καρπόν. Πνεῦμα γὰρ σωτηρίας φησὶν ἐτέκομεν, ὃ ἐποίησας ἐπὶ τῆς γῆς, τουτέστιν· ὃ τῇ γῇ ἐδωρήσω. Οὐ γὰρ τὸ πνεῦμα ἐν τῇ γῇ ἐδημιούργησεν, ἀλλὰ διὰ τοῦ πνεύματος ἐν τῇ γῇ τὴν σωτηρίαν εἰργάσατο. Εἰ δὲ ἀντιλέγουσιν οἱ τῷ παναγίῳ πνεύματι πο λεμοῦντες, λεγέτωσαν ὅτι διὰ τῶν ἀποστόλων ἐν τῇ γῇ τῆς δημιουργίας τετύχηκεν· τοῦτο γὰρ ὁ προφη τικὸς ἐδίδαξε λόγος. Ἀλλὰ δῆλον ὡς οὐ τὸ πνεῦμα λέγει ἐν τῇ γῇ γεγενῆσθαι ἀλλὰ τὴν διὰ τοῦ πνεύματος σωτηρίαν ἐν τῇ γῇ τοῖς ἀνθρώποις παρασχεθῆναι. Οὐ πεσούμεθα, κἂν μυριάκις πολεμηθῶμεν. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ' οὐκ ἐξαπορούμενοι.» Ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες τὴν γῆν, οἱ τὰ γήινα φρο νοῦντες, οἱ ὡς μένουσι θαρροῦντες τοῖς ῥέουσιν. Ἡμεῖς δὲ προσμένομεν τῶν νεκρῶν τὴν ἀνάστασιν· 19Ἀναστήσονται γὰρ οἱ νεκροί σου, καὶ ἐξεγερθήςονται οἱ ἐν τοῖς μνή μασιν, ἐξυπνισθήσονται καὶ εὐφρανθήσονται οἱ ἡσυχάζον τες ἐν τῇ γῇ. Ταῦτα καὶ ὁ κύριος ἔφη ὅτι «ἀκούσονται οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.» Ἀκο λούθως μέντοι τὸ ἐξυπνισθήσονται τέθεικεν ὁ προφήτης δεικνὺς ὕπνον ὄντα τὸν θάνατον. Εἶτα διδάσκει τὸν τῆς ἀναβι ώ σεως τρόπον· Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν. Ὥσπερ γὰρ ὁ ὑετὸς ζωοποιεῖ τὰ καταχω σθέντα καὶ οἱονεὶ ταφέντα σπέρματα, οὕτως ὁ σὸς λόγος οἷόν τις δρόσος ἀνίστησι τῶν ἀνθρώπων τὴν φύσιν. Ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. Τὸ γήινον αὐτῶν καταλυθήσεται φρόνημα. Ταῦτα μὲν οὖν ὁ προφήτης εἴρηκεν ὕμνον ὑφαίνων τῷ τῶν ὅλων θεῷ. Αὐτὸς δὲ ὁ δεσπότης τοῖς εἰς αὐτὸν πεπιστευκόσι παρεγγυᾷ ὥσπερ ἔν τισι ταμιείοις τῇ πίστει τῶν κηρυγμάτων καὶ τῇ ἐλπίδι τῶν μελλόντων κατακρυβῆναι καὶ διαφυγεῖν τὸν τοῖς ἄλλοις ἀνθρώποις ἐπιφερόμενον ὄλεθρον· Βάδιζε γάρ φησι λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀπόκ λεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον. Ἀντὶ τοῦ πρὸς μικρόν. Ἕως ἂν παρέλθῃ ἡ ὀργὴ κυρίου. 21Ἰδοὺ γὰρ κύριος ἀπὸ τοῦ ἁγίου τόπου ἐπάγει τὴν ὀργὴν αὐτοῦ ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, ἐπισκέψασθαι τὴν ἀνομίαν τῶν κατοικούντων τὴν γῆν κατ' αὐτῶν. Ταῦτα εὑρί σκομεν τὸν κύριον τοῖς ἱεροῖς ἀποστόλοις παρεγγυήσαντα· «Ὅταν» γάρ φησιν «ἴδητε κυκλουμένην ὑπὸ στρα τοπέδων τὴν Ἱερουσαλήμ, γινώςκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς», καὶ πάλιν· «Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ ὁ ἐπὶ τοῦ δώματος μὴ κατα βάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ.» Προλέγει δὲ αὐτοῖς, ἵνα διαφύγωσι τὸν ἐπιφερόμενον τοῖς ἀπιστήσασιν ὄλεθρον. Ὁ μέντοι προφήτης καὶ τὴν αἰτίαν| 133 a| διδάσκει τῆς τιμωρίας· Καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους ἔτι. Καὶ ἐπὶ τοῦ Ἄβελ ὁ θεὸς εἴρηκεν· «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς», καὶ νῦν τὸ δεσποτ ικόν φησιν αἷμα οὐκ ἀνέχεται κατακρύψαι ἡ γῆ ἀλλὰ τοῦτο δείκνυσι τῆς μανίας κατηγοροῦσα. Δι ὰ τοῦτο οὐδὲ τοὺς μιαιφόνους ἀναιρουμένους ὑποδέξεται θαπτομένους ἀλλὰ προθήσ ει αὐτοὺς βορὰν οἰωνοῖς καὶ θηρίοις. 271Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ θεὸς τὴν μάχαιραν αὐτοῦ τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν φεύγοντα, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιόν, καὶ ἀνελεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ. Μάχαιραν θεοῦ καλεῖ τὸν τιμωρητικὸν λόγον, δράκοντα δὲ ὄφιν σκολιὸν φεύγοντα ἐν τῇ θαλάττῃ διαιτώμενον τὸν διὰ τοῦ πρώτου ὄφεως ἐνεργήσαντα λέγει. Οὗτος γὰρ ἔφυγε τὴν τοῦ σωτῆρος μεμαθηκὼς ἐπιφάνειαν καὶ ἐβόα· «Τί ἐμοὶ καὶ σοὶ Ἰησοῦ υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» Οὗτος τῆς εὐθείας ἀποτρέπων ὁδοῦ εἰς τὰς πολυελίκτους τῆς κακίας ἀτραποὺς τοὺς ἀνθρώπους ἀποπλανᾷ· οὗτος ἐν τῇ τῶν Ἁλῶν πάλαι Θαλάττῃ διῆγε, πικρὰ καὶ ἄποτα ταύτης κατασκευάζων τὰ ὕδατα· ἀλλὰ διὰ τοῦ ξύλου τοῦ σταυροῦ οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι εἰς γλυκεῖαν ταῦτα μεταβαλόντες ποιότητα ἐξήλασαν τοῦτον καὶ διεκώλυσαν ἐμβαλεῖν τὸν οἰκεῖον ἰόν, μᾶλλον δὲ ἔλαβον «ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ». Ταύτης τῆς μαχαίρας καὶ ὁ μακάριος Παῦλος μέμνηται. Τὴν γὰρ ἄλλην περ ιθεὶς τοῖς πιστοῖς πανοπλίαν ἐπήγαγεν· «Ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ», καὶ πάλιν· «Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος.» Οὕτως ὁ θεῖος προφήτης ὑποδείξας ἡμῖν τὸν τῆς συντε λείας καιρὸν καὶ τῶν ἀνόμων τὸν ὄλεθρον καὶ τοὺς τῶν ἁγίων χοροὺς καὶ τὴν παντελῆ τοῦ διαβόλου κατάλυσιν ἐφ' ἑτέραν προφητείαν τὸν λόγον μετέθηκεν· 2Ἀμπελὼν καλὸς ἐπιθύμημα αὐτοῦ ἐξάρχειν κατ' αὐτοῦ. Πάλιν ἐνταῦθα τῆς Ἱερουσαλὴμ τὴν πολιορκίαν σημαίνει καὶ τῶν Ἀσσυρίων τὸν ὄλεθρον καὶ προσωποποιίᾳ κεχρημένος αὐτὴν εἰσάγει τὴν πόλιν λέγουσαν ὅτι ἀμπελών εἰμι καλὸς θεὸν ἔχων φυτουργὸν καὶ οὕτως εὐανθής εἰμι καὶ καλός, ὡς πολλοὺς τῆς ἐμῆς ἐφίεσθαι κτήσεως. 3Ἐγὼ πόλις ὀχυρά, πόλις πολιορκουμένη. Οὐδεμίαν φησὶν ἀπὸ τῶν περιβόλων ἀσφάλειαν ἔχω· πάντοθεν γὰρ ὑπὸ τῶν πολεμίων κεκύ κλωμαι. Μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται· 4τεῖχος γὰρ οὐκ ἔστιν, ὃ ἐπελάβετο αὐτῆς. Τό· μάτην ποτιῶ αὐτήν, ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «ἐξαίφνης ποτιῶ αὐτήν», οὕτω δὲ καὶ οἱ Λοιποί. Τουτέστι τὴν π ολι ορκοῦσάν με στρατιάν. Ποτιῶ δὲ αὐτὴν ἐξαίφνης διὰ τῆς ἐμῆς μετανοίας καὶ τῆς σπουδαίας μου προσευχῆς· ἐκείνη γὰρ οὐκ ἔχει τῆς εὐσεβείας τὸ τεῖχος φυλάττον αὐτήν. Οὗ δὴ χάριν καὶ νύκτωρ καὶ δίχα χει ρῶν ἀνθρω πίνων κατακοντίζεται, καὶ μεθ' ἡμέραν οἱ φυγόντες τὸν ὄλεθρον δέξονται. Τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; Διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. Δείκνυσιν ὁ προφητικὸς λόγος προσευχομέν ην τὴν πόλιν, τῶν ἀσταχύων ἐστερη μένην καλάμην τῶν πολεμίων τὴν στρατιὰν κειμένην ἰδεῖν. Διὰ ταύτην γάρ φησι τὴν εὐχὴν καὶ τὸ παράδοξον ἐκεῖνο γεγένηται θαῦμα· τοῦτο γὰρ διὰ τῶν ἑξῆς ὁ προφήτης ἐδίδαξεν· Τοίνυν διὰ τοῦτο ἐποίησε κύριος πάντα ὅσα συνέταξεν. Ἠθετηκέναι δὲ λέγεται, ἐπειδὴ τὸν συνήθη δασμὸν οὐ τε τέλεκεν Ἐζεκίας ὁ βασιλεύς. Κατακέκαυμαι, 5βοήσονται οἱ κατοικοῦντες ἐν αὐτῇ, τουτέστιν ἐν τῇ στρα τιᾷ. Το ιαύτη αὐτοῖς ἐπενεχθήσεται πληγή. Εἶτα ἀλλήλοις παρακελεύσονται διὰ μετανοίας τὸν θεὸν ἱλεώσασθαι· Ποιήσωμεν εἰρήνην αὐτῷ, εἰρήνην ποιήσωμεν 6οἱ ἐρχόμενοι. Καταλλάξωμέν φησι τὸν δεσπότην, παύσωμεν τὴν καθ' ἡμῶν ἀγανάκτησιν τῇ τοῦ βίου μεταβολῇ. Εἶτα δείκνυται ὁ τῆς μετανοίας καρπός· Τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Οὐ μόνον φησὶ τῆς πολιορ κίας ταύτης ἀπαλλαγήσεσθε, ἀλλὰ καὶ τὸν σωτήριον καρπὸν τῇ οἰκουμένῃ βλαστήσετε. Δηλοῖ δὲ διὰ τούτων οὐ μόνον τὸν δεσπότην Χριστόν, ὃς ἐξ αὐτῶν κατὰ σάρκα βεβλάστηκεν, ἀλλὰ καὶ τοὺς ἱεροὺς ἀποστόλους κ αὶ καθόλου| 133 b| πάντας τοὺς ἐξ Ἰουδαί ων πεπιστευκότας· διὰ τούτων γὰρ ἡ οἰκουμένη τὴν σωτηρίαν ἐδέξατο. Οὕτω τὰ Ἰουδαίω ν προαγορεύσας προλέγει τὴν τῶν Ἀσσυρίων πληγήν· 7Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται; Ἢ ὡς αὐτὸς ἀνεῖλε, καὶ αὐτὸς οὕτως ἀναιρεθήσεται; Σύ φησι παραταττόμενος καὶ μα χόμενος ἀνεῖλες τῆς Ἱερουσαλὴμ τοὺς περιοίκους· σὲ δὲ οὐκ ἄνθρωποι συμπλεκόμενοι κατακοντί σ ουσιν, ἀλλ' ἀόρατος ἡ μάχη καὶ ἡ νίκη γενήσεται. 8Μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς. Σὺ μά χῃ καὶ παρατάττῃ καὶ κατὰ τοῦ θεοῦ τῶν ὅλων τὴν γλῶτταν κινεῖς καὶ ἀσθένειαν ὀνειδίζεις τῷ τὰ πάντα πεποιηκότι, ἐγὼ δὲ σιγῶν παρα πέμψω σε θανάτῳ. Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματί σου τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ; 9Διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ αὕτη ἐστὶν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν. Ἤλπισάς φησιν αὔτανδρον καταλῦσαι τὴν πόλιν· ἀλλὰ τούτου χάριν ἐγὼ τῆς ἐμῆς αὐτοὺς ἀξιώσω προνοίας, οὐκ ἀποβλέπων εἰς τὰ ἐκείνων πλημμελήματα διὰ τὴν σὴν βλασφημίαν. Τοῦτο καὶ διὰ ἑτέρου προφήτου φησὶν ὁ θεός· «Οὐ δι' ὑμᾶς ποιῶ, οἶκος Ἰσραήλ, ἀλλὰ διὰ τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ ἐν τοῖς ἔθνεσιν.» Εἰδέναι μέντοι χρὴ ὅτι κυρίως ἡ τῆς ἁμαρτίας ἀφαί ρεσι ς ἁρμόττει τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιφανείᾳ, ὡς ἐν τύπῳ δὲ καὶ τότε ἐγένετο. Οὕτω δὲ καὶ τὰ ἐπαγόμενα δι πλῆν ἔχει τὴν προφητείαν· Ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὰ εἴδωλα αὐτῶ, καὶ τὰ δένδρα αὐτῶ ἐκκεκομμένα ὥσπερ δρυμός. Ταῦτα καὶ ὁ θαυμάσιος Ἐζεκίας πεποίηκεν· καὶ διδάσκει τῶν Παραλειπομένων ἡ δευτέρα καὶ τῶν Βασιλειῶν ἡ τετάρτη. Ἀλλ' ἐκεῖνος ἐν τῇ Ἱερουσαλὴμ τοῦτο δέδρακε μόνῃ, ὁ δέ γε δεσπότης Χριστὸς τὴν οἰκουμένην τῆς τῶν εἰδώλων ἠλευθέρωσε πλάνης. Οὕ τω προαγορεύσας τὴν γεγενημένην ἐπὶ τοῦ Σενναχηρὶμ τῇ Ἱερουσαλὴμ σωτηρίαν προλέγει καὶ τὴν ἐσομένην ἐπὶ τοῦ Ναβουχοδονόσορ αἰχμαλωσίαν· Μακρὰν 10τὸ κατοι κούμενον ποίμνιον ἀνειμένον ἔσται ὡς ποίμνιον ἐγκαταλε λειμμένον· καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται. Καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ οὐθὲν χλωρὸν 11διὰ τὸ ξηρανθῆναι. Αἰχμάλωτοί φησιν ἀπαχ θή σονται, καὶ ἔρημος αὐτῶν ἡ χώρα ἔσται, ἀλλὰ καὶ πάλιν ἐπανήξουσι καὶ οἰκήσουσιν ἐν αὐτῇ· μετὰ μέ ντοι χρόνον ἄκαρπος ἔσται, καὶ οὐδὲ βλαστήσει χλωρὸν διὰ τὸ ξηραν θῆναι. Δηλοῖ δὲ ὁ λόγος τὴν ἐπὶ τοῦ παρ όντος τῶν Ἰουδαίων ἀκαρπίαν· οὐδὲν γὰρ τέθηλε παρ' ἐκείνοις, ἐπειδὴ τὸν τῆς χάριτος ὑετὸν οὐκ εἰσδέχεται. Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. Διὰ τοῦτο οὐ μὴ οἰκτείρῃ αὐτοὺς ὁ ποιήςας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ αὐτούς. Γυναῖκας καλεῖ τὰς τῶν ἐθνῶν πόλεις ἢ τὰς ἐν αὐταῖς ἐκκλησίας τὰς τῆς Ἱερουσαλὴμ θεωμένας τὴν ἐρημίαν, καὶ παρακελεύεται τὴν ἐκείνων ἀπιστίαν φυγεῖν· συνιέναι γὰρ οὐκ ἐθέλουσι τὸ συμφέρον, οὗ δὴ χάριν καὶ συγγνώμης ἐστέρηνται. 12Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων. Τοῦτο οἱ Ἄλλοι Ἑρμη νευταὶ ἔφ ασαν «ἀπὸ ὄρους τοῦ ποταμοῦ ἕως τοῦ χειμάρρου Αἰγύπτου καταπαύσει τὰ ῥεῖθρα.» Οὔτε γὰρ ποταμὸς οὔτε διῶρυξ ἡ ἀσέβεια ἀλλὰ χειμάρρους ἐξ ἐράνου συνιστάμενος καὶ πρόσκαιρον ἔχων τὴν σύστασιν. Ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατὰ ἕνα ἕνα. Τοῖς ἱεροῖς ἀποστόλοις ὁ λόγος παρακελεύεται· αὐτοὶ γὰρ τὰς κατὰ τὴν οἰκουμένην περινοστοῦντες συναγωγὰς πρώτοις Ἰουδαίοις τὸν λόγον ἐκήρυττον καὶ τοὺς τῷ θείω κηρύγματι πειθομένους τῷ δεσπότῃ προσέφερον. 13Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπίσουσι τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνή σουσι τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ. Σάλπιγγα μεγάλην ἐκάλεσε τὸ σωτήριον κήρυγμα· τῶν γὰρ τῆς ἀληθείας κηρύκων «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα». Οὗτοι τὰ πλανώμενα συναγαγόντες «πρόβατα ἀπολωλότα οἴκου Ἰσραήλ», συναγαγόντες δὲ καὶ τὰ «ἄλλα πρόβατα, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης», μίαν ποίμνην κατεσ κεύασαν τῷ δεσπότῃ καὶ ταύτην νέμουσιν ἐν τῷ ὄρει Σιών, τῆς θεολογίας αὐτοῖς ὑποδεικνύντες τὸ ὕψος. Καὶ τῆς ἄνω Ἱερουσαλὴμ εἰ ὀνομάζοι, οὐκ ἂν ἁμάρτοι τῆς| 134 a| ἀληθείας. Συνομολογεῖ δὲ τῷ θείῳ Δαυὶδ λέγοντι· «Ἀγαπᾷ κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.» Ταύτας δὲ ἡμεῖς ἀγαπήσωμεν τὰς πύλας καὶ ταύταις διηνεκῶς προσεδρεύσωμεν, ἵνα δι' ἐκείνων εἰς τὴν τριπόθητον ἐκείνην εἰσέλθωμεν πόλιν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν πνεύματι ἁγίῳ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note