Commentaria in Isaiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Τῆς αὐτῆς ἔχεται διανοίας καὶ ταῦτα· κατηγορεῖ γὰρ τῶν εἰς Αἴγυπτον καταπεφευγότων καὶ τῆς θείας βοηθείας κατα πεφρονηκότων. Ἔρημον δὲ καλεῖ τὴν Ἱερουσαλήμ· ἔρημος γὰρ ἦν τηνικαῦτα, ἀνάστατος ὑπὸ τοῦ Ναβουχοδονόσορ γεγενημένη. Τετράποδα δὲ προσαγορεύει τοὺς τὴν ἀλογίαν νενοσηκότας καὶ τὸν εὐεργέτην καὶ ποιητὴν οὐκ ἐπεγνωκό τας. «Ἄνθρωπος» γὰρ «ἐν τιμῇ ὢν οὐ συνῆκε, παρα συνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.» Ἐν τῇ θλίψει καὶ ἐν τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπὶ ὄνων θησαυροὺς αὐτῶν καὶ ἐπὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτούς. Καὶ διδάσκων ποῖον τὸ ἔθνος, ἐπήγαγεν· 7Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς. Τὴν πολλὴν αὐτῶν πονηρίαν ὁ προφητικὸς αἰνιττόμενος λόγος οὐ κτήνεσιν ἀλλ' ἰοβόλοις ἀπεικάζει θηρίοις· διὰ γὰρ τοῦ λέοντος καὶ τοῦ σκύμνου δεδήλωκε τὸ θρασύ, διὰ δὲ τῶν ἀσπίδων τὸ πονηρὸν καὶ τὸ πικρόν. Διδάσκει δὲ ὡς διὰ τῶν ἀχθοφόρων ζῴων μετεκόμιζον εἰς τὴν Αἴγυπτον ὅσα τῶν Βαβυλωνίων τὰς χεῖρας διέφυγεν. Καὶ προλέγει μηδεμίαν αὐτοῖς ὠφέλειαν ἐκεῖθεν γενήσεσθαι. Ἀπάγγειλον αὐτοῖς ὅτι ματαία ἡ παράκλησις αὐτῷ αὕτη. Κελεύεται ὁ προφήτης διαμαρτύ ρασθαι ὡς ἀνόνητον τὸ γινόμενον καὶ οὐδεμίαν αὐτοῖς ἢ παραψυχὴν ἢ ὠφέλειαν παρέχον. 8Νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίων ταῦτα καὶ εἰς βιβλίον ἐγχάραξον αὐτά, ὅτι ἔσται εἰς ἡμέρας ταῦτα εἰς μαρτύριον ἐν καιρῷ καὶ ἐμφανῆ εἰς τὸν αἰῶνα. Τινὲς ᾠήθησαν ἐπὶ τοὺς Ἀσσυρίους καταπεφευγέναι τοὺς νῦν κατηγορουμένους εἰς Αἴγυπτον, ἀλλ' οὔτε ἡ ἱστορία τοῦτο διδάσκει οὔτε ἡ προκειμένη προφητεία. Ἡ μὲν γὰρ ἱστορία τὰ ἐπὶ Ἱερεμίου τοῦ προφήτου σαφῶς λέγει, ἡ δὲ προφητεία διδάσκει ὡς ὁ τῶν ὅλων θεὸς ἐκέλευσεν ἀνάγραπτον γενέσθαι τὴν πρόρρησιν· ὅτι ἔσται φησὶν εἰς ἡμέρας ταῦτα εἰς μαρτύριον, τουτέστι μετὰ χρόνον ταῦτα πραχθήσεται· γενέσθω τοίνυν ἔγγραφος ἡ μαρτυρία. Ἐδέξατο δὲ τέλος ἡ πρόρρησις μετὰ τεσσαράκοντα καὶ ἑκατὸν ἔτη· τοσαῦτα γὰρ εὑρεθή σεται ἐκ τοῦ πρώτου ἔτους τῆς βασιλείας Ἐζεκίου μέχρι τῆς εἰς Αἴγυπτον φυγῆς ἣ μετὰ τὴν ἅλωσιν τῆς Ἱερουσαλὴμ ἐγεγόνει. 9Ὅτι λαός ἐστιν ἀπειθής, υἱοὶ ψευδεῖς οἳ οὐκ ἐβούλοντο ἀκούειν τὸν νόμον τοῦ θεοῦ. Σαφῶς αὐτοῖς διαρρήδην ὁ θεῖος Ἱερεμίας ἀπηγόρευσε τὴν φυγήν, καὶ ὁ θεὸς διὰ τοῦ προφήτου παρηγγύησε μεῖναι, ὑπισχνούμ ενος πειθομένοις μὲν σωτηρίαν, ἀπειθοῦσι δὲ τιμωρίαν· καὶ διέμειναν ἀντιλέγοντες. 10Οἱ λέγοντες τοῖς προφήταις· Μὴ| 137 b| ἀν αγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσιν· Μὴ λαλεῖτε ἡμῖν ὀρθῶς ἀλλὰ λαλεῖτε ἡμῖν λαλίαν καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν 11καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης καὶ ἀφέλετε ἡμᾶς τὴν τρίβον ταύτην καὶ ἀφέλετε ἡμῶν τὸ λόγιον τοῦ ἁγίου Ἰσραήλ. Ὁ Σύμμαχος ἀντὶ τοῦ· λαλεῖτε ἡμῖν λαλίαν, «λαλεῖτε ἡμῖν λεῖα» τέθεικεν, ὁ δὲ Ἀκύλας «ὀλισθηρά», ὁ δὲ Θεοδοτίων «ὀλισθήματα». Αἰνίττεται δὲ ὁ λόγος, ὡς τὴν πλατεῖαν ὁδεύειν ἐβούλοντο τὴν ἀπάγουσαν εἰς τὴν ζωήν. Ταὐτὸ δὲ τοῦτο σημαίνει καὶ τῶν Ἑβδομήκοντα ἡ ἑρμηνεία· λαλία γὰρ ἡ φιλαργυρία καλεῖται, ὅταν ἡ παρατέλευτος ἔχῃ τὸν τόνον. Τοιοῦτος ἦν Ἀχαὰβ περὶ τοῦ Μιχαίου λέγων· «Μεμίσηκα αὐτόν, ὅτι οὐ λαλεῖ περὶ ἐμοῦ ἀγαθὰ ἀλλ' ἢ κακά.» Τοιαῦτα δὲ καὶ οὗτοι περὶ ὧν ὁ λόγος πρὸς Ἱερεμίαν ἔλεγον τὸν προφήτην· «Τὸν λόγον, ὃν ἀπεκρίθης καὶ ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι κυρίου, οὐκ ἀκούσομέν σου, ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν σπονδάς, καθὰ ἐποιήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἐν πόλεσιν Ἰούδα καὶ ἐν διόδοις Ἱερουσαλήμ, καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγενήθημεν χρηστοὶ καὶ κακὰ οὐκ εἴδομεν.» Καὶ Ἀζαρίας δὲ καὶ Ἰωανὰν καὶ οἱ τούτοις παραπλήσιοι ἄντικρυς πρὸς τὸν αὐτὸν ἐβόων προφήτην· «Ψευδῆ λαλεῖς σύ, οὐκ ἀπέστειλέ σε κύριος ὁ θεὸς ἡμῶν πρὸς ἡμᾶς λέγων· Μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ. Ἀλλὰ Βαροὺχ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας Χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικίσαι ἡμᾶς εἰς Βαβυλῶνα.» Ταύτην αὐτῶν τὴν ἀπείθειαν καὶ τὴν δυσσεβῆ γνώμην ὁ μετὰ χεῖρας λέγει προφήτης· Ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης καὶ ἀφέλετε ἡμῶν τὸ λόγιον τοῦ ἁγίου Ἰσραήλ. Οὕτως ἐναργῶς ἔοικε τῇ ἐκ βάσει ἡ πρόρρησις. 12Διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ἰσραὴλ ὁ ἅγιος· Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγογγύσατε καὶ πεποιθότες ἐγένεσθε ἐν τῷ λόγῳ τούτῳ, 13διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας ἧς παραχρῆμα πάρεστι τὸ πτῶμα· 14καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου ἐκ κεραμίου λεπτά, ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ ἀρεῖς ἀπὸ καύστρας καὶ ἐν ᾧ ἀποσυριεῖς ὕδωρ μικρόν. Τὴν ἐπ' Αἰγυπ τίους ἐλπίδα περιβόλῳ καταλυομένῳ καὶ πόλει ἁλισκομένῃ ἀπείκασε καὶ τῇ παραβολῇ παραβολὴν ἑτέραν παρέθηκεν· ἐοικέναι γὰρ ἔφη τὴν ταῦτα πάσχουσαν πόλιν ἀγγείῳ ὀστρακίνῳ συντριβομένῳ καὶ τοσαύτην ὑπομένοντι συντρι βήν, ὡς παντελῶς ἄχρηστα διαμεῖναι διὰ σμικρότητα καὶ αὐτὰ τοῦ ἀγγείου τὰ ὄστρακα. Φιλάνθρωπος δὲ ὢν ὁ δε σπότης μετὰ τὴν ἀπειλὴν μετανοίας προφέρει παραίνεσιν· 15Ὅτι οὕτως λέγει κύριος ὁ θεὸς ὁ ἅγιος τοῦ Ἰσραήλ· ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα, ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις. Μετανοίας ὅρος οὐ τὸ στένειν μόνον ἐπὶ ταῖς ἁμαρτίαις ἀλλὰ καὶ τὸ φεύγειν ταύτας καὶ τὴν τούτων ὁδὸν ἀποστρέφεσθαι καὶ τὴν ἐναντίαν ὁδεύειν. Τοῦτο γὰρ καὶ ὁ θεῖος δεδήλωκε λόγος· Ὅταν ἀποστραφεὶς στενάξῃς. Οὐχ ὅταν ἁπλῶς στενάξῃς ἀλλ' ὅταν καταλιπὼν τὴν παρανομίας ὁδὸν τὰ γεγενημένα θρηνήσῃς, τότε τεύξῃ τῆς σωτηρίας καὶ τῆς προτέρας δυσσεβείας ἐν αἰσθήσει γενήσῃ. Ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη. Καὶ οὐκ ἐβούλεσθε ἀκούειν 16ἀλλ' εἴπατε· Ἐφ' ἵππων φευξόμεθα· διὰ τοῦτο φεύξεσθε. Καὶ εἴπατε· Ἐπὶ κούφοις ἀναβάταις ἐσόμεθα· διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς. Ὧν ἐλπίζετε τἀναντία γενήσεται. Εἶτα προλέγει ὡς μύριο ι κα ὶ τὴν ὀλίγων πολεμίων οὐ δέξονται προσβολήν, καὶ τὸν πολὺν αὐτῶν σημαίνων ὄλεθρον ἐπήγαγεν· 17ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ' ὄρους καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ. Τὴν σημαίαν ὁ μὲν Σύμμαχος «ἱστίον» ἡρμήνευσεν, ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων «σύσσημον». Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Τὰ πολλὰ δένδρα ἐν τοῖς ὄρεσιν οὐχ οὕτως ἐστὶν ἐπίσημα· εἰ δέ που ἐν ὄρους κορυφῇ μία πίτυς ἢ κυπάριττος κατα λειφθείη, λίαν ἐστὶ τοῖς παριοῦσιν ἐπίσημος. Οὕτω φησὶ καὶ ὑμεῖς ὀλίγοι μὲν ἐκ τῶν πολλῶν καταλειφθήσεσθε μυριάδων, ἐπίσημα δὲ ὑμῶν γενήσεται τὰ κακά. 18Καὶ πάλιν μενεῖ ὁ θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς. Ἀλλ' ὅμως καὶ μετὰ ταῦτα φειδοῦς ὑμᾶς ἀξιώσει καὶ διδάξει τοὺς ἀγνοοῦντας τὴν οἰκείαν ἰσχύν. Διότι κριτὴς ὑμῶν κύριος ὁ θεὸς ἡμῶν.| 138 a| Μακάριοι πάντες οἱ ὑπομένοντες αὐτόν, 19διότι λαὸς ἅγιος ἐν Σιὼν κατοικήσει. Καὶ ταῦτα προτρέ πων αὐτοὺς μένειν καὶ μὴ καταφεύγειν εἰς Αἴγυπτον εἴρηκεν ὁ προφήτης. Προεδήλωσε δὲ καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον· λαὸν γὰρ ἅγιον ἐκείνους ἐκάλεσεν. Τοιοῦτος ἦν Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, τοιοῦτος ἦν ὁ Ζοροβάβελ, τοιοῦτος ὁ Ἔζρας, τοιοῦτος ὁ Νεεμίας καὶ μετὰ τούτων πᾶσαν εἰς τὴν οἰκοδομίαν καὶ τοῦ ναοῦ καὶ τῆς πόλεως εἰσενεγκόντες σπουδήν. Ἀνάγεται δὲ ὁ λόγος καὶ εἰς τοὺς μετὰ τὴν ἐνανθρώπησιν τοῦ σωτῆρος ἡμῶν πιστούς, οἳ τῶν ἀπίστων ἐκ τῆς Ἱερουσαλὴμ ἐξελαθέντων ᾤκησαν τὴν πόλιν βίῳ λαμπρῷ καὶ ὕμνοις διηνεκέσι τὸν θεὸν ἐξιλεούμενοι. Καὶ Ἱερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν· Ἐλέησόν με. Προσωποποιίᾳ πάλιν ὁ προφήτης ἐχρήσατο, αὐτὸς ἀντ' ἐκείνης προσφέρων τὴν δέησιν. Ἐκόμισε δὲ καὶ τὴν ἀπόκρισιν· Ἐλεῶν ἐλεήσει σε πρὸς τὴν φωνὴν τῆς κραυγῆς σου· ἡνίκα εἶδεν ἐπήκουσέ σου. Ἔοικε ταῦτα τῷ εὐαγγελικῷ λόγῳ ὃν ὁ κύριος ἔφη· «Ὧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.» Καὶ ἐνταῦθα γὰρ τὸν ἔλεον τῇ προθυμίᾳ τῆς μετανοίας ἐμέτρησεν· φωνὴν γὰρ τὴν προθυμίαν ἐκάλεσεν. Ἀντὶ τοῦ· πρὸς τὴν σπουδήν σου, πρὸς τὴν ἐπιστροφήν σου δέξῃ τὸν ἔλεον. Καὶ δώσει ὑμῖν κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενόν. Ἐπειδὴ γὰρ τὸν κόρον οὐκ ἤνεγκας ἀλλὰ βλάβην ἐκεῖθεν εἰσεδέξω καὶ νόσον, τοῖς ἐναντίοις χρήσεται φαρμάκοις ὁ ἰατρός. Καὶ οὐκέτι οὐ μὴ ἐγγίσωσί σοι οἱ πλανῶντές σε, ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλα νῶντάς σε 21 τῶν λεγόντων· Αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε εἰς δεξιὰ εἴτε εἰς ἀριστερά. Τοὺς ψευδοπροφήτας καὶ τοὺς δυσσεβεῖς ἄρχοντας διὰ τούτων δεδήλωκεν. 22Καὶ μιανεῖ τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ τὰ περι κεχρυσωμένα καὶ λεπτὰ ποιήσεις καὶ λικμήσεις καὶ ποιήσεις ὡς ὕδωρ ἀποκαθημένης καὶ ὡς κόπρον ὤσεις αὐτά. Ταῦτα ἀκριβέστερον μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐνανθρώπησιν γέγονεν οὐ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων μόνων ἀλλὰ καὶ τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν τὰ πάλαι θεοποιούμενα εἴδωλα συντριψάντων καὶ βδελυξαμένων πλέον ἢ τὴν δυσωδεστάτην κόπρον. Ἐγένετο δὲ ὡς ἐν τύ πῳ τινὶ καὶ ὑπὸ Ἐζεκίου καὶ ὑπὸ Ἰωσίου τῶν εὐσεβῶν βασιλέων καὶ μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῖς εἰρημένοις παρα πλήσια. 23Τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου ἔσται εἰς πλησμονὴν καὶ λιπαρός· καὶ βοςκηθήσεταί σου τὰ κτήνη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον, 24οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένῃ. Εὐετηρίαν αὐτοῖς καὶ καρπῶν εὐθηνίαν κ αὶ σωματικῶν ἀγαθῶν ἀπόλαυσιν ἐπαγγέλλεται· περὶ ταῦτα γὰρ κεχήνασι μᾶλλον. Ἐν δὲ τῇ Καινῇ Διαθήκῃ ἐπὶ τὰ τέλεια παιδεύων ἀπαγορεύει τῶν τοιούτων τὴν αἴτησιν· «Μὴ μεριμνήσητε» γάρ φησι «τί φάγητε ἢ τί πίητε ἢ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ. Αἰτεῖτε δὲ τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ τὰ λοιπὰ πάντα ἐκ περιττοῦ προστεθήσεται ὑμῖν.» Τούτοις δὲ περίγειον ἔχουσι φρόνημα τῆς γῆς ἐπαγγέλλεται τοὺς καρπούς. 25Καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσι πύργοι. 26Καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ὡς τὸ φῶς τῶν ἑπτὰ ἡμερῶν ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς αὐτοῦ ἰάσεται. Οἱ ἐξαπίνης ἀντὶ τῶν λυπηρῶν τὰ θυμήρη δεχόμενοι καὶ τὴν ἡμέραν λαμπροτέραν ὁρῶσι καὶ τὸν ἥλιον πολλῷ τοῦ συνήθους φανότερον· ὥσπερ αὖ οἱ πενθοῦντες σκότος ὑπολαμβάνουσι καὶ τὸ φῶς. Τὴν ἐσομένην τοίνυν αὐτοῖς εὐφροσύνην διὰ τὴν ἐπάνοδον προδεδήλωκεν· οὐ γὰρ τὰ στοιχεῖα πολλαπλάσιον ἔσχε τὸ φῶς, ἀλλ' οἱ ἐν ἀθυμίᾳ ὄντες ταῦτα ἑώρων λαμπρότερα. Ταῦτα δέ φησιν ἔσται μετὰ τὴν τῶν Βαβυλωνίων κατάλυσιν. Αὐτοὺς γὰρ καὶ πολλοὺς διὰ τὸ πλῆθος καὶ πύργους διὰ τὴν δυναστείαν ὠνόμ ασεν. Τὸ δὲ ἐπὶ παντὸς ὄρους καὶ βουνοῦ ὕδατα ἀναβλύζειν οὐχ εὑρίσκομεν πληρωθὲν κατὰ τὸ ῥητόν, ἴσμεν δὲ ὅμως ἡμεῖς ἀψευδῆ τοῦ θεοῦ τὴν ὑπόσχεσιν. Οὗ δὴ χάριν ἀνάγκη, κἂν μὴ θέλωσιν οἱ Ἰουδαῖοι, τροπικῶς νο ῆσαι τὴν πρόρρησιν καὶ τὴν ἔκβασιν εὑρεῖν μετὰ τὴν ἐνανθρώπησιν τοῦ δεσπότου Χριστοῦ· τότε γὰρ ἡ διψῶσα τῶν ἀνθρώπων φύσις οἷόν τινα ὕδατα τοὺς θείους ἀποστόλους ἐδέξατο. Ταῦτα οὕτω προαγορεύσας εἰς τὸν Ἀσσύριον μεταφέρει τὸν λόγον· 27Ἰδοὺ τὸ ὄνομα κυρίου ἔρχεται διὰ χρόνου πολλοῦ. Ἐπειδὴ μέγιστον ἦν θαῦμα τὸ δίχα χειρῶν ἀνθρω πίνων τοσαύτας μυριάδας| 138 b| πεσεῖν, ταὐτὸ δὲ τοῦτο πεπόνθασι καὶ Αἰγύπτιοι ὑποβρύχιοι πάντες ἐν τῇ θαλάττῃ γενόμενοι, πολὺς δὲ ἦν ὁ ἐν μέσῳ χρόνος τῶν τε ἐπὶ τοῦ μεγάλου Μωυσέως καὶ τῶν ἐπὶ τοῦ βασιλέως Ἐζεκίου γεγενημένων, εἰκότως ἔφη· Ἰδοὺ τὸ ὄνομά μου ἔρχεται διὰ χρόνου πολλοῦ. Ὄνομα δὲ ἐκάλεσε τὴν δόξαν καὶ τὴν ἀπὸ τοῦ θαύματος περιφάνειαν. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν· Καιόμενος ὁ θυμὸς αὐτοῦ μετὰ δόξης. Τὸν μὲν γὰρ Ἀσσύριον κολάσει, αὐτὸν δὲ πάντες ὑμνήσουσιν ἐπὶ τούτῳ. Τὸ λόγιον τῶν χειλέων αὐτοῦ λόγιον ὀργῆς πλήρης, τὸ λόγιον τῆς γλώσσης αὐτοῦ. Εἶτα δείκνυσι τοῦ θείου προστάγματος τὴν ἰσχύν· Ὡς πῦρ ἔδεται· 28καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου. Ἐνταῦθα σημαίνει τὸν τῆς πόλεως κίνδυνον· ἐῴκει γὰρ ἀνθρώπῳ μέχρι τοῦ τραχήλου δεξαμένῳ τὴν τοῦ ὕδατος προσβολὴν καὶ προσδοκήσαντι συγκαλύπτεσθαι, εἶτα παρ' ἐλπίδα πᾶσαν ἀπαλλαγέντι. Οὕτω γὰρ καὶ ἡ Ἱερουσαλὴμ μετὰ τὴν ἀπόγνωσιν τῆς σωτηρίας τετύχηκε τῆς σωτηρίας. Καὶ διαιρεθήσεται τοῦ ταράξαι ἔθνη ἐπὶ πλανήσει ματαίᾳ καὶ διώξεται αὐτοὺς πλάνησις καὶ λήψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν. Τοῦτό φησι τὸ ὕδωρ τὸ κατὰ σοῦ ὁρμῆσαν διαιρεθήσεται καὶ καθ' ἑαυτοῦ ταραχθήσεται. Ὕδωρ δὲ καλεῖ τῶν Ἀσσυρίων τὴν στρατιάν· τούτους γὰρ καὶ πεπλανῆσθαι λέγει προσδοκήσαντας περιέ σεσθαι τοῦ τῶν ὅλων θεοῦ. 29Μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ παντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλῶν εἰς τὸ ὄρος κυρίου πρὸς τὸν θεὸν τοῦ Ἰσραήλ; Ἐπειδὴ τῶν δέκα περιεγένεσθε φυλῶν ἐμοῦ διὰ τὴν ἐκείνων ἀσέβειαν συγχωρήσαντος, καὶ τὴν ἀφιερωμένην μοι πόλιν πορθήσειν προσεδοκήσατε καὶ τοσαύτην ἐμοὶ μὲν ἀσθένειαν, ὑμῖν δὲ αὐτοῖς προσμε μαρτυρήκατε δύναμιν ὡς μετὰ αὐλῶν καὶ χορῶν τὴν πολιορκίαν ποιήσασθαι. Ἀλλ' ἐλέγχεται τῆς ἐλπίδος ὑμῶν τὸ μάταιον· 30Ἀκουστὴν γὰρ κύριος ποιήσει τὴν δόξαν τῆς φωνῆς αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δείξει, μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης κεραυνώσει βιαίῳ καὶ ὡς λίθοι καὶ ὡς χάλαζα συγκαταφερομένη βίᾳ. Ἔδειξε τῆς τιμωρίας τὸ εὔκολον. Ῥᾴδιον γάρ μοί φησι καὶ φλογὶ παραδοῦναι καὶ κεραυνοὺς καὶ πρηστῆρας ἐπαγαγεῖν καὶ λίθους ἀφεῖναι χαλάζης, ἀλλὰ τῆς δυνάμεως δεικνὺς τὴν ὑπερβολὴν λόγῳ μόνῳ ποιοῦμαι τὸν ὄλεθρον· 31Διὰ γὰρ τῆς φωνῆς κυρίου ἡττηθήσονται οἱ Ἀσσύριοι τῇ πληγῇ ᾖ ἂν πατάξῃ αὐτούς. Ἀρκεῖ μοι καὶ ὁ λόγος εἰς τιμωρίαν καὶ μαρτυρήσει τῷ λόγῳ τὸ ἔργον. 32Καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῷ ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ' ᾗ αὐτὸς ἐπεποίθει· οὗτοι μετὰ τυμπάνων καὶ κιθάρας καὶ ἐν πολέμοις ἀφορισμοῦ καὶ πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς. Τὴν γὰρ τῶν Ἀσσυ ρίων πανωλεθρίαν αἱ ὑπήκοοι πόλεις μεμαθηκυῖαι δημοτελεῖς ἐπετέλουν πανηγύρεις καὶ τοῖς φεύγουσιν ἀπαντῶσαι τοὺς πλείστους διέφθειραν. 33Σὺ γὰρ πρὸ ἡμερῶν ἀπατηθήσῃ· μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν φάραγγος βαθείας; Ὅτι ἡτοιμάσθη πρὸ ἡμερῶν ὁ θαφὲθ αὐτῆς καί γε αὐτὴ τῷ βασιλεῖ ἡτοιμάσθη. Ταῦτα ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «Προητοίμασται γὰρ ἀπ' ἐχθὲς ὁ θαφὲθ αὐτῆς καί γε αὐτὴ τῷ βασιλεῖ ἡτοιμά σθη»· οὕτω δὲ καὶ ὁ Θεοδοτίων, Τὸ δὲ θαφὲθ ἢ θόφθη εὗρον παρὰ τῷ Σύρῳ ἡρμηνευμένον οὕ τως· «ὅτι ἀπ' ἐχθὲς ἡτοιμάσθη ἡ βρῶσις αὐτῆς», τουτέστι τῆς τοῦ Ἀσσυρίου στρατιᾶς· ἐν δέ γε τῇ Ἑρμηνείᾳ τῶν Ἑβρ αϊκῶν Ὀνομάτωνεὗρον τοῦτο «συγκλεισμὸν» ἡρμηνευμένον. Ἡ αὐτὴ δέ ἐστι διάνοια· λέγει γὰρ ὁ προφητικὸς λόγος τῷ Ἀσσυρίῳ· Ἐπειδὴ ὡς φάραγγος κατεφρόνησας τῆς Ἱερουσαλὴμ καὶ ταύτης κρατήσειν ἤλπισας, ἴσθι ὅτι ἐκεῖ ὁ κατὰ σοῦ ὄλεθρος προευτρέπισται· ἐνταῦθα γὰρ συγκλεισθήσῃ καὶ καταβρωθήσῃ. Ὅθεν ἐπήγαγεν· Ἐβάθυνεν ἐπλάτυνε τὴν πυρὰν αὐτῆς. Τουτέστιν ἡ ἑτοιμασθεῖσά σοι τιμωρία· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· Ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά, ὁ θυμὸς κυρίου ὡς φάρα ξ ὑπὸ θείου καιομένη. Οὗ δὴ χάριν ὁ Σύρος τὸ θαφὲθ ἑρμηνεύων «βρῶσιν» τὴν τιμωρ ίαν ἐκάλεσε· τροφὴ γὰρ πυρὸς τὰ ξύλα. Οὕτω καὶ ταῦτα συμπεράνας τοὺς εἰς Αἴγυπτον κατα πεφευγότας πάλι ν θρηνεῖ· 311Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ' ἵπποις πεποιθότες καὶ ἅρμα σιν· ἔσται γὰρ πολλὰ ἅρματα καὶ ἔφιπποι εἰς πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν. Ἰσχυροτέραν φησὶ τῆς τοῦ βοηθείας τὴν ἵππον ὑπέλαβον, ἐπειδὴ πολλοὺς ἔμαθον παρ' Αἰγυπτίοις ἵπποις καὶ ἅρμασι κεχρημένους. 2Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά, καὶ ὁ λόγος| 139 a| αὐτοῦ οὐ μὴ ἀθετηθῇ. Ἠπείλησεν αὐτοῖς φησι τιμωρίαν, καὶ ἔσται πάντως ἡ πρόρρησις· ἀψευδὴς γὰρ τῆς ἀληθείας ἡ ψῆφος. Καὶ ἐπαναστήσεται ἐπ' οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν. Κολάσει γὰρ οὐ μόνον αὐτοὺς ἀλλὰ καὶ τοὺς Αἰγυπτίους εἰς οὓς ἐπεποίθεσαν. Τοῦτο γὰρ ἐπήγαγεν· 3Αἰγύπτιον ἄνθρωπον καὶ οὐ θεόν, ἵππων σάρκες καὶ οὐκ ἔστι βοήθεια. Δέον πιστεύειν θεῷ τοῖς Αἰγυπτίοις ἐθάρρησαν καὶ τῇ ῥώμῃ τῶν ἵππων. Ὁ δὲ κύριος ἐπάξει τὴν μάχαιραν αὐτοῦ ἐπ' αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ πεσοῦνται οἱ βοηθούμενοι, καὶ ἅμα πάντες ἀπολοῦνται. Μάχαιραν τοὺς Βαβυλωνίους καλεῖ· οὗτοι γὰρ τοῖς Αἰγυπτίοις ἐπιστρατεύσαντες καὶ αὐτοὺς καὶ τοὺς πρὸς αὐτοὺς κατα πεφευγότας διέφθειραν Ἰουδαίους. Διὰ τοῦτο καὶ ὁ προφη τικὸς ἔφη λόγος κοπιάσειν μὲν τοὺς βοηθοῦντας– τουτέστι τοὺς Αἰγυπτίους–, πεσεῖσθαι δὲ τοὺς βοηθουμένους– τουτέστι τοὺς Ἰουδαίους. Εἶτα διά τινος παραβολῆς τὴν οἰκείαν αὐτοῖς ἐπιδείκνυσι δύναμιν· καθάπερ γὰρ λέοντος ἐν τοῖς ὄρεσι βρυχωμένου πτήσσει φησὶ τὰ ὑποκείμενα ζῷα, οὕτως τῆς ἐμῆς ἐπιφαι νομένης δυνάμεως καταλυθήσεται τὸ πλῆθος τῶν πολεμίων. 4Οὕτως γάρ φησι καταβήσεται κύριος Σαβαὼθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος Σιὼν καὶ ἐπὶ τὰ ὄρη αὐτῆς. Εἶτα καὶ ἑτέραν ἐπάγει παραβολήν· 5Ὡς ὄρνεα πετόμενα. Καθάπερ γὰρ τὰ ὄρνεα τῶν οἰκείων ὑπερμαχεῖ νεοττῶν, οὕτως ἐγὼ τῆσδε τῆς πόλεως φροντιῶ. Ταύτην μέντοι τὴν εἰκόνα οὐκ ἐπὶ τῆς δυνάμεως ἀλλ' ἐπὶ τῆς φιλοστοργίας ἔλαβεν· τὰ γὰρ πτηνὰ βούλεται μὲν ἐπαμῦναι τοῖς νεοττοῖς, οὐ δύναται δέ, ὁ δὲ θεὸς καὶ βούλεται καὶ δύναται. Τοῦτο γὰρ διδάσκει καὶ τὰ ἑξῆς· Οὕτως ὑπερασπιεῖ κύριος Σαβαὼθ καὶ ὑπὲρ Ἱερουσαλὴμ ὑπερασπιεῖ καὶ ἐξιλάσεται καὶ περιποιήσεται καὶ ὑπερβήσεται καὶ σώσει αὐτήν. Ἔδειξε διὰ μὲν τοῦ ὑπερασπιεῖ τὴν πατρικὴν φιλοστοργίαν, διὰ δὲ τοῦ ἐξιλάσεται τὴν πολλὴν φιλανθρωπίαν, διὰ δὲ τοῦ περιποιήςεται τὴν κηδεμονίαν, διὰ δὲ τοῦ ὑπερβήσεται τὴν κατὰ τῶν πολεμίων νίκην, διὰ δὲ τοῦ σώσει τὴν ἄρρητον δύναμιν. 6Ἐπιστράφητε οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον υἱοὶ Ἰσραήλ. Ταῦτα τοίνυν εἰδότες τῶν παρα νόμων ὑμῶν ἀπόστητε λογισμῶν. 7Ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀφαι ροῦνται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν ἁμαρτίαν. Προλέ γει τὴν ἐσομένην εὐσέβειαν, εἰς τὴν τ ῶν ἐκγόνων μίμησιν καὶ αὐτοὺς διεγείρων. 8Καὶ πεσεῖται Ἀσ οὺρ οὐ μαχαίρᾳ ἀνδρός, οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας· καὶ οἱ νεανίσκοι αὐτοῦ ἔσονται εἰς ἥττημα. Οὔτε γὰρ ἀνθρώποις οὔτε ὅπλοις ὑπουργοῖς χρήσομαι κατ' αὐτοῦ, ἀλλ' ἀόρατον αὐτῷ ἐπάξω τὴν πληγήν. 9Πέτρᾳ γὰρ περιληφθήσεται ὡς χάρακι, ὁ δὲ φεύγων ἁλώσεται. Πέτραν καλεῖ τοῦ Ἐζεκίου τὴν πίστιν· ἐκεῖνος γὰρ αὐτὸν ἀφύκτοις κακοῖς περιέλαβεν. Καὶ ἡττη θήσονται φυγῇ οἱ ἄρχοντες αὐτοῦ, λέγει κύριος ὁ ἔχων πῦρ ἐν Σιὼν καὶ κλίβανος αὐτῷ ἐν Ἱερουσαλήμ, ὁ δὲ φεύγων ἁλώσεται. Ταύτην δὲ αὐτῷ τὴν ἀπόφασιν ἐξήνεγκεν ὁ τῶν ὅλων θεός, ὃς καὶ ἐν τῇ Σιὼν· χο.. ότι καὶ ἐκεῖθεν ἐξάπτει κατ' αὐτοῦ οἷόν τινα κλίβανον τὴν τιμωρίαν, ἐπειδήπερ ταύτης ἤλπισε περιέσεσθαι. Ἐντεῦθεν εἰς ἑτέραν πρα γματικὴν προφητείαν μεταφέρει τὸν λόγον καὶ προθεσπίζει τὴν κατὰ σάρκα τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν· Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἱερουσαλήμ. 321Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν· μακα ρίζει τοὺς τὴν Σιὼν οἰκοῦντας καὶ αὐτόθι παιδοποιοῦν τας, ποιεῖται δὲ κατη γορίαν τῶν εἰς Αἴγυπτον πεφευγότων. Προλέγει δὲ καὶ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων τὸ δίκαιον κρίμα. Εἰ δέ τις ταῦτα περὶ τοῦ Ἐζεκίου ἢ περὶ τοῦ Ἰωσίου ἢ περὶ τοῦ Ζοροβάβελ εἰρῆσθαι λέγει, δια μαρτάνει τῆς ἀληθείας. Ὁ μὲν γὰρ Ἐζεκίας ἤδη βεβασιλεύκει, ὁ δὲ Ζοροβάβελ οὐδὲ βασιλεὺς ἦν ἀλλὰ δη μαγωγὸς καὶ στρατη γός, ὁ δὲ Ἰωσίας βασιλεὺς μὲν ἦν καὶ εὐσεβὴς βασιλεύς, ὑπερβαίνει δὲ τοῦ προφητευομένου τὰ κατορθώματα. Νοητέον βασιλέα μὲν τὸν δεσπότην Χριστόν, ἄρχοντας δὲ τοὺς ἱεροὺς ἀπο στόλους καὶ τοὺς μετ' ἐκείνους τὴν τῶν ἐκκλησιῶν ἡγεμονίαν παρειληφότας. Περὶ τούτων καὶ ὁ μακάρι ος ἔφη Δαυίδ· «Ἀντὶ τῶν πατέρων σου ἐγεννή θησάν σοι υἱοί· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν». 2Καὶ ἔσται ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀφ' ὕδατος φερομένου πολλοῦ. Μαρτυρεῖ τούτοις τῶν ἱερῶν εὐαγγελίων ἡ συγγραφή· ἐν παραβολαῖς γὰρ ἐλάλει τοῖς ὄχλοις, οἴκοι δὲ τὰς παραβολὰς τοῖς| 139 b| ἀποστόλοις ἡρμήνευεν. Καὶ φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. Καὶ τούτων εὑρίσκω ἐν τοῖς θείοις εὐαγγελίοις τὴν μαρτυρίαν, αὐτὸς γὰρ ἔλεγεν ὁ σωτήρ· «Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Τοῦτο τὸ ὕδωρ διψῶσαν ἅπασαν ἄρδει τὴν οἰκουμένην, διαφερόντως δὲ τὴν Σιών, «ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἐκκλησίας». 3Καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ' ἀνθρώποις ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν, 4καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ νοεῖν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην. Τὴν μεταβολὴν τῶν πραγμάτων ὁ λόγος δεδήλωκεν. Ὁ γὰρ Ἄχαζ ὑπὸ τῶν Σύρων πολιορκούμενος τοὺς Ἀσσυρίους εἰς συμμαχίαν ἐκάλεσεν· οἱ δὲ μετ' ἐκεῖνον τοὺς Ἀσσυρίους φεύγοντες πρὸς Αἰγυπτίους κατέφυγον. Οἱ δὲ τῷ σωτῆρι πεπιστευκότες τὴν αὐτοῦ ῥοπὴν ἀναμένουσι καὶ ταῖς αὐτοῦ διδασκαλίαις τὰ ὦτα προσφέρουσιν· καὶ αἱ πάλαι ψελλίζουσαι γλῶσσαι τρανὰ λαλοῦσι καὶ τὰ τῆς θείας εἰρήνης ποιητικά, οὐκέτι γὰρ θεοὺς ἀλλὰ θεὸν ὑμνοῦσιν. 5Καὶ οὐκέτι οὐ μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν, καὶ οὐκέτι οὐ μὴ εἴπωσιν οἱ ὑπηρέται σου· Σίγα. Τοῦτο δὲ ὁ Σύμμαχος οὕτως τέθεικεν· «Οὐ κληθήσεται ἔτι ὁ ἄφρων ἄρχων οὐδὲ δολίῳ ῥηθήσεται σωτήρ.» Κατὰ μέντοι τοὺς Ἑβδομήκοντα δηλοῖ ἡ πρόρρησις τῆς ἀνοήτου τῶν Φαρισαίων καὶ γραμμα τέων διδασκαλίας τὴν παῦλαν καὶ τῶν ἐκείνοις διακονούντων τὸν τῦφον· εἷς γὰρ ἐκείνων τὸν κύριον ἐπὶ κόρρης ἐπάταξε, καὶ τῷ θειοτάτῳ ἄλλοι ἔλεγον Παύλῳ· «Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς.» 6Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν τοῦ διασπεῖραι ψυχὰς πεινώσας καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι. Ἴδιον τῶν ἀνοήτων διδασκάλων τοὺς μαθητευομένους πλανᾶν καὶ λιμῷ κατα τήκειν τοὺς τῆς θείας δεομένους τροφῆς. 7Ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται, κατα φθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λόγους πενήτων ἐν κρίσει. Ἐνταῦθα τῶν κρινόντων ἐ λέ γχ ει τὸ ἄδικον. 8Οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μένει. Μόνιμοι γὰρ οἱ τῆς εὐσεβείας καρποί, οἱ δὲ τῆς ἀσεβείας «ὡς ὁ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς». 9Γυναῖκες πλούσιαι ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου· θυγατέρες ἐν ἐλπίδι εἰσακούσατέ μου τοὺς λόγους. Γυναῖκας τὰς πόλεις καλεῖ· ταύτας καὶ θυγατέρας ὠνόμασεν οὐχ ὡς τοῦτο οὔσας ἀλλ' ὡς ἐσομένας διὰ τῆς πίστεως· διὰ γάρ τοι τοῦτο προσέθηκεν· ἐν ἐλπίδι. 10Ἡμερῶν ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ' ἐλπίδος. Διὰ τοῦ ἐνιαυτοῦ τὰς παντ οδαπὰς εὐεργεσίας δεδήλωκε· τὰς τῶν ὡρῶν τροπάς, τὰς τῶν ἀέρων μεταβολάς, τῶν ὑετῶν τὴν φοράν, τοὺς διαφόρους ἀνέμους, τοὺς διὰ τούτων ἀπὸ γῆς φυομένους καρπούς. Καὶ παρεγγυᾷ ὀδυνᾶσθαι κατὰ ταὐτὸν καὶ ἐλπίζειν· ὀδυνᾶσθαι μὲν ἐπὶ ταῖς ἁμαρτίαις, ἐλπίζειν δὲ καὶ προσμένειν τῷ θεῷ τῶν ὅλων. Ἀνήλωται ὁ τρυγητός, πέπαυται καὶ οὐκέτι οὐ μὴ ἔλθῃ. Τρυγητὸν καλεῖ τὴν τῶν ἀγαθῶν ἀφθονίαν· οὐ κέτι φησὶν ἐν τῇ προτέρᾳ ἔσεσθε εὐπραξίᾳ. Τοῦτο δηλοῖ καὶ διὰ τῶν ἑξῆς· 11Εὐθηνοῦσαι ἔκστητε, λυπήθητε αἱ πεποιθυῖαι ἐπὶ πλούτῳ, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφύας σάκκους 12καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε ἐπὶ ἀγρῷ ἐπιθυμήματος καὶ ἐπὶ ἀμπέλῳ γενήματος. Ἐπειδὴ τὴν παρανομίαν οὐκ ὀλοφύρεσθε, τὰς διὰ ταύτην ὑμῖν ἐπαγομένας τιμωρίας θρηνεῖτε. 13Ἐν τῇ γῇ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας ἀρθήσεται εὐφροσύνη. Καὶ ταῦτα τῆς ἐρημίας δηλωτικά. Πόλις πλουσία. Ἀντὶ τοῦ· πάλαι. 14Οἶκοι ἐγκαταλελειμμένοι, τουτέστιν· ἔσονται. Πλοῦτον πόλεως ἀφήσουσιν, οἴκους ἐπιθυμήματος. Τοὺς γὰρ πολε μίους ὁρῶντες πάντων προτιμήσουσι τὴν φυγήν. Καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως αἰῶνος, εὐφροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων. Αὗται αἱ κῶμαι μέχρι καὶ τήμερον μεμενήκασιν ἔρημοι. Ἐνίων τὰ μὲν ὀνόματα εὑρίσκομεν ἐν τῇ γρ αφῇ, αὐτῶν δὲ τὰ ἴχνη μόνα παρ' ἐνίων ὁρᾶται. 15Ἕως ἂν ἔλθῃ ἐφ' ὑμᾶς πνεῦμα ἀφ' ὑψηλοῦ, καὶ ἔσται ἡ ἔρημος ὡς ὁ Χερμέλ, καὶ ὁ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται. Τὴν οὐρανόθεν ἐπιφοιτήσασαν χάριν μετὰ τὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀνάληψιν ὁ λόγος δεδήλωκεν· μετὰ γὰρ ἐκείνην τὴν δωρεὰν| 140 a| ἡ μὲν πάλαι ἔρημος– τουτέστι τὰ ἔθνη– ἡ προφητικὸν ἄροτρον οὐ δεξαμένη τοῦ Καρμήλου τὴν εὐκαρπίαν ἐδέξατο. Κάρμηλον δὲ τροπικῶς τὴν πάλαι Ἰουδαίοις ἐπανθήσασαν ὠνόμασε χάριν. Ἰουδαῖοι δὲ πάλαι ἤνθουν ἐν προφήταις καὶ δικαίοις καὶ ἱερεῦσι, νῦν δὲ τῶν δρυμῶν τὴν ἀκαρπίαν μεμίμηνται. Ταύτην δὲ τὴν μεταβολὴν κἀν τοῖς προηρμηνευμένοις δεδήλωκεν. 16Καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, τουτέστιν· ἐν τοῖς ἔθνεσιν. Καὶ δικαι οσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει. Ἐν τοῖς αὐτοῖς· τὴν γὰρ ἔρημον ὠνόμασε Κάρμηλον. 17Καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης εἰρήνη. Εἰρη νεύει γὰρ πρὸς θεὸν ὁ ταῖς θείαις ἑπόμενος ἐντολαῖς. Καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν. Τῆς γὰρ δικαιο σύνης καὶ τῆς πρὸς θεὸν εἰρήνης καρπὸς ἡ τῶν κακῶν τῶν παρόντων ἀπαλλαγὴ καὶ ὁ ἄλυπος βίος καὶ φροντίδων ἀπηλλαγμένος. Καὶ πεποιθότες ὦσιν ἕως τοῦ αἰῶνος. Βέβαιον γὰρ τῶν εἰς τὸν θεὸν πεπιστευκότων τὸ φρόνημα. 18Καὶ κατοικήσει ὁ λαός μου ἐν πόλει εἰρήνης καὶ ἐν πόλεσιν ἀμεριμνίας καὶ ἐν οἴκοις πεποιθήσεως, καὶ ἀναπαύ σονται μετὰ πλούτου. Πόλιν εἰρήνης τὴν ἐν τοῖς οὐρανοῖς λέγει· «Ἡ γὰρ ἄνω» φησὶν «Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Πόλεις δὲ ἀμεριμνίας καὶ τὰς διαφόρους λέγει μονάς· «Πολλαὶ» γάρ φησι «μοναὶ παρὰ τῷ πατρί μου.» Ἔχουσι δὲ καὶ τὸν πλοῦτον τὸν ἄσυλον· «Θησαυρίζετε» γάρ φησιν «ὅπου σὴς καὶ βρῶσις οὐκ ἀφανίζει οὔτε κλέπται διορύττουσι καὶ κλέπτου σιν.» 19Ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ' ὑμᾶς ἥξει. Καὶ κατὰ τὸν παρόντα δὲ βίον κρείττους διὰ τῆς ἐμῆς ἐπικουρίας τῶν πολεμούντων γενήσεσθε. Καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιθότες ὡς ἐν τῇ πεδινῇ. Δρυμὸν τὰ ἔθνη προσηγόρευσε τὰ ἄκαρπα πάλαι καὶ πεδινὴν τὴν Ἰουδαίαν ὡς πάλαι καρποφοροῦσαν. Προλέγει τοίνυν ὡς ἀδεῶς τῆς ἀληθ είας οἱ κήρυκες καὶ μεταξὺ τῶν ἐθνῶν πολιτεύσονται. Εἰ δὲ καὶ κατὰ τὸ ῥητὸν βούλεταί τις τὸ χωρίον νοῆσαι, ὁράτω τοὺς ἐν ταῖς κορυφαῖς τῶν ὀρῶν ἀσκητάς, μόνους μὲν ἐνδιαιτωμένους ταῖς ἀκρωρεί αις, μᾶλλον δὲ θαρροῦντας ἢ τοὺς τὰς μεγίστας πόλεις οἰκοῦντας τῷ πλήθει τῶν οἰκητόρων. Μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Τὴν μίαν ἐκκλησίαν τὴν ἐξ ἐθνῶν καὶ Ἰουδαίων συνειλεγμένην ὁ λόγος ᾐνίξατο. Ἀκάθαρτος γὰρ κατὰ νόμον ὁ ὄνος, τοιαῦτα δὲ ἦν καὶ τὰ ἔθνη πρὸ τῆς τοῦ σωτῆρος ἐπιφανείας· καὶ καθαρὸς δὲ κατὰ νόμον ὁ βοῦς, διὸ καὶ ὑπὲρ τοῦ ἀρχιερέως καὶ ὑπὲρ τοῦ λαοῦ προσεφέρετο. Καλεῖ τοίνυν ὄνον μὲν τοὺς ἐξ ἐθνῶν, βοῦν δὲ τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας, ὕδωρ δὲ τὸ λυτήριον τῶν ἁμαρτημάτων καὶ καθαρτήριον τῶν ψυχῶν, τὸ πανάγιον βάπτισμα, σπόρον δὲ τὸν διδασκαλικὸν λόγον. Ἐπειδὴ δὲ τὰ εἰρημένα ὑπέσχετο, πολλὰς δὲ τῆς ἀληθείας οἱ κήρυκες ὀδύνας ὑπέμενον ἐξελαυνόμενοι καὶ διωκόμενοι καὶ μαστιγούμενοι καὶ μυ ρία θανάτων ὑπομέ νοντες εἴδη, διὰ τῆς προφητικῆς αὐτοῦ γλώττης ὁ δεσπότης ψυχαγωγεῖ· 331Οὐαὶ ὁ ταλαιπωρῶν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους. Οἱ διώκοντες ὑμᾶς φησιν ἄθλιοί εἰσι καὶ τρισάθλιοι, ὑμεῖς δὲ μακάριοι· οἱ μὲν γὰρ ἀδικοῦσιν, ὑμεῖς δὲ οὐκ ἀδικεῖσθε. Τοῦτο καὶ ὁ μακάριος ἔφη Παῦλος· «Ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρού μενοι, ἀπορούμενοι οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι.» Καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ. Τοῦτο καὶ ἐν τοῖς θείοις εὐαγγελίοις ἔφη πρὸς αὐτοὺς ὁ δεσπότης· «Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ὁ ἀθετῶν ὑμᾶς οὐχ ὑμᾶς ἀθετεῖ ἀλλὰ τὸν ἀποστείλαντα ὑμᾶς.» Ἁλώσονται γὰρ οἱ ἀθετοῦντες καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐφ' ἱματίῳ οὕτως ἡττηθήσονται. Ταῦτα δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «Ὅταν συντελέσῃς ταλαιπωρίζων, ταλαιπωρηθήσῃ· ὅταν κοπιάσῃς ἀθετῶν, ἀθε τ ήσῃ.» Ἀντὶ τοῦ· Καθ' ἑαυτὸν τὸ ξίφος ὠθεῖς καί, τῷ πλησίον εἰ ὀ ρύττεις βόθρον, σαυτὸν ἐμβαλεῖς. Καὶ ὥσπερ τὸ ἱμάτιον τίκτει τὸν σῆτα καὶ ὑπὸ τοῦ σητὸς κατεσθίεται, οὕτω καὶ ὑμεῖς ὑπὸ τῆς πονηρίας ἣν ἐτέκετε καταναλωθήσ εσθε. Ἡμεῖς δὲ ταῦτα| 140 b| με μαθηκότες τὴν μὲν τούτων ὁδὸν καταλίπωμεν, τῶν δὲ προφητῶν καὶ ἀποστόλων τὸν βίον ζηλώσωμεν, ἵνα σὺν αὐτοῖς τῶν ἐπηγγελμένων ἀπο λαύσωμεν ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ τὰς ἐπ αγγε λίας δεδωκότος Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ σὺν τῷ παναγίῳ πνεύματι δόξα πρέπει καὶ τιμὴ καὶ μεγαλοπρέπεια νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.