De sancta trinitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
0.1
ΠΡΟΟΙΜΙΟΝ. Ἔδει μὲν πάντας τοὺς τῇ προσηγορίᾳ τοῦ Σωτῆ ρος ἡμῶν Ἰησοῦ Χριστοῦ λαμπρυνομένους, καὶ πρό βατα εἶναι σεμνυνομένους τοῦ τὴν ψυχὴν τεθεικότος ποιμένος ὑπὲρ ἡμῶν, τῆς τοῦ ποιμένος ἀκούειν φω νῆς, καὶ τὴν ὑπ' ἐκείνου δεικνυμένην νέμεσθαι πόαν, καὶ τοῖς τῆς εὐαγγελικῆς πίστεως ὅροις καὶ νόμοις ἐμμένειν, καὶ τὴν ἁπλῆν τῶν ἀποστόλων στέργειν διδασκαλίαν· ἐπειδὴ δὲ πολλοὶ πληγέντες τύφῳ, καὶ δόξης κενῆς ἐρασθέντες, καὶ ἑαυτοὺς ἀγνοήσαν τες, τὰ τῆς πεπλανημένης αὐτῶν ἐννοίας κυήματα, τῆς θεοπνεύστου διδασκαλίας προυτίμησαν, καὶ τῆς εὐθείας εἰς τὴν ἄνω πόλιν ἀγούσης ὁδοῦ παρατρα πέντες, εἰς πολυσχεδεῖς καὶ θανατηφόρους ἐχώρησαν ἀτραποὺς, πάντες μὲν ὁμοίως πλανώμενοι, οὐ τὴν αὐτὴν δὲ τῆς πλάνης ὁμοίως μετιόντες ὁδὸν, ἀλλὰ δια φόρως τῇ τῶν λογισμῶν ἀκολουθοῦντες ἀπάτῃ, ἡγοῦ μαι πρέπειν τοῖς τὴν βασιλικὴν καὶ τετριμμένην ὑπὸ τῶν εὐσεβῶν ὁδεύουσιν, ἐλεεῖν τε τοὺς πλανωμένους, καὶ τὴν ἀπάτην γυμνοῦν, καὶ τὴν εὐσέβειαν ὑποδει κνύναι, καὶ ποδηγεῖν τοὺς ἑπομένους, καὶ τῆς ἑκα τέρωσε παρατροπῆς ἀπείργειν, ἕως ἂν τὴν βασιλίδα πόλιν καταλάβωσι.