Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
ΑΕΡΙΩ ΣΟΦΙΣΤΗ. Ἀδικεῖς, ὦ ἄριστε, μηδ' ὅσον ἄκροις δακτύλοις, τὸ δὴ λεγόμενον, τῆς σῆς ἡμᾶς παιδεύσεως ἀπογεύων, ἀλλὰ περιο ρῶν διψῶντας, καὶ τὰς τῶν λόγων κρύπτων πηγάς· καὶ δέον τοῖς ἀγνοοῦσι προτιθέναι τὰ νάματα, οὐδὲ τοὺς γνωρίμους τούτων ἐᾷς ἀπολαύειν. Καὶ μὴν ὁ πλοῦτος κρυπτόμενος ἄχρησ τός ἐστι τοῖς κεκτημένοις, φαινόμενος δὲ λαμπροὺς τούτους ἀποφαίνει καὶ περιβλέπτους. Φασὶ δὲ καὶ τὰ φρέατα μὴ ἐξαν τλούμενα ἀποκναίειν τοὺς χρωμένους, ἐξαντλούμενα δὲ ἡδίω καὶ καθαρώτερα παρέχειν τὰ νάματα. Ἴδιον δὲ καὶ τῆς τέχνης, ἣν τοῖς νέοις προσφέρεις, οὐχ ἡ Πυθαγόρου σιγή, ἀλλὰ στω μυλία καὶ λόγοι χειμάῤῥου δίκην φερόμενοι. Εἰ δὲ σιγᾷς πρὸς μόνους ἡμᾶς, εἰπὲ καὶ τῆς σιγῆς τὴν αἰτίαν, ἵν' ἐλέγξωμεν οὐ δικαίως σιγῶντα.