Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
ΤΙΤΩ ΚΟΜΗΤΙ. Πολλοὺς μὲν ἔχει πολεμίους τὸ δίκαιον· ἡ γὰρ ἀντίπαλος ἀδικία τοὺς οἰκείους ὁπλίζει κατὰ τούτου τροφίμους, ἡττᾶται δὲ ὅμως καὶ πολλοὺς ἔχουσα τοὺς ὑπηκόους, τῶν τῆς δικαιο σύνης ἐραστῶν προθύμως ὑπὲρ αὐτῆς ἀ [θ] λούντων καὶ ῥᾷστα σκεδ [αννύν] των τοὺς ἀντιπάλους. Εἷς δὲ τῶν οὕτω λαμπρῶς ἀγωνιζομένων ὑπάρχεις, ὦ ἄριστε, καὶ τούτου μάρτυρες οἱ τῶν παντοδαπῶν τῆς ἀδικίας μηχανημάτων διὰ τῆς σῆς ἀπαλ λαγέντες ἐπικουρίας. Οὕτως ἀριστεῦσαι καὶ νῦν τὴν μεγαλο πρέπειάν σου παρακαλῶ, καὶ τῷ κυρίῳ Παλλαδίῳ τῷ φιλοσόφῳ ἐπαμῦναι σπουδαίως, ὑπὸ βαρβάρων τινῶν, ὥς φησιν, ἀδικου μένῳ· συκοφαντίαις γὰρ βάλλοντες τὸν εἰς βοήθειαν αὐτῷ δοθέντα στρατιώτην, ἀγώγιμον εἰς ἐκεῖνο τὸ δικαστήριον γενέσθαι παρεσκεύασαν. Ἐνταῦθα τῶν ἀκλινῶν ὑμῶν ζυγῶν καὶ τῆς ἀδεκάστου ψήφου δεόμεθα, ἵνα τὸν μὲν πάσης αἰδοῦς ἀξιώτατον φιλόσοφον τυχεῖν τῶν δικαίων κελεύσητε, τῷ δὲ συκοφαντουμένῳ στρατιώτῃ θάρσος παράσχητε, ὅπως τὰ γεγενημένα διδάξας, ψευδῆ δείξῃ τὴν τολμηθεῖσαν κατηγο ρίαν.