Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
ΠΑΛΛΑΔΙΩ ΦΙΛΟΣΟΦΩ. Οὐκ ἀπεικότως, ὦ ἄριστε, τὴν πικρὰν ταύτην καὶ ἀνιαρὰν δυσχεραίνεις ζωήν· πολλῶν γὰρ καὶ παντοδαπῶν πλήρης ὁ βίος κακῶν, ὀλίγοι δὲ λίαν εἰσιν ἀρετῆς φροντισταὶ καὶ φιλο σοφίας ἐρασταί· τὸ δὲ πλεῖστον τοῦ γένους τὴν ἀκοσμίαν ἠγά πησεν, οὐχ ἥκιστα δὲ ὁ παρὼν καιρὸς φορὰν ἤνεγκε πονηρῶν ἀνθρώπων, πᾶν εἶδος κακίας ἀδεῶς μετιόντων, καὶ οὔτε αἰδώς, οὔτε τῶν νόμων τὸ δέος, οὔθ' ἡ τῶν μελλόντων ἐλπὶς ἱκανὰ κωλῦσαι τῆς κακίας τὴν ῥύμην, καὶ οὐδὲ συσκιάζουσι νῦν ὡς πάλαι τὰ πλημμελούμενα, ἀλλ' ἀναιδείᾳ τὴν ἀδικίαν ὁπλίζουσι καὶ παῤῥησίαν τὴν ἀναισχυντίαν προσαγορεύουσι. Καὶ ὁ μὲν λωποδύτης τὸ φωραθῆναι δειμαίνει, ὁ δὲ πλεονέκτης προφα νῶς λωποδυτεῖ καὶ τοιχωρυχεῖ καὶ τὰ τοῦ πέλας ἀφαιρεῖται καὶ οἰκεῖα καλεὶ τὰ μηδαμόθεν προσήκοντα. Διὰ ταῦτα κἀγὼ ἀνιῶμαι, καὶ θάνατον ἱμείρομαι, καὶ τῆς παρούσης ἀπαλλαγῆ ναι γλίχομαι βιοτῆς· στέργω δὲ ὅμως τὰ τῷ Θεῷ δοκοῦντα, καὶ τῶν σοφῶν αὐτοῦ πηδαλίων ἀγαπῶ τὰ κινήματα, καὶ φέρο μαι ᾗ ἂν φέρῃ. Παρακαλῶ δὲ καί σε γενναίως φέρειν τὰ λυ πηρὰ καὶ μεμνῆσθαι τῶν τοῦ Δημοσθένους ῥημάτων· Δεῖ γάρ, φησί, τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασι τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα, φέρειν δὲ ἃ ἂν ὁ θεὸς διδῷ γενναίως. Τοιαῦτα δὲ καὶ ὁ Θουκυδίδης πρὸ τούτου συνέγραψε· Φέρειν γάρ, φησί, τά τε δαιμόνια ἀναγκαίως, τά τε ἀπὸ τῶν πολεμίων ἀνδρείως. Ταῦτα τῆς σῆς, ὦ ἄριστε, γλώττης προφέρειν. Ἡμεῖς δὲ τοῖς τῶν ἁλιέων συγγράμμασιν ἐντραφέντες, ἅπερ ἐκείνων μεμαθήκαμεν, δυνάμεθα φθέγγεσθαι. Λόγοι δέ εἰσιν, εὐτελὲς μὲν τὸ ἔλυτρον ἔχοντες, ἀπ [όρρητον] δὲ καὶ μυστικὸν τῶν νοημάτων τὸν θησαυρόν. Τὴν πρὸς τὸν μεγαλοπρεπέστα τον στρατηγὸν ποιήσας ἐπιστολὴν πέπομφα τῇ σῇ παιδεύσει.