Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
ΟΛΥΜΠΙΩ ΓΕΡΜΑΝΙΚΩ. Εἰ μή σου τῷ κάλλει τῆς ψυχῆς ἡ τοῦ δόγματος ἐλυμήνατο πρόληψις, καὶ τὸ ὀπτικὸν τοῦ εὐθέος παρατρέψασα ἑτέρωσε πεποίηκε φέρεσθαι, πασῶν ἀρίστην τῶν ἐν βίῳ ἀναστρεφομέ νων ἔφην ἂν τεθεᾶσθαι. Οὕτως εἷλέ με τῶν σῶν ἠθῶν ἡ γλυ κύτης. Ἀλλ' ἄχθομαι, καὶ λίαν ἄχθομαι τηλικαύτην ἀρετὴν κεφαλῆς δεομένην ὁρῶν, καὶ τοσοῦτον κάλλος οἰκοδομίας ἐπὶ σφαλερᾶς κρηπῖδος θεώμενος κείμενον. Εὔφρανον τοιγαροῦν ἡμᾶς, ὦ θαυμάσιε, καὶ μεγίστην ἡμῖν σχεδίασον ἑορτήν, τὴν τῆς ὑποβάθρας ἐναλλαγὴν ποιησάμενος, καὶ τὴν ἀλήθειαν τοῦ ψεύδους ἀνταλλαξάμενος, καὶ τῶν τῆς ψυχῆς ὀφθαλμῶν τὴν εὐθύτητα κατάρτισον, καθαρότητα προσλαβών. Ἑρμῆν δὲ καὶ Μούσας, οὓς τοῖς γράμμασιν ἐντέθεικας σὺν Εὐνομίῳ, πόῤῥω που τῶν ἱερῶν ἐξόρισον λόγων. Οὐ γὰρ πρέπει γλώσσαις εὐσε βεῖν δεδιδαγμέναις δαιμόνων προφέρειν λαοπλάνων ὀνόματα. Τίς γάρ, φησὶν ὁ ἱερὸς Ἀπόστολος, συμφώνησις Χριστῷ πρὸς Βελίας; ἢ τίς μερὶς πιστῷ μετ' ἀπίστου; ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ταῦτα κηδό μενος γράφω, καὶ τὴν σήν, ὦ φίλη μοι κεφαλή, διψῶν τελειό τητα.