Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
ΕΙΡΗΝΑΙΩ ΚΟΜΗΤΙ. Ἐβουκόλησέ με πρώην τὴν παρουσίαν τῆς σῆς μεγαλοπρε πείας μηνύσας ὁ θεοφιλέστατος ἀρχιδιάκονος, καὶ τὴν ψυχὴν ἐπλήρωσεν ἡδονῆς, καὶ ταῖς ἐλπίσιν ἐπτέρωσε, καὶ τὰς ὁδοὺς καραδοκεῖν παρεσκεύασε, καὶ τοῦτο μὲν νύκτωρ ὀνειροπολεῖν, τοῦτο δὲ μεθ' ἡμέραν φαντάζεσθαι. Οὕτω πᾶσαν τὴν ἁγίαν τεσσαρακοστὴν διετέλεσα τῆς σῆς προσδοκῶν ἀπολαύσεσθαι συνουσίας· ἀλλὰ τῶν ἐλπίδων ἐψεύσθην καὶ ὡς ὀνείρῳ τῆς εὐφροσύνης ἀπέλαυσα. Οὐκ ἂν οὖν αὐτῷ μεμψαίμην· κἀν τούτῳ γάρ μοι μεγάλα κεχάρισται. Ἐμοὶ γὰρ μεγίστην φέρεις παρα ψυχὴν καὶ ὄναρ φαινόμενος, ἤ πού γε δὴ μεθ' ἡμέραν φαντα ζόμενος. Μαθεῖν δὲ ὅλως βούλομαι παρὰ τίνος ἠπάτημαι, οὐχ ἵνα δίκας εἰσπράξωμαι τὸν ἀπατήσαντα, ἀλλ' ἵνα χάριν ὁμο λογήσω· οὐ μικρὰ γὰρ ἐκ τῆς ἀπάτης κεκέρδηκα. Εἰ δέ σοι δοκεῖ καὶ τὴν ἀλήθειαν τοῖς εὐαγγελίοις ἐκείνοις χαρίσασθαι, καὶ μή τι τῶν ἀναγκαιοτέρων κωλύει, χάρισαι μὲν σαυτῷ τῶν ἁγίων τὴν εὐλογίαν, ἐμοὶ δὲ τὴν σὴν συνουσίαν, ἣν ἐρασμιωτά την πάντων ὑπολαμβάνω.