Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
ΠΡΟΚΛΩ ΕΠΙΣΚΟΠΩ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ Ἡμεῖς μὲν σμικρὰς καὶ λίαν ἐρήμους πολίχνας οἰκοῦντες καὶ αὐτὴν πολλάκις τὴν ζωὴν δυσχεραίνομεν, ὑπὸ τῶν προ σιόντων καί τινος ἐπικουρίας δεομένων ἀποκναιόμενοι· ἡ δὲ ὑμετέρα ἁγιότης πόλιν οἰκοῦσα, μᾶλλον δὲ πέλαγος ἀ [νθρώπω] ν ἔχουσαν [οἰκου] μένην, καὶ ποταμῶν δίκην τοὺς ἁπανταχόθεν προσρέοντας εἰσδεχομένην, οὐ μόνον ἐκείνων προμήθειαν ποιεῖται, ἀλλὰ καὶ τῶν κατὰ πᾶσαν τὴν καθ' ἡμᾶς οἰκουμένην· κἄν τις γραμμάτων πρός τινα δεηθῇ, οὐδὲ ἁπλῶς οὕτως, ὡς ἐν ὄχλῳ πραγμάτων ὄντες, ἐπιστέλλειν ἀνέχεσθε, οὐ γνησίως μέν, οὐ γλαφυρῶς δὲ οὐδὲ ἀκρίβως, ἀλλὰ πάντα ὁμοῦ συντρέ χει τοῖς γράμμασι, καὶ κάλλος ὀνομάτων καὶ πλῆθος νοημάτων καὶ τάξεως ἁρμονία καὶ τιμὴ τρέφουσα τοὺς δεχομένους τὰ γράμματα, καὶ τῶν ἀγαθῶν ἁπάντων τὸ κάλλιστον, ἡ ἐπανθοῦσα τοῖς λόγοις τοῦ φρονήματος μετριότης. Τοιαύτας δεχόμενοι τῆς ὑμετέρας ἁγιωσύνης ἐπιστολάς, λίαν θαυμάζομεν τὴν ἀποστολικὴν ὑμῶν διάνοιαν, καὶ ὁρῶμεν ὑμῖν ἁρμοττοῦσαν τὴν θεσπεσίαν ἐκείνην φωνήν· Ἡ καρδία ἡμῶν πεπλάτυνται. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν. Οὗ δὴ χάριν τὸν τῶν ὅλων Θεὸν ἱκετεύομεν ἐπὶ πλεῖστον ὑμῶν τὴν ἁγιωσύνην ταῦτα κινεῖν τὰ πηδάλια, ἵν' ἐξ οὐρίων τὸ σκάφος τῆς Ἐκκλησίας ὁδεύῃ. Τὸν μὲν λαμπρότατον καὶ πιστότατον τριβοῦνον Ναυ κρατιανὸν ἀγαπῶμεν καὶ διὰ τὴν τῶν ἠθῶν αὐτοῦ καλοκἀγαθίαν καὶ τὴν πολλὴν ἡμερότητα. Δεξάμενος δὲ τῆς σῆς ἁγιωσύνης τὰ γράμματα διπλῶς τὸν ἄνδρα καὶ φιλῶ καὶ ἀγαπῶ καὶ γεραίρω.