Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1
ΑΡΕΟΒΙΝΔΩ ΣΤΡΑΤΗΛΑΤΗ. Ἡνίκα μὲν τὸν μονήρη μετῄειν βίον πάντων ὁμοῦ προῃρού μην τὴν ἡσυχίαν· τοῦτο γὰρ ὁ ἐκείνου τοῦ βίου παρακελεύεται νόμος. Ἐπειδὴ δὲ ἀνάξιον ὄντα με ψυχὰς ποιμαίνειν ἐκέλευσεν ὁ Θεός, ἀναγκάζομαι καὶ παρὰ γνώμην πολλάκις ἐπιμελεῖσθαι πραγμάτων, ὧν ἡ φροντὶς ἀν [ιαρ] ὰ μὲν ἐμοί, ἔννομος δὲ τοῖς χρωμένοις ὠφέλιμος· ὁ γὰρ ἀποστολικὸς νόμος βοᾷ· Εἰ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· καὶ πάλιν· ὁ προϊστάμενος ἐν σπουδῆ. Τούτοις δουλεύων τοῖς νόμοις, τὴν ὑμετέραν διὰ γραμμάτων μεγαλοφυΐαν προσφθέγγομαι καὶ τὸ Σεργιθέον χωρίον (τῆς ἐνορίας δὲ τοῦτο τῆς ἡμετέρας ἐσ τίν), ὑπὸ τὴν ὑμετέραν ἐξουσίαν τελοῦν, ἀπολαῦσαι φιλανθρω πίας ἀντιβολῶ. Τρύχει γὰρ τοὺς τοῦτο γεωργοῦντας ὁ τοῦ ἐλαίου κανών, ὃν εἰσπράττονται, μήτε πέρυσιν μήτε τῆτες τῆς γῆς τεκούσης καρπὸν ἢ λίαν ὀλίγιστον. Πρέπει δὲ ὑμῖν, συνέ σει λαμπρυνομένοις, ᾗ καὶ τὴν ἀνδρείαν κοσμεῖτε,† τὰ θεόθεν χορηγούμενα παρὰ τῶν γηπόνων, κἂν ἐπίσχῃ ποτὲ τῶν καρπῶν τὴν φοράν†, φειδοῦς ἀξιοῦν τοὺς τὴν γῆν ἐργαζομένους, τὴν ὡρισμένην πρόσοδον ἀποδοῦναι μὴ δυναμένους· οὐδὲ γὰρ οἱ κρουνοὶ προσφέρειν δύνανται τῶν ὑδάτων τὰ νάματα, παρὰ τῶν πηγῶν μὴ δεχόμενοι. Ταύτην ἡμεῖς προσφέρομεν τὴν παρά κλησιν, ὑπὸ τῶν γεωργῶν πολλάκις ἐνοχληθέντες. Ἡ δὲ ὑμετέρα μεγαλοπρέπεια τὸ πρακτέον σκοπήσασα καὶ τὸ εἰκὸς ἐν τοῖς εἰρημένοις εὖ οἶδ' ὅτι μεταδώσει φιλανθρωπίας, ἅτε δὴ ταύτης παρὰ τοῦ Θεοῦ τῶν ὅλων ποθοῦσα τυχεῖν.

Intertext edge

Open linked passage

Note