Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1
ΚΩΝΣΤΑΝΤΙΝΩ ΑΠΟ ΥΠΑΡΧΩΝ. Διεκόσμησε μὲν τῷ λόγῳ τῶν ἀνθρώπων τὴν φύσιν ὁ τῶν ὅλων θεός· οὗ δὴ χάριν καὶ αὐτὴ καθ' ἑαυτὴν τὸ δέον εὑρίσκει· καὶ μάρτυρες οἱ πάλαι γενόμενοι, παρ' ἑτέρων μὲν οὐ δεξά μενοι νόμους, αὐτοὶ δὲ νόμους εὑρόντες καὶ τὴν λογικοῖς ἁρμόττουσαν πολιτείαν εἰσενεγκόντες. Εἰ δέ τις πρὸς τῇ φύσει καὶ παιδείαν προσλάβοι καὶ τοῖς ἑτέρων πόνοις ἐπιμελῶς ἐν τραφείη, οἷόν τινα ὕλην προσφέρει τὴν παντοδαπῆ διδασκα λίαν τῇ φύσει. Ἡ δὲ ἀποκρίνει μὲν τὰ περιττὰ ὡς ἐπιστή μων, τὰ δὲ ὀνησιφόρα δέχεται καὶ κατασκευάζει τὰ ἀξιέ ραστα τῆς ἀρετῆς ἀγάλματα· οὔτε γὰρ παρὰ τῶν ποιητῶν οὔτε παρὰ τῶν φιλοσόφων οὔτε μὴν παρὰ τῶν ἄλλων λογογ ράφων ἁπλῶς καὶ ὡς ἔτυχε δέχεται τὰ μαθήματα, ἀλλὰ τὴν μέλιτταν μιμουμένη, τὸ μὲν χρειῶδες συλλέγει, τὸ δὲ περιτ τὸν χαίρειν ἐᾷ. Τοῦτον ἡ ὑμετέρα μεγαλοπρέπεια τὸν βίον ἀσπαζομένη ηὔξησε τὸν ἐντεθέντα τῇ φύσει λόγον, μᾶλ λον δὲ τοῦτον κρυπτόμενον ἔδειξεν· ὑποβρύχιον γὰρ αὐτὸν τὰ πάθη ποιεῖ· ἀλλ' ὅταν ἐπιτύχῃ πτερῶν, ὑπερνήχεται καὶ ἀναδύνει καὶ ὡς ἐν φωτὶ πολιτεύεται. Τούτου εἵνεκα διαφερόν τως τὴν ὑμετέραν μεγαλοφυΐαν ὑπὲρ τῶν προμηθείας δεομέ νων ἀντιβολῶ· λογικώτερον γὰρ κινουμένη μετὰ πλείονος αὐτῶν προθυμίας ἐπιμελεῖται. Ταύτης ἀπολαῦσαι τῆς κηδεμονίας παρακαλῶ καὶ τὸν θαυμασιώτατον καὶ λαμπρότατον Διονύσιον, ἄρξαντα μὲν οὐ κατὰ γνώμην, πενίᾳ δὲ συζῶντα, ἐπιεικῆ δὲ καὶ μέτριον ἀσπαζόμενον βίον, εἰσπραττόμενον δὲ ἃ μηδὲ δοῦ λος ἀντ' ἐλευθέρου γενόμενος δυνήσετ' ἂν ἀποδοῦναι. Εἰ δὲ καὶ τῶν οἰκείων συμφορῶν ἐπιτραπείη διδάξαι τὴν τραγῳδίαν (ἐπιτρέψετε δὲ πάντως, ἡμερότητι λαμπρυνόμενοι), οἴκτου καὶ φειδοῦς ἀπολαύσεται οὐ παρ' ὑμῶν μόνον τῶν προχείρων εἰς ἔλεον, ἀλλὰ καὶ παρὰ τῶν τἀναντία προαιρουμένων. Οὕτως ἐλεεινὸν τῶν τούτου παθημάτων τὸ δρᾶμα.

Intertext edge

Open linked passage

Note