Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΑΓΚΥΡΑΣ. Ἀψευδὴς ἄρα τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἡ ὑπόσχεσις. Ὑπέσχετο δὲ εἰς ἅπασαν χυθήσεσθαι τὴν οἰκουμένην τὴν τῆς θεογνωσίας διδασκαλίαν· βοᾷ δὲ τὰ πράγματα μαρτυ ροῦντα τῷ λόγῳ. Οὐ γὰρ μόνον ἔθνη καὶ πόλεις καὶ κώμας καὶ ἀγροὺς καὶ ἐσχατιὰς ἰθύνουσι τῆς εὐσεβείας οἱ τρόφιμοι καὶ οἱ τῆς ἱερωσύνης ἠξιωμένοι, ἀλλὰ καὶ αὐτὰ τῶν στρατιωτῶν τὰ τάγματα, ἐν πόλεσι καὶ κώμαις διάγοντα, ἀφιερωμένους ἔχει νομέας. Τούτων εἷς ἐστι καὶ ὁ εὐλαβέστατος διάκονος Ἀγαπητός, ὃς αὐχεῖ μὲν πόλιν τὴν τῆς ἡμετέρας ἐπαρχίας μητρόπολιν, στρατιωτικὸν δὲ τάγμα ἐτάχθη πρὸς τὰ θεῖα ῥυθμίζειν· οὗ δὴ χάριν καὶ νῦν ἐπὶ τὴν Θρᾴκην ἀπῆρεν· ἐκεῖ γὰρ τούτου συμβαίνει διάγειν τὸν ἀριθμόν. Τὴν γὰρ δεσποτικὴν ἐκείνην δέδιεν ἐντολήν· Ὦ ποιμένες, ποιμένες, λέγουσαν, τὸ συντετριμμένον οὐ κατεδήσατε, τὸ καταπεπτω κὸς οὐκ ἀνωρθώσατε, τὸ πεπλανημένον οὐκ ἐπεσ τρέψατε. Αὐτὸς μὲν οὖν τήνδε τὴν κατηγορίαν δειμαίνων ἐντεῦθεν ἀπῆρεν, ἐμοὶ δὲ προὐξένησε τὸ σφόδρα ποθούμενον· ἀξιέραστα γάρ μοι τὰ πρὸς τὴν σὴν ἁγιότητα γράμματα. Τοῦτο δέ μοι καὶ πεποίηκε καὶ τρέφει τὸν ἔρωτα, ἡ παρὰ πάντων φερομένη τῆς σῆς ὁσιότητος εὐφημία, ἣν αὔξεσθαι προσεύχο μαι καθ' ἑκάστην ἡμέραν εἰς ὑμνῳδίαν τοῦ δεσπότου Χριστοῦ καὶ ὠφέλειαν τῶν αὐτῷ τριποθήτων λαῶν. Ἐμοὶ δὲ μέγιστον ἀγαθὸν τὸ τῆς θείας ἐπὶ τοῖς ἐπταισμένοις φιλανθρωπίας τυχεῖν· ἧς ἀπολαύσαιμι ῥᾴδιον εἰ προσεύξαιο, δέσποτα.

Intertext edge

Open linked passage

Note