Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1
ΠΡΟΚΛΩ ΕΠΙΣΚΟΠΩ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ. Καὶ δι' ἑτέρων μὲν γραμμάτων τῇ σῆς ἁγιότητος προσήγαγον δεξιᾷ τὸν μεγαλοπρεπέστατον ἡμῶν υἱὸν Φίλιππον καὶ τῆς σῆς αὐτὸν ἀπολαῦσαι προμηθείας ἱκέτευσα· προσθεῖναι δὲ τῇ προτέρᾳ δευτέραν ἐπιστολὴν ὁ θεοφιλέστατος καὶ ἁγιώτατος προσέταξεν ἄνθρωπος τοῦ Θεοῦ, ὁ κῦρις Ἰάκωβος, παρεγγυή σας καὶ τοῦτο προσθεῖναι τοῖς γράμμασι καὶ διδάξαι σου τὴν ἁγιωσύνην, ὡς καὶ αὐτὸς δι' ἡμῶν τὴν χάριν αἰτεῖ. Ὁ δὲ τῷ Θεῷ διὰ τὴν τῆς ἀρετῆς ὑπερβολὴν ἀξιέραστος καὶ τοῖς τοῦ θεοῦ δήπουθεν ἀξιάγαστος, διαφερόντως δὲ τῇ σῇ ὁσιότητι, ἣ καὶ γράμμασι πρώην αὐτὸν ἐψυχαγώγησε καὶ πολλαῖς ἐταινίωσεν εὐφημίαις. Διὰ ταύτην τοίνυν τὴν ἱερὰν καὶ φιλτάτην τῷ Θεῷ κεφαλὴν ἀπολαυσάτω τῆς ὑμετέρας κηδεμονίας καὶ σωθήτω τῇ πόλει τῇ ἡμετέρᾳ τὸ σχῆμα.