Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
ΑΡΕΟΒΙΝΔΑ ΠΑΤΡΙΚΙΩ. 22 ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ [ΑΝ] ΚΥΡ [ΑΣ]. Εἰ τοὺς θείους ἐφύλαττε νόμους τῶν ἀνθρώπων ἡ φύσις, μονίμων ἂν καὶ διαρκῶν ἀπήλαυσεν ἀγαθῶν. Ἐπειδὴ δὲ τῆς εὐθείας ἐξετράπημεν τρίβου καὶ τῶν θείων κατεφρονή σαμεν ἐντολῶν, ἀναγκαίως ὀδυνηρῷ προσεκληρώθημεν βίῳ, ἵνα τῶν λυπηρῶν τὰς αἰτίας ἀνερευνῶντες, καὶ μητέρα τούτων τὴν ἁμαρτίαν εὑρίσκοντες, φεύγωμεν μὲν ταύτην ὡς πολεμίαν, τοὺς δὲ θείους ἀσπαζώμεθα νόμους. Τούτου δὴ χάριν οὐ μόνον τινὲς τῶν ἀνθρώπων τῆς εὐκληρίας ἐκπίπτουσιν, ἀλλὰ καὶ πόλεις καὶ ἔθνη τὴν εὐπραξίαν ἀποβάλλουσι καὶ εἰς ἐσχά την μεταπίπτουσι δυσκληρίαν. Τοῦτο δὴ πέπονθε καὶ ἡ πάλαι Λιβύη, νῦν δὲ Ἀφρικὴ καλουμένη· πάντων γὰρ οὖσα πλήρης τῶν ἀγαθῶν, ἔρημος τούτων ἐξαπίνης ἐγένετο. Ἄγουσι δὲ ταύτην καὶ φέρουσιν ἄνδρες ἥμερον μὲν οὐδὲν ἔχοντες, ὠμό τητι δὲ καὶ θηριωδίᾳ συζῶντες· οὗ δὴ χάριν οἱ πλεῖστοι τῶν θεοφιλεστάτων ἐπισκόπων τὴν ξένην ἀντὶ τῆς πατρίδος προεί λοντο, παραψυχὴν ἔχοντες τὴν εἰς Θεὸν ἐλπίδα καὶ πρόσοδον τῆς ἀναγκαίας τοῦ σώματος χρείας τῶν θεοφιλῶν ἀνδρῶν τὰς χεῖρας. Εἷς τούτων ἐστὶν ὁ θεοφιλέστατος ἐπίσκοπος, ὁ κύριος Φλωρέντιος, ὃς τὴν μεγίστην μὲν πόλιν καταλαβεῖν ἐπείγεται, διὰ δὲ τῆς σῆς ἁγιότητος τὴν πορείαν ποιεῖται· καὶ οἶδ' ὅτι λιμένι προσορμισθήσεται εὐόρμῳ τε καὶ εὐστόμῳ καὶ ἀπηνέμῳ καὶ πλήρει παντοδαπῶν ἀγαθῶν. Ἐγὼ δὲ αὐτοῦ πρὸς ὀλίγον τῆς συνουσίας ἀπολαύσας, ἀπωνάμην† καὶ τῆς σῆς [σεμ] νό τητος προσρήσεις†, ἣν περὶ πολλοῦ ποιοῦμαι, καὶ ἅμα πέμπειν ἐπείγομαι, καὶ θυμηδίαν ἐξ αὐτῆς ποριζόμενος, καὶ εἰς τὰς ὑπὲρ ἐμοῦ εὐχὰς τὸν ἀξιόχρεων πρεσβύτην διεγείρων.

Intertext edge

Open linked passage

Note