Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
ΑΕΡΙΩ ΣΟΦΙΣΤΗ. Πάλαι μὲν Ἀθηναῖοι τὰς σικελικὰς ἀπωδύροντο συμφοράς· τὰς δὲ Λιβύης καὶ Καρχηδόνος ὁ παρὼν ἐβλάστησε χρόνος. Ἀνιαρότεραι δὲ αὗται καὶ πολλῷ χαλεπώτεραι. Βαρβαρικὴ αὐτὰς ὠμότης καὶ θρασύτης ἐπήνεγκεν. Τούτων καὶ ὁ εὐγενέσ τατος γεγένηται Μαξιμιανός, καὶ τραγῳδῶν τὰ παθήματα κεντεῖ τοὺς ἀκούοντας καὶ τῶν δακρύων ὀχετεύει τὴν λιβάδα. Μεμαρτύρηκε δὲ τοῖς παρ' αὐτοῦ λεγομένοις ἀλήθειαν ὁ θεοφι λέστατος καὶ ὁσιώτατος ἐπίσκοπος, ὁ κῦρις Ἰουβενάλιος, γράμ μασι τὴν μαρτυρίαν ἐνθείς. Ἀπολαυσάτω τοίνυν τῆς Ἀλκινόου φιλοξενίας, ἐπεὶ καὶ οὗτος πολλὰς τρικυμίας διέφυγε. Χαλεπὰ γὰρ καὶ τὰ τῆς ἠπείρου ναυάγια.