Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1
ΤΩ ΑΥΤΩ. Εἰ πλείους εἶχον υἱεῖς, πλείους ἂν ὑμῖν ἐξέπεμψα φοιτη τάς. Οὓς τοίνυν ἔχω, καὶ πέμπω καὶ τῆς ὑμετέρας παιδεύσεως μεταλαχεῖν ἀξιῶ. Τούτων εἷς ἐστιν ὁ εὐγενέστατος υἱὸς ἡμῶν Θεόδοτος, καὶ τῇ πατρῴᾳ σεμνυνόμενος εὐγενείᾳ, καὶ τρόποις οἰκείοις κοσμούμενος. Καὶ διὰ ταῦτα τοίνυν καὶ δι' ἐμὲ παρα καλῶ σου τὴν σοφίαν ἀναλαβέσθαι τοῦτο τῆς εὐεργεσίας τὸ εἶδος· εὐεργεσία γάρ ἐστι, κατά γε τὸν τῆς σῆς μεγαλοπρε πείας σκοπόν, εἰ καὶ τοῖς εἰδόσι τὰ τῶν πόλεων πράγματα βλάβη νομίζεται. Τοῦτο γὰρ ἡ σὴ ποιοῦσα μεγαλοπρέπεια τὴν πατρικὴν αὖθις δείξει φιλοστοργίαν.