Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1
ΚΥΡΩ ΠΡΕΣΒΥΤΕΡΩ. Αἰτηθεὶς πρὸς τὴν σὴν θεοσέβειαν γράμματα παρὰ τοῦ δεῖ νος καὶ τοῦτο ποίησας, εἰληφέναι μᾶλλον ἢ δεδωκέναι χάριν ᾠήθην· ἄμφω γάρ μοι προσφιλεῖς, καὶ ὁ αἰτήσας καὶ ἡ σὴ θεοσέβεια πρὸς ὃν ᾔτησεν. Ἐγὼ μὲν οὖν οὕτω διακείμενος γέγραφα· ἡ δὲ σὴ εὐλάβεια καὶ αὐτὸν μεθ' ἡδονῆς θεασάσθω καὶ ἡμᾶς τοῖς ἀμοιβαίοις εὐφρανάτω. Τούτῳ γὰρ τῷ τρόπῳ τὴν φιλίαν αὐξήσεις.